Ὁ τοίνυν τοῦ πλάσματος τοῦ ἑαυτοῦ Κύριος, φιλανθρωπίας περιουσίᾳ, δι’ οἶκτον ἄφατον τὴν τῷ θανάτῳ ὑπενηνεγμένην φύσιν, φθορᾶς ἀπαλλάξαι βουλόμενος, καὶ εἰς τὸ ἐξ ἀρχῆς τῆς εὐμοιρίας ἐπανασώσασθαι, σῶμα τοιοῦτον ἀνειληφέναι οὐκ ἀπηξίωσεν, ὁποῖον δὴ ὁ κατάκριτος ἔχων ἐφάνη, ἡμεῖς τε πάντες οἱ τῷ αὐτῷ κεκοινωνηκότες συγκρίματι, ὃ δὴ θνητὸν καὶ φθαρτόν ἐστι· σῶμα δὲ ὄν, οὐκ ἂν εἴη περιγραφῆς ἐλεύθερον, ἕως ἂν ᾖ σῶμα· εἶτα θανάτῳ σωματικῷ προσομιλήσας, ᾧπερ οὐχ ὑπῆρχε κατάχρεως, ἀλλὰ τὸ ὑπὲρ ἡμῶν ἀπετίννυε χρέος· ἵνα τὴν ἐν Ἀδὰμ παράβασιν, ἐν ἑαυτῷ ἐξιάσηται, καὶ τὴν ἧτταν ἀνακαλούμενος τῆς φύσεως, ἀναστήσῃ τὸν κείμενον· ἐπειδὴ «Ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ·» κατήργηκε μὲν τὸν θάνατον, καθεῖλε δὲ τὴν φθοράν, ζωὴ κατὰ φύσιν ὑπάρχων ἀληθῶς καὶ ἀθανασίας πηγή, κρείττων θανάτου καὶ φθορᾶς ὀφθείς· ἡ γὰρ σὰρξ αὐτοῦ οὐκ εἶδε διαφθοράν, καταποθεῖσαν εἰς νῖκος καὶ ἀφανισθεῖσαν ὑπὸ τοῦ τὸν κόσμον νικήσαντος, τῇ κρείττονι καὶ πανσθενεῖ τοῦ λόγου δυνάμει συντηρουμένη, κἂν ἦν πεφυκυῖα τοῦ φθείρεσθαι· εἶτα ἀνέστη τριήμερος, καὶ πάντα τὰ ἐκ τῆς ἁμαρτίας ἐγκατασκήψαντα τῇ φύσει αἰτιάματα καὶ προστρίμματα δι’ ἑαυτοῦ ἐκκαθάρας ἀπέσμηξεν, ὥσπερ ἀπαρχὴ καὶ ἀῤῥαβὼν τοῦ καθ’ ἡμᾶς χρηματίσας φυράματος, λαμπρόν τε οὕτω καὶ μώμου παντὸς ἄνευ, τὸ ἴδιον ἀποφήνας ποίημα, καὶ τὰ ἐκ τῆς οἰκείας δόξης αὐχήματα δωρησάμενος· οὕτω γὰρ καὶ βαπτιζόμενος, τὴν ἡμετέραν ἐνήργησε κάθαρσιν, ὁ πάσης ἐπέκεινα καθαρότητος· τοῦτο δὲ καὶ πάλαι ἂν πεπλουτήκει, εἴπερ τὸ ἀπαρχῆς κτισθεὶς ὁ ἄνθρωπος τὴν ἐντολὴν τετηρήκει τοῦ Κτίσαντος· καὶ γὰρ ἐπ’ ἀθανασίᾳ πρὸς τοῦ Δημιουργήσαντος, καὶ τῇ πρὸς τὸ κρεῖττον ἀναδρομῇ παρενήνεκται.