Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Ἀντιρρητικοὶ τρεῖς κατὰ Κωνσταντῖνου τοῦ Κοπρωνύμου

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Η περιγραπτότητα της ανθρώπινης φύσης του Χριστού και η υποστατική ένωση

Θεολογική ανάπτυξη της διατήρησης των φυσικών ιδιωμάτων των δύο φύσεων του Χριστού μετά την ένωση και έλεγχος των ατόπων της εικονομαχικής λογικής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 3 από 15

Ἀλλ’ ἴσως φαῖεν ὡς δι’ ἄγνοιαν ἢ τὸ ἀδύνατον· καὶ πῶς Θεός, εἰ τοιαῦτα πέπονθεν; Ἢ πῶς ὁ τὸ ἓν δράσας, μὴ καὶ τὰ ἄλλα εἰργάσατο; Τίνος οὖν ἕνεκεν τῶν ἄλλων ἀνασχόμενος, ὅσα τῆς φύσεως καὶ τοῦ ἀνθρωπείου συγκρίματος, τὸ περιγραπτὸν μόνον ἀπήρνηται; ὃ μάλιστα οἰκεῖον καὶ πρώτως ὑπάρχει τῷ σώματι, καὶ τὸ ἰδιαίτατον, καὶ οὗ ἄνευ σῶμα οὐκ ἂν ὑποσταίη· ὡς εἴ γέ τις τούτου ἀποστερήσει τὸ σῶμα, οὐδὲ εἶναι τὸ παράπαν σῶμα ὁμολογήσειεν.

Ἀνάγκη οὖν λέγειν αὐτούς, ὡς ἐφ’ ἑτέραν δημιουργίαν ἐληλυθέναι, καὶ ἄλλην ἀρχὴν ὑποστήσασθαι φύσεως, καὶ σῶμα οὐδὲν ἡμῖν προσῆκον· ὃ δὴ καινὸν ὑπάρχον καὶ τῆς καθ’ ἡμᾶς οὐσίας ἐξηλλαγμένον, ἀποτεμόμενος ἑαυτῷ περιέπλασας· ἐξ οὗ περιγραπτοῖς οὖσιν ἡμῖν, οὐδαμῶς τὰ τῆς σωτηρίας περιέσται, τὸ προσεοικὸς ἐκείνῳ οὐκ ἔχουσι. Τίνι δὲ λόγῳ ὁ καινοποιήσας διὰ τῆς σαρκώσεως αὐτοῦ Λόγος τὴν καθ’ ἡμᾶς φύσιν, τὰ μέγιστα δεδωρημένος, τήν τε ἀθανασίαν καὶ ἀφθαρσίαν λέγω, καὶ τἄλλα ὅσα ἡ τῶν μελλόντων ἐλπὶς ἡμῖν ὑποτίθεται, τούτου μόνου φθονήσας ἡμᾶς ἀπεστέρησεν; Οὐδαμοῦ γὰρ ἐν ταῖς ἐπαγγελίαις τὸ ἀπερίγραπτον μεμυσταγωγηκὼς καθυπέσχετο. Οὔτε παρ’ ἄλλῃ Γραφῇ, ἢ τὸ τῶν ἱερομυστῶν διδασκάλιον, εἰσηγούμενον φαίνεται.

Δεῖ μὲν οὖν τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν, φησί που ὁ θεῖος Ἀπόστολος, καὶ ὅ τι σπείρεται ἐν ἀτιμίᾳ, ἐγείρεται ἐν δόξῃ. Τὸ περιγραπτὸν δὲ τοῦτο ἐνδύσασθαι ἀπεριγραψίαν, οὐδέπω καὶ σήμερον, οὔτε παρὰ Παύλου, οὔτε παρ’ ἑτέρου τῶν τῆς Ἐκκλησίας μυσταγωγῶν τις ἀκήκοε. Τὴν δὲ πολλὴν λέσχην περιιστάμενοι, ἓν τοῦτο φήσομεν· αὐτὸ τὸ ἐνοικῖσαι [ἐνοικῆσαι] ἐν τῇ παρθενικῇ μήτρᾳ τὸν Χριστόν, εἰ μὴ περιγεγράφθαι σωματικῶς ἐν αὐτῇ δέξαιντο ὡς τὸ τῆς ἀληθείας ἐναστράπτει φῶς, τί ἂν ἕτερον εἴποιεν, ἢ τὸ ἐν περιγραφῇ τὸν ἀπερίγραπτον οἴεσθαι Λόγον; Τοῦτο δὲ ποίας δυσσεβείας καὶ ἀθεΐας ὑπερβολὴν καταλείπει; Ἀνάγκη γὰρ δυοῖν θάτερον, ἢ μετεσχηκέναι παρὰ τῆς ἁγίας Παρθένου περιγραπτοῦ σώματος, ἢ πάντως γε κατὰ τοὺς πάντη διεστραμμένους, ἀντιστραφείσης τῆς τῶν πραγμάτων σχέσεως, ἀντιδιδόναι τὸ ἀπερίγραπτον αὐτῇ· ἓν γάρ τι τούτων ἡ ἕνωσις καὶ ἡ κατ’ αὐτὴν τοῦ Λόγου ἐνοίκησις ἀπειργάσατο. Ἀλλὰ μὴν περιγραπτὴ ἡ Παρθένος, καὶ τὸ τοῦ Κυρίου ἄρα σῶμα περιγραπτόν, ὡς ἐκ περιγραπτοῦ προελθὸν σώματος.

Εἰ γὰρ οὐδὲν τούτων δοῖεν, ἐκφύγοιεν δὲ τὰ ἄτοπα, λελείψεται αὐτοὺς ἀτοπωτέρῳ περιπεσεῖν πτώματι. Τοῖς διδασκάλοις γὰρ τῆς παλαιωθείσης φαντασίας κἀνταῦθα ἑπόμενοι, ὥσπερ διὰ σωλῆνος τῆς Παρθένου ἄνωθεν σαρκοφοροῦντα διῖχθαι τὸν Λόγον, ἵνα μὴ δ’ ὁπότερον θατέρου μετάσχοι, δογματίσουσι.

Δικαιότερον δ’ ἂν τοῖς κατακρίτοις συναριθμηθεῖεν, τοῖς παρὰ τῶν ἁγίων φρικτοῖς ἀναθέμασι καθυποβαλλόμενοι. Ταῦτα μὲν ἐκβασανίζων ὥσπερ ὁ λόγος οὕτω διέξεισιν. Ὁ γάρτοι θεολογικώτατος καὶ δογματικώτατος οὐδαμῆ σαφῶς διευκρινήσατο· πηνίκα καὶ πότε χαρίζεται τῇ σαρκὶ τὸ ἀπερίγραπτον, πρὸ τῆς ἑνώσεως ἆρα τῆς πρὸς τὸν Λόγον, ἢ μετὰ τὴν ἕνωσιν; Ἀλλὰ πρὸ μὲν τῆς ἑνώσεως, οὐκ ἂν εἰς τοσοῦτον, οἶμαι, παρανοίας ἐξολισθήσας ἔφησεν· ἢ γὰρ ἂν οὐδ’ ἀνειλῆφθαι τὸ παράπαν ὡμολόγησε· τὸ γὰρ ἀπερίγραπτον, οὐδὲ ἄνθρωπος, ἀλλὰ Θεός.

Οὐδ’ ἄγγελος τάχα εἴποι τις τῷ γε κατειλῆφθαι. Ἀλλ’ ὅτι μὲν ἀγγέλων οὐκ ἀνείληφε φύσιν, ὁ Παῦλος αὐτῷ ἐκβοάτω μεγαλοφώνως λέγων· Οὐ γὰρ δή που ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται. Ἀπερίγραπτον δὲ λέγειν τὸ σπέρμα τοῦ Ἀβραάμ, τῆς ἐκείνου σοφίας εἰπεῖν· οὐδεὶς γὰρ οὕτω κτηνώδης καὶ ἀνούστατος, ὅστις αὐτῷ τῷ λόγῳ συνθήσοιτο. Ἀνάγκη οὖν αὐτῷ, ὅτε ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, ἤτοι μετὰ τὴν ἕνωσιν, τὸ ἀπερίγραπτον τῇ σαρκὶ ἐπιγράφειν. Οὕτω δὲ καὶ τὸ ἀπαθές, ἀναφές τε καὶ ἀόρατον, καὶ εἴ τι τοιοῦτον, διὰ τὴν ἕνωσιν καὶ τὸν αὐτὸν Λόγον, προσένειμεν ἂν πάντως αὐτῇ ἠρνημένῃ εὐθὺς μετὰ τὴν ἕνωσιν τὸ παθητὸν καὶ ὁρατὸν καὶ ἁπτὸν καὶ τὰ λοιπά, οἷς τὸ εἶναι σὰρξ γνωρίζεται. Καὶ ἔσται κατ’ αὐτὸν τὸ αὐτὸ καὶ περιγραπτὸν καὶ ἀπερίγραπτον, καὶ παθητὸν καὶ ἀπαθές, ἁπτόν τε καὶ ἀναφές, καὶ τἄλλα ὁπόσα ἂν ᾖ ἀντικείμενα. Καὶ τὰ μὲν δι’ ἑαυτά, καὶ πρὸ τῆς ἑνώσεως· τὰ δὲ δι’ ἕτερα, καὶ μετὰ τὴν ἕνωσιν· τὸ αὐτὸ δὲ εἶναι κατὰ ταὐτόν, καὶ ὑπάρχειν τὰ ἀντικείμενα. Οὐδὲ μένειν ἔτι σῶμα ὁμολογηθήσεται· ἐκσταίη γὰρ ἂν ἑαυτοῦ, καὶ τὸν ἴδιον παραιτήσεται ὅρον τε καὶ λόγον· οὗ τί ἂν γένοιτο ἀλογώτερον ἢ ἀφρονέστερον;

Ἐν τίνι γὰρ τὰ τῆς οἰκονομίας καὶ τῆς πρὸς ἀνθρώπους ἐμπολιτεύσεως τοῦ Χριστοῦ φανήσεται; Ἐν τίνι τὸ πεινῇν καὶ διψῇν θεωρηθήσεται; Πόθεν ὁ τῆς ὁδοιπορίας κόπος, τὸ ἱδροῦν τε καὶ δειλιᾷν, καὶ τἄλλα πάσχειν ὅσα τοῦ ἡμετέρου ἐστὶ σώματος; ᾧ τό τε σχῆμα καὶ ἡ ἀντιτυπία καὶ ἡ τρισσὴ διάστασις, καὶ τὸ χρῶμα καὶ ἡ πηλικότης καὶ τὸ βάρος, πρὸς δὲ καὶ τὸ ἁπτὸν εἶναι, καὶ ὅσα ἄλλα ἴδια τοῦ σώματος ἔστι τε καὶ λέγεται. Πῶς οὖν τὸ ἁπτὸν οὐ περιγραπτόν; ἵνα ἐξ ἐνός γε καὶ τἄλλα συμπεριληφθείη, ὅσα διὰ τοῦ προσλήμματος ἐν Χριστῷ τεθεώρηται.

Ὡς εἰ μὴ τούτοις ἔθετο, καὶ τὸ σεσωματῶσθαι αὐτὸν τὸν Κύριον ἀπηρνήθη ἂν τελεώτερον. Οὐκοῦν οὐδὲ πεπονθέναι διωμολόγησε· καὶ οἰχήσεται τὰ τῆς ἐλευθερίας ἡμῖν, καὶ τὸ ἀπηλλάχθαι εἰδώλων, ὅπερ ἐκεῖνος ἐσπούδακε· κενὰ τὰ τῆς ἐλπίδος, καὶ ὅσα διὰ τοῦ σωτηρίου ἡμῖν προσγέγονε πάθους· τὰ γοῦν Εὐαγγέλια, ἥκιστα δὴ τὸ ἀληθίζεσθαι διακεκτήσεται, καὶ δὴ καὶ ὀφθῇ αὐτῷ μάταιον τὸ κήρυγμα καὶ ἡ πίστις ἡμῶν.

Ταῦτα μὲν οὖν εἰρήσθω πρὸς αὐτόν, τὸ ἀπερίγραπτον ἀλόγως κομπάζοντα. Οὐχ ὧδε δὲ ὁ τῆς ἀληθείας ἔχει λόγος, ἀλλὰ καθάπερ ὁ Λόγος, ἐνωθεὶς τῇ σαρκί, τὰς φύσεις τελείας καὶ ἀνελλιπεῖς διετήρησε, καὶ τῶν φυσικῶν οὐκ ἐξέστηκεν ἰδιωμάτων, μεμένηκε δὲ κατά γε τὸν τοῦ εἶναι λόγον, ἑτεροίως ἔχων πρὸς τὸ σῶμα, οὕτω καὶ τὸ σῶμα ἐναντίως ἔχει πρὸς τὸν Λόγον, κατά γέ φημι τὴν ἰδιότητα· οὐδαμῶς γὰρ τῶν ἰδίων ἀποπεφοίτηκε γνωρισμάτων.

Καὶ ὡς γενόμενον Θεοῦ σῶμα, οὐκ ἀφῄρηται τὸ εἶναι σῶμα, εἰ καὶ πρὸς τὸ βέλτιον ὅλον τῇ δυνάμει τοῦ Λόγου μετεστοιχείωται, οὕτως οὐδὲ τῶν φυσικῶν ἰδιωμάτων ἐστέρηται. Ἐπεὶ ποῦ σωθήσεται τὸ τέλειον, κατὰ τὴν ἐκκλησιαστικὴν διδασκαλίαν ἐπὶ Χριστοῦ, ὥσπερ ἐν θεότητι οὕτω δὴ καὶ ἐν ἀνθρωπότητι; Εἰ γάρ τι τῶν εἰς τὴν τελειότητα ἡκόντων ἀφαιρεθείη, οὐ μόνον οὐ τέλειον, ἀλλ’ οὐδὲ ὑπάρξειεν ὅλως. Πῶς οὖν σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται, εἰ κατ’ αὐτό γε τοῦτο οὐ περιγράφεται; Πόθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι ὁ ἐν πολλοῖς ἀδελφοῖς πρωτότοκος, ὁ πεπειραμένος κατὰ πάντα καθ’ ὁμοιότητα τὴν ἡμετέραν; Πῶς υἱὸς τοῦ Δαβὶδ χρηματίσειε, καὶ υἱὸς τῆς παναγίας Παρθένου, ᾗ τὰ τῆς γενεαλογίας ἐκ τοῦ Δαυϊτικοῦ κάτεισι φύλου; Εἰ μή που καὶ αὐτῇ τὸ ἀπερίγραπτον ἐπεφήμισε, ὥσπερ διὰ σωλῆνος διαδεδυκέναι τὸν Λόγον δι’ αὐτῆς· ἵνα ὅλον τὸν τῆς φαντασίας καὶ δοκήσεως ἄκρατον, κατὰ τοὺς ἑαυτοῦ διδασκάλους, ἐγχέηται.

Ποῦ τῶν εὐαγγελικῶν κηρυγμάτων σωθήσεται ἡ ἀλήθεια; τοῦ μὲν τῶν εὐαγγελισαμένων τὸ Χριστοῦ μυστήριον λέγοντος· Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ Δαβίδ, υἱοῦ Ἀβραάμ· τοῦ δέ, ὅτι Ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν.

Οὐδὲ αὐτὸν Χριστὸν τοῖς λιθάζουσιν ὁ συλλιθάζων ἐδέξατο ἂν λέγοντα· Τί με ζητεῖτε ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα; Ποῦ τῶν ἱεροφαντῶν καὶ θεολόγων Πατέρων ἡμῶν ἡ διδασκαλία; οἳ γεγόνασι τῶν Χριστοῦ μυστηρίων ταμίαι καὶ κάτοχοι τῷ ἁγίῳ Πνεύματι, καὶ τέλειον ἡμῖν τὸν αὐτὸν ἐν θεότητι καὶ τέλειον ἐν ἀνθρωπότητι. διαῤῥήδην ἐκδιδάσκουσιν, ὁμοούσιον τῷ Θεῷ καὶ Πατρὶ κατὰ τὴν θεότητα, καὶ ἡμῖν κατὰ τὴν ἀνθρωπότητα, περιγραπτὸν τὸν αὐτὸν καὶ ἀπερίγραπτον.

Τί δὲ ὅλως ἡμᾶς ὤνησε Χριστὸς περιγραπτούς γε ὄντας, εἰ μὴ τῷ ὁμοίῳ τὸ ὅμοιον ἀνεκάθηρέ τε καὶ ἐξιάσατο· εἰ μὴ τὸ πᾶν ὅπερ ἐσμὲν πλὴν ἁμαρτίας προσείληφε; Τὸ γὰρ ἀπρόσληπτον, φασίν, ἀθεράπευτον. Ἐν οἷς γὰρ ἡ φύσις ἐδεῖτο τῆς ἀναπλάσεως, ἀνάγκη κατὰ πάντα ὅμοιον τῇ φύσει γενέσθαι. Ἀλλὰ μή ποτε οἱ νῦν τῆς πλάνης καὶ τῶν ἐκείνου δογμάτων προασπίζοντες εἴποιεν, ὅτι οὐκ ἠκούσαμεν· Μὲν οὖν γε εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Οὕτω δὲ ἀπετυφλώθησαν τῇ ἑαυτῶν ἀπονοίᾳ, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν, καὶ τοῖς ὠσὶ βαρέως ἤκουσαν, καὶ πρὸς πᾶν ὁτιοῦν εἰς εὐσέβειαν ἧκον, πεπηρωμένον τὸ ὀπτικὸν τῆς διανοίας κτησάμενοι· οὐκ ἐναυγάζονται τῷ τῆς εὐσεβείας φωτί, πρὸς τὰς εὐαγγελικὰς καὶ πατρικὰς φωνὰς ἀπαναισχυντήσαντες, καὶ ἀνερυθριάστως ἀντικαθιστάμενοι. Διὸ οὐδὲ ἀπολογίας αὐτοῖς παρὰ τῷ δικαίῳ κριτῇ τρόπος ὑπολειφθήσεται.

κζʹ. Εἰ δὲ διαιρεῖσθαι ἐδόκει ἀπὸ τοῦ γεγράφθαι τὸν Χριστόν, καὶ κτίσμα μόνον καταλιμπάνεσθαι, ὁρᾷν ἔξεστι μή ποτε οὐδὲ ἔμψυχον κτίσμα κατὰ τὸν ἑαυτοῦ λόγον τὸν Χριστὸν καταλέλοιπεν. Εἰ γὰρ μὴ τέλεον ἐν αὑτῷ σωζομένας τὰς κατὰ τὸν ἄνθρωπον, ὃν ἀνέλαβε, φυσικὰς διαφορὰς ἐδόξαζεν, οὐδὲ τὸ εἶναι ἄνθρωπον συγκεχώρηκεν. Ἐπεὶ πόθεν αἱ φύσεις συσταῖεν αὐτῷ; Ὥσπερ γὰρ παροῦσαι αἱ φυσικαὶ σώζουσι διαφοραί, οὕτω καὶ ἀποῦσαι φθείρουσιν.

Ὡς εἴ τις τούτων ἀφέλοιτό τι τὸν Κύριον, οὐ μόνον ψιλὸν ἄνθρωπον εἴποι, ἀλλ’ οὐδὲ ἔμψυχον, καὶ ἀνενέργητον αὐτὸν καὶ ἀνδριάντα μόνον ἀποσχεδιάσας λοιπὸν ἀπολίποι. Ὄντως δυσσεβείας ταυτὶ τὰ διανοήματα, οὐ Χριστιανῶν δόγματα, ἄπαγε, ἐκείνου δὲ φρονήματα καὶ κυήματα. Τί δ’ ἂν εἶπε περὶ τοῦ κατὰ τὸν ἄνθρωπον συγκρίματος, μιᾶς ὑποστάσεως ὄντος τοῦ καθ’ ἕκαστον ἀνθρώπου, ἐκ φύσεων δὲ δύο συνεστηκότος, καὶ τῆς μὲν φαινομένης καὶ περιγραφομένης, προσέτι δὲ καὶ εἰκονιζομένης, τῆς δὲ νοουμένης καὶ οὐ γραφομένης; Εἴ τις ἄνθρωπον εἰκονίσειεν, ἆρα ἐδόκει αὐτῷ συνεικονίζειν τῷ ὁρατῷ τὸ ἀόρατον; ἢ διαιρεῖν κατά τε ψυχὴν καὶ σῶμα, ὅπερ οὐδὲν ἕτερόν ἐστιν ἢ θάνατος; Τί γὰρ ἄλλο θάνατος, ἢ χωρισμὸς ψυχῆς ἀπὸ σώματος;

Εἶπεν ἄν τις πρὸς αὐτὸν καὶ λίαν εἰκότως· Σὺ οὖν τὴν πολύχρυσον ἐκπιὼν μέθην, καὶ τῷ χρυσῷ ἡττηθείς, καὶ ὑποκύψας κατὰ τὸν Μίδαν ἐκεῖνον τὸν πάλαι ἱστορούμενον, καὶ ἐν πλείοσι χρυσώμασιν ἔτι δὲ καὶ χρώμασι κατὰ διαφόρους τόπους τὴν σεαυτοῦ ἐγχαράξας εἰκόνα, ᾔσθου τῶν παρὰ σοῦ δογματιζομένων; συμπεριέγραψας τούτοις καὶ τὴν σὴν ψυχήν, ἢ κεχώρισται τοῦ σοῦ σώματος; ταὐτὸν δὲ εἰπεῖν τέθνηκας ταῦτα πράσσων, ἢ οὔ; Ὡς ὄφελόν γε ἀπεῤῥάγης αὐτίκα, ὡς ἂν μὴ τοσαῦτα κατὰ Χριστιανῶν δράσειας. Ὁποίαν μὲν οὖν εἶχες ψυχήν, εἴτε κυνείαν, εἴτε χοιρείαν, ἢ θηρίων τινῶν ἀγρίων, αὐτὸς ἂν εἰδείης· ὅτι δὲ ἐν ᾧ ταῦτα ἔλεγες, τῶν ἀλόγων ἧς ἀλογώτερος, καὶ τῶν θηρίων πικρότερος, τὸν θεῖον ὁλοτρόπως διωσάμενος φόβον, καὶ τὴν Χριστιανῶν ἅπασαν ἐκπολιορκῶν θεοσέβειαν, καὶ σφόδρα ἂν ἰσχυρισαίμην. Οὐκ ἔδει σε οἷς ἔπραττες ἀκόλουθα φρονεῖν τε καὶ λέγειν; καὶ μὴ σαυτῷ τε καὶ τῇ ἀληθείᾳ ἐναντιούμενον, ἕτερα μὲν δρᾷν, ἕτερα δὲ δογματίζειν;

Εἰ οὖν σαυτῷ οὐκ ἐπείθου, σχολῇ γε ἂν ἑτέροις ἐπέπεισο· ἀλλὰ καὶ θαυμάζεσθαι καὶ προσκυνεῖσθαι τεθέσπικας ἃ κατεσκεύασας, καὶ κίνδυνος ἦν οὐ μικρὸς ἡ ζημία, ᾧ τὸ θεσπισθὲν οὐκ ἐπράττετο, κατ’ ἐκεῖνον τὸν Βαβυλώνιον, τὸν ἀλαζόνα καὶ βάρβαρον, οὗ καὶ τὸν τρόπον ὡς ἀληθῶς καὶ τὴν δυσμένειαν ἐζήλωσας, ὃς τὴν πολυθρύλλητον εἰκόνα ἐκείνην τεκτηνάμενος καὶ ἀναστήσας, προσκυνεῖσθαι διεκελεύετο, καὶ θάνατος ἦν πικρότατος τοῖς ἀπειθοῦσι τοῖς νενομισμένοις ἡ δίκη. Διὸ δὴ καὶ εἰκότως ὁ τὴν Χριστοῦ εἰκόνα καταβαλών, τὴν δὲ οἰκείαν καὶ ἀντίθετον ἀντιπαρατιθείς, οὐκ ἄλλο τι ἢ Ἀντίχριστος δικαίως ἂν νομισθείη. Πόσους ἂν θανάτους ὑπέστης, ἐπὶ τοῦ σοῦ νομίσματος χαρακτηριζόμενος καὶ τυπούμενος; ἀλλ’ ἅπαξ ὑπὸ τῆς ἀσεβείας καὶ παρανοίας ψυχῇ τεθνηκώς, τῶν ἀπείρων ἐκείνων θανάτων οὐκ εἴληφας αἴσθησιν. Τοιαῦτα μὲν οὖν τῷ οὕτω διανοησαμένῳ καὶ δράσαντι, εἰς δέον ἂν καὶ εὐστόχως, ὡς οἶμαι, λεχθείη. Ἡμῖν δὲ καιρὸς ἐπὶ τὴν τῶν ζητουμένων διαφορὰν μεταβήσεσθαι, καὶ τὴν περὶ αὐτῶν διάσκεψιν ποιήσασθαι, ὡς μὴ ἐπὶ πλεῖον ὁ περὶ αὐτῶν παραδράμοι λόγος.

κηʹ. Φανερὸν οὖν τοῖς νήφεσιν [νήφουσιν], ὡς ἐπὶ τοῖς νῦν προκεχειρισμένοις ἔστιν εἰπεῖν, ὅτι ἀρχέτυπόν ἐστιν ἀρχὴ καὶ παράδειγμα ὑφεστηκὸς τοῦ ἀπ’ αὐτοῦ χαρακτηριζομένου εἴδους, καὶ τῆς παραγωγῆς τοῦ προσεοικότος αἴτιον. Τῆς δ’ αὖ εἰκόνος ὁρισμὸς τοιοῦτος, ὡς ἐπὶ τῶν τεχνητῶν τούτων τις εἴποι· εἰκών ἐστιν ὁμοίωμα ἀρχετύπου, ὅλον ἐν ἑαυτῇ τοῦ ἐντυπουμένου τὸ εἶδος διὰ τῆς ἐμφερείας ἐναποματτομένη, τῷ διαφόρῳ τῆς οὐσίας, κατὰ τὴν ὕλην καὶ μόνον παραλλάσσουσα· ἢ μίμησις ἀρχετύπου καὶ ἀπείκασμα, τῇ οὐσίᾳ καὶ τῷ ὑποκειμένῳ διαφέρουσα, ἢ τέχνης ἀποτέλεσμα κατὰ μίμησιν τοῦ ἀρχετύπου εἰδοποιουμένη, οὐσίᾳ δὲ καὶ τῷ ὑποκειμένῳ διαφέρουσα. Εἰ γὰρ μὴ διαφέρει ἕν τινι, οὐκ εἰκών, οὐδὲ ἄλλο τι παρὰ τὸ ἀρχέτυπόν ἐστιν.

Οὕτω μὲν οὖν ἡ εἰκών, ὁμοίωμα καὶ ἐκτύπωμα ὄντων καὶ ὑφεστηκότων ἐστί. κθʹ. Τὸ δὲ εἴδωλον ἀνυπάρκτων τινῶν καὶ ἀνυποστάτων ἀνάπλασμα, ὁποίας δή τινας Ἕλληνες ὑπ’ ἀσυνεσίας καὶ ἀθεΐας, Τριτώνων τινῶν καὶ Κενταύρων καὶ ἄλλων φασμάτων οὐχ ὑφεστώτων, μορφὰς ἀναπλάττουσι. Καὶ ταύτῃ ἀλλήλων εἰκών τε καὶ εἴδωλον ἀποδιαστέλλονται, ὥστε οἱ μὴ δεχόμενοι τούτων διαφοράν, δικαίως ἂν εἰδωλολάτραι κληθεῖεν. Καὶ αἱ μὲν εἰκόνες, καὶ ἀγαθῶν καὶ φαύλων εἰσὶν εἰκόνες, ὧν καὶ ἡ δόξα διάφορος. Τῶν μὲν γὰρ ἀγαθῶν τιμητέαι, τῶν φαύλων δὲ ἀποπεμπτέαι, καὶ ἐν ἴσῳ εἰδώλοις φευκτέαι· κἀκεῖναι μάλιστα, ὅσαις καὶ εἰδώλων σέβας τῶν παλαιῶν τινες, κακῶς καὶ ἀθέως ἀνέθεσαν, τὸν τῶν ὅλων Θεὸν καὶ τὴν πρώτην αἰτίαν ἀγνοήσαντες. Ὅπερ ἥ τε πρὸς τοὺς οἰκείους τῶν ἐμπαθῶν καὶ ὑλικωτέρων ἀπειργάσατο περιπάθεια, ἤ τε τυραννίς, τῆς προσηκούσης δόξης τοὺς θεσμοὺς καὶ ὅρους πλεονεκτήσασα. Διὸ εἴδωλον ἐπί τινος τῶν ἀγαθῶν οὐκ ἂν λέγοιτο, τῷ προειλῆφθαι μάλιστα τὴν φωνὴν ἐπὶ τῶν ἐθνικῶν σεβασμάτων, ἃ τοῖς δαίμοσι διὰ τῶν θυσιῶν προσφέρεται, κατὰ τὴν ἀποστολικὴν ῥῆσιν.

λʹ. Οὐκ ἄκαιρον δὲ οἶμαι ἐν τῷ παρόντι, καὶ τοῦτο προσθεῖναι τῷ λόγῳ, ὅτι ἡ εἰκὼν σχέσιν ἔχει πρὸς τὸ ἀρχέτυπον, καὶ αἰτίου ἐστὶν αἰτιατόν· ἀνάγκη οὖν διὰ τοῦτο καὶ τῶν πρός τι εἶναί τε ταύτην καὶ λέγεσθαι. Τὰ δὲ πρός τι, αὐτὰ ἅπερ ἐστίν, ἑτέρων εἶναι λέγεται, καὶ ἀντιστρέφει τῇ σχέσει πρὸς ἄλληλα· ὥσπερ ὁ πατὴρ υἱοῦ πατήρ, καὶ ἔμπαλιν ὁ υἱὸς πατρὸς λέγεται υἱός, ὡσαύτως καὶ φίλος φίλου, καὶ δεξιὸς ἀριστεροῦ, καὶ ἔμπαλιν ἀριστερὸς δεξιοῦ· ὁμοίως καὶ δεσπότης δούλου δεσπότης, καὶ ἔμπαλιν, καὶ εἴ τι τούτοις προσόμοιον. Οὕτως οὖν καὶ ἀρχέτυπον, εἰκόνος ἀρχέτυπον· καὶ εἰκών, ἀρχετύπου εἰκών· καὶ οὐκ ἄν τις ἄσχετον εἰκόνα τοῦ τινος εἰκόνα φαίη. Ἅμα γὰρ συνεισάγεται καὶ συνεπιθεωρεῖται θατέρῳ τὸ ἕτερον· κἄν που οἴχοιτο τὸ ἀρχέτυπον, ἀλλ’ ἥ γε σχέσις οὐ συναπολήγει· οὐ γὰρ ἐπὶ πάντων τῶν τοιούτων ὁ τοῦ συναναιρεῖσθαι διήκει λόγος· ἔσθ’ ὅτε γὰρ καὶ αἱ σχέσεις καταλιμπανόμεναι διασώζονται, τῶν πραγμάτων ἀπορφανιζόμεναι καὶ στερόμεναι· ὡς ἐπί τε πατρὸς καὶ υἱοῦ καὶ τῶν ὁμοίων ἔχει. Ὡς παρόντα γὰρ καὶ τὸν ἀποιχόμενον διά τε τῆς ἐμφερείας καὶ μνήμης ἢ μορφῆς ἐμφανίζουσα, συμπαρεκτεινομένην τῷ χρόνῳ διασώζει τὴν σχέσιν· ἡ γοῦν ὁμοίωσις σχέσις τις μέση τυγχάνουσα, μεσιτεύει τοῖς ἄκροις, τῷ ὁμοιουμένῳ φημὶ καὶ τῷ ὁμοιοῦντι, ἑνοῦσα τῷ εἴδει καὶ συνάπτουσα, κἂν τῇ φύσει διήνεγκεν.

Εἰ γὰρ ἄλλο καὶ ἄλλο τῇ φύσει ἑκάτερον, ἀλλ’ οὐκ ἄλλος καὶ ἄλλος· ἄλλος δὲ αὐτὸς ἐκεῖνος· διὰ τοῦ τύπου γὰρ τοῦ ἐξ ἀρχῆς εἴδους ἡ γνῶσις ἐγγίνεται, καὶ ἐν αὐτῷ τοῦ γεγραμμένου ἡ ὑπόστασις καθορᾶται· ὅπερ οὐκ ἂν ἐπ’ ἄλλου τῶν τοιούτων κατιδεῖν ἔνεστιν, οἷον ἐπὶ πατρός, ἢ υἱοῦ, ἢ φίλου. Ἐναντίως γὰρ ἢ ταῦτα ἔχει· οὐκ ἄλλο γὰρ καὶ ἄλλο τούτων ἕκαστον, ἐπεὶ οὐσίας τῆς αὐτῆς κεκοινώνηκεν, ἄλλος δὲ καὶ ἄλλος, τῷ ἑτεροίῳ διενηνοχότες τῶν ὑποστάσεων. Καὶ εἴπερ ἐπὶ τούτοις ἡ σχέσις καὶ μεριζομένοις οὐ διόλλιται [διόλλυται], πολλῷ μᾶλλον ἐπ’ ἐκείνοις συμφυλαχθήσεται. Ἐκ περιουσίας δὲ καὶ τὴν ὁμωνυμίαν χαρίζεται ἡ ὁμοίωσις· μία γὰρ ἐπ’ ἀμφοῖν ἡ προσηγορία· βασιλεὺς γὰρ καὶ ἡ βασιλέως εἰκὼν λέγεται· εἴποι δ’ ἄν, Ἐγὼ καὶ ὁ βασιλεὺς ἕν ἐσμεν, δῆλον δὲ ὅτι παρὰ τὸ τῆς οὐσίας διάφορον. Ταῦτα δὲ ἡμῖν εἴρηται, ὥστε παραδεῖξαι τὸν τῆς εἰκόνος τρόπον· καθ’ ὃν πρὸς τὸ ἀρχέτυπον θεωρουμένη, τὴν σχέσιν ἔχει· οὐ κατ’ οὐσίαν τὸ ταὐτὸν κεκτημένη, οὐδὲ γὰρ ὅσα κατὰ τοῦ ἀρχετύπου ὡς ἀρχετύπου κατηγορεῖται, καὶ τῆς ἀπ’ αὐτοῦ εἰκόνος κατηγορηθήσεται πάντως. Τὸ μὲν γὰρ εἰ τύχοι, ἔμψυχον· ἡ δέ, ἄψυχος· ἢ λογικὸν καὶ κινούμενον, ἡ δὲ ἄλογος καὶ ἀκίνητος· οὐκοῦν οὐ ταὐτὸν ἀμφότερα, ἀλλὰ πὴ μὲν ἔοικεν ἀλλήλοις τῷ εἴδει, πὴ δὲ ἀπέοικε τῇ οὐσίᾳ.

Ἐπεὶ οὖν τῶν ἐν σχέσει ἡ εἰκών, διὰ τοῦτο καὶ συνδοξάζεται τῷ πρωτοτύπῳ δοξαζομένῳ, καὶ ἔμπαλιν ἠτιμωμένῳ συνατιμοῦται. Τῆς διαφορᾶς οὖν ἐν τούτοις γνωριζομένης ἔκ τε τοῦ λόγου, καὶ τοῦ ὁρισμοῦ, τῆς δὲ γραφῆς τῶν ἔξωθεν οὔσης, καὶ οὐδὲν ἐπικοινωνούσης τῷ ὁρισμῷ τῆς οὐσίας, τί μάτην οἱ δι’ ἐναντίας ταράττονται, διαιρεῖσθαι ἐντεῦθεν τὰ φυσικῶς ἡνωμένα δοξάζοντες;

Ἐμβρόντητοι οὖν καὶ παραπλῆγες εἰκότως νομισθήσονται. λαʹ. Εἰ δὲ χρὴ καὶ ὅθεν παρῆκται καὶ ἐσχημάτισται τοὔνομα εἰπεῖν, κατὰ τὸν τῆς ἐτυμολογίας τρόπον, φαμὲν ὅτι ἀπὸ τοῦ εἴκω ῥήματος, ὃ δὴ καὶ ἕτερα μέν τινα σημαίνει, ἰδιοτρόπως δὲ δηλοῖ τό, ὁμοιῶ. Ἐκ τούτου οὖν τοῦ εἴκω προσλήψει τοῦ ν στοιχείου, γέγονεν ἡ εἰκών, ἣ σημαίνει τὸ ὁμοίωμα.

Διὸ καὶ ὑβρίζεται παρὰ τῶν ἐχθρῶν τῆς ἀληθείας, ἥτις τῷ Χριστῷ ἐστιν ἐμφερής. Ἐκ δὴ τοῦ εἰρημένου ῥήματος, ὥσπερ τινὸς ἀρχῆς καὶ ῥίζης, καὶ τὸ ἔοικε ῥῆμα ἐσχημάτισται, ὃ δὴ καὶ αὐτὸ τὸ ὁμοιοῦν δηλοῖ. Τούτων οὕτως ἐχόντων, τίνι τῶν εὖ εἰδότων οὐκ ἔγνωσται, ὅτι ἕτερόν τί ἐστιν ἡ τοῦ Χριστοῦ εἰκὼν παρ’ αὐτόν; Μόνος δὲ ὁ σοφώτατος ἀγνοήσας τὰ πᾶσιν ἐγνωσμένα, ταῖς οἰκείαις ὁρμαῖς καὶ τοῖς ἄγουσιν ἕπεται, ὃν ἔδει, εἴ γε μικρὸν εἰς συναίσθησιν τοῦ συμφέροντος ἵκετο, κἂν γοῦν διὰ τὴν σχέσιν, εἰ μή τι ἄλλο, ἣν ἔχει πρὸς τὸ ἀρχέτυπον ἡ τοῦ Χριστοῦ εἰκών, σέβειν ταύτην καὶ κατασπάζεσθαι.

Δῆλον οὖν ὡς ἔοικεν ἡ ἀσέβεια καὶ ἀμαθία τὰ τοιαῦτα ἄτοπα καὶ πάσχειν καὶ ἀποφαίνεσθαι. Δέον γὰρ τὴν τοῦ ὁμοίου καὶ ἀνομοίου μεταχειρίζεσθαι φωνήν, ἃ τοῖς εἰρημένοις ἐνυπάρχει, καὶ πρὸς τὸ ποιὸν ἀνάγεται, ὡς ἂν οἱ περὶ ταῦτα ἐσχολακότες εἴποιεν, ὅθεν ἦν αὐτῷ ποσῶς καὶ κατὰ βραχὺ τοῦ περὶ τούτων ἐφικέσθαι λόγου, τὸ ταὐτὸν ἐνταῦθα προάγει, ᾧ σύζυγον τὸ ἕτερον, καὶ περὶ τὴν οὐσίαν θεωρεῖται. Ὧν οὐδὲ μία πρὸς τὰ προκείμενα χρεία. Τὸν αὐτὸν δέ μοι δοκεῖ, μηδὲ τὸ ἄλλο καὶ ἄλλο, ὃ φύσεις ἀφορίζει, παρῃτῆσθαι λέγειν ἐπὶ τῶν τοιούτων, τὸ δὲ ἄλλος καὶ ἄλλος εἰσάγειν· ἐπεὶ τὰς ὑποστάσεις χαρακτηρίζει, αἵ περ ἄλλον ἐξ ἄλλου ποιοῦσι, καὶ πολλὰς ἐξ ἀνάγκης ὑποστάσεις διδόναι, καὶ τοσούτους Χριστοὺς ὅσαι περ καὶ εἰκόνες γίγνοιντο. Καὶ οὕτως ἔσονται υἱοὶ πλείους, ἵνα λοιπὸν καὶ τὸ Μονογενὴς ὄνομα ἐκποδὼν γένοιτο. Τούτους δὲ πότερον τῆς ἀσεβείας τις διαμωμήσαιτο, ἢ τῆς ἀνοίας διαγελάσειε, καὶ ὁπόσον οὐδὲ παραστῆσαι καὶ εἰπεῖν ἔστιν; Ἀλλ’ ὁ μὲν περὶ τούτων λόγος ἐνταῦθα ὁριζέσθω· ὅτι δὲ ὁ θεῖος καὶ ὑπερούσιος Λόγος οὐ πέφυκε γράφεσθαι, ἢ περιγράφεσθαι, οὔτε μὴν καθ’ ἡμᾶς γεγονὼς ταῦτα πέπονθε (τίς γὰρ οὕτω κτηνώδης καὶ ἀνόητος καὶ τὴν ψυχὴν ἐσκοτισμένος, ὃς τὸ ἀμφίβολον σχοίη;

οὐδὲ γὰρ τῆς φυσικῆς ἐξέστηκεν ἰδιότητος), διὰ δὲ τὸν αὐτὸν λόγον, οὐδὲ ἡ σὰρξ ἑνωθεῖσα τῷ Λόγῳ ἀπερίγραπτος γέγονεν, ἐδείχθη, ὡς οἶμαι, ἱκανῶς διὰ πλειόνων, καὶ ὡς τὰ ἀναφανέντα ἐκ τῶν λόγων τῶν δι’ ἐναντίας, διὰ τῶν οἰκείων ἐγχειρημάτων τὴν περιτροπὴν καὶ τοὺς ἐλέγχους, τῆς ἀληθείας συναιρομένης, ἐδέξαντο.

λβʹ. Λείπεται λοιπὸν περὶ τῆς διαιρέσεως, ἧς ἀφρόνως καὶ ἀνοήτως παρεπλάσαντο, καὶ τοῦ ταύτης τρόπου διαλαβεῖν. Ἀλλὰ πρότερον ἐκεῖνο διαπορεῖν ἄξιον, ποίῳ δὴ τρόπῳ ὁ τὴν σάρκα περιγράφων ἤτοι εἰκονίζων (συγκεχωρήσθω γὰρ τὰ νῦν τὸ ἀδιάφορον· ταὐτὸν γὰρ παρ’ ἐκείνῳ ἀμφότερα ἀλόγως λελόγισται) «τοῦ ἡνωμένου θείου Λόγου διίστησι, καὶ κτίσμα μόνον ποιεῖ τὸν Χριστόν, καὶ τὴν θείαν φύσιν μὴ εἶναι εἰς αὐτόν,» Ἐπινοίᾳ τοῦτο καὶ λόγῳ μόνον διαιρεῖ, ἢ αἰσθήσει καὶ ἐνεργείᾳ;

Ἐν οἷς πολὺ τὸ διάφορον δείκνυται. Τὸν γὰρ τῆς διαιρέσεως λόγον εἰσαγαγών, τὸν τρόπον καθ’ ὃν διαιρεῖσθαι ταῦτα διωρίζετο, ἥκιστα παρεστήσατο. Εἰ μὲν οὖν ἐπινοίᾳ μόνον ἔλεγε, καὶ αὐτοὶ συμφήσομεν, τοῦτο γὰρ καὶ ὁ καθ’ ἡμᾶς λόγος ἔχει, πλήν γε τοῦ περιγράφεσθαι· «Ἡνίκα γὰρ αἱ φύσεις διίστανται ταῖς ἐπινοίαις, ὁ Θεολόγος φησί, συνδιαιρεῖται τὰ ὀνόματα. Παύλου λέγοντος ἄκουσον· Ἵνα ὁ Θεὸς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ Πατὴρ τῆς δόξης, Χριστοῦ μὲν Θεός, τῆς δὲ δόξης Πατήρ. Εἰ γὰρ καὶ τὸ συναμφότερον ἕν, ἀλλ’ οὐ τῇ φύσει, τῇ δὲ συνόδῳ.» Πολλοῦ γὰρ ἂν ἄξιος ἐφάνη, εἴπερ ἐπὶ τοῦδε τοῦ μέρους ἕστηκε, καὶ οὐδεὶς ἦν ἡμῖν ὁ περὶ τούτου λόγος· οὐδὲ αὐτὸς τὴν γλῶσσαν καθ’ ἡμῶν ἠφίει, ὁπότε ὁμοτίμως τῷ Λόγῳ καὶ τὰ τῆς γραφῆς ἕξει. Ἀλλὰ τοῦτο νῦν οὐκ ἔφη· οὐδαμοῦ γὰρ τοῖς τῶν θεολόγων δόγμασι τὸ οὗς παρατέθεικεν, ἐντραφῆναι τοῖς αὐτῶν διδάγμασιν οὐκ ἀνασχόμενος, τοῖς δὲ τῆς σαρκὸς μόνον ὁρμήμασι καὶ θελήμασιν ἐξανδραποδιζόμενος.

Ἐπὶ τὸ ἕτερον οὖν τοῦ λόγου σημαινόμενον ἀνάγκη ἀλόγως καὶ δυσσεβῶς αὐτὸν ἀποκομίζεσθαι. καὶ τοῦτο δογματίζειν, ὅτι δὴ ἐνεργείᾳ καὶ αἰσθήσει τὰ ἀχωρίστως ἡνωμένα διαιρεῖται. Διασαφεῖν δὲ ἡμῖν ἔδει τὸν σοφώτατον, ποίᾳ δυνάμει καὶ ἐνεργείᾳ τὴν ὑπερφυᾶ καὶ θαυμασίαν ἐκείνην ἕνωσιν, καὶ λόγου παντὸς καὶ νοῦ ὑπερέκεινα, καθ’ ἣν ὁ Λόγος οὐσιωδῶς ἐνοικήσας ἐν τῇ πανάγνῳ καὶ Θεοτόκῳ Παρθένῳ ὅλον ἄνθρωπον ὅλῳ ἑαυτῷ συνῆψεν ἑνώσει τῇ καθ’ ὑπόστασιν. ἣν Θεοῦ μόνου ἦν ἐργάσασθαι, διαιρεῖ ὁ περιγράφων καὶ εἰκονίζων, καὶ διίστησι Θεὸν ἰδικῶς, καὶ ἄνθρωπον ἰδικῶς· ὡς πεφυκότος ἆρα τοῦ Λόγου τοῦτο πάσχειν, καὶ διίστασθαι τῆς ἅπαξ ἑνωθείσης αὐτῷ σαρκός, ἣ οὐδαμῶς πεφυκότος ταῦτα; Εἰ μὲν γὰρ τὸ πρῶτον δοθείη, καὶ πάθος ἂν προσριφείη τῷ Λόγῳ. Εἰ δὲ πάθοι, καὶ περιγραφήσεται δήπου, πέπονθε δ’ ἂν τοῦτο καὶ πρὸ τῆς ἑνώσεως. Ἀλλὰ μὴν τοῦτό γε ἀδύνατον· οὐ γὰρ ἂν πάθοι, ἀπαθής γε ὢν φύσει· οὐκοῦν οὐδὲ διαστήσεσθαι τῆς συνηνωμένης αὐτῷ σαρκός, φύσιν ἕξει. Εἰ δὲ τὸ δεύτερον, καὶ οὗ πέφυκε τοῦτο; Τίς ὁ λόγος ὁ τῶν ὑπὲρ λόγον ἁπτόμενος, καὶ ἃ μήτε νῷ ληπτά, μήτε λόγῳ ῥητὰ ἐπιών, ὃς τὴν ἀδιάσπαστον ἐκείνην καὶ ἄτρεπτον καὶ φυσικὴν συνάφειαν λυμήνασθαι δυνήσεται; «Ἀλλ’ εἰ οὐ χωρίζεται, συμπεριγραφήσεται πάντως.»

Καὶ διὰ τοῦτο δέδοικε περιγραπτὴν λέγειν τὴν σάρκα, ἀγνοῶν ὅτι τῷ ὄντι πάθος περιγραφῆς τῷ Λόγῳ ἐπεισάγει. Τί γὰρ ἄλλο τοῦτο ἢ πάθος;

Καὶ περιπέπτωκεν ἐξ οὗ φεύγειν ἔδοξεν, ὡς εἴ γε τοῦτο ἦν, περιεγέγραπτο ἂν ὁ Λόγος, οὕτω πάσχειν πεφυκὼς καὶ πρὸ τῆς ἑνώσεως πρὸς τὸ σῶμα, οὐ δι’ αὐτήν γε τὴν ἕνωσιν. Εἰ δὲ φύσει ἀπερίγραπτος, καὶ ἐν σώματι συναπτόμενος διατηροίη ἂν τὸν ἑαυτοῦ λόγον ὡς Θεὸς τῆς φυσικῆς ἀοριστίας καὶ ἀπεριγραψίας πάμπαν ἀπαράτρωτον καὶ ἀμείωτον. Οὐδὲ γὰρ τὰ οἰκεῖα τῷ σώματι πάσχοντι συμπάθοι ἂν ὁ Λόγος οὐσιωδῶς ποθεν, ὡς οὐδὲ ἐκ τοῦ ἀπαθοῦς καὶ ἀναλλοιώτου εἰς τὸ παθητὸν καὶ ἀλλοιωτὸν περιτραπείη ποτ’ ἄν· οὐ τοίνυν οὐδὲ τοῦ κατ’ αὐτὸν σώματος περιγραφομένου συμπεριγραφήσεται. Ἄτοπον οὖν καὶ ἀνόητόν ἐστι καὶ ἀσεβές, τὸ ἀποφαίνεσθαι διαιρεῖσθαι ἐκ τοῦ εἰκονίζεσθαι τὸν Χριστόν, ἢ συμπεριγράφεσθαι. Τῷ δὲ οὐ περὶ τούτων προηγουμένως ὁ λόγος, ἀλλ’ ἐπινενόηται αὐτῷ τὸ ἀπερίγραπτον, οἷον ὄργανόν τι ἐπιτήδειον ὑπηρετοῦν τῷ δυσσεβεῖ θελήματι· ᾧ προσχρησάμενος, χρησιμεῦον πρὸς καθαίρεσιν τῆς τοῦ Σωτῆρος ἡμῶν εὗρεν οἰκονομίας.

λγʹ. Θαυμάσαι δ’ ἄν τις αὐτοῦ τῆς σοφίας τὸ μεγαλοφυές, πῶς ἐκεῖνο πέπονθε λαθών, ἡνίκα αὐτῷ λεπτῶς καὶ ἀπεξεσμένως τὰ τοῦ λόγου ἐξήτασται καὶ διηρεύνηται· τῷ γὰρ ἀπεριγράπτῳ τιμήσας Χριστόν, καὶ τῷ κεχωρίσθαι τῆς σαρκὸς εἰ περιγράφοιτο, τὸν περὶ τῆς παναγίας αὐτοῦ ψυχῆς λόγον ὑπερθέμενος, ἀγέραστον ταύτην ἐν τοῖς ἑαυτοῦ δόγμασι καταλέλοιπε. Τί οὖν; Ἐδόκει χωρίζειν τὴν ψυχὴν τὸν περιγράφοντα Χριστὸν ἐκ τοῦ σώματος, ἵνα μετὰ τοῦ λόγου, καὶ τὴν ψυχὴν προσαφῃρηκὼς εἴη· ὁπότε γραφομένου τοῦ σώματος ἀφίστασθαι ἔμελλε, καθάπερ ἀμέλει καὶ ὁ θεῖος Λόγος· ἐπείπερ οὐδὲ αὐτὴ φύσιν ἔχει τοῦ γράφεσθαι. Πάλιν γὰρ φιλοπευστοῦσι καὶ λίαν ἀποροῦσιν ἡμῖν, οἱ τοῦ σοφοῦ λόγοι καὶ οἱ ἐκεῖθεν νῦν σοφιστεύοντες, ἢ ἀληθέστερον εἰπεῖν ἀνοηταίνοντες διευκρινείτωσαν (ἔτι γὰρ καὶ τοῦτο τῶν ἀτόπων αὐτοῖς ὑπολέλειπται)· ἔμψυχος ἆρα ἡ κατὰ Χριστὸν ἀνθρωπίνη μορφὴ χαρακτηριζομένη τοῦ προσειληφότος θείου Λόγου, ἣ ἄψυχος ἀπονοσφίζεται; Εἰ μὲν γὰρ οὐκ ἔμψυχος, νενέκρωται πάλιν τὸ κατὰ Χριστὸν ἀνθρώπειον, καὶ πάλιν ἐν νεκροῖς ὁ ἐν νεκροῖς ἐλεύθερος, καὶ πάλιν ἀνασταυροῦται καὶ παραδειγματίζεται, καὶ τοῦτο οὐχ ἅπαξ, ἀλλὰ καὶ πολλάκις καὶ ἀεί, ὅσον καὶ εἰκονίζεσθαι συμβήσεται. Τὸ δὲ ἄψυχον φήσει τις μηδὲ μετοίχεσθαί ποι, ἀκίνητόν γε ὄν, καὶ μεταβαίνειν οὐχ οἷόν τε. Πρὸς δέ, καὶ ἄδηλον ὅπου ἡ ψυχὴ μεταστήσεται.

Εἰ γὰρ τὸν Λόγον ἀναπληροῦν τὸν τῆς ψυχῆς τόπον δώσουσι. σαφῶς τῆς Ἀρειανικῆς μανίας τὸ δόγμα ὑπολείπεται. Εἰ δὲ ἔμψυχος ἀποῤῥήγνυται, ποῦ ποτε ἆρα ἀποιχομένη προσχωρήσειε, τῆς ἐκείνων μανίας εἰπεῖν ἀκόλουθον. Ὡς ἄρα ἔνθα τὸ πάντων οἰκειότατον καὶ ἐγγύτατον ἐναύλισμα παρ’ αὐτοῖς νομιζόμενον τυγχάνει.

Τί δὲ τοῦτό ἐστιν; Ἐπειδὴ βούλονται τῷ ἀρχετύπῳ ταὐτὸν εἶναι μάλιστα τὸ ἐξεικόνισμα, καὶ ἀμφότερα ὑπάρχειν ὁμοούσια, καὶ οὐδενὶ τὴν διαφορὰν κεκτῆσθαι δοξάζουσιν, ἢ αὐτὴ ἡ εἰκὼν ἡ ἀφομοιουμένη καὶ ἐναποματτομένη τὸν θεῖον ἐκεῖνον καὶ ἱερὸν χαρακτῆρα, ὡς τῷ ὁμοίῳ τὸ ὅμοιον προσδραμεῖσθαι, καὶ οἰκειωθήσεσθαι καὶ συμφυήσεσθαί γε ὡς ὁμοούσιον.

Εἰ δὲ ταῦτα οὕτως, ἔδει κινήσεως καὶ αἰσθήσεως μὴ ἀμοιρεῖν τὴν εἰκόνα, καὶ τὴν ἐκ τόπου εἰς τόπον μεταβατικὴν ἔχειν δύναμιν κατὰ τὴν ἐκείνων πλάνην, καὶ τὸ πᾶν εἰπεῖν ἐνεργεῖν τε καὶ πάσχειν, ὅσα τοῦ ἐμψύχου ἐστὶ καὶ γνωρίζεται, καὶ μηκέτι εἰκόνα. ἀλλ’ ἔμψυχον ζῶον λογικὸν αὐτοῖς διομολογεῖσθαι· κατὰ δὲ τὸ ἐξ ἀνάγκης ἑπόμενον, καὶ τὸν θεῖον Λόγον τοῦ ἑαυτοῦ ἐστερῆσθαι σώματος. Πῶς δὲ Χριστῷ ταῦτα συνενεχθήσεται; Ἢ διὰ τίνος ἐνεργήσει ὁ γράφων, καὶ ὅπως ἐξανύσει τὸ βεβουλευμένον;

Οὐκ ἄλλως, ἢ ἐκ τῆς τῶν ζωγράφων φιλοτεχνίας Εὔκαιρον δ’ ἂν εἴη θειοτέραν τινὰ καὶ θαυμασιωτέραν τὴν ζωγραφικὴν εὐτεχνίαν ὑπολαμβάνειν, καὶ μαγνήτιδος πλέον τὸ ἑλκτικὸν καὶ δραστήριον πρὸς τὸ γραφόμενον ἔχουσαν· καὶ δὴ δογματισθήσεται τῶν ζωγράφων ἡ τέχνη, τῆς τοῦ Λόγου ἀλκιμωτέρα δυνάμεως· καθὸ ἡ μὲν ἀφείλετο τὴν σάρκα ἡνωμένην αὐτῷ, ὁ δὲ ἀφῃρέθη· καὶ λέλυται ὑπόστασις τοῦ Χριστοῦ. Οὐ δοκεῖ ἐντεῦθεν τῷ Λόγῳ πάθος προστρίβεσθαι πάντων παθῶν ἐμπαθέστερον;

λδʹ. Τί τοῦτο τῶν λεγομένων Χριστολυτῶν καὶ τῆς ἐκείνων βδελυρᾶς αἱρέσεως. πρὸς ἀτοπίαν καταδεέστερον; πόθεν οὖν ὁ δυσάντητος καὶ δυσμενὴς ἐχθρὸς καὶ Χριστοῦ πολέμιος, ὁ μικρὸς οὗτος καὶ βίαιος τύραννος, ἡ τέχνη; Ποία ἆρα ἡ ἐν αὐτῇ δύναμις καὶ ἐνέργεια, ὥστε κατισχύσαι Θεὸν τῶν οἰκείων ἀποστερεῖν καὶ διαρπάζειν; καὶ ταῦτα οὐ τῶν περὶ αὐτόν, ἀλλὰ τῶν κατ’ αὐτῶν. καὶ τῶν καθ’ ὑπόστασιν ἡνωμένων, οὐ τῶν ἔξωθέν τινων, καὶ αὐτὴν μᾶλλον λελύσθαι τὴν ὑπόστασιν; Καὶ ὃ ἑκὼν ὁ Λόγος προσέλαβεν, ἄκων ἀπέβαλε; Ταῦτα δὲ ποίαν ἀσεβείας ὑπερβολὴν οὐχ ὑπεραίρει; Εὑρεθήσεται δὲ οὕτω γε ἡ τέχνη, καὶ θανάτου ἐπικρατεστέρα· ὅπερ γὰρ τῷ θανάτῳ, ἡνίκα τὸν σταυρὸν πηξάμενοι τὸν Χριστὸν ἀπεκτόνασιν οὐκ ἐξεγένετο, τοῦτο τῇ τέχνῃ εὐπρεπῶς μάλα κατώρθωται. Κατ’ οὐδένα γὰρ τρόπον ὁ Λόγος τῆς παναγίας καὶ ζωοποιοῦ αὐτοῦ σαρκὸς καὶ ψυχῆς κεχώρισται, οὐδὲ κατ’ αὐτὸ τὸ ἀκαριαῖον τοῦ χρόνου καὶ βραχύτατον, κἂν τὸν ὑπὲρ ἡμῶν εἵλετο θάνατον· ὡς φύσει ὑπεράγαθος καὶ φιλάνθρωπος, καὶ εἰς ᾅδου πορευθείς, τοῖς ἐν φυλακῇ πνεύμασι τὴν ἐλευθερίαν κηρύξας ἐχαρίσατο, καὶ τῶν δεσμῶν ἀνῆκεν οἷς ἐκεκράτηντο. Πῶς οὖν ἃ τῷ θανάτῳ κατ’ ἰσχὺν οὐ περιγέγονε, τῷ ζωγράφῳ διήνυσται; καὶ ὁ δήσας τὸν ἰσχυρόν, ὑπὸ τῆς τέχνης ἀσθενοῦς οὕτω καὶ εὐτελοῦς ἀντιδέδεται;

Δέδοκτο ἂν αὐτὸ τομώτερόν τε καὶ διαιρετικώτερον τοῦ θανάτου, τὸ εἰκονίζειν καὶ γράφειν, ἵνα μηδὲν εἰς ἀσεβείας ἀφορμὴν ἀπολίποιτο.

Ἀλλὰ τί δεῖ πλειόνων τῶν οὕτω φευκτῶν καὶ ἀπηχθημένων, παρὸν πρὸς τὸν γεννήτορα τούτων εἰπεῖν, ὅτι Σε τοιαύταις χάρισι τὰ σὰ στεφανοῖ νοήματα· τοιαύταις ἀμοιβαῖς σε κατακροτοῦσι τὰ τῶν σῶν λόγων τῶν σοφῶν καὶ ἐντέχνων προβλήματα· οὕτως σοι τῶν σῶν δογμάτων τὸ ἐν θεωρίᾳ ἐπηρμένον καὶ ὑψηλόν, εἰς φιλοτιμίαν μέγιστον; Ἆρα οὐ μεθυόντων ἐκφρονέστερα ταυτὶ τὰ ληρήματα; ἆρα τῶν μελαγχολούντων ἣ βακχευόντων οὐκ ἀλογώτερα;

Τοιαῦτα τῶν κατὰ τὸν λαιμὸν καὶ τὴν γαστέρα μαργαινόντων τὰ ἀπηχήματα· τοιαῦτα τῆς φίλης καὶ ἡδίστης κοπρίας αὐτῷ τὰ γεώργια· τοιαῦτα τῶν ἀμέτρων ἐμέτων καὶ τῆς κυνώδους ἐκείνης καὶ χοιρείας ζωῆς καὶ τοῦ θηριώδους τρόπου, τὰ δόγματα· τοιαῦτα τῶν ἀλόγων ζώων ἰχνηλατούντων τὰς διεξόδους· τοιαῦτα τῶν τοῖς αἵμασι τῶν Χριστιανῶν βαπτιζόντων τὰς χεῖρας, καὶ τῶν κατὰ Χριστοῦ δεξιὰν ὁπλισάντων· τοιαῦτα τῶν καταξαινόντων τὰς ἀνθρωπείας σάρκας τὰ εὑρήματα. Ἀλλ’ ἀρμόσει γε τοῖς οὕτω φρονεῖν ἑλομένοις τὸ ἱερὸν ἐκεῖνο λόγιον, ὅτι Ὁ μωρὸς μωρὰ λαλήσει, καὶ ἡ καρδία αὐτοῦ μάταια νοήσει, τοῦ λαλεῖν πρὸς Κύριον πλάνησιν.

Τὸ γὰρ οὕτω νοεῖν ποίας νοὸς ἀκεραιότητος; οὐδ’ ἂν οἱ τὸν νοῦν παρενηνεγμένοι οὕτω ποτὲ ἐννοήσειαν ἢ λέξειαν. λεʹ. Ὁ Σωτὴρ ὑπερβλύσει φιλανθρωπίας φέρων, ὑβριζόμενος, λιθαζόμενος, τῶν κακῶν τὴν κορωνίδα τὸν θάνατον ἀνατλάς, οὐ πέπονθε ταῦτα· εἰκονιζόμενος πάθοι ἄν ποτε; Ὡς γὰρ ἐκεῖ οὐδὲν πέπονθεν, ὅσον ἐπὶ τὴν οἰκείαν φύσιν ὁ Λόγος οὐ κεχωρισμένος τῆς σαρκός, ἡνωμένως δὲ καὶ ἀδιαστάτως συνυπάρχων αὐτῇ καὶ πασχούσῃ, οὐδὲ ἐνταῦθα δή που τούτων πάθοι τι εἰκονιζόμενος. Πανταχοῦ γὰρ ἐπίσης ἡμῖν ὁ αὐτὸς Λόγος τὸ ἀληθὲς ἔχων συμφυλαχθήσεται· εἴποι δ’ ἂν πρὸς αὐτὸν καὶ ὁ φορέσας τὴν εἰκόνα τοῦ χοϊκοῦ, καὶ χοϊκὸν φύραμα, ὡς Οὐκ εἰμὶ κατ’ αὐτὸ τοῦτο ἀπερίγραπτος, ἀλλὰ περιγραπτός.

Ὡς οὖν ἐδέξατο τὸ κτίσμα τὰς ὕβρεις καὶ τὰς αἰκίας, οὕτως δέξαιτ’ ἂν καὶ τὴν ἐν τόπῳ περιγραφήν, καὶ τὴν γραφήν, καὶ τὸ εἰκονίζεσθαι, μηδαμῶς τοῦ συνηνωμένου καὶ συνυπάρχοντος Λόγου χωριζόμενον. λϛʹ. Ἀλλ’ εἰ τούτων ὁ τρόπος καὶ ὁ τοῦ μυστηρίου σκοπὸς οὐκ ἔγνωσται αὐτῷ, ἐξὸν ἦν πυθέσθαι τοῦ γράφοντος, καὶ ἤκουσεν ἂν παρ’ αὐτοῦ, ἄν περ τὸν νοῦν ἐῤῥωμένον ἔσχε καὶ τὰ αἰσθητήρια τῆς ψυχῆς μὴ παρενήνεκτο, καὶ ἔμαθε λέγοντος· ὅτι ἅπερ παρὰ τῶν ἱερῶν παρειλήφαμεν Εὐαγγελίων, τῇ ἀρχαίᾳ καὶ πατρικῇ παραδόσει ἑπόμενοι, παῖδες παρὰ πατέρων διαδεξάμενοι, ταῦτα καὶ γράφομεν καὶ ἱστοροῦμεν, καὶ οὐδὲν πλέον τῶν θεολέκτων λογίων ἔχομεν. Καὶ εἰ ἐκεῖνα τίμια, καὶ αὐτὰ ἤτω ἢ συμφυλαττόμενα, ἢ συγκαθαιρούμενα, ὡς ἑνὸς καὶ τοῦ αὐτοῦ λόγου ἐχόμενα. Ἐπείπερ παρ’ αὐτῶν ἐμυήθημεν, ὅτι ἄνθρωπος καθ’ ἡμᾶς γέγονεν ὁ τοῦ Θεοῦ ἐνυπόστατος Λόγος, καὶ τοῖς ἀνθρώποις συνανεστράφη, καὶ μετέσχεν ἡμῖν παραπλησίως αἵματος καὶ σαρκός, καὶ κτίσμα γέγονεν ὁ ἄκτιστος, καὶ ὁ Λόγος ἐπαχύνθη καὶ σὰρξ ἐγένετο, καὶ ὡράθη ὁ ἀόρατος, καὶ πάθη δι’ ἡμᾶς ὁ ἀπαθὴς κατεδέξατο ὡς φιλάνθρωπος.

Ταῦτα πιστεύομεν ὥσπερ ἑωρακότες οἱ ἀκούσαντες· ἵνα καὶ τοῦ μακαρισμοῦ τύχωμεν· Μακάριοι γάρ, φησίν, οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες. Ὃ οὖν ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν διὰ πίστεως, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν, τοῦτο καὶ γράφομεν καὶ εἰκονίζομεν· οὐ διαιροῦντες οὐδὲ ἀποδιιστάντες ἰδικῶς καὶ ἀναμέρος τὴν ἅπαξ ἑνωθεῖσαν σάρκα τῇ θεότητι· τοῦτο γὰρ καὶ λέγειν ἄτοπον, καὶ ἐννοεῖν τῆς ἀνωτάτω παραπληξίας· ἀλλὰ κἀκεῖνα πράσσομεν, καὶ ταῦτα ὁμολογοῦμεν φυλάττεσθαι, κατὰ τὴν ἄνωθεν κεκρατηκυῖαν ἔνθεον καὶ ἔνθεσμον συνήθειαν.

λζʹ. Εἰ δέ σοι τὰ τῶν Εὐαγγελίων ἄπιστα, πεπαύμεθα τῆς συνηγορίας καὶ ἀποδείξεως. Ἢ κἀκεῖνα γοῦν δέξαι, ἢ καὶ ταῦτα διάγραψον. Ἡμῖν μὲν οὖν τῶν ἐν χερσὶ καὶ ὑπ’ ὄψιν ἠγμένων, οὐδὲν ἧττον βέβαια τὰ κατὰ πίστιν παραδεδομένα ἐγκαθίδρυται· σὺ δὲ οὐδὲ τούτων ἐπαισθήσῃ, ἵνα σοι τὴν περὶ ἐκείνων πιστώσηται ἀλήθειαν, ὅλῳ σαρκικῷ γε ὄντι καὶ κάτω βρίθοντι καὶ οὐδὲν ὑψηλὸν περὶ τῶν καθ’ ἡμᾶς μυστηρίων ὑπολαμβάνοντι. Ἢ γὰρ ἰδὼν ἡλιακὴν ἀκτῖνα δένδρῳ τυχὸν ἢ ἑτέρᾳ ὕλῃ προσβαλοῦσαν, εἶτα τμηθέντι τῷ δένδρῳ, δόξεις πάντως συναποτετμῆσθαι καὶ τὴν ἀκτῖνα, ὅπερ πάσχειν ἡ ἀκτὶς οὐ πέφυκεν, οἰήσῃ; τάχα δέ, καὶ εἴ τις τὸ τοῦ ἡλίου σῶμα διαγράφοι, ἀποσχίζειν καὶ διαιρεῖν τοῦ φωτὸς τὸν ἥλιον; ἢ πεπυρακτωμένον σίδηρον ὁρῶν, ἄν πέρ τις καταχέοι ὕδατι, ὑπολήψῃ συναπεσβέσθαι καὶ συνεφθάρθαι τῷ πυρὶ καὶ τὸν σίδηρον, ὃς οὐδαμῶς φύσιν ἔλαχεν ὑπὸ τοῦ ψυχροῦ καὶ ὑγροῦ παραβλάπτεσθαι, τοὐναντίον δὲ μᾶλλον στομοῦσθαι καὶ ῥώννυσθαι;

Ἀλλ’ ἐχρῆν οἱ, καὶ τούτοις ἐπιστημονικῶς καὶ ἐμφρόνως ἐπιβάλλειν, καὶ ὡς ἔχουσι φύσεως ταῖς ἀληθείαις ἑπόμενον δοξάζειν, εἶτα ὡς ἐξ ἀμυδρῶν ἐμφάσεων τῶν παραδειγμάτων τούτων, καὶ περὶ τῶν προκειμένων ἐννοεῖν, ὅτι οὔτε συμπεριγραφήσεται ὁ Λόγος τῇ σαρκί, οὔτε γραφομένης ὁ πάντα πληρῶν διαιρεθήσεται. Φανερὸν οὖν ἐκ πλείστων, ὡς τὰ παρ’ αὐτῷ δογματιζόμενα, ληρήματα μᾶλλον ἢ δόγματα φαίνεται. Κολοιῶν γὰρ καὶ βατράχων ἀσημότερα φθέγγεται, καὶ ἰχθύων ἀφωνίᾳ καὶ δρυῶν ἀναισθησίᾳ παραπλήσια τοιαῦτα καὶ τοσαῦτα δεδυσφημηκὼς κατὰ Χριστοῦ τε καὶ τῆς καθ’ ἡμᾶς πίστεως ἐπιφέρει. ληʹ. «Ἀδύνατον γάρ ἐστιν εἰκόνα εἶναι τὴν μὴ δηλοῦσαν τὴν μορφὴν χαρακτῆρος τοῦ πρωτοτύπου αὐτῆς προσώπου ὁποῖόν ἐστιν.» Οὐκοῦν εἰ μὲν ἔχοι μορφὴν ὁ Χριστὸς καὶ χαρακτῆρα, εὐλόγως δὴ μάλα καὶ εὐσεβῶς χαρακτηρίσει αὐτὸν ἡ ἰδία εἰκών· εἰ δὲ οὐ χαρακτηρίσει, ἄμορφος καὶ ἀχαρακτήριστος καὶ ἀπρόσωπος· ταὐτὸν δὲ εἰπεῖν, καὶ ἀνυπόστατος ὁ Χριστός. Τοῦτο γὰρ αὐτῷ ὁ λόγος συνάγειν βούλεται· ἐξ οὖν τῶν λόγων αὐτοῦ δικαιωθήσεται, καὶ ἐκ τῶν λόγων αὐτοῦ κατακριθήσεται.

Εἰ γὰρ ἀδύνατον καὶ εἰκόνα εἶναι τὴν μὴ δηλοῦσαν τὴν μορφὴν καὶ χαρακτῆρα τοῦ πρωτοτύπου αὐτῆς προσώπου, ἡ τὸν Χριστὸν ἡμῖν ἐμφανίζουσα εἰκὼν καθ’ ὁμοίωσιν αὐτοῦ καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ παρὰ Χριστιανοῖς γεγενημένη, καὶ ἡ ἐπιγραφὴ κατασφραγίζει τὴν ἀλήθειαν ἐξ ἅπαντος, τὴν μορφὴν καὶ τὸ πρόσωπον αὐτοῦ ὡς πρωτοτύπου, πρὸς αὐτὸ γὰρ τετύπωται, ἡμῖν δηλοῦσα. Ἤδη δὲ καὶ ἡ περὶ αὐτὰ θεωρουμένη σχέσις, κρατύνει τοῦ λόγου τὸ ἀληθές. Καὶ εἰ μὴ τὸν Χριστὸν ἡ εἰκὼν αὐτοῦ χαρακτηρίσει, οὐδὲ ἄλλου μορφὴν δηλώσει, πολλοῦ γε δεῖ. Πῶς γὰρ ἂν τόν, οὗπερ οὐκ ἔστιν εἰκών, χαρακτηρίσειεν; Οὐδὲ γὰρ ἄλλου εἰκὼν ἄλλῳ ἀφομοιωθήσεται· ὡς οὐδὲ ἡ ἐν τῷ κηρῷ σφραγὶς ἀλλοτρίᾳ γλυφῇ ἐναρμοσθήσεται.

Οὗτος τοίνυν, ἡνίκα περιεῖλε τὴν Χριστοῦ εἰκόνα, πάντως δή που ὡς οὐκ ἔχουσαν ὃ παραστήσει καὶ δηλώσει πρόσωπον, οὐδὲ πρωτότυπον ὃ χαρακτηρίσει, τοῦτ’ ἕδρασεν. Ἀνάγκη οὖν καὶ μὴ βουλόμενον ὁμολογεῖν ἐκ τῶν οἰκείων ὁρμώμενον λόγων, ἀπρόσωπον καὶ ἄμορφον καὶ ἀχαρακτήριστον εἶναι τὸν Χριστόν. Οὕτω δὲ καὶ ἀνυπόστατον· διὸ καὶ τὸν γράφοντα ἐν αἰτίαις ποιῶν κατῃκίζετο, ὡς οὐ προκειμένην μορφήν, οὐδὲ ὑποστὰν πρόσωπον εἰκονίζοντα.

Διὰ δὴ τοῦτο καὶ εἰδώλου προσηγορίαν τοῖς ἱεροῖς τοῦ Χριστοῦ ὁμοιώμασιν ἀπονεῖμαι τετόλμηκεν ἀνοσιώτατα, ταύτῃ τὸ ἀπρόσωπον, μᾶλλον δὲ τὸ ἀνυπόστατον αὐτοῦ καθοριζόμενος. Εἴ γε εἴδωλόν φασιν εἶναι, τῶν μηδαμῶς προϋφεστώτων ἀνάπλασμα οὐχ ὁμοίωμα, οὐ γὰρ ἔχει σχέσιν πρὸς ὃ ἀφομοιωθείη, πλάσμα δὲ φασματῶδες καθὰ δοκεῖ τῷ πλαστογραφοῦντι διαμορφούμενον ἀλογώτατα.

Ἀλλὰ τὰ μὲν τοιαῦτα δόγματα τῆς ἐκείνου ἠρτήσθω φρενός, ὃς οὐδ’ ὁπωσοῦν ἐνταῦθα ἐπὶ Χριστοῦ διδόναι μορφὴν ἔδοξεν. Ὁ δέ γε θεσπέσιος Ἀπόστολος τὸ κατὰ Χριστὸν μυστήριον διασαφῶν, πρὸς τῇ μιᾷ τουτέστι τῇ θείᾳ καὶ ἑτέραν μορφὴν τὴν τοῦ δούλου ἡμῖν εἰσκεκόμικε, καὶ ἐν ὁμοιώματι ἀνθρώπου τὸν Χριστὸν γενόμενον, καὶ σχήματι εὑρισκόμενον ὡς ἄνθρωπον. Διόπερ οἱ πειθόμενοι Παύλῳ, καὶ ὁμολογοῦντες δύο μορφὰς ἐπὶ τοῦ Χριστοῦ, δι’ ὧν αἱ κατ’ αὐτὸν φύσεις δηλοῦνται, καὶ τὸν ὁμοιοπαθῆ ἡμῖν ἄνθρωπον καὶ ὡσαύτως ἐσχηματισμένον, περιγραπτὸν ἐπιστάμεθα. Τὸν δέ, οὐδὲ τὸ σχῆμα τὸ ἀνθρώπειον εἰς περιγραφῆς ἔννοιαν ἤγαγεν, οὐδὲ τῷ θείῳ Πέτρῳ προσέσχε λέγοντι· Ὅτι ὁ Θεὸς τὸν παῖδα αὐτοῦ Ἰησοῦν ἐδόξασε· καὶ δεδογμάτισται αὐτῷ καὶ παῖς ἄμορφος καὶ ἀπρόσωπος. Τί δὲ αὐτῷ ὁ νῶτος αἵ τε σιαγόνες ἐνομίσθησαν, ὁ μὲν εἰς μάστιγας, αἱ δὲ διδόμεναι εἰς ῥαπίσματα, ἤ τε διαιρεθεῖσα θεία πλευρά, καὶ τῶν ἥλων αἱ διατρήσεις; Ἀλλὰ ταῦτα μὲν λῆρος αὐτῷ καὶ μάτην εἰρημένα. Τάχα γὰρ κὰν τούτοις τὸν αὐτοῦ Εὐσέβιον ἔσχε διδάσκαλον, κενολογοῦντα ὅλην διόλου μεταβεβλῆσθαι τὴν κατὰ Χριστὸν ἀνθρωπείαν μορφήν, καὶ μηδαμῶς ἐν τῇ καθ’ ἑαυτὴν μένουσαν ἰδιότητι.

Ἐπεὶ δὲ ἔγνω ὡς οὐδεὶς τῶν εὐσεβούντων τῶν εἰκαίων αὐτοῦ ἀνέξεται ληρημάτων, τοῖς λόγοις χαίρειν φράσας, ἐπὶ τὸ ἔργον ἐχώρει, φανερὸν ἑαυτὸν καταστήσας τὴν πρὸς τὸν Χριστὸν ἀνελόμενον μάχην, ἐξ οὗ διὰ πάσης μηχανῆς καὶ πείρας ἤχθη, καὶ αὐτὸ τὸ ἀρχέτυπον τῇ εἰκόνι συνεξυβρίσειν τε ἅμα καὶ συγκαθαιρήσειν, καὶ τὴν μνήμην περιαιρήσειν· ἐπειδὴ βαρὺς αὐτῷ ἦν ὁ Χριστὸς καὶ ἐν εἰκόνι βλεπόμενος. Εἶτα ὥσπερ συναισθόμενος ἑαυτοῦ, ὡς ἀπρόσωπον καὶ ἀνυπόστατον ἀποφαίνει τὸν Χριστόν, οἷα οἱ ἐκ φρενίτιδος ἀνενέγκαντες, καὶ οἱ ἐκ μανίας καταστάντες, εἰς ἑαυτὸν ἐπάνεισι, καὶ ἐπὶ τὸν ἴδιον ἔμετον ἐπανέρχεται, καὶ πάλιν ἐπὶ τὸ πρόσωπον χωρεῖ καί φησιν· λθʹ. «Οὐ δυνατὸν γὰρ ἐπὶ τοῦ ἐκ δύο φύσεων ἐν ἑνὶ προσώπῳ ὄντος, ἐπὶ τῆς μιᾶς φύσεως πρόσωπον εἰκονίζειν, καὶ ἐπὶ τῆς μιᾶς ἀπρόσωπον τυγχάνειν.» Ἔτι τοῖς ἑαυτοῦ συνίσταται δόγμασιν, οὐκέτι κατὰ τὸν προλαβόντα τρόπον· ἐντεῦθεν γὰρ ἀποδύεται τὸ τῆς πεύσεως σχῆμα, καὶ ὥσπερ ἐπιλαθόμενος ἑαυτοῦ, τῶν μὲν προτέρων ὑπερορᾷ πλασμάτων, ἀποφαίνεται δὲ λοιπὸν τὰ δοκοῦντα· οὐ κατὰ λογικὴν μέθοδον προερχόμενος, οὐ κατὰ γραφικὴν ἢ πατρικὴν ἀπόδειξιν τὸν λόγον ποιούμενος, ἀλλ’ ὅπερ αὐτῷ ἡ ἐξουσία ἐπέτρεπε, καὶ ἡ τοῦ νοὸς σαθρότης, καὶ τῆς γαστρὸς ἡ παχύτης, καὶ τῶν ἐμέτων ἡ ἀκαθαρσία.

καὶ τῆς κοπρίας ἡ ὑπάλειψις, ἔτι καὶ τῶν ἐγκοσμίων καὶ χαμαὶ ἐρχομένων ἡ ἄμετρος προσπάθεια, ἐφ’ οἷς δοξάζεσθαι καὶ ἐντρυφᾷν ᾤετο, θαῤῥούντως δογματίζει.

Ὡς μὲν οὖν εἰκαίους καὶ λέσχης ἐμπλέους ἡμῖν ἐπαντλεῖ λόγους, παντί που δῆλον. Ὅμως οὐκ ἀποκνητέον τῇ τούτων ἀπαιδευσίᾳ εὐκαίρως καὶ ἀκαίρως ἀντικαθίστασθαι. Οὐδὲν γὰρ κωλύει καὶ νῦν ἐκ τῆς τῶν λόγων αὐτοῦ ὑποθέσεως ὡρμημένους, πάλιν εἰς ἀντίφασιν αὐτὸν περιάγειν, καὶ ἑαυτῷ προφανῶς ἀντικαθιστάμενον δεῖξαι. Ῥητέον γάρ, ὅτι ἐπειδὴ προσώπου ἑνὸς ὄντος, ἔφησεν ἀδύνατον εἶναι εἰκονίζεσθαι τὸν Χριστόν, κατὰ τὴν ἑτέραν τῶν φύσεων, καὶ βεβαιοῖ τοῦτο φάσκων μετὰ βραχέα· «Ὅτι ἡ εἰκών, προσώπου ἐστὶν εἰκών, καὶ ταύτῃ τὴν θείαν φύσιν ἀπρόσωπον ὡς ἀπερίγραπτον τυγχάνειν,» πάντως ἵνα ἡ ἀκόλουθος τῷ λόγῳ ἀντίθεσις φυλαχθῇ, καὶ ἐκ τοῦ ἀνεικόνιστον δοξάζειν τὸν Χριστόν, ἀπρόσωπον ὡσαύτως ἐπὶ τῆς ἑτέρας τῶν φύσεων αὐτὸν εἰσαγάγοι. Καὶ τοῦτό ἐστι πάλιν ἀδύνατον. Ἔλεξε γὰρ ἂν βιασθεὶς κἀνταῦθα, ὅτι οὐ δυνατὸν ἐπὶ τοῦ ἐκ δύο φύσεων ἐν ἑνὶ προσώπῳ ὄντος, ἐπὶ τῆς μιᾶς φύσεως πρόσωπον ἀνεικόνιστον εἶναι, καὶ ἐπὶ τῆς μιᾶς ἀπρόσωπον τυγχάνειν, καὶ ψιλὸν μόνον Θεὸν νοεῖσθαι τὸν Χριστόν, καὶ ἐπὶ τῆς θεότητος αὐτοῦ μόνης πρόσωπον διδόναι, καὶ μὴ εἰκονίζειν αὐτόν· καθὸ τὸ ἀνεικόνιστον, προσώπου ἐστὶν ἀνεικόνιστον· καὶ ἡ σάρξ ἐστι περιγραπτή. Οὕτως οὖν ἐπὶ τοῖς προειρημένοις αὐτῷ ἀτόποις, ὁμοίως καὶ τὰ νῦν ἀναφαινόμενα ἄτοπα.

Καὶ γὰρ τὸ ἀμφίκρημνον οὐκ ἐξέκλινε, ταῖς τῶν οἰκείων λόγων συνδούμενος ἄρκυσιν· ἐπεὶ ἐδέησέ γε καὶ μὴ βουλομένῳ αὐτῷ, καίτοι πολλὰ περὶ τοῦ ἀπεριγράπτου καμόντι, καὶ κενολογήσαντι πλείονα, περιγραπτὸν ὁμολογῆσαι τὸν Λόγον, ἵνα μὴ πρόσωπον ἰδικῶς ἐπὶ τῆς θεότητος αὐτοῦ εἰσάγοι μόνης, καὶ ἡ σὰρξ καταλειφθῇ ἀπρόσωπος.

Ἢ πάντως γε λελείψεται ἀόρατον αὐτὸν οἴεσθαι καὶ ἀναφῆ καὶ ἀπαθῆ, καὶ τὸ ὅλον εἰπεῖν μηδὲ σάρκα ἀνειληφέναι. Καὶ πῶς ἐκφεύξεται τὸ τῆς δοκήσεως καὶ φαντασίας βλάσφημον; Τοῦτο δὴ τὸ πρόσωπον καὶ τὴν ὑπόστασιν ἁπλῆν μὲν τέως οὐ λέγει εἶναι· ἢ γὰρ ἂν τὸ πᾶν τῆς οἰκονομίας ἀνεῖλεν, ὅπερ νῦν ἄντικρυς εἰπεῖν δέδοικεν, ὡς ἂν ἐκφανείη πάντα κυκῶν καὶ κατασείων τὰ καθ’ ἡμᾶς μυστήρια.

Τὸ γὰρ φύσει ἁπλοῦν, οὔτε ὁρᾶσθαι, οὔτε εἰδοποιεῖσθαι, οὔτε πάσχειν τι καθ’ ὁντιναοῦν τρόπον πέφυκεν· ἀπαθὲς γὰρ καὶ ἄφθαρτον καὶ πάντη ἄληπτον καὶ ἀπερινόητον. Τοῦτο δὲ τί ἂν εἴη ἄλλο ἢ Θεός; Τοῦτο οὖν οὐ λέγει, σύνθετον δὲ καὶ αὐτὸς αὐτῆς ὡμολόγησεν, εἰπὼν ἐκ δύο φύσεων γεγενῆσθαι, κἂν ταμιεύηται νῦν ὃν δοκεῖ τρόπον συνθέσεως.

Τεχνάζεται γὰρ διὰ τῆς μιᾶς τοῦ ἀπεριγράπτου φωνῆς, καὶ τἄλλα πάντα ἀνελεῖν ἰδιώματα. Σύνθετον δὲ ἐκ τῶν ἐναντίων αὐτήν φαμεν ἡμεῖς, καθὰ δὴ οἱ θεηγόροι διδάσκουσι φάσκοντες· «Προελθὼν δὲ Θεὸς μετὰ τῆς προσλήψεως, ἓν ἐκ δύο τῶν ἐναντίων, σαρκός τέ φημι καὶ πνεύματος.» Ἀδύνατον γὰρ δύο φύσεις εἰς ἑνός τινος ὕπαρξιν συνερχομένας, μὴ εἶναι ἐναντίας καὶ διαφόρους, ὧν τὸ διάφορον, καὶ ὁ ἀριθμὸς παρίστησιν· οἷς γὰρ συντεθεῖσιν ὁ ἀριθμὸς ἐπιφημισθείη, τὸ ἑτεροφυὲς τῶν ἠριθμημένων εἰσήγαγεν. Εἰ γὰρ ταὐτὸν εἶεν, οὐ δύο ἂν εἶεν, ἀλλὰ μία. Πῶς γὰρ ἐπὶ τῆς μιᾶς καὶ τῆς αὐτῆς σύνθεσιν γενέσθαι δυνατόν; Ἡ γὰρ σύνθεσις, τὸ διάφορον τῶν συντρεχόντων, ἃ δὴ καὶ ἑτεροούσια εἶναι δηλοῖ. Καὶ πειθέτω ταῦτα ὁ λέγων· «Οὔπω ἦν κρᾶμα ἐξ ἀμφοτέρων, οὐδέ τις μίξις τῶν ἐναντίων,» περὶ τοῦ ἀνθρωπείου φιλοσοφῶν συγκρίματος, καὶ τῆς κατὰ τὸν ἄνθρωπον δημιουργίας, ἐξ ἀοράτου καὶ ὁρατῆς φύσεως διαπλασθέντα, τῶν ἐναντίων ἀλλήλοις κειμένων προδήλως. Τί δὴ οὖν σύνθετον λέγων τὴν ὑπόστασιν, μὴ καὶ τὰ πρόσφορα τῶν ἐν αὐτῇ θεωρουμένων, εὐγνωμόνως καὶ οἰκείως ἀποδέδωκεν;

Εἰ γὰρ ἐναντίον τὸ ὁρατὸν τῷ ἀοράτῳ, καὶ τὸ ἁπτὸν τῷ ἀναφεῖ, καὶ τὸ φθαρτὸν τῷ ἀφθάρτῳ, καὶ τὸ παθητὸν τῷ ἀπαθεῖ, καὶ εἴ τι τούτοις ὁμοίως ἀλλήλοις ἀντίκειται, καὶ περὶ ἓν καὶ τὸ αὐτὸ πρόσωπον τοῦ Χριστοῦ θεωροῦνται, ὅτου δὴ χάριν μὴ καὶ ἡ ἑτέρα ἀντίθεσις ἐπ’ αὐτῷ θεωρηθήσεται· τὸ περιγραπτὸν λέγω καὶ ἀπερίγραπτον; Ἀπερίγραπτον γὰρ εἰσφέρων τὴν σάρκα, οὐδὲν ἕτερον λέγει ἢ ὅτι οὐδὲν διοίσει ἡ θεία φύσις τῆς ἀνθρωπίνης, ἢ τὸ ἄκτιστον τοῦ κτιστοῦ· εἰς ταὐτὸν γὰρ φέρει ἀμφότερα, καὶ περισσὸν αὐτῷ καὶ ἄκαιρον τῶν δύο φύσεων τὸν λόγον προχειρίζεσθαι. Εἰ μὴ γὰρ ἑκατέρᾳ τῶν φύσεων τὰ οἰκεῖα καὶ ὃ πέφυκεν αὐτή, ἀποδοθείη γνωριζομένῃ ταῖς ἰδιότησι, ποῦ ἡμῖν φανήσονται αἱ ἐναντίαι καὶ φυσικαὶ διαφοραὶ καὶ οὐσιώδεις ποιότητες; Καὶ εὑρεθήσεται ἒν καὶ ταὐτὸν τὰ ἐναντία, ὅπερ ἀδύνατον.

μʹ. Ἀρειανῶν ταῦτα καὶ Ἀπολιναρίου καὶ Εὐτυχοῦς, καὶ τῆς συγχυτικῆς καὶ ἀκεφάλου μοίρας τὰ φάσματα καὶ σοφίσματα, ὧν τινα παρατεθέντα, ὅσον διοίσει τῶν ἐκείνου, ἐμφανιεῖ. Ὧδε γὰρ ἔχει· «Ὥστε σάρκα λέγοντες, οὐ τὸ οἰκεῖον ἔχουσαν πρόσωπον ἀλλὰ τὸ τοῦ Θεοῦ, Θεὸν ἐν τῇ θεϊκῇ δόξῃ κηρύσσομεν.» Καὶ αὖθις· «Εἰ γὰρ ὁ ἐκ τῆς Παρθένου εἷς Κύριος ὠνόμασται, καὶ αὐτός ἐστι δι’ οὖ τὰ πάντα γέγονε, μία φύσις ἐστίν, ἐπειδὴ πρόσωπον ἒν οὐκ ἔχον εἰς δύο διαίρεσιν· ἐπεὶ μὴ δὲ ἰδία φύσις σώματος, καὶ ἰδία φύσις ἡ θεότης κατὰ τὴν σάρκα· ἀλλ’ ὡς ἄνθρωπος μία φύσις, οὕτως καὶ ὁ ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος Χριστός.» Ἐπεὶ οὖν τούτοις συμφθέγγεται, ἀκόλουθον ἦν αὐτῷ καὶ μίαν φύσιν λέγειν συγκειμένην ἐξ ἀμφοῖν ἐπὶ τοῦ Χριστοῦ, ἵνα συνεξαμαρτάνων αὐτοῖς τῇ ἀσεβείᾳ μὴ καθυφῇ· τούτων γὰρ τὸ ἄθεον ὄντως καὶ βλάσφημον νοσῶν, τὴν μεγάλην ἐκείνην καὶ πολυάνθρωπον ἱερὰν σύνοδον ἀθετῆσαι ἐσπούδασεν, ἥτις τὸν περὶ τῆς κατὰ Χριστὸν ὑποστάσεως καὶ τῶν κατ’ αὐτὸν φύσεων λόγον, θείῳ Πνεύματι κεκινημένη διετράνωσε, σαφέστερον καὶ ἐκδηλότερον τὸ τῆς θείας οἰκονομίας μυστήριον ἡμῖν διακηρύξασα.

Προσεκτέον γὰρ πρότερον, ὅτι ἐκ δύο μὲν φύσεων ἐνταῦθα δογματίζει τὸν Χριστόν· οὐκ οἷδ’ ὅπως, ὁ μηδεμίαν αὐτῷ μορφὴν πρὸ μικροῦ συγχωρῶν. Ἐν δυσὶ δὲ αὐτὸν φύσεσιν, οὐδαμῶς τέως εἰπὼν φαίνεται. Μή ποτ’ οὖν κἀνταῦθα κατὰ τοὺς διδασκάλους αὐτοῦ, διὰ τὴν μίαν ὑπόστασιν, καὶ τὰς φύσεις συγχεῖ; τὸ γὰρ περιγραπτὸν περιελών, δηλοῦται καὶ τὰς λοιπὰς τῆς σαρκὸς ἀπαναινόμενος διαφοράς.

Ὁ δὲ τοῦτο λέγων, οὐδὲ τὰς τῆς θείας φύσεως φυλάξει ἰδιότητας, καὶ οὔτε περιγραπτὴν οὔτε ἀπερίγραπτον τὴν τοῦ Κυρίου ὑπόστασιν δέξεται· τοιοῦτος γὰρ ὁ τῆς συγχύσεως τρόπος· οὐδ’ ὁπότερόν τι τῶν ἡνωμένων δείκνυσιν εἱλικρινῶς ὄν, ἕτερον δέ τι ἀποτελῶν ὡς τὰ συνεφθαρμένα· καθὰ τοῦτο ἵδοι τις καὶ ἐπὶ τῆς τῶν τηκτῶν λεγομένων συγχύσεως, καὶ τῆς τῶν μεταλλικῶν ἑνώσεως· οὐχ ἧττον δὲ καὶ ἐπὶ τῶν κατὰ τὴν ἰατρικὴν συντιθεμένων φαρμάκων, ἔτι καὶ ἐπὶ τῆς τῶν στοιχείων κατὰ τὰ σώματα συνδρομῆς· ὡς οὐδὲν καθαρῶς ἐστιν, οὔτε γὰρ μόνον πῦρ ἐστιν, οὔτε γῆ, οὔτε τι τῶν ἄλλων. Τὰ παραπλήσια δὲ καὶ περὶ τῶν διπλῶν ἐνεργειῶν τῶν κατὰ Χριστὸν θεωρουμένων πεφρόνηκέ που πάντως. Διὰ τὴν μίαν γὰρ ὑπόστασιν, καὶ μίαν ἐνέργειαν ἐδίδου ἄν· δειχθείη δὲ καὶ οὕτως τοῖς τῆς συγχύσεως καὶ δοκήσεως καθηγησαμένοις ἑπόμενος διδασκάλοις.

Καθάπερ γὰρ ἐκεῖνοι τῆς τοῦ ἀριθμοῦ δυάδος δυσσεβῶς καὶ κακοήθως ἐπιδραξάμενοι, ὅν οἱ τῆς εὐσεβείας καὶ τοῦ ὀρθοῦ προεστηκότες λόγου, ἐπὶ τῶν δύο φύσεων εὐσεβῶς ἐπρέσβευον, καὶ εἶτα ὡς αἴτιον διαιρέσεως τῆς κατὰ Χριστὸν ὑποστάσεως προάγοντες, ὡς ἢ δύο πρόσωπα διὰ τὰς φύσεις εἰσάγεσθαι, ἢ διὰ τὸ ἓν πρόσωπον, μίαν ἐξ ἀνάγκης φύσιν δίδοσθαι, οὕτω καὶ οὗτος τῇ τοῦ ἀπεριγράπτου προσπλεκόμενος λέξει, δοκεῖ βαθέως καὶ ἄγαν κατασκευάζειν, ὡς ἢ διαιρεῖσθαι διὰ ταύτην καὶ τὴν τοῦ Χριστοῦ ὑπόστασιν, ἢ καὶ τὸν λόγον τῇ σαρκὶ συμπεριγράφεσθαι.

Ἔχει γὰρ τὰ ἐπαγόμενα οὕτως· μαʹ. «Ἀλλ’ ἢ καὶ τὸ θεῖον συμπεριγράφεσθαι ἔχει ἐν τῇ εἰκόνι ἐκείνῃ, καθώς ἐστιν ὁ Χριστὸς ἐκ διπλότητος, ἢ ψιλὸν μόνον ἄνθρωπον νοεῖσθαι τὸν Χριστόν, καὶ εἰκονίζειν αὐτὸν οὕτως, καθὸ ἡ εἰκὼν προσώπου ἐστὶν εἰκών, καὶ τὸ θεῖόν ἐστιν ἀπερίγραφον.» Πῶς τοῦτο λέγει, κἂν ἔχῃ φύσεως οὕτω τὸ πρᾶγμα, κἂν μή; Ἀλλὰ ταῦτα μέν, ὡς δοκεῖ τῇ ματαιότητι, τυραννικῶς ἀποφαίνεται, οὐδενὶ λόγῳ τῆς ἀληθείας συνηγόρῳ χρώμενος. Ἡμῖν δὲ καὶ μικρῷ πρόσθεν περὶ τούτου σὺν ἀληθείᾳ εἴρηται ἤδη, ὡς ὁ θεῖος Λόγος μηδὲν πεφυκὼς πάσχειν, καὶ ἐν σώματι γενόμενος, ἀπαθής γε οὐδὲν ἧττον μεμένηκε, καὶ τῶν εἰκῆ πεφλυαρημένων ὁλοτρόπως ἀπείρατος. Καὶ νῦν δὲ διὰ βραχέων εἰρήσεται.

Λεκτέον γάρ, ὅτι οὐ μόνον περιγραφομένῳ τῷ σώματι ὁ Λόγος οὐ συμπεριγραφήσεται, ἀλλ’ οὐδὲ ἐν αὐτῷ τῷ σώματι γεγονὼς περιγέγραπται, καίτοι οὐσιωδῶς, καὶ ἀδιαστάτως αὐτῷ συνημμένῳ. Καὶ τοῦτο οἶμαι μηδενὶ ἠγνοῆσθαι, εἴ τι πειστέον τοῖς εὐαγγελισαμένοις ἡμῖν τὰ ἐπὶ τῇ θείᾳ πεπραγμένα συγκαταβάσει.

Πῶς γὰρ ἀληθεύσει ὁ μέγας Ἰωάννης τῇ ἀληθείᾳ μαρτυρῶν καὶ λέγων· Μέσος ὑμῶν ἕστηκεν ὃν ὑμεῖς οὐκ οἴδατε, τὸν οὔπω παρόντα σωματικῶς αἰνιττόμενος; Αὐτός τε ὁ Σωτὴρ ἡ Ἀλήθεια· Πρὸ τοῦ σε Φίλιππον φωνῆσαι, ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε, τῷ Ναθαναὴλ προσφθεγγόμενος, καὶ τοῖς μαθηταῖς πόῤῥω τῆς Βηθανίας σωματικῶς συναυλιζόμενος· τόν γε Λαζάρου θάνατον ἀνακοινούμενος· συνεῖναί τε αὐτοῖς μετὰ τὴν ἀνάστασιν ἕως τῆς συντελείας τοῦ αἰῶνος ἐπαγγελλόμενος.

Τί χρὴ ἀπαριθμεῖσθαι τὰ πλείονα; Ὅπου εἰσὶ δύο ἢ τρεῖς συνηγμένοι ἐν τῷ ὀνόματι αὐτοῦ, ἐκεῖ εἶναι ἐν μέσῳ αὐτῶν καθυπισχνεῖται. Πανταχοῦ δὲ οἱ συνηγμένοι, πανταχοῦ ἄρα καὶ αὐτὸς ἔσται· καὶ ὅπως εἰς προὖπτον ἅπασι πρόκειται, ὡς κατὰ τὴν ἀνέκφραστον καὶ ἀπόῤῥητον θείαν φύσιν, καθ’ ἣν πανταχοῦ καὶ ὑπὲρ ταῦτα νοεῖται. Καὶ γάρ που διαγορεύει τὰ λόγια· Μὴ οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει Κύριος; Καὶ αὖθις·

Θεὸς ἐγγίζων ἐγώ εἰμι, λέγει Κύριος, καὶ οὐχὶ Θεὸς πόῤῥωθεν· καί· Πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην· καί· Ποῦ πορευθῶ ἀπὸ τοῦ Πνεύματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; Καὶ αὐτὸς μὲν πᾶσι πάρεστιν, οὐ πάντα δὲ αὐτῷ πάρεστιν, οἱ θεολόγοι φασίν. Ἐξ ὧν ἁπάντων δηλοῦται τὸ θεϊκῶς πᾶσι παρεῖναι· οὐ γὰρ δὴ σωματικῶς πανταχοῦ παρῆν συνηγμένοις αὐτοῖς· οὐδὲ ἐν ᾧ ἔφασκον οἱ μαθηταί· Ἐν τῷ ὀνόματί σου τὰ δαιμόνια ἡμῖν ὑποτάσσεται. Ἑτέρωθι γὰρ ἕν τινι τόπῳ τὸ σῶμα ἐφαίνετο. Σαφὲς οὖν ὅτι οὐ περιγέγραπτο ἐν τῷ σώματι, ἡ δὲ τοῦ ὀνόματος παναλκὴς καὶ ἀκατάληπτος δύναμις ἐνήργει πανταχοῦ τὰ τεράστια.

Οὐ προφητικῇ δὲ προγνώσει καὶ χάριτι (ἄπαγε) τοιαῦτά τε ἔπραττε καὶ τοῖς μαθηταῖς προὔλεγεν· ὥσπερ βλέπων τὰ ἔμπροσθεν, ὡς Θεὸς δὲ παρὼν ἅπασιν, οὐδὲ ἐνεργείᾳ ψιλῇ, κατά τινας τῶν πάλαι τὰ τοιαῦτα ληρωδησάντων, κενῶσαι μὲν τοὺς οὐρανοὺς τῆς ἑαυτοῦ ὑποστάσεως κατὰ τοὺς καιροὺς τῆς θείας σαρκώσεως, εἶναί τε οὐσιωδῶς σὺν ἡμῖν, ἐνεργείᾳ δὲ καὶ ἀξίᾳ μόνῃ πρὸς τὸν Θεὸν καὶ Πατέρα· ἐπεὶ ἕτερον οὐσίαν καὶ ἄλλο ἐνέργειαν ὥσπερ ἐπὶ τῶν σωματικῶς θεωρουμένων, οὕτω δὴ καὶ ἐπὶ τοῦ θείου Λόγου ἐτίθεντο· ὅπερ τοῖς εὐσεβέσιν ἀπείρηται· ἐπὶ γὰρ τῶν ἁπλῶν καὶ ἀσωμάτων ἐν οὐδενὶ διαφέρειν ἴσασιν· οὐ γὰρ διοριστέον ταῦτα ἀλλήλων, ἵνα μὴ σύνθετον τὸ ὑπὲρ πᾶσαν ἁπλότητα νοοῖτο· οὔτε γὰρ ἡ θεία οὐσία ἀνενέργητος εἴη ἄν ποτε, οὔτε ἀνούσιος ἡ ἐνέργεια· Ὁ πατήρ μου γάρ, φησίν, ἕως ἄρτι ἐργάζεται, καὶ ἐγὼ ἐργάζομαι. Ἡ μὲν γάρ, τὸ ὑπερουσίως εἶναι αὐτὸν καὶ ἀεὶ ὡσαύτως εἶναι, καὶ ἀπαρεγκλίτως ἐπὶ τῆς ἑαυτοῦ μονιμότητος καὶ ἱδρύσεως ἵστασθαι, δηλοῖ. Ἡ δέ, τὰς ἐν τοῖς οὖσι προνοητικὰς προόδους καὶ ἀῤῥήτους οἰκονομίας παρίστησι, καθ’ ἃς ἀνεκφοιτήτως τῆς οἰκείας ἁπλότητος προϊών, πρακτικεύεται, τὴν τῶν ὅλων ἐργαζόμενος πρόνοιαν. Ἀλλ’ εἰ καὶ μετὰ ἀνθρώπων κεχρημάτικεν ὡς ἀληθῶς ἄνθρωπος, τῶν πατρικῶν οὐκ ἀπελείπετο κόλπων, καὶ ὁ Πατὴρ ἦν ἐν αὐτῷ, καὶ αὐτὸς ἐν τῷ Πατρί.

Εἰ τοίνυν, καθάπερ ὁ τῆς ἀληθείας ἐφοδεύων συμπεραίνει λόγος, ἐν τῷ ἰδίῳ οὐ περιγέγραπται σώματι, ποίας ἀνοίας καὶ ἀλογίας ἔτι καὶ δυσσεβείας οὐχ ὑπεροίσει μέτρον, τὸ λέγειν συμπεριγράφεσθαι περιγραφομένῳ τὸν Λόγον τῷ σώματι, ἀπεριγράπτου δὲ τοῦ θείου ὄντος Λόγου; Συμπαραληφθῆναι γὰρ δεῖ καὶ τῶν ζητουμένων τὸ σύστοιχον· καὶ ἐν ἅπασι παρόντος, τῆς μείζονος ἂν εἴη μανίας καὶ τῆς ἐσχάτης παραφροσύνης τὸ φράζειν, χωρίζεσθαι τὸν Λόγον τοῦ σώματος, ἡνίκα περιγραπτὸν ὡμολόγηται.

Εἰ γὰρ οὐδενὸς ἄπεστι, καὶ οὐδαμόθεν ἀπολιμπάνεται, πόσῳ λέγειν ἀληθέστερον, ὅτι ἐν τῷ σώματι τῷ οἰκείῳ καὶ καθ’ ὑπόστασιν αὐτῷ ἡνωμένῳ, καὶ περιγραπτῷ γε ὄντι, ἀεὶ πάρεστιν, ἵν’ ἅμα καὶ κατὰ ταὐτὸν ἡ ἐπ’ ἀμφοῖν τῶν ἀσεβῶν ἄτοπος καὶ παράλογος διελέγχηται φιλονεικία; Εἰ μὲν γὰρ ἡ κτίσις ἡ σύμπασα ᾗ πάρεστιν ὡς Θεὸς ἀπεριγράπτως, ἦν ἀπερίγραπτος, ἐξήνυεν ἄν τι ἴσως ὁ λόγος αὐτῷ.

Εἰ δὲ πάντα περιγραπτά ἐστι, τίνος ἕνεκεν ἡ ἀνούστατος αὕτη καὶ ψυχρὰ ἔνστασις, τοῦ οἰκείου μόνον ὑπερορίσθαι τὸν Λόγον σώματος; Ὄντως ἱστὸν ἀράχνης ὑφαίνουσιν οἱ ταῦτα φρονοῦντες καὶ λέγοντες. μβʹ. Τούτων δὲ οὕτως εἰρημένων, ἐπὶ τὰ λοιπὰ τοῦ λόγου τρεψώμεθα. Εἰ ἐκ διπλότητος πρεσβεύει εἶναι τὸν Χριστόν, εἰ ἐβούλετο σεσῶσθαι αὐτῷ ὃ περιθρυλλεῖ εὔφημον καὶ κομψὸν τῆς διπλότητος ὄνομα, περιγραπτὸν κατὰ τὴν ἑτέραν τῶν φύσεων ὁμολογεῖν τὸν Χριστὸν ἔδει. Ἐπειδὴ δὲ τοῦτο οὐ δίδωσιν, ἐξήπλωται αὐτῷ τὸ συνεπτυγμένον καὶ θαυμαστὸν τῆς διπλότητος· καὶ γεγύμνωται τῆς διπλότητος τοῦ τρόπου καὶ τῶν πανούργων αὐτοῦ σοφισμάτων.

Τοιαύτη δὲ ἡ ἀλαζονεία καὶ φιλαυτία, τὰ πέρα τοῦ μέτρου κενεμβατοῦσα περιαθρεῖν· ὧν δὲ ἐφεῖται διατεκμαίρεσθαι καὶ διασκοπεῖσθαι, διαμαρτάνειν περιφανῶς. Ἐχρῆν γὰρ ἐξ ὧν αὐτὸς προῆγε λόγων, προαισθέσθαι γε καὶ συνιέναι, ὅτι αὐτῷ ἐκεῖθεν ἐκβήσεται. Ἐκ διπλότητος δοξάζει τὸν Χριστόν;

Ταύτῃ γοῦν καὶ σύνθετος ἔσται πάντως. Εἰ γὰρ τὸ ἁπλοῦν ἀσύνθετον, τὸ ἐκ διπλότητος σύνθετον. Τί οὖν τὸ περιιστάμενον; Εἰ ἀπερίγραπτον τὸ Θεῖον, διότι ἁπλοῦν καὶ ἀσύνθετον, τὸ ἐκ διπλότητος καὶ σύνθετον, τί ἔσται; Ἔφησεν ἂν πάντως καὶ μὴ βουλόμενος περιγραπτόν· ἄλλως τε δὲ αὐτὴ ἡ τῆς συνθέσεως ἔννοια, τὴν περιγραφὴν ἡμῖν ἐκ παντὸς ὑποτίθεται.

Οὕτως πανταχοῦ καὶ τῷ ὀρθῷ λόγῳ καὶ ἑαυτῷ ἀπομαχόμενος δείκνυται. Καὶ ταῦτα μὲν πρὸς τοὺς ἐκείνου λόγους λελέχθω. Δοκεῖ γὰρ κατειληφέναι τὸ Χριστοῦ μυστήριον, μηδὲ τὰ ἐν ποσὶν εἰδὼς ἢ βλέπων. Καθάπαξ γὰρ τῆς εὐθείας καὶ βασιλικῆς ἀπονενευκὼς τρίβου, ἐπὶ τοὺς ἐφ’ ἑκάτερά πως ἀποκεκλικότας κρημνοὺς ἵεται.

Βούλεται οὖν τοὺς ἀκροωμένους ὑπὸ τῆς ἀνάγκης τῶν λόγων ἠγμένους, δυοῖν ἑλέσθαι τὸ ἕτερον. Ἢ γὰρ γράφοντας τὸν Χριστόν, ἀναγκασθῆναι διπλῷ τῷ δοκοῦντι περιπεσεῖν ἁμαρτήματι· ἤτοι συμπεριγράφειν τὸ Θεῖον τῇ εἰκόνι, διὰ τὸ ἓν πρόσωπον, ὅπερ ἐκ διπλότητος, ὥς φησιν, ἐστίν· ἤτοι ψιλὸν μόνον ἄνθρωπον νοεῖσθαι τὸν Χριστόν, καὶ τῇ Νεστορίου συμφέρεσθαι φρενοβλαβείᾳ. Ἢ ταῦτα διαφυγεῖν αἱρουμένους, μὴ γράφειν αὐτόν, ἵνα τῇ ἐκείνου κακοδοξίᾳ περιπέσοιεν· ταὐτὸν δὲ εἰπεῖν, τῇ φαντασιώδει καὶ ἀντιπάλῳ μοίρᾳ, τῶν ἐκ διαμέτρου λέγω τῆς ἀληθείας ἀποσφαλέντων, ἧς ὅλος θερμῶς περιεχόμενος γίνεται, τὸ μὲν ἐκ διπλότητος λέγων, τὸ δὲ ἐν διπλότητι, ἤγουν ἐν δυσὶ φύσεσι τὸν Χριστὸν εἶναι, πανταχοῦ παραιτούμενος. Καὶ οὕτως ἐξ ἑνός γε τοῦ τρόπου ὁ τῆς θείας σαρκώσεως παραβλάπτοιτο λόγος.

Ὧνπερ ἡ Ἐκκλησία διαφυγοῦσα τὰ ἄτοπα, καὶ τὴν ἐπὶ θάτερα θεοπρεπῶς παρατροπὴν ἐκκλίνασα, καὶ τὴν μέσην ὥσπερ καὶ κατ’ εὐθὺ ἰοῦσα ὁδόν, μόνης ἔχεται τῆς ἀληθείας, ὀρθοδόξως καὶ εὐσεβῶς τὴν κατὰ Χριστὸν οἰκονομίαν ὁμολογοῦσά τε καὶ περιέπουσα.

Ἀλλὰ ταῦτα δογματίζων δῆλός ἐστιν ὅμοιόν τι ποιῶν, ὡς εἴ τις ἰδὼν δακτυλίῳ χρυσῷ, φέρε εἰπεῖν, ἐκσφραγίσματα πλείονα ἐν κηρῷ ἀποτυπούμενα, ἐνίστατο λέγων, ἢ τὸν χρυσὸν τῷ κηρῷ συνανακεκρᾶσθαι καὶ συναναμεμίχθαι ἐναποματτόμενον τὰ χαράγματα, ἢ πάντως γε τὴν ἐγκεχαραγμένην ἐν τῷ δακτυλίῳ γραφὴν διίστασθαι ἀπ’ αὐτοῦ καὶ μερίζεσθαι. Ἢ ὡς ἄν τις τὸ πῦρ εἰκονιζόμενον θεάσοιτο, καθὰ πολλάκις ὁρῶμεν τροχούς τινας πυρώδεις, καὶ φλόγας πυρὸς ἀναπτομένας, καὶ τοῖς χερουβὶμ συνδιαγραφομένας· καθ’ ἃς οἱ θεολόγοι ἀγγελοφανείας εἶδον, πάντως καὶ τὴν ἐμπύριον συμπεριγεγράφθαι τῇ ὕλῃ δόξει θερμότητα, ἢ κεχωρίσθαι τὸ πῦρ τῆς οἰκείας καὶ οὐσιώδους ποιότητος εἰκονιζόμενον.

Ὡς οὖν ταῦτα φρονεῖν καὶ λέγειν ἀνόητον καὶ ἀδύνατον, ἀνοητότερον ἐκεῖνο καὶ ἀδυνατώτερον· ἀσυνέτου γὰρ ταυτὶ καὶ ἐξεστηκυίας φρενὸς ἀποβράσματα. Εἰ γὰρ οὐδὲν τὰ εἰρημένα εἰς τὴν ἑαυτῶν φύσιν πάθοιεν, πῶς ὅ γε ὑπερφυὴς καὶ ἀπαθὴς Λόγος, ἢ συμπεριγραφήσεται τῇ ἰδίᾳ σαρκί, ἢ γραφομένης διαστήσεται, ἢ ἕτερόν τι τοιοῦτον πείσεται, εἴπερ οὐδὲ ἐν τῇ παναγίᾳ αὐτοῦ σαρκὶ ᾖ, οὐσιωδῶς ἥνωται, περιγέγραπται; Ἐχρῆν δὲ συνιδεῖν καὶ πεπεῖσθαι τὸν σοφὸν τοῖς Χριστιανῶν ἑπόμενον δόγμασιν, ὅτι περ ὁ θεῖος Λόγος σῶσαι τὸ καθ’ ἡμᾶς γένος διὰ τῆς σωτηρίου αὐτοῦ ἐπιφανείας βουλόμενος, ἐν τῇ ἑαυτοῦ ὑποστάσει ἀῤῥήτως καὶ ὑπὲρ λόγον, ὅλην ὅλῳ ἑαυτῷ τὴν περιγραπτὴν δὴ ταύτην καὶ γραπτὴν ἡμῶν φύσιν καὶ εἰκονιζομένην προσειληφὼς ἥνωσεν, ἥτις καὶ μετὰ τὴν πρόσληψιν περιγραφομένη καὶ γραφομένη εἰς ἀεὶ διασώζεται. Εἰ γὰρ τὸ περιγραπτὸν τοῦτο σῶμα οὐ προσείληπται, οὐδὲ σέσωσται. Τὸ γὰρ ἀπρόσληπτον, ἀθεράπευτον, φασὶν οἱ θεολόγοι. Εἶτα ἐπιφέρει τοιαῦτα. μγʹ. «Λέγει δὲ ὁ ποιήσας τὴν εἰκόνα ἐκείνην, ὅτι εἰκὼν τοῦ Χριστοῦ ἐστι. Καὶ τὸ Χριστὸς ὄνομα γινώσκεται, ὅτι οὐ μόνον ἄνθρωπον δηλοῖ, ἀλλὰ καὶ Θεόν.» Ἔδει αὐτὸν κἂν γοῦν τοὺς οἰκείους δυσωπηθέντα λόγους, συναισθέσθαι τῆς ἀτοπίας τῶν παρ’ αὐτοῦ προαγομένων. Ἀλλ’ ἔοικεν ἡ πλάνη καὶ τὸ ψεῦδος καὶ ἑαυτῷ καὶ τῇ ἀληθείᾳ ἀνθίστασθαι.

Εἰ μὲν γὰρ ἓν ἦν τὸ ἐκ τοῦ ὀνόματος δηλούμενον, τὰς περὶ τὸ ἓν ζυγομαχούσας τῶν ἐναντίων δόξας, ὁ βραβεύων τὸ ἀσφαλὲς ἐπιὼν λόγος, καὶ γνωμῶν ταλαντεύων τὸ ἀμφίῤῥοπον, δέδωκεν ἂν τὴν νικῶσαν τῷ κρείττονι· ἢ τέλεον περιγραπτὸν ἀποφαίνων τὸ ἔν, ἢ τέλεον ἀπερίγραπτον. Ἐπεὶ δὲ τῶν δύο φύσεων ὑπάρχει παραστατικόν, καθὰ καὶ αὐτὸς ἔφησε, τίς ὁ κωλύσων λόγος, μὴ ἑκατέρᾳ τούτων τὰ οἰκεῖα καὶ προσήκοντα ἀποδίδοσθαι; ὥστε καὶ ἡνῶσθαι ἀλλήλαις, καὶ μηδετέραν ἐξεστηκέναι τῶν οὐσιωδῶς ἐν αὐταῖς θεωρουμένων, καὶ ἀτρέπτως ἐνυπαρχουσῶν φυσικῶν ἰδιοτήτων, μηδ’ αὗ διαιρεῖσθαι τῷ εἰς ἀλλήλας ἀσυγχύτως περιχωρεῖν.

Εἰ γὰρ περὶ ταυτὸν ἄμφω, ἀλλ’ οὐκ ἄμφω ταῦτα, ὥσπερ οὐδὲ ψυχὴ καὶ σῶμα. Οὐ γὰρ εἴ τις δοίη τὸν αὐτὸν χρυσοχόον εἶναι καὶ λιθοξόον, ἤδη τὴν χρυσοχοϊκὴν εἰς τὴν λιθοξοϊκὴν περιαγάγοι. Ἀλλὰ τὸν ἀριθμὸν τῆς δυάδος, εἰς μέθοδον τῆς ἑαυτοῦ δυστροπίας προχειρίζεται, καὶ κακουργεῖ περὶ τὰς φύσεις· ἵνα καὶ τὸ ἀπ’ αὐτῶν συντεθὲν πρόσωπον, τέλεον παραγράψηται, καὶ ἣν περὶ αὐτὸ δόξαν ἔσχεν ἀποπλήσῃ ῥᾳδίως. Ὁ οὖν ποιῶν τὴν εἰκόνα ἐκείνην, καὶ λέγων ὅτι Χριστοῦ ἐστιν, οἶδε μὲν καὶ τὰ ἀπὸ τοῦ ὀνόματος δηλούμενα· οἶδε δὲ καὶ τὰ ἀπὸ τοῦ προσώπου γνωριζόμενα· οὐκ ἀγνοεῖ δέ, ὅτι καὶ ἐναντία ἀλλήλοις τὰ συνελθόντα, ὧν μία ἡ ἐπιστήμη, καθὰ λέγεται.

Εἰδὼς τοίνυν ὅτι τὸ μὲν τούτων ἀόρατον καὶ πάντη ἄληπτον, καὶ διὰ τοῦτο ἄγραπτον καὶ ἀπερίγραπτον, εἵσεται καὶ θάτερον ὅτι ὁρατὸν καὶ καταληπτόν· ὥστε καὶ περιγραπτὸν ἐξ ἀνάγκης καὶ γραπτόν, διὰ τὴν τῶν ἐναντίων ἀντίθεσιν. Οὐ πρὸς τὸ ὅλον οὖν ἓν ὡς ὅλον ἀποβλέπων, τὸ ἐξ ἀμφοῖν τοῖν μεροῖν συγκείμενον· ἢ γὰρ ἂν ἴσως καί τινα ἀφορμὴν εἶχεν ὁ λόγος, ἀλλὰ τὸ ὁρώμενον μόνον ἀναθεωρῶν, ταύτῃ ποιεῖ. Ἐπίσταται δὲ ὅτι ἐκ τοῦ γράφειν, οὔτε συμπεριγραφήσεται καὶ θάτερον ἐξ ἀνάγκης, οὔτε αὗ τὸ ἓν ὅλον μερισθήσεται. Οὐδεὶς γὰρ λόγος ὁ δρᾶσαι τοῦτο δυνάμενος. Ὡς γὰρ οὐ παρὰ τὸ εἰδέναι τὸν γράφοντα, τὰ δηλούμενα διαστήσεται, οὕτως οὐδὲ παρὰ τὸ γράφειν τὸ ἕτερον, καὶ θάτερον συγγεγράψεται. Ἤδη τοῦτο καὶ ἐπὶ τοῦ κατὰ τὸν ἄνθρωπον παραδείγματος εἴρηται· τὸ τοιοῦτο δ’ ἂν καὶ ἐν ἄλλοις ῥᾳδίως εὕροι τις ἄν. Εἰ γάρ τις οἶδε πράγματός τινος διάφορα τὰ δηλούμενα, ἕλοιτο δὲ τούτων τὸ ἕτερον, ἆρα καὶ τῷ λοιπῷ συγχρήσοιτο;

Οἷον τί λέγω· ἴσμεν ὡς τὸ πῦρ διττὴν ἔχει τὴν ἀπ’ αὐτοῦ προϊοῦσαν ἐνέργειαν, τὴν μὲν φωτιστικήν, τὴν δὲ καυστικήν. Εἴπερ οὖν τις τοῦ φωτισμοῦ τοῦ ἀπὸ τοῦ πυρὸς προσδέοιτο, βιασθήσεται ἄρα, καὶ οὐχ ἑκών, καὶ τῆς ἐκεῖθεν φλογώσεως εἰς πεῖραν ἰέναι. Ἢ ἐάν τις πρὸς κάθαρσιν ῥύπου, ὕδατι θερμῷ προσχρήσοιτο, καὶ ψυχθήσεται πάντως ἀπ’ αὐτοῦ, διότι ῥυπτικὴν καὶ ψυκτικὴν κέκτηται τὴν ἐνέργειαν. Ἀλλ’ οὐδεὶς ἂν τῶν νοῦν ἐχόντων ταῦτα συμφήσειεν. Ἐπεὶ οὖν πρὸς ἓν ἐκεῖνος τὸ ὅλον τοῦτο τὸν Χριστὸν διασκοπῶν, ἐβούλετο καὶ τὰ ἐξ ὧν αὐτός, ὡς ἐν τῇ τοῦ ὅλου μνήμῃ, συνεισάγεσθαι ὁμοῦ, καὶ μηδὲν τούτων καθ’ ἑαυτὸ θεωρεῖσθαι· ὡς τὰ ἑτέρῳ συμβαίνοντα, πάντως καὶ θατέρῳ ἐξ ἀνάγκης ὑπάρξαι.

μδʹ. Εἴ ποτε Παύλου ἀκήκοεν· Ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον, τί αὐτῷ ἐντεῦθεν ἀπήντα; Ἐπειδὴ κοινὸν ἀμφοῖν τῶν συνδραμουσῶν φύσεων ὄνομα Χριστός· ἐβιάσθη ἂν καὶ οὐκ ἐθέλων κατὰ τὰ ἴδια προβλήματα, ἐπειδὴ καὶ Θεὸς δηλοῦται διὰ τοῦ ὀνόματος, ὡς ἂν μὴ διέλοιτο ἕν, καὶ τὸν Λόγον αὐτὸν φύσει συνεσταυρῶσθαι ταῖς ἀληθείαις λέγειν, καὶ τὴν θείαν καὶ ἀπόῤῥητον οὐσίαν τῇ ἀνθρωπίνῃ συμπεπονθέναι. Καὶ εἴ τις αὐτῷ καὶ τὸν θεῖον καὶ ζωοποιὸν τάφον ὑπέδειξεν, ἵνα τὴν περιτομὴν καὶ τὰ ἄλλα πάθη νῦν παρήσωμεν, εἶπεν ἂν τεθνηκέναι τὸν Λόγον, καὶ τὴν θείαν καὶ ἀθάνατον φύσιν τῇ ἀνθρωπίνῃ καὶ θνητῇ πάντως συγκατορωρύχθαι.

Ταῦτα γὰρ αὐτῷ βούλεται, ὡς ἂν μὴ διαιρεθεῖεν αἱ φύσεις, τῷ τὴν μίαν τούτων, εἰς τὰ ἐν οἷς πάθοι, καὶ τὴν ἑτέραν δηλαδὴ συνεπάγεσθαι πάσχουσαν. Τί δὲ αὐτῷ ἐδήλου τό· Ἡμῖν δὲ εἷς Θεός, ὁ Πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ ἡμεῖς εἰς αὐτόν· καὶ ὁ Κύριος Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα, καὶ ἡμεῖς δι’ αὐτοῦ; Ἐκ γὰρ τοῦ ἐναντίου τὰ ὅμοια αὐτῷ ἀπαντήσεται ἄτοπα. Ἐπειδὴ πρὸς τῷ ἑνί ἐστι τὰ δηλούμενα, ἐφαίνετο αὐτῷ ἄρα συνδημιουργὸς τῷ Λόγῳ, καὶ ἡ καθ’ ἡμᾶς φύσις ἐπὶ τῇ τῶν ὅλων παραγωγῇ, καὶ ἔσται ὁ ἄνθρωπος αὐτὸς ἑαυτοῦ δημιουργός. Καὶ πάλιν τοῦ θείου Πέτρου λέγοντος· Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ, διὰ τὸ αὐτὸ πρόβλημα εὑρεθήσεται καὶ ἡ σὰρξ τὸ τῆς θεότητος διὰ τῆς υἱικῆς σχέσεως, φύσει φερομένη ἀξίωμα. Οἷς παραπλήσια καὶ ἕτερα πλείονα ἀναλεγόμενός τις παρὰ τῶν θείων Γραφῶν εὕροι ἄν, ἃ τὴν βλασφημίαν τὴν ἐκείνου ἐξελέγξει καὶ ἀτοπίαν.