Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Ἀντιρρητικοὶ τρεῖς κατὰ Κωνσταντῖνου τοῦ Κοπρωνύμου

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Η υπεροχή της εικόνας του Χριστού έναντι του τύπου του σταυρού

Θεολογικά συλλογιστικά επιχειρήματα που καταδεικνύουν γιατί η απεικόνιση του προσώπου του Χριστού υπερέχει έναντι της προσκυνήσεως του σταυρού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 10 από 15

ὃ δὴ καὶ αὐτὸ τῆς ἄκρας ἀμαθίας καὶ ἀσυνεσίας τῶν νῦν τὰ τοιαῦτα ἐκζητούντων τεκμήριον· τί γὰρ φήσουσι πρὸς τὸν εἰρηκότα, ὅτι «Ἐὰν τὸν νόμον ὅλον φυλάξῃ τις, πταίσῃ δὲ ἐν ἑνί, γέγονε πάντων ἔνοχος;» καὶ ταῦτα περὶ πράξεων νομικῶν, ἤπου γε τῆς ἀμωμήτου καὶ ἀκιβδήλου ἡμῶν πίστεως· οὐκ ἔστιν οὖν ἡμῖν περὶ τούτων ζυγομαχεῖν, ὁπότε παραπλησίως ἀλλήλοις τιμᾶσθαι τὰ ἅγια, καὶ Πατέρων ἱερῶν θεσμοὶ θεοπρεπῶς ἐκπεφωνημένοι διαγορεύουσι.

λεʹ. Διὰ δὲ φιλόνεικον καὶ ἀναίσχυντον τῶν ἀνοήτων, περιεργότερον τούτων ἕνεκεν διαλήψεσθαι δεῖν ᾠήθημεν· οὐδενὶ μὲν τὸ ἄδοξον περιτιθέντες, ὅσον δὲ ἐκ τῆς ἐξετάσεως τοῦ ἀκολούθου ἀνήκει, τὸ ὑπερφυὲς κατά τι γοῦν ἐν αὐτοῖς, ὡς ἐν βραχεῖ τῷ λόγῳ παριστῶντες· λέγομεν τοίνυν ἵνα ἐκ τοῦ ὁμοίου τὴν ἀρχὴν ποιησώμεθα, ἐπειδὴ τοῦτο καὶ εἰκών· Αʹ) Ὅτι ἡ εἰκὼν τοῦ Χριστοῦ, ὁμοίωμα αὐτοῦ ἐστι, καὶ τῷ σώματι αὐτοῦ προσέοικε, καὶ τὸν τύπον τοῦ σώματος αὐτοῦ ἡμῖν ὑπογράφει, καὶ τὸ εἶδος κατεπαγγέλλεται, καὶ τρόπον πράξεως ἢ διδασκαλίας ἢ πάθους ὡς τὰ πολλὰ ἀπομιμουμένη διασημαίνει· ὁ δὲ τοῦ σταυροῦ τύπος, οὔτε προσέοικεν αὐτοῦ τῷ σώματι, οὔτε οὐδὲν τῶν εἰρημένων ἡμῖν ὑποδείκνυσι· τὸ δέ τινι ὅμοιον, τοῦ μὴ ὁμοίου ἐγγύτερόν ἐστι καὶ οἰκειότερον, ὡς διὰ τῆς ὁμοιότητος γνωριμώτερον ἐκεῖνο ποιοῦν καὶ διὰ τοῦτο καὶ τιμιώτερον· ἡ εἰκὼν ἄρα τοῦ Χριστοῦ, ὡς οἰκειοτέρα καὶ γνωριμωτέρα, τιμίου καὶ σεπτοῦ τοῦ τύπου τοῦ σταυροῦ παρ’ ἡμῖν τυγχάνοντος, τιμιωτέρα ἂν εἴη καὶ σεβασμιωτέρα.

Βʹ) Ἔτι ἡ εἰκὼν τοῦ Χριστοῦ, πρώτως καὶ ἀμέσως εὐθύς τε καὶ ἐκ πρώτης ἐντεύξεως, τὸ εἶδος αὐτοῦ παρ’ ἡμῖν ἐμφανίζει, καὶ τὴν μνήμην ἐντίθησιν· αὐτὸν γὰρ τὸν εἰκονιζόμενον ἐν αὐτῇ κατοπτριζόμεθα· ὁ δὲ σταυρὸς οὐχ οὕτως· σταυρὸν γὰρ ἐνορῶντες, πρῶτον μὲν πρὸς τὸ φαινόμενον τὸν νοῦν ἀπερείδομεν· ἔπειτα δέ, τί ἐστιν, ἐννοοῦμεν, καὶ πῶς ἡγίασται ἀναθεωροῦμεν, καὶ παρὰ τίνος, καὶ οὕτω κατὰ δεύτερον λόγον, ἐπὶ τὸν σταυρωθέντα καὶ ἁγιάσαντα αὐτὸν μέτιμεν· τὸ τοίνυν πρώτως ἐπί τι μεταβαῖνον, καὶ πρώτως αὐτὸ γνώριμον ποιοῦν, τοῦ δευτέρως ταῦτα ποιοῦντος τιμιώτερον· ἡ εἰκὼν ἄρα τοῦ Χριστοῦ, τοῦ σταυροῦ τιμίου ὄντως τιμιωτέρα ὑπάρχει.

Εἶτα Γʹ) παρὰ πᾶσι τοῖς νοῦν ἔχουσιν ὡμολόγηται, Ἔτι τὸ ἁγιάζον τοῦ ἁγιαζομένου κρεῖττόν ἐστι· καὶ γάρ, Χωρὶς πάσης ἀντιλογίας, φησὶ τὸ ἀποστολικὸν λόγιον, τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται· εἰ τοίνυν τὸ σῶμα Χριστοῦ τὸν σταυρὸν ἡγίασε προσομιλῆσαν αὐτῷ προσηλούμενον, καὶ ἡμῖν δι’ αὐτοῦ τὸν ἁγιασμὸν ἐνῆκεν, ὁ δὲ σταυρὸς δι’ αὐτοῦ ἡγίασται· ὧν δὲ τὰ πρωτότυπα τιμιώτερα, καὶ αὐτὰ τιμιώτερα· ἐπειδὴ δὲ ἄμφω τύποι, καὶ ὁ τύπος τοῦ ἁγιασθέντος σταυροῦ τίμιος, ὁ τύπος ἄρα τοῦ ἁγιάσαντος σώματος, μᾶλλον τιμιώτερος. Δʹ) Ἔτι ὁ τύπος τῆς ἐκτάσεως τῶν χειρῶν τοῦ Χριστοῦ καὶ τοῦ σχήματος σεπτός ἐστιν· ὅσῳ δὲ διαφέρει σῶμα σχήματος, τοσούτῳ καὶ τὰ ἀπ’ αὐτῶν διοίσει· ὧν γὰρ τὰ ἀρχέτυπα τιμιώτερα, καὶ αὐτὰ τιμιώτερα· καὶ γὰρ τὸ σχῆμα διὰ τὸ σῶμα, καὶ ἡ ἔκτασις· οὐ μὴν ἔμπαλιν τὸ σῶμα διὰ τὸ σχῆμα· καὶ τὸ μὲν σῶμα, οὐσία καὶ ὑποκείμενόν ἐστι· τὸ δὲ σχῆμα συμβεβηκὸς καὶ παρακολούθημα· ὅσῳ οὖν οὐσία συμβεβηκότος κρείττων, τοσούτῳ καὶ σῶμα σχήματος, ἢ ὅσον ψυχὴ ἐπιστήμης· καὶ τὸ μὲν σῶμα ἐσχηματισμένον ἐστί τε καὶ λέγεται· σχῆμα δὲ σεσωματωμένον, οὐδεὶς τῶν σωφρονούντων ἐρεῖ· οὕτω γὰρ καὶ τὸ σῶμα κεχρωσμένον λεχθείη ἄν, οὐκέτι δὲ χρώματος σῶμα, οὐδὲ χρῶμα σεσωματωμένον· κρείττονα οὖν τὰ τοῦ σώματος ἤπερ τὰ τοῦ σχήματος· καὶ εἰ τοῦτο, ἄρα ὁ τύπος τοῦ σώματος, τοῦ τύπου τοῦ σχήματος τιμιώτερος.

Ἔτι Εʹ) ὁ σταυρὸς ἁπλοῦν πως καὶ ἀποίκιλον ἡμῖν εἰσφέρει τὸ Χριστοῦ πάθος· τοῖς δὲ ἀγροικοτέροις μόλις ἂν καὶ πάθους σύμβολον νοηθείη· τὰ δὲ ἱερὰ μορφώματα, οὐ τὸ πάθος μόνον ποικίλλουσι καὶ λεπτότερον διαγράφουσιν, ἀλλ’ ἤδη καὶ τὰ θαύματα καὶ τὰ τεράστια, ἅπερ ὁ Χριστὸς ἐξειργάσατο, πλατύτερον καὶ σαφέστερον ἡμῖν διασημαίνουσι· τὰ τοίνυν τρανότερον καὶ ἐκδηλότερον ἡμῖν ταῦτα ὑποφαίνοντα, τῶν ἀμυδρότερόν πως τὰ τοιαῦτα δηλούντων, τιμιώτερα καὶ εὐσημότερα. Ϛʹ) Ἔτι ὁ σταυρὸς πάθους σύμβολόν ἐστι, καὶ τὸν τρόπον καθ’ ὃν ὁ πεπονθὼς τὸ πάθος διήνεγκεν ὑπαινίσσεται· τί γὰρ ἕτερον βούλεται τό, Ἇρον τὸν σταυρόν σου, καὶ ἀκολούθει μοι, ἢ τὸν καθηλωμένον τῷ φόβῳ Κυρίου, καὶ τοῖς τοῦ κόσμου ματαίοις ἀποταξάμενον, εὐτρεπῆ εἶναι πᾶν ὁτιοῦν ὑπὲρ τῆς εἰς αὐτὸν ὑπομένειν ἀγάπης;

οὕτω δὴ καὶ ὁ τὰ στίγματα τοῦ Χριστοῦ ἐν τῇ σαρκὶ φέρων, καὶ μέγα ἐπὶ τῷ πάθει αὐτοῦ φρονῶν, ἐφιλοτιμεῖτο λέγων· Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· τὴν σταύρωσιν ἡμῖν διὰ τούτων ὑπογράφων, ἤτοι τὸ Χριστοῦ πάθος· ἡ δὲ εἰκὼν αὐτοῦ τοῦ πάσχοντος ἐκσφράγισμα καὶ ὁμοίωμά ἐστιν, οἰκειότερον δὲ καὶ ἀξιολογώτερον, τὸ αὐτόν τινα διαγράφον, ἢ τὸ τὰ ἐκτὸς καὶ περὶ αὐτὸν ὑποφαῖνον· ἀξιολογωτέρα ἄρα ἡ εἰκών, ὡς τὸν Χριστὸν αὐτὸν ἡμῖν ἐμφανίζουσα, τοῦ σταυροῦ τὸν τρόπον τοῦ πάθους ἡμῖν παραδεικνύντος.

Τὸ Χριστὸς ὄνομα Ζʹ) ὁμωνύμως καὶ κατὰ τῆς εἰκόνος αὐτοῦ τοῦ Χριστοῦ κατηγορεῖται· Χριστὸς γὰρ καὶ αὐτὴ λέγεται· ὥσπερ καὶ βασιλεύς, ἡ τοῦ βασιλέως εἰκών· κατὰ τοῦ σταυροῦ δὲ κατηγορεῖσθαι τοῦτο ἀδύνατον· οὐδεὶς γὰρ ἂν φαίη τῶν σωφρονούντων, Χριστὸν τὸν σταυρὸν οὐδενὶ τρόπῳ· ὃ τοίνυν ἐν μεθέξει καὶ αὐτοῦ τοῦ ὀνόματος γέγονε, καθάπερ ἤδη καὶ τῷ τοῦ σώματος τύπῳ κεκοινώνηκε, τοῦ μηδενὸς τούτων μετασχόντος τιμιώτερον· ἡ εἰκὼν ἄρα τοῦ τύπου τοῦ σταυροῦ τιμιωτέρα. Ηʹ) Τὸ αἴτιον τοῦ αἰτιατοῦ προηγεῖται· καὶ μᾶλλον τὸ ποιητικὸν αἴτιον· τὸ δὲ προηγούμενόν τινος, τιμιώτερον οὗ προηγεῖται· ἐπεὶ οὖν αἴτιον τοῦ τύπου τοῦ σταυροῦ, τὸ πάθος τοῦ σώματος τοῦ Χριστοῦ, καὶ προκαταρκτικὸν τὸ σῶμα τοῦ τύπου, καὶ ἡ εἰκὼν ἄρα τοῦ σώματος τοῦ Χριστοῦ, ὡς ποιητικὸν αἴτιον, τοῦ τύπου τοῦ σταυροῦ· τιμιωτέρα.

Θʹ) Ἔτι ὅ τινος ἕνεκεν γέγονεν, ἕλαττόν ἐστιν ἐκείνου τοῦ δι’ ὃ γέγονεν· εἰ τοίνυν ὁ σταυρὸς τοῦ Κυριακοῦ σώματος ἕνεκεν, ἀνάγκη καὶ ἐν τοῖς τούτων τύποις, τὸ ἕλαττον τὸν τύπον τοῦ σταυροῦ ἀποφέρεσθαι· ὧν γὰρ τὰ προηγούμενα ἐλάττονα, καὶ αὐτὰ ἐλάττονα· δέδεικται οὖν διὰ πλειόνων, ὡς καὶ αὐτοῦ τοῦ τύπου τοῦ ζωοποιοῦ σταυροῦ τιμίου ὄντος παρ’ ἡμῖν, ἡ εἰκὼν τοῦ Χριστοῦ, κατὰ τὴν τῶν ἀποδεδομένων λόγων ἀκολουθίαν τε καὶ ἐξέτασιν, τιμιωτέρα ὑπάρχει· ὁ τοίνυν τὸν σταυρὸν τιμᾷν ἐπαγγελλόμενος, τιμήσει ἄρα καὶ τοῦ Κυρίου τὴν εἰκόνα· εἰ δὲ ταύτην οὐ τιμᾷ, οὐδὲ ἐκεῖνον πολλοῦ γε καὶ δεῖ.

Εἶτα Ιʹ) ὁρῶμεν ἐν πλείοσι τόποις τὴν τοῦ Κυρίου σταύρωσιν ἐν εἰκόνι διαγεγραμμένην, καὶ ὡς τὸ εἰκὸς ἔχει, ἀνάλογον τῷ τοῦ πράγματος καθ’ ὃν πέπρακται τρόπῳ, ἐκκρεμές τε τὸ σῶμα, καὶ τὰς χεῖρας διαπλουμένας, καὶ τοῖς ἥλοις διαπεπερονημένας· ὑφ’ ὧν τὸ πάντων θαυμασίων θαυμασιώτερον, καὶ τῶν δι’ ὧν σεσώσμεθα τὸ καιριώτατον, πάθος ἡμῖν τοῦ Χριστοῦ τὸ σωτήριον ὑπογράφεται· τί οὖν πρὸς τοῦτο οἱ ἐχθροὶ τοῦ σταυροῦ τοῦ Χριστοῦ δράσειαν, ἀνάγκη δυοῖν τὸ ἕτερον· ἢ προσκυνοῦντας τὸν σταυρόν, καὶ τὴν εἰκόνα συμπροσκυνῆσαι, εἴπερ μὴ μέλλοι τὰ τῆς ἐπαγγελίας αὐτῶν διαπεσεῖσθαι· ἢ καθαιροῦντας τὴν εἰκόνα, συγκαταβάλλειν καὶ τὸν σταυρόν· οἱ δέ γε τὸ δεύτερον ἑλόμενοι, τέλεον καὶ τὸν σταυρὸν αὐτὸν καὶ πᾶσαν ὁμοῦ τὴν Χριστοῦ οἰκονομίαν ὡς ἀνοικονόμητοι παραγράφονται, καὶ τῶν ἐπηγγελμένων τὸ ψεῦδος δημοσιεύουσιν· εἰ γὰρ μετῆν αὐτοῖς ὁπωσοῦν ἀληθείας, ἔδει προηγουμένως τὴν εἰκόνα τιμᾷν ὡς ποιητικὸν αἴτιον, καὶ προαγωγικὸν τοῦ σταυροῦ· πᾶν γὰρ ὅ τινος ἕνεκεν εἴρηται, ἕλαττον ἐκείνου τοῦ δι’ ὃ γέγονε· καὶ εἰ ὁ σταυρὸς τιμητέος, ὥσπερ οὖν καὶ ἔστι, μᾶλλον ἡ τὸν τοῦ αἰτίου τούτου λόγον ἐπέχουσα εἰκὼν τιμητέα· καὶ γὰρ ὁ σταυρὸς διὰ τὴν εἰκόνα γέγονεν, οὐκ ἔμπαλιν ἡ εἰκὼν διὰ τὸν τύπον τοῦ σταυροῦ· ταύτης γὰρ προηγουμένως διαγραφομένης καὶ τυπουμένης, συνδιεγράφη καὶ αὐτός, τῇ τε στάσει τοῦ ὀρθίου σώματος, καὶ τῇ ἐφ’ ἑκάτερα τῶν χειρῶν ἐκτάσει συναποτυπούμενος· ἐξ ἀνάγκης τε καὶ ἀκολούθως τῷ σχηματισμῷ τοῦ σώματος ὡς παρακολούθημα συναναφαινόμενος· καὶ οὐκ ἄν τις ἀποσφαλείη τἀληθοῦς λέγων, ὡς ὅ γε τὴν εἰκόνα τοῦ Κυρίου τῷ τοιῷδε τρόπῳ διαχαράσσων, καὶ εἰ μὴ βούλοιτο, καὶ τὸν τόπον τοῦ σταυροῦ συνδιαχαράξειε· πῶς οὖν οὐκ ἔκδηλος διὰ πάντων, τῶν Χριστομάχων ἡ παραφροσύνη καὶ ἡ δυσσέβεια;

τὸν μὲν γὰρ ὡς τίμιον σέβειν ὑποκρίνονται, τὸ δὲ μᾶλλον τίμιον τέλεον διαπτύουσιν· ἀλλ’ οὐ τῷ σταυρῷ τὸ τίμιον νέμοντες, τοῦτο ποιοῦσι· πῶς γὰρ οἵ γε συγκαταβάλλοντες ἐν πολλοῖς, καὶ καταφλέγοντες καὶ συμπατοῦντες ποσὶ βεβήλοις καὶ ἀκαθάρτοις; ἀλλ’ ἵνα μὴ δοκοῖεν πάντα ἐκ πυθμένος παρακινεῖν τὰ τῆς Ἐκκλησίας σεβάσματα, τὸν θεῖον τοῦ Χριστοῦ τύπον εὐκαίρως ἀκαίρως ἐκποδὼν ποιεῖσθαι προελόμενοι, ἐπειδὴ βαρύς ἐστιν αὐτοῖς καὶ ἐν εἰκόνι βλεπόμενος· ὡς γὰρ εἴ τις τὸ φυσικὸν αἶσχος βουλόμενος ἀποτρίψεσθαι, κομμωτικοῖς καλλωπίσμασιν ἐπιμορφίζοιτο, τὸν τοῦ σταυροῦ λόγον ὡς σκῆψιν εὐπρεπεστάτην αὐτοὶ προχειρίζονται.

λϛʹ. Τί δὲ δεῖ περὶ τοῦ τύπου τοῦ σταυροῦ λέγειν; αὐτὰ τὰ πρωτότυπα, ὡς ἄν τις φαίη, τοῦ σταυροῦ, τὰ σεβάσμια καὶ παρ’ ἡμῖν τοῖς πιστοῖς πιστῶς προσκυνούμενα, τίμια καὶ ζωοποιὰ ξύλα, καθυβρίζουσι καὶ ἀτιμάζουσιν αἰσχρῶς· τὰ γὰρ ἀρχῆθεν καὶ παρὰ Χριστιανῶν ἕν τε χρυσώμασι καὶ ἀργυρώμασι κατεσκευασμένα, καὶ καλούμενα φυλακτήρια, ἃ δὴ καὶ κατ’ αὐχένος ἐκκρεμαννύμενα, καὶ πρὸς τὸ στέρνον καθιέμενα φέρομεν Χριστιανοὶ πρὸς φυλακὴν καὶ ἀσφάλειαν τῆς ζωῆς ἡμῶν, καὶ σωτηρίαν τῶν ψυχῶν τε καὶ τῶν σωμάτων ἡμῶν· ἐντεῦθεν γὰρ αὐτοῖς καὶ τοὔνομα ἐπικέκληται, πρὸς ἰατρείαν τε παθῶν καὶ ἀποτροπὴν τῆς τῶν ἀκαθάρτων δαιμονίων προσβολῆς, ταῦτα κεκτῆσθαι πιστεύοντες, ἐν οἷς δὴ καὶ τὰ πάθη Χριστοῦ καὶ τὰ θαύματα, καὶ ἡ ζωοποιὸς ἀνάστασις ὡς τὰ πολλὰ εἰκονιζόμενα δείκνυται, καὶ τούτων πλῆθος ἄπειρον παρὰ Χριστιανοῖς εὑρίσκεται, τί ταῦτα παρὰ τοῖς ἀνοσίοις λελόγισται;

βδελυκτὰ τὰ φυλακτά, καὶ φευκτὰ τὰ αἱρετὰ ἡγήσαντο· αὐτοῖς οὖν τοῖς τιμίοις ξύλοις, ἃ δὴ παρὰ πυρὶ διαφέροντες, ὕλην ἀργὴν καὶ ἄσημον καὶ μηδενὸς ἐχομένην λόγου, διὰ τῆς χωνείας ἀποφαίνουσι· τοσοῦτον ἐμωράνθησαν καὶ ἐσκοτίσθησαν, ὅτι ἅπερ εἰς φυλακὴν καὶ ἀσφάλειαν τῆς ζωῆς αὐτῶν ἔδει συνέχειν καὶ περιέπειν, ταῦτα προὔδωκάν τε καὶ καταλελύκασι· προσόμοιόν τι ποιοῦντες, ὡς εἴ τις τειχίον ἐκέκτητο ἀσφαλέστατον, καὶ φρούριον ἐρυμνότατον, εἶτα τῆς ἑαυτοῦ φυλακῆς ἀλογήσας καὶ σωτηρίας, ἀνοήτως ἀφρονέστατα καθελών, εὐάλωτον τοῖς ἐπιβουλεύουσιν ἑαυτὸν παρεστήσατο· τί οὖν ἐντεῦθεν δείκνυται; ὅτι τῷ συγκαθαιρεῖσθαι τὰ ἅγια ταῦτα ἀλλήλοις, τὸ ἐν αὐτοῖς ὁμότιμον διαφανῶς γινώσκεται· πῶς οὖν εἰ φευκτὰ ἦν τὰ ἱερὰ ταῦτα, τοῖς τιμίοις στελέχεσι συνεφήρμοσαν οἱ Χριστιανοὶ τὸ ἀνέκαθεν, καὶ συγκατεσκεύασαν; ἄξιον δὲ πανταχοῦ τοῖς ἐχθροῖς τοῦ σταυροῦ τοῦ Χριστοῦ ἐπιλέγεσθαι, ὅτι βαρύς ἐστιν αὐτοῖς ὁ Χριστὸς καὶ ἐν εἰκόνι βλεπόμενος, καὶ ἡ μνήμη δυσαχθεστέρα καὶ βαρυτέρα παρὰ τοσοῦτον, παρ’ ὅσον Ἰουδαίοις καὶ Ἕλλησιν, οἷς εὐκαίρως αὐτοὶ συγκαταριθμηθήσονται. λζʹ. «

Ἀλλὰ ταῖς εἰκόσι Χριστοῦ, φασί, καὶ ἕτερά τινα τῶν βδελυκτῶν καὶ ἀπηγορευμένων συνδιαγράφεται, οἷον ὡς ἐπὶ τῆς ἀναστάσεως ὁ ᾅδης πατούμενος, καὶ διάβολος καταργούμενος καὶ καταβαλλόμενος, καὶ εἴ τι τούτοις προσέοικε· λανθανόντως δὲ καὶ ταῦτα συμπροσκυνεῖται· ὅθεν οὐκ ἐξὸν οὐδὲ ταῖς Χριστοῦ προσκυνεῖσθαι εἰκόσιν.»

Ἁλίσκονται δὲ καὶ ἐνταῦθα τοῖς οἰκείοις δικτύοις οἱ ἀνόητοι· ὃ γὰρ ἡμῖν ἐγκαλοῦσι, τοῦτο καὶ αὐτοὶ δοξάζοντες δείκνυνται· ὁμολογοῦσι γὰρ καὶ ἄκοντες, ὅτι ἡ τῶν εἰκόνων τιμή, ἐπὶ τὰ πρωτότυπα διαβαίνει· εἰ γὰρ διὰ τοῦτο ταῦτα ἀπηγόρευται, πολλῷ μᾶλλον τὰ θεῖα τιμητέα, ἵνα ἡ τιμὴ ἐπὶ τὸ πρωτότυπον ἀνέλθοι· ἐκ τούτου οὖν τις καὶ λίαν ἐμμελῶς τεκμήραιτο, ὅτι ὃ περὶ τοῦ σταυροῦ τοῦ Χριστοῦ ἔχουσι σκολιὸν καὶ ὕπουλον φρόνημα, καὶ τέως τοῖς πολλοῖς ἀποκρυπτόμενον, ἠρέμα πως παραδηλοῦσι, καὶ τοῖς συνετωτέροις διὰ τούτων ἐκκαλύπτουσι· τὰ γὰρ ἐν χερσὶν ἐξανύοντες, Θεοῦ παρορῶντος καὶ συγχωροῦντος, ἐν τοῖς ἑξῆς, ὡς τὸ εἰκός, καὶ τὸ ἀκόλουθον τῆς ἐννοίας ἔχει, ὅτι οὐδὲ Χριστὸν ἐσταυρωμένον προσκυνήσουσιν, ἀποφανοῦνται, ἐπειδὴ καὶ λῃσταὶ συνεσταύρωνται κακοῦργοι, καὶ ἄνδρες ἀνόσιοι· ἀλλ’ ἡμεῖς γε νήφομεν οἱ Χριστιανοί, καὶ οὐκ ἀπεκτηνώθημεν κατ’ αὐτούς· ὃ γὰρ προσκυνοῦμεν, οἴδαμεν· τὰ γὰρ ἱερὰ σέβομεν ὡς ἅγια, τὰ δὲ αἰσχρὰ ἐκεῖνα, ὡς νεκρούμενα καὶ πατούμενα καὶ βλέπομεν καὶ λογιζόμεθα· οὐ γὰρ τιμὴν αὐτοῖς περιτιθέντες, συμπαρέγραψαν οἱ φιλόθεοι, ἀλλὰ τὸ ἀδρανὲς καὶ τὸ ἐξαίσιον αὐτῶν πτῶμα παριστάνοντες· ὃ καὶ ἡμεῖς ἀναθεωροῦντες, τὸν καταργήσαντα Κύριον δοξάζομεν, καὶ διὰ τοῦτο μᾶλλον αὐτοῦ προσκυνοῦμεν τὸ σεβάσμιον ἐκτύπωμα, τῶν δι’ αὐτοῦ γεγενημένων ἡμῖν ἀξιαγάστων εὐεργεσιῶν, καὶ τῆς κοινῆς σωτηρίας τοῦ γένους ἡμῶν, εἰς μνήμην ἐρχόμενοι· θαυμάζομέν τε αὐτοῦ τὰ μεγαλεῖα, καὶ τὴν φιλάνθρωπον ἀνυμνοῦμεν συγκατάβασιν· εἴποι δ’ ἄν τις ἐκ τοῦ παρόντος, ἤδη καὶ τοῦ μέλλοντος καταστοχαζόμενος, ὡς ἥξουσί ποτε καὶ ἐπὶ τὴν ἱερὰν τῶν Εὐαγγελίων συγγραφήν, ὡς δαιμόνων δή τινων καὶ ἄλλων πονηρῶν μνήμην εἰσφέρουσαν αἰτιασόμενοι· ἀλλ’ οὐ δι’ ἐκεῖνα ταῦτα, διὰ δὲ τὸν θαυματουργήσαντα καὶ ἀπελάσαντα δαίμονας, καὶ νόσους καθάραντα προδήλως συνενήνεκται.

Οὐδὲ τῷ Εὐαγγελίῳ συμπροσκυνηθήσεται· καὶ γὰρ ἡ παρ’ ἡμῶν προσκύνησις, εἰ καὶ αἰσθητῶς γίνεται πρὸς αἰσθητά γε ὄντα τὰ ἅγια, ἀλλ’ οὖν γε ἐντεῦθεν ταῖς νοεραῖς ἐνεργείαις, ἐπὶ τὸν τούτων αἴτιον τὸ σέβας ἀνάπτομεν, καὶ συμβολικῶς ταῦτα ἐπιτελεῖται· ἐπείπερ ἥ γε προσκύνησις ἡμῶν καὶ ἡ λατρεία ἐν πνεύματι καὶ ἀληθείᾳ, κατὰ τὸν τοῦ Σωτῆρος λόγον, κυρίως καὶ ἀληθῶς ἐστιν· ἡμεῖς γὰρ ὃ προσκυνοῦμεν, οἴδαμεν· αὐτοὶ δὲ ὃ προσκυνοῦμεν, οὐκ ἴσασι, τῷ μὴ εἰδέναι αὐτοὺς τῆς θείας οἰκονομίας τὸ μέγα μυστήριον.