Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Ἀντιρρητικοὶ τρεῖς κατὰ Κωνσταντῖνου τοῦ Κοπρωνύμου

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Η αντίδοση των ιδιωμάτων και η διπλότητα των ενεργειών του Σωτήρος

Ερμηνεία του ονόματος του Χριστού και της κατ' οικονομίαν οικείωσης των παθών της σάρκας, με αναφορά στις διπλές ιδιότητες και ενέργειες του ενσαρκωμένου Λόγου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 4 από 15

Τοιαῦτα δὲ καὶ νοεῖν αὐτὸν καὶ φρονεῖν, αἱ τῶν οἰκείων λόγων ἀρχαί, καὶ περίεργοι καὶ σφαλεραὶ ζητήσεις, ἡμῖν ὑποτίθενται. Καὶ ταῦτα ἀτέχνως καὶ ἁπλῶς, οὐ τρόπῳ τινὶ οἰκειώσεως ἢ ἀντιδόσεως δογματίζοντα, κατὰ τὸν διδασκαλικὸν τῆς καθολικῆς Ἐκκλησίας λόγον, περὶ ὧν μετὰ μικρὸν εἰρήσεται.

μεʹ. Ἐπεὶ δὲ ἀδολεσχοῦντι καὶ ταυτοεποῦντι, συναδολεσχεῖν προὐθέμεθα τοῖς ἐπιφερομένοις αὐτῷ, καὶ τὰ αὐτὰ περὶ τῶν αὐτῶν διεξιόντι, οὕτω πάλιν προσαπαντήσωμεν· ἔχει γὰρ ὧδε· «Καὶ πῶς τοῦ Θεοῦ καὶ ἀνθρώπου ὄνομα, τὴν θείαν φύσιν σημαῖνον καὶ ἀνθρωπίνην, ἐπὶ τῇ εἰκόνι ἐκείνῃ ἔχομεν καλέσαι, τῇ δυνατῶς ἐχούσῃ ἀνθρώπου μόνου φύσιν χαρακτηρίζειν, καὶ τὴν θείαν καὶ ἀκατάληπτον φύσιν μή;» Τὸ πῶς, ἵνα ὡς παρόντι διαλεχθῶ, εἴ σοι τὰ τῆς ψυχῆς ὦτα μὴ κεκώφωτο, εἴ σοι τὰ νοητὰ ὄμματα μὴ ἐπεπήρωτο, εἴ σοι τὰ τῶν φρενῶν μὴ ἠλλοίωτο, καὶ τὰ τῶν λογισμῶν μὴ παρετέτραπτο, εἴ σοι τῆς θεοσεβείας οἱ ὅροι ἄτρωτοι διεφυλάσσοντο, καὶ τῆς καθολικῆς Ἐκκλησίας ἡ παράδοσις συνετετήρητο ἀλώβητος, εἰ σπινθῆρα γοῦν τινα πίστεως ἐν τῇ σεαυτοῦ συνέσχες καρδίᾳ, ἀλλὰ μὴ ἐλύττας κατὰ τῆς ἀμωμήτου καὶ ἀπλανοῦς ἡμῶν ὁμολογίας, τοῖς ἄγουσί σε ἐπὶ τὸν κρημνὸν τῆς ἀπιστίας καὶ ἀπωλείας πειθόμενος, ἐδείχθη ἄν σοι καὶ ἐκδηλότατα τὸ ζητούμενον, εἴπερ ζητούμενον ἦν, ἀλλὰ μὴ ὥσπερ ἐνέδρα τις ἢ πανουργία, ταμιευόμενον.

Καὶ ἵνα τὰ αὐτὰ περὶ τῶν αὐτῶν ἀναλαβόντες εἴπωμεν, ὥσπερ ἡ σταύρωσις καὶ τὰ πάθη, Χριστοῦ λέγεται, ὡς ὁ τάφος, καὶ τὰ λοιπά, ἵνα μὴ ἐπὶ πλεῖον ἀεὶ λέγωμεν, τὸ μέτριον ὑπερτρέχοντες, καὶ τῶν προσεχόντων τὰς ἀκοὰς ἀποκναίωμεν, καὶ οὐ δή πού φαμεν κατὰ σέ, διὰ τὴν ἐκ τοῦ ὀνόματος τοῦ Χριστοῦ τῆς δυάδος τῶν φύσεων δήλωσιν, τὰ τῇ μιᾷ προσνεμόμενα, καὶ τῇ ἑτέρᾳ πάντως ἀπαντήσεσθαι.

Ὁ σταυρὸς γὰρ δυνατῶς ἔχει τὴν ἀνθρώπου φύσιν μόνην κολάζειν, ἀλλὰ Χριστοῦ σταυρὸς λέγεται. Καὶ πειθέτω σε ὁ λέγων· Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἡ περιτομὴ τὴν ἀνθρώπου σάρκα διαιρεῖν δύναται· καὶ ὁ τάφος ταύτην ἐμπεριγράφειν καὶ περικλείειν καὶ ἀποκρύπτειν οἶδεν.

Ἀλλὰ ταῦτα πάντα, Χριστοῦ μὲν λέγεται· οὐ μὴν δὲ τούτων τι καὶ κατὰ τῆς θείας καὶ ἀνεκφράστου φύσεως, κυρίως καὶ οὐσιωδῶς εἰρήσεται, ἀκηράτου γε οὔσης καὶ ἀπαθοῦς, καὶ τῆς κατά τι γοῦν τοιαύτης ἐννοίας, ἀπηλλαγμένης παντάπασιν. Εἰ γάρ που τοιοῦτόν τι ὀφθείη λεγόμενον, τῷ τῆς ἀντιδόσεως ἢ οἰκειώσεως τρόπῳ λέγεται, ὅπερ σοι νῦν οὐ δέδοται, ὁλοτρόπως ἠγνοημένον. Πεπονθέναι δὲ Χριστὸς λέγεται, οὐχ ᾗ Θεός, ἀλλ’ ᾗ ἄνθρωπος· καίτοι εἷς καὶ ὁ αὐτὸς ὑπάρχων, ἡνωμένος καθ’ ὑπόστασιν. Ἐπεὶ οὖν καὶ τὸ σῶμα, ὅπερ ἐξ ἡμῶν ἀνείληφε, Χριστοῦ σῶμα λέγεται, ἐν ᾦ καὶ πάντα πεπονθέναι πιστεύεται, τοῦτο δὲ τὸ σῶμα πάντη καὶ πάντως χαρακτῆρα εἶχεν, οὐ γὰρ ἦν ἀχαρακτήριστον, ἐπεὶ οὐδὲ σῶμα, ἀνάγκη καὶ τὸν τοῦ σώματος χαρακτῆρα καὶ τὴν ὁμοίωσιν, Χριστοῦ λέγεσθαι.

Ὡς γὰρ ἐκεῖνο οἰκεῖον Χριστοῦ, οὕτως καὶ τοῦτο οὐ πρὸς τὴν τοῦ Λόγου φύσιν τὴν σχέσιν ἔχον, ἴσμεν γὰρ αὐτὸν ἀνείδεον καὶ ἄσχετον καὶ ἀσχημάτιστον, ἀλλὰ πρὸς τὸ τοῦ Λόγου σῶμα καὶ τὴν ἀνθρωπείαν φύσιν καὶ τὸ εἶδος αὐτό, ἐξ ὧν ὁ Χριστός· διὸ καὶ ὁμωνύμως αὐτῷ προσαγορεύεται, κατὰ τὴν ὁμοίωσιν αὐτοῦ ἐμφαινόμενον.

Ἀλλὰ σὲ μὲν τὸ παραληφθὲν ὄνομα, δύο ὑπάρχον δηλωτικὸν φύσεων, ἐπὶ τοῖς σοῖς παρώτρυνε δόγμασι μέγα φρονεῖν καὶ βρενθύεσθαι, οἴεσθαί τε μηδ’ ἕτερον τῶν κατὰ τοὔνομα θεωρουμένων, θατέρου ἄνευ προσαγορεύεσθαι, ἔν τινι πράγματι ἢ δόγματι, ἢ ὁπωσοῦν παραλαμβάνεσθαι, ἢ πάντως γε μονούμενον τοῦ ἑτέρου, διαστήσεσθαι μακρῷ. Ἡμεῖς δὲ τί πρὸς ταῦτά φαμεν; Ὁπηνίκα ἄν σοι προταθείη, ἄνθρωπον μόνον τὸν Χριστόν, ἢ υἱὸν ἀνθρώπου λέγεσθαι, καὶ τοῦτο ψιλῇ τῇ κλήσει προσαγορευόμενον.

Καὶ εἰ μή τινι ἄλλῳ, αὐτῷ γε τῷ Χριστῷ, εἴπερ βούλοιο, πεισθήσῃ, πρὸς τὸν δῆμον τῶν Ἰουδαίων λέγοντι· Τί με ζητεῖτε ἀποκτεῖναι ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα; καί· Ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου· καί· Νῦν ἐδοξάσθη ὁ Υἱὸς τοῦ ἀνθρώπου· καί· Μέλλει ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι· καί· Ἦλθεν ὁ Υἱὸς τοῦ ἀνθρώπου σῶσαι τὸ ἀπολωλός· καί· Υἱὸν Δαβὶδ ὠνόμαζον. Καὶ πολλὰ τούτοις εὑρεθήσεται ἐν τοῖς Εὐαγγελίοις τὰ παραπλήσια, εἴπερ σοι μὴ παιδιὰ καὶ λῆρος τὰ εὐαγγελικὰ νενόμισται λόγια. Ἐπεὶ οὖν τὸ δηλούμενον ἐκ τῆς ψιλῆς τοῦ ἀνθρώπου προσηγορίας, ἕν ἐστιν, οὐ δύο, καθάπερ ἐπὶ τοῦ Χριστὸς ὀνόματος, μίαν γὰρ ἡμῖν φύσιν ἡ φωνὴ τὴν ἀνθρωπίνην χαρακτηρίζει, τί σοι συμβήσεται καὶ τί προστεθήσεται, ὡς καινόν τι καὶ μέγα καὶ θαυμάσιον οἷον;

Ἔξεστι γάρ σοι χριστομαχοῦντι μᾶλλον ἢ ὀνοματομαχοῦντι, ψιλὸν ἄνθρωπον καὶ τῶν καθ’ ἡμᾶς ἕνα κηρύσσειν τὸν Κύριον, ὅ σοι καὶ πάλαι καὶ νῦν κακῶς διεσπούδασται, καὶ τοῦτον κατάκριτον, καὶ ὑπὸ δίκην ἀγόμενον, καὶ τὰ τῶν κακούργων οἴσοντα, καὶ βιαίῳ θανάτῳ καταδικαζόμενον. Καὶ τἄλλα ἑκὼν παραλεῖψαί με δέει τῆς βλασφημίας. Ἴσως εἴποις ὅτι ὁ ἄνθρωπος οὗτος καὶ Θεός ἐστιν. Ἔλυσας τὸ ζητούμενον, καὶ ὁ Θεὸς γὰρ οὗτος ἄνθρωπός ἐστιν.

Εἰ δὲ ἐκ τοῦ ἐναντίου, ὅταν Θεὸν μόνον ἀκούοις· —Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος· καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς παρὰ Πατρός· καί· Ὥσπερ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτως καὶ ὁ Υἱὸς οὒς θέλει ζωοποιεῖ· καί· Πάτερ, δόξασόν σου τὸν Υἱόν, ἵνα καὶ ὁ Υἱός σου δοξάσῃ σε· καί· Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν. Καὶ πρὸς τὸν ἐκ γενητῆς τυφλὸν λέγεται· Σὺ πιστεύεις εἰς τὸν Υἱὸν τοῦ Θεοῦ; καὶ ὅσα τούτοις ὅμοια· —Θεὸν μόνον ὑπολαμβάνεις καὶ τῆς καθ’ ἡμᾶς γεγυμνωμένον οὐσίας, πάντως που καὶ σώματος αὐτὸν ἀπαλλάξειας, καὶ πάντα ἀφέλοιο τὰ ἀνθρώπου· ὡς ἐξεῖναί σοι λοιπὸν καὶ πᾶσαν τὴν οἰκονομίαν σαφῶς ἀποσκευάζεσθαι.

μϛʹ. Τί λέγεις; Προσέχεις ταῖς ἰδιαζούσαις τῶν φύσεων φωναῖς, καὶ ταῖς μὲν ταπειναῖς συνταπεινοῖς Χριστόν, ἀποστερῶν τῶν θείων καὶ ὑψηλῶν, καὶ συμφθέγγῃ τοῖς σοῖς διδασκάλοις, τὴν Ἀρειανικὴν μανίαν νοσήσας. Ταῖς ὑψηλαῖς δὴ ἐξαίρεις τῶν ταπεινῶν, καὶ νέμεις μόνα τὰ ὑψηλά, καὶ συνᾴδεις τοῖς σοῖς ὑποφήταις, τὴν τῶν βδελυρῶν Εὐτυχιτῶν, ἢ οἰκειότερον εἰπεῖν, Μανιχαίων ληρώδη καὶ φασματώδη μυθοπλαστίαν ζηλώσας. Ἀλλὰ σοὶ μὲν ῥᾴδιον, ἅπαξ πρὸς ὕβριν καὶ καθαίρεσιν τῆς σωτηρίου οἰκονομίας καταντήσαντι, τοῖς τοιούτοις ἐντρυφᾷν ἀτοπήμασιν. Ἐπειδὰν δὲ ἀντιπεπονθότως ἐν τούτοις θεωρεῖται, οἶον ἡ μὲν προσηγορία, οἰκεία καὶ ἰδικὴ τῇ καθ’ ἡμᾶς οὐσίᾳ· τὰ δὲ περὶ αὐτὴν ἐκφαινόμενα, τῇ ὑπὲρ ἡμᾶς ἁρμόδια, τί ὑπολήψοιο;

Οὐ γὰρ δὴ ὥσπερ τὸ Χριστὸς ὄνομα κοινὸν καὶ δηλωτικὸν τῶν δύο φύσεών ἐστιν, οὕτω καὶ ἐνταῦθα· ἀλλὰ διὰ τῆς ἰδιαζούσης καὶ φυσικῆς ὀνομασίας, καὶ τὰ τῆς συνυφεστώσης συνεισφέρεται οὐσίας πλεονεκτήματα, διὰ τὴν περὶ ταὐτὸν ἐπαλλαγήν, τῶν ἰδιωμάτων κιρναμένων ἀλλήλοις, ὥσπερ δὴ καὶ τῶν φύσεων, κατὰ τὸ ἐκκλησιαστικὸν φρόνημα. Τί γὰρ φήσεις πρὸς τό· Ἐὰν ἴδητε τὸν Υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον· καί·

Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανόν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ Υἱὸς τοῦ ἀνθρώπου· καί· Εἰσί τινες τῶν ὧδε ἑστηκότων οἵτινες οὐ μὴ γεύσωνται θανάτου, ἕως ἂν ἴδωσι τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ· καί·

Μέλλει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων. Ἆρα οὖν προσέχεις ψιλοῖς τοῖς ὀνόμασι, καὶ νοεῖ, βασιλείαν ἀνθρώπου αἰώνιον καὶ ἀκατάλυτον; καὶ ἄνθρωπον εἰς τὸν οὐρανὸν προϋπάρχοντα; καὶ ἐξ οὐρανοῦ κατιόντα καὶ πάλιν εἰς οὐρανὸν ἀνιόντα; καὶ ἀνθρώπου ὀνομαζομένου πατέρα εἶναι τὸν Θεὸν καὶ Πατέρα; Ἢ ἀποσκοπεῖς πρὸς τὴν τῶν πραγμάτων φύσιν καὶ αὐτὴν τὴν ἀλήθειαν, καὶ ἀποσεμνύνεις ἐκπληττόμενος τὸ μέγα τῆς οἰκονομίας μυστήριον, καὶ τὰ περὶ αὐτῆς λεγόμενά τε καὶ νοούμενα κατὰ τὴν διδασκαλίαν ἐκδέχῃ τῆς καθολικῆς Ἐκκλησίας, οὐ προσέχων ψιλαῖς ταῖς φωναῖς καὶ τοῖς ὀνόμασιν, ἵνα μὴ καὶ τῆς σωτηρίας αὐτῆς ἀποτεύξοιο· ἀλλὰ τούτοις ἐῤῥῶσθαι φράσας, τοῖς χρησμῳδοῦσι δὲ καὶ ἄγουσιν ὑπείκων, ἐπὶ τὸ καταγορεύειν τῆς ἀληθείας καὶ τῆς τοῦ Χριστοῦ οἰκονομίας ἀνοήτως καὶ δυσσεβῶς προελήλυθας; Ἡμεῖς δὲ τοὺς ὀνοματομάχους ἐπὶ τῆς τῶν ὀνομάτων ψιλῆς ἵστασθαι ἀπαγγελίας καταλιπόντες, καὶ προσπαλαίειν ταῖς συλλαβαῖς καὶ τῷ γράμματι ὑπενδόντες, ἐπὶ τὴν τῆς ἀληθείας καὶ τῶν πραγμάτων αὐτῶν δύναμιν ἀπευθυνόμεθα καὶ ἀνανεύομεν, ὡς ἐν βραχεῖ τὰ τοιαῦτα διεξερχόμενοι.

μζʹ. Λεκτέον τοίνυν ὡς τὸ Χριστὸς ὄνομα, ὁμολογουμένως μὲν τὴν δυάδα τῶν φύσεων ἡμῖν παρίστησιν ἐν τῇ μιᾷ ὑποστάσει, ὡς πολλάκις ἐν τοῖς προλαβοῦσι πλατύτερον εἴρηται· ἡ δὲ θεόπνευστος Γραφή, καὶ τῶν Πατέρων οἱ ἔκκριτοι, τὰ ἐπὶ τῷ ὀνόματι μεγαλοφυῶς θεωροῦντες, διαφόρως τὰ δηλούμενα ἐξειλήφασι, τῷ τε τῆς ἀντιδόσεως τρόπῳ καὶ οἰκειώσεως, εἰς τὰ περὶ αὐτοῦ συγχρησάμενοι.

Ὅτε μὲν γὰρ τὰς κατὰ Χριστὸν φύσεις καθ’ ἑαυτὰς θεωροῦσιν, ἤτοι θεότητα καὶ ἀνθρωπότητα, ταῦτα γὰρ τῶν οὐσιῶν ἐστι δηλωτικά, τὰ οἰκεῖα καὶ προσόντα φυσικῶς ἑκατέρᾳ, κυριολεκτοῦντες ἐκνέμουσιν· οὐ μὴν ἅπερ καθ’ ἑτέρας λέγεται φύσεως, καὶ θατέρας ἀντικατηγοροῦσιν. Οὔτε γὰρ θεότητα κτιστὴν ἢ παθητὴν εἴποιεν· οὐδ’ αὖ πάλιν ἀνθρωπότητα ἄκτιστον, ἢ ἄφθαρτον, ἢ ἀπαθῆ φήσαιεν, συμπάσχειν τε ἀλλήλαις ὡς ἥκιστα, ὥσπερ τοῖς νῦν δογματισταῖς ὑπείληπται. Ὅταν δὲ τὴν ἐκ τούτων συντεθειμένην ὑπόστασιν ὡς ἕν τι λαμβάνωσι, Χριστὸν μὲν ἐκ τοῦ συναμφοτέρου προσαγορεύουσι· τὰ παρ’ αὐτῶν δὲ τῶν συνδραμόντων ἰδιώματα, ἅμα αὐτῆς κατηγοροῦσιν· ἐπειδὴ καὶ Θεὸς ὁμοῦ καὶ ἄνθρωπος ὁ Χριστός, καὶ Θεὸς σεσαρκωμένος, κτιστός τε ὡσαύτως καὶ ἄκτιστος, καὶ ἀπαθὴς καὶ παθητὸς ὁ αὐτός.

Ὁπόταν δὲ ἐκ τῶν συνελθόντων αὐτῇ μερῶν ἐπισκέπτωνται, ἔσθ’ ὅτε μὲν ἐκ μόνων τῶν θείων καὶ ὑψηλῶν, Θεὸν καὶ Θεοῦ Υἱὸν ὀνομάζουσιν. Ἔστι δ’ ὅτε ἐκ τῶν ἀνθρωπίνων μόνων καὶ ταπεινῶν, ἄνθρωπον καὶ υἱὸν ἀνθρώπου καλοῦσι.

Τηνικαῦτα δὲ καὶ τὰ ἐφ’ ἑκατέρου τῶν μερῶν λεγόμενα ἰδιώματα, καὶ θατέρου τοῦ συνυφεστῶτος καὶ συνυπάρχοντος ἀντικατηγοροῦσι, διὰ τὴν εἰς ἄλληλα τῶν μερῶν περιχώρησιν. Οὕτω γὰρ Θεὸς παθητὸς λέγεται, καὶ Κύριος τῆς δόξης ἐσταυρωμένος, οὐχ ᾗ Θεός, ἀλλ’ ᾗ ἄνθρωπος. Καὶ ἐκ τοῦ ἐναντίου, ἄνθρωπος ἄναρχος καὶ ἀπαθὴς καὶ ἄκτιστος καὶ οὐράνιος καὶ παιδίον προαιώνιον, οὐχ ᾗ ἄνθρωπος, ἀλλ’ ᾗ Θεός. Διὰ γὰρ τὴν ἄκραν τῶν φύσεων ἕνωσιν, καὶ τὸ ἑνιαῖον τῆς ὑποστάσεως, καὶ τοῦ προσώπου τὴν ταυτότητα, εἷς ὑπάρχει, καὶ ὁ αὐτὸς ὁμοίως ἐστὶν ἀμφότερα, τὸ μέν, ὢν ἀναιτίως ἐκ τοῦ Πατρός· τὸ δέ, ὕστερον διὰ φιλανθρωπίαν γενόμενος.

Καὶ τούτῳ τῷ λόγῳ ἑκατέρα τῶν φύσεων, τὰ παρ’ ἑαυτῆς ἰδιώματα τῇ ἑτέρᾳ ἀντιδίδωσι, διὰ τὸ μοναδικὸν καὶ ταὐτὸν τῆς ὑποστάσεως, οὐκ ἐξισταμένου τοῦ οἰκείου λόγου τῆς περὶ ταὐτὸν θατέρας ἰδιότητος· καθὸ καὶ οἰκειοῦσθαι λέγεται τὸν Λόγον τὰ τῆς ἰδίας σαρκὸς οἰκονομικῶς πάθη. Καίτοι γὰρ οὐδὲν πάσχων ὅσον ἧκεν εἰς ἰδίαν φύσιν, ὅμως αὐτὸς πεπονθέναι λέγεται, ἵνα καὶ Σωτὴρ πάντων μόνος πιστεύηται· καὶ ὥσπερ τοῦ εἶναι καὶ ὑπάρξαι ἡμᾶς αἴτιος ὡμολόγηται, οὕτω καὶ τὸ εὖ εἶναι ἡμᾶς, ἐπ’ αὐτὸν ἀναφέρηται.

Καὶ τοῦτο ἡμᾶς ἐκπαιδεύει τῶν θεολόγων ἡ ἀκρώρεια, ὁ θεῖος Πέτρος λέγων ὅτι, Χριστὸς ἅπαξ περὶ τῶν ἁμαρτιῶν ἡμῶν ἀπέθανε, δίκαιος ὑπὲρ ἀδίκων· ἵνα ἡμᾶς προσαγάγῃ τῷ Θεῷ, θανατωθεὶς μὲν σαρκί, ζωοποιηθεὶς δὲ πνεύματι. Καὶ πάλιν·

Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν σαρκί, καὶ ὑμεῖς τὴν αὐτὴν ἔννοιαν ὁπλίσασθε. Συνυπηχήσει τούτοις καὶ ὁ τῶν ἀποῤῥήτων μυσταγωγὸς Χριστὸν ἐσταυρωμένον κηρύσσων· Καὶ τὸν Κύριον τῆς δόξης ἐσταυρῶσθαι. Ταύτῃ θεοκτόνους καὶ κυριοκτόνους ἀποκαλοῦσι τοὺς Ἰουδαίους αὐτοί τε καὶ οἱ θεσπέσιοι Πατέρες ἡμῶν, οἳ περὶ τοῦ τρόπου τῆς οἰκειώσεως, τοιάδε διεξίασιν. Ὁ μὲν θεῖος Κύριλλος ἐν τῇ πρὸς Νεστόριον τρίτῃ ἐπιστολῇ· «Καὶ ἦν ἐν τῷ σταυρωθέντι σώματι, τὰ τῆς ἰδίας σαρκὸς οἰκειούμενος πάθη.» Ἐν δὲ τῇ πρὸς τοὺς ἀνατολικοὺς οὕτως· «Ἀπαθῆ δὲ πρὸς ταῦτα τὸν τοῦ Θεοῦ Λόγον ὁμολογοῦμεν ἅπαντες, κἂν εἰ πανσόφως αὐτὸς οἰκονομῶν τὸ μυστήριον, ἑαυτῷ προσνέμων ὁρῷτο, τὰ τῇ ἰδίᾳ σαρκὶ συμβεβηκότα πάθη.» Ταύτῃτοι καὶ ὁ πάνσοφος Πέτρος· Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν σαρκί· καὶ οὐχὶ τῇ φύσει τῆς ἀῤῥήτου θεότητος· ἵνα γὰρ αὐτὸς τῶν ὅλων Σωτὴρ εἶναι πιστεύηται, κατ’ οἰκείωσιν οἰκονομικὴν εἰς ἑαυτόν, ὡς ἔφην, τὰ τῆς ἰδίας σαρκὸς ἀναφέρει πάθη. Ὁ δέ γε ἱερὸς Ἀμφιλόχιος πρὸς Σέλευκον γράφων, οὕτω φησίν· «Ἡ ληφθεῖσα πάσχει φύσις, ἡ δὲ λαβοῦσα ἀπαθὴς μένει· οἰκειοῦται δὲ ὁ Θεὸς τὰ τοῦ ἰδίου ναοῦ ἀνθρώπινα πάθη, σταυρόν φημι καὶ θάνατον, καὶ τἄλλα ὅσα περὶ αὐτὸν οἰκονομικῶς θεωρεῖται· οἰκειοῦται δὲ αὐτὸς πάσχων οὐδέν.»

Οὕτω καὶ ὁ θεῖος Γρηγόριος ὁ Νυσσαεὺς κατὰ Ἀπολιναρίου γράφων· «Ἐπειδὴ τοίνυν ἄλλο τὸ ἀνθρώπινον θέλημα, καὶ ἄλλο τὸ θεῖον, φθέγγεται μὲν ὡς ἐκ τοῦ ἀνθρώπου, τὸ τῇ ἀσθενείᾳ τῆς φύσεως πρόσφορον, ὁ τὰ ἡμέτερα πάθη οἰκειωσάμενος. Ἤδη δὲ ὃ καὶ παράδοξον, οὐ μόνον τὰ τῇ καθ’ ἡμᾶς φύσει οὐσιωδῶς τε καὶ ἐξ ἀρχῆς ἐνυπάρχοντα πάθη, ἀλλὰ καὶ τὰ τούτων ἀπηχέστερα· κατὰ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ κατηγορούμενα ταῖς ἱεραῖς Γραφαῖς εὑρίσκεται· καὶ οἰκειοῦσθαι ταῦτα λέγεται, ὁποῖόν τί ἐστι τὸ κατάραν ὑπὲρ ἡμῶν καὶ μέντοι καὶ ἁμαρτίαν αὐτὸν γεγονέναι· κατὰ τό· Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου. Καὶ τό· Οὐκ εἰδότα ἁμαρτίαν, ὑπὲρ ὑμῶν ἁμαρτίαν ἐποίησε. Τό τε ἡμέτερον στασιῶδες ἀνειληφέναι καὶ ἀνυπότακτον. Οὕτω γὰρ οἰκειοῦται τὰ τοῦ προσλήμματος, ἵνα ἐν ἑαυτῷ δαπανήσῃ τὸ χεῖρον, ὡς κηρὸν πῦρ, καὶ ὡς ἀτμίδα γῆς ἥλιος, καὶ ἡμεῖς μεταλάβωμεν τῶν ἐκείνου διὰ τὴν σύγκρασιν·» ὁ μέγας φησὶ Γρηγόριος.

Ἀλλ’ οὐ τούτοις ἕπονται οἱ τῆς ἀληθείας ἀντίπαλοι· ἀσεβοῦντες γὰρ ὁμοῦ καὶ ἀνοηταίνοντες, καὶ τοῖς τῆς σαρκὸς αἰχμαλωτιζόμενοι θελήμασι, τἀναντία σαφῶς δογματίζουσιν. Ἡμεῖς δὲ τὰ παρὰ τῶν διδασκάλων τῆς Ἐκκλησίας παιδευόμενοι, ἐντὸς τῶν ὅρων τῆς εὐσεβείας ἱστάμεθα, οὐ τὴν τοῦ Λόγου φύσιν εἰς τὰ τῆς σαρκὸς συγκαθέλκοντες πάθη, οἰκειούμενον δὲ ταῦτα οἰκονομικῶς αὐτὸν πεπονθέναι λέγομεν· κατὰ μηδὲν ἐν τούτοις τοῦ ὀρθοῦ λογισμοῦ παρεκπίπτοντες, ἐπείπερ εἷς ἐστι καὶ ὁ αὐτὸς ὁ καὶ δόξης κεκοινωνηκώς, καὶ τῶν ὕβρεων. Ὡς οὖν τὰ τοῦ σώματος πάθη οἰκονομικῶς ᾠκειώσατο, καὶ ὥσπερ τὸ σῶμα τοῦ Θεοῦ Λόγου λέγεται, οὕτω δὴ καὶ ἡ εἰκὼν τοῦ παναγίου σώματος αὐτοῦ καὶ τὸ ἀφομοίωμα, ὡς οἰκεῖον ἐπ’ αὐτὸν ἀναφέρεται· καὶ οὕτως οἰκειωθεῖσα καὶ τῷ κοινῷ τῶν φύσεων ὀνόματι προσχρωμένη, ὁμωνύμως τῷ ἀρχετύπῳ προσαγορεύεται.

Οἱ δὲ τῇ τοῦ Μονογενοῦς οἰκονομίᾳ μεμαχημένοι, εἴποιμι ἂν πρὸς ὑμᾶς, Τί πρὸς ταῦτά φατε; Τί πρὸς ὕβριν ὑμῖν τοῦ Χριστοῦ πεπρᾶχθαι δοκεῖ ἡ περὶ τὸ θεῖον μυστήριον, τῶν ὀρθοδοξούντων ἀκλινὴς πίστις καὶ ὁ διάπυρος πόθος; Οἳ τὴν ἐντεῦθεν προσγινομένην εὐεργεσίαν ὁμολογοῦντες, τὰ ὑπὲρ τῆς ἐλευθερίας ἡμῶν τελεσιουργηθέντα μεγαλουργήματα ἀνιστοροῦσι καὶ ἀναγράφουσιν· ἵνα ὡς ὑπ’ ὄψιν ἔχοντες, ἀεὶ νεάζουσαν καὶ ἀκμάζουσαν καὶ διηνεκῆ τὴν τούτων μνήμην, καθὰ τῇ Ἐκκλησίᾳ Χριστοῦ τὸ ἀνέκαθεν παραδέδοται, ἐν ταῖς ἑαυτῶν ψυχαῖς φέρωσι. Δεῖται γὰρ τὸ βραδὺ καὶ νωθρὸν τῆς φύσεως, ὥσπερ κέντρου τινὸς ὑπονύσσοντος καὶ διεγείροντος πρὸς τὴν τῶν λυσιτελούντων σπουδήν.

Ἢ τὸ κατάραν γεγενῆσθαι καὶ ἁμαρτίαν αὐτόν, καὶ ἐσταυρῶσθαι καὶ τεθνάναι, καὶ τὰ τῶν κακούργων ὑπομεῖναι, καὶ ὅσα παθεῖν ἑκὼν ὑπὲρ τῆς σωτηρίας κατεδέξατο τῆς ἡμετέρας, οὐ πιστευτέα ὑμῖν; Εἰ δὲ ταῦτα ἤνεγκεν ὑπὲρ ἡμῶν ὡς φιλάνθρωπος, πόσῳ μᾶλλον ἐκεῖνα δέξεται παρ’ ἡμῶν, ὡς ὑπεράγαθος, τὴν πίστιν καὶ εὐγνωμοσύνην τῶν σπουδαζόντων μετρῶν;

μηʹ. Ἀλλ’ ὑμεῖς γε προφάσεις ἐν ἁμαρτίαις προφασίζεσθε, περιγραπτὰ καὶ ἀπερίγραπτα δυσσεβῶς ἅμα καὶ ἀμαθῶς οἱ τῇ γλώσσῃ ἀκολασταίνοντες προϊσχόμενοι, καὶ τὴν ἰδίαν αἰσχύνην· οὐ γὰρ τὴν δόξαν συνιστάνειν βουλόμενοι, κατεξανίστασθε τῆς τοῦ Θεοῦ μακροθυμίας καὶ ἀνοχῆς, καὶ ἀθετοῦντες τὴν σωτήριον οἰκονομίαν συκοφαντεῖτε, τέλεον αὐτὴν ἀποσβέσαι πειρώμενοι. Εἰ μὴ γὰρ οὕτως ἦτε παρασκευῆς τε καὶ σκέψεως, παρῆν δὲ σκιὰ γοῦν φιλοθεΐας ὑμῖν, οὐδὲν ἂν νῦν ἐδέησε τῶν κενῶν τούτων καὶ νεωτέρων δογμάτων, τῆς Χριστοῦ Ἐκκλησίας ἀπεναντίας ἰοῦσιν. Εἴπερ γὰρ μετῆν ὑμῖν εὐσεβείας φροντίς, ὀρθήν τε καὶ ἀδιάβλητον τὴν ἐπὶ τῇ οἰκονομίᾳ Χριστοῦ διεσώζετε δόξαν, μὴ κατεσχηματισμένην ἡμῖν καὶ πεπλασμένην τὴν κατὰ Χριστὸν δυάδα τῶν φύσεων προχειριζόμενοι, δικαίως ἂν μάλα καὶ τὰ ἐπί γε ταύτης οἰκεῖα καὶ ἁρμόδια ἀπεδίδοτε· καὶ διπλᾶς τὰς ἐπὶ Χριστοῦ γεννήσεις ὁμολογοῦντες, τήν τε προαιώνιον καὶ ἄναρχον ἀσώματόν τε καὶ ἀΐδιον, ἐκ τοῦ ἀνάρχου καὶ ἀϊδίου Πατρός, καὶ τὴν πρὸς ταῖς δυσμαῖς τῶν καιρῶν ἐκ τῆς παναχράντου Θεοτόκου, τῆς σωτηρίας τοῦ γένους ἕνεκα τοῦ ἡμετέρου ὑπὸ χρόνον γεγενημένην, ἐνείματε ἂν ἑκατέρᾳ τὰ δι’ ὧν τὸ ἑτεροφυὲς αὐτῶν χαρακτηρίζεται, καὶ τὸ ἀσύγχυτον καὶ ἀσύμφυρτον αὐτῶν γνωρίζεται, καὶ τὰς προσφυεῖς ἐνεργείας τε καὶ θελήματα, τὰ θεῖα φημὶ καὶ ἀνθρώπινα.

Ὧν γὰρ αἱ φύσεις διάφοροι, τούτων δή που καὶ αἱ ἐνέργειαι· ὥσπερ καὶ ὧν αἱ ἐνέργειαι αἱ αὐταί, τούτων ἤδη καὶ αἱ φύσεις ὁμότιμοι, διὰ τὴν τῶν συνελθόντων ἐναντίωσιν κατὰ τὸ ἐκκλησιαστικὸν δόγμα καὶ φρόνημα. Οὕτως γὰρ εὐσεβῶς νοηθείη ἡ μὲν θεία ἐνέργεια ἀΐδιος, μᾶλλον δὲ αὐτενέργεια, τῷ μὴ διωρίσθαι τῆς οὐσίας τὴν ἐνέργειαν, ἀλλὰ τὸν αὐτὸν λόγον ἐπιδέχεσθαι, διὰ τὴν τῆς ἁπλῆς καὶ ἀσωμάτου φύσεως ἰδιότητα, καὶ ταὐτὸν δὲ ἐν παντὶ διαφόρως προϊοῦσα, καὶ ὡς ἂν εἴποι τις ἀπεριγράπτως.

Οὐ γὰρ δυνάμει πρότερον οὖσα, ὕστερον εἰς τὸ ἐνεργείᾳ ἐκ τοῦ δυνάμει κατέστη. μθʹ. Οἷόν τι εἴρηται ὑπὸ τοῦ Κυρίου· Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται καὶ ἐγὼ ἐργάζομαι· οὐ τὴν ἐξ ἀρχῆς ἐκ μὴ ὄντων εἰς τὸ εἶναι τῶν ὄντων πάροδον μόνον, ἤδη δὲ καὶ τὴν περὶ αὐτὰ συντήρησίν τε καὶ πρόνοιαν, ὡς τό, ποιεῖν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα· καί, ἐκτείνειν τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν· καί, στεγάζειν ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ· καί, θεμελιοῦν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς· ἄπερ ἅπαξ ὑποστάντα, καὶ τὸ συνεχὲς τῆς διαμονῆς ἐνεργούμενον κέκτηται. Ἡ δὲ ἀνθρώπειος οὐκ ἀΐδιος, ἀλλὰ πεπερασμένη, καὶ οἰκειότερον εἰπεῖν περιγεγραμμένη.

Διέκοψε γὰρ ἡ σιωπὴ τὸν διαλεγόμενον, καὶ ὁ ὑπνώσας, οὐχὶ καὶ ἐγρήγορε; Καὶ ἠρεμία τὴν κίνησιν περιέγραψε. Καὶ ἁπλῶς ὅ τί ποτε δρῶν οὐ δή που καὶ ἕτερον ἐν ταὐτῷ δράσειεν. Ὡσαύτως καὶ ἡ δύναμις διττή· ἡ μὲν γὰρ θεία, ἀΐδιος καὶ αὐτοδύναμις καὶ ἀπειροδύναμις κατὰ τὸ ὑπεραῖρον τῆς μεγαλειότητος καὶ δυνάμεως· Ἥ τε γὰρ ἀΐδιος αὐτοῦ δύναμις, φησί, καὶ θειότης. Ἡ δὲ ἀνθρώπειος, εὐόριστος καὶ ἀσθενής. Ἡ γὰρ σὰρξ ἀσθενής, κἂν τὸ πνεῦμα, φησί, πρόθυμον. Καί· Ἄνθρωπος ἐν πληγῇ ὢν καὶ εἰδὼς φέρειν μαλακίαν.

Καί· Εἰ ἐσταυρώθη ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως. Οὕτω καὶ τὰ θελήματα, τὸ μὲν θεῖον, καὶ ἀγαθόν· ἀεὶ γὰρ ὁ Θεὸς θέλει ἡμᾶς καὶ εὖ εἶναι καὶ σώζεσθαι, καὶ τοῦ ἁμαρτωλοῦ τὴν ἐπιστροφὴν ἐκδέχεται καὶ τὴν μετάνοιαν. Τὸ δὲ καθ’ ἡμᾶς, τρεπτὸν καὶ πεπερασμένον· οὐ γὰρ ἀεὶ ταὐτὸν θέλομεν, ἀλλὰ νῦν μὲν οὕτως, νῦν δὲ ἑτέρως· ποτὲ μὲν βαδίζειν, ποτὲ δὲ ἠρεμεῖν· καὶ ποτὲ μὲν θεωρεῖν καὶ σκέπτεσθαι, ποτὲ δὲ οὔ· καὶ ποτὲ μὲν ἐνεργεῖν, ποτὲ δὲ σχολάζειν. Καὶ τοῦ κατὰ τὸν Σωτῆρα νοουμένου ἀνθρώπου τὸ θέλημα οὐκ ἦν τῷ θείῳ ὑπεναντίον θελήματι, θεωθὲν ὅλον. Οἵα δὴ τὰ τῆς τρεπτῆς καὶ ἀλλοιωτῆς καὶ ῥευστῆς φύσεως, ἄλλοτε ἄλλως μεταβαλλόμενα καὶ μεταπίπτοντα, καὶ τὸ σταθερὸν καὶ ἑδραῖον οὐκ ἔχοντα.

νʹ. Τί δέ; Οὐχὶ καὶ ἡ γνῶσις διττὴ ἐπὶ Χριστῷ; Ὡς μὲν γὰρ Θεὸς πάντα οἶδε καὶ πρὸ γενέσεως, οὕτω πόῤῥω που διεσκηνωμένος τὴν τοῦ φίλου τοῖς μαθηταῖς ὡς Θεὸς προεδήλου κοίμησιν· παρὼν δὲ καὶ πελάζων τῷ τάφῳ πυνθάνεται· Ποῦ τεθείκατε αὐτόν; τὰ τῆς φύσεως ἡμῶν ἐνδεικνύμενος μέτρα.

Καί· Ὁ Ἰησοῦς ᾔδει τὰς διανοίας αὐτῶν, ὅτι ἔμελλον αὐτὸν ἐρωτᾷν. Ἐπεὶ καθὸ ἄνθρωπος, πάντων εἶχε τὴν γνῶσιν, τῷ ἡνῶσθαι τῷ Λόγῳ καθ’ ὑπόστασιν, ὥσπερ καὶ τῶν λοιπῶν πεπλουτηκὼς καλῶν. Καὶ πάλιν προσεποιεῖτο ἀγνοεῖν τὴν ἡμέραν καὶ ὥραν, καθ’ ἣν τοῦδε τοῦ παντὸς ἥξει τὸ πέρας, τὸ οἰκεῖον τῷ προσλήμματι νέμων. Ἅπερ ἅπαντα διὰ τὴν οἰκονομίαν εἰς ἑαυτὸν ἀναλαβών, τέλειος ἄνθρωπος κατὰ πάντα ὥσπερ καὶ Θεὸς τέλειος χρηματίζων παρ’ ἡμῶν δοξάζεται καὶ κηρύσσεται. Κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ κτιστὸς καὶ ἄκτιστος ὁ αὐτὸς ὁμολογεῖται, καὶ θνητὸς καὶ ἀθάνατος, καὶ τἄλλα ὅσα περὶ τὸν ἕνα καὶ τὸν αὐτὸν ἀντικειμένως θεωρεῖται διὰ τὴν διπλόην τῶν φύσεων. Ἀλλὰ τούτων οὕτως κηρυσσομένων, τίς ὁ κωλύσων λόγος εὐσεβῶς δογματίζοντας, μὴ καὶ τὴν λοιπὴν συζυγίαν ὁμοιοτρόπως τῷ αὐτῷ νέμειν προσώπῳ, ὃ δὴ τοῖς Χριστομάχοις ἀπείρηται δυσσεβῶς; καὶ ὅσον μὲν εἰς τὴν τοῦ Λόγου φύσιν ἀνῆκεν, ἀποδιδόναι τὸ ἀπερίγραπτον· ὅσον δὲ εἰς τὴν τοῦ δούλου μορφήν, τὸ περιγραπτὸν ἀνατίθεσθαι. Τίς οὕτως κτηνώδης καὶ ἄλογος τὴν ψυχήν, καὶ φρενῶν ἔξω καθεστώς, τὰ μὲν ἄλλα πάντα, διττὰ ἐπὶ διτταῖς ταῖς γεννήσεσιν ὁμολογεῖν ἢ φύσεσιν, περὶ δὲ τὸ ἓν μόνον ζυγομαχεῖν; Εἰ γάρ τις τὰ οἰκειότατα καὶ ἀκριβῆ τῶν φύσεων ἀφέλοι γνωρίσματα, μηδὲ φύσιν εἶναι ἀπολίποιτο ἄν.

Τί γὰρ ἐντεῦθεν τὸ ὕποπτον ἢ βλαβερώτατον; Ὡς γὰρ τὸ ἐνεργεῖν καὶ θέλειν, καὶ ἀγνοεῖν ἔτι καὶ πάσχειν ἀνθρωπίνως τὸν Κύριον, κατ’ οὐδένα τρόπον τὸν τῆς κατ’ αὐτὸν θεότητος ἐλωβήσαντο λόγον, οὐδὲ διαίρεσιν κατὰ τὴν αὐτὴν καὶ μίαν ὑπόστασιν συνεισηνέγκαντο, οὕτως οὐδὲ τὸ σαρκὶ αὐτὸν γράφεσθαι, καθὸ τοῖς ἀνθρώποις ὤφθη καὶ συνανεστράφη, καθ’ ὁντιναοῦν τρόπον ὕβριν προστρίψαιτο, ἢ περὶ τὴν μίαν ὑπόστασιν κατά τι γοῦν διάστασις ὀφθήσεται.

Ἐῤῥέτωσαν οὖν εἰκῆ φλυαροῦντες οἱ τῷ λόγῳ τῆς θείας οἰκονομίας βασκαίνοντες, καὶ τῆς καθ’ ἡμᾶς εὐαγοῦς ἀλλοτριούμενοι πίστεως.