Ἁλίσκονται δὲ καὶ ἐνταῦθα τοῖς οἰκείοις δικτύοις οἱ ἀνόητοι· ὃ γὰρ ἡμῖν ἐγκαλοῦσι, τοῦτο καὶ αὐτοὶ δοξάζοντες δείκνυνται· ὁμολογοῦσι γὰρ καὶ ἄκοντες, ὅτι ἡ τῶν εἰκόνων τιμή, ἐπὶ τὰ πρωτότυπα διαβαίνει· εἰ γὰρ διὰ τοῦτο ταῦτα ἀπηγόρευται, πολλῷ μᾶλλον τὰ θεῖα τιμητέα, ἵνα ἡ τιμὴ ἐπὶ τὸ πρωτότυπον ἀνέλθοι· ἐκ τούτου οὖν τις καὶ λίαν ἐμμελῶς τεκμήραιτο, ὅτι ὃ περὶ τοῦ σταυροῦ τοῦ Χριστοῦ ἔχουσι σκολιὸν καὶ ὕπουλον φρόνημα, καὶ τέως τοῖς πολλοῖς ἀποκρυπτόμενον, ἠρέμα πως παραδηλοῦσι, καὶ τοῖς συνετωτέροις διὰ τούτων ἐκκαλύπτουσι· τὰ γὰρ ἐν χερσὶν ἐξανύοντες, Θεοῦ παρορῶντος καὶ συγχωροῦντος, ἐν τοῖς ἑξῆς, ὡς τὸ εἰκός, καὶ τὸ ἀκόλουθον τῆς ἐννοίας ἔχει, ὅτι οὐδὲ Χριστὸν ἐσταυρωμένον προσκυνήσουσιν, ἀποφανοῦνται, ἐπειδὴ καὶ λῃσταὶ συνεσταύρωνται κακοῦργοι, καὶ ἄνδρες ἀνόσιοι· ἀλλ’ ἡμεῖς γε νήφομεν οἱ Χριστιανοί, καὶ οὐκ ἀπεκτηνώθημεν κατ’ αὐτούς· ὃ γὰρ προσκυνοῦμεν, οἴδαμεν· τὰ γὰρ ἱερὰ σέβομεν ὡς ἅγια, τὰ δὲ αἰσχρὰ ἐκεῖνα, ὡς νεκρούμενα καὶ πατούμενα καὶ βλέπομεν καὶ λογιζόμεθα· οὐ γὰρ τιμὴν αὐτοῖς περιτιθέντες, συμπαρέγραψαν οἱ φιλόθεοι, ἀλλὰ τὸ ἀδρανὲς καὶ τὸ ἐξαίσιον αὐτῶν πτῶμα παριστάνοντες· ὃ καὶ ἡμεῖς ἀναθεωροῦντες, τὸν καταργήσαντα Κύριον δοξάζομεν, καὶ διὰ τοῦτο μᾶλλον αὐτοῦ προσκυνοῦμεν τὸ σεβάσμιον ἐκτύπωμα, τῶν δι’ αὐτοῦ γεγενημένων ἡμῖν ἀξιαγάστων εὐεργεσιῶν, καὶ τῆς κοινῆς σωτηρίας τοῦ γένους ἡμῶν, εἰς μνήμην ἐρχόμενοι· θαυμάζομέν τε αὐτοῦ τὰ μεγαλεῖα, καὶ τὴν φιλάνθρωπον ἀνυμνοῦμεν συγκατάβασιν· εἴποι δ’ ἄν τις ἐκ τοῦ παρόντος, ἤδη καὶ τοῦ μέλλοντος καταστοχαζόμενος, ὡς ἥξουσί ποτε καὶ ἐπὶ τὴν ἱερὰν τῶν Εὐαγγελίων συγγραφήν, ὡς δαιμόνων δή τινων καὶ ἄλλων πονηρῶν μνήμην εἰσφέρουσαν αἰτιασόμενοι· ἀλλ’ οὐ δι’ ἐκεῖνα ταῦτα, διὰ δὲ τὸν θαυματουργήσαντα καὶ ἀπελάσαντα δαίμονας, καὶ νόσους καθάραντα προδήλως συνενήνεκται.