Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Ἀντιρρητικοὶ τρεῖς κατὰ Κωνσταντῖνου τοῦ Κοπρωνύμου

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Η περιγραπτότητα του αναστημένου σώματος του Χριστού

Επιχειρηματολογία υπέρ της διατήρησης της περιγραπτότητας της ανθρώπινης φύσης του Κυρίου ακόμη και μετά την Ανάσταση και την Ανάληψή Του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 11 από 15

ληʹ. Ἔτι φασίν, ὅτι «Πρὸ μὲν τοῦ πάθους Χριστοῦ καὶ τῆς ἀναστάσεως, Χριστὸν περιγράφεις· τί δ’ ἂν εἴποις μετὰ τὴν ἀνάστασιν; ἐπειδὴ οὐκ ἐν τοῖς αὐτοῖς τὰ πράγματα· ἄφθαρτον γὰρ λοιπὸν τὸ σῶμα Χριστοῦ, καὶ τὴν ἀθανασίαν κληρωσάμενον· ποῦ οὖν σοι τὰ τῆς περιγραφῆς χωρήσειε; καὶ πῶς περιγραφήσεται τὸ κεκλεισμένων τῶν θυρῶν πρὸς τοὺς μαθητὰς εἰσιόν, καὶ μηδενὶ κωλύματι περιειργόμενον;» Ταῖς τολμηρίαις γὰρ τῶν Δοκητῶν ἀναισχύντως ἑπόμενοι, μηδὲ ἐφάψασθαι χερσὶ τὸν μαθητὴν τῆς θείας πλευρᾶς κενολογοῦσι· κελευσθέντα δὲ μόνον παρὰ τοῦ Σωτῆρος μὴ μέντοι καὶ τὸ προσταχθὲν εἰς ἔργον ἐξενέγκαντα· καὶ διὰ ταῦτα μήτε ὀφθῆναι σώματι, μήτε εἶναι σῶμα τὸ παράπαν τὸ σῶμα. Οὕτως αὐτοῖς τὰ τῶν Εὐαγγελίων ἄπιστα!

Ἀλλὰ τοῦτο πρῶτον ἀκούσεται ὁ περὶ ταῦτα διαπορῶν, ὅτι Εἰσελθών, φήσας, τὸ ἀπορούμενον ἔλυσας· ὅλως γὰρ τὸ εἰσελθεῖν, καὶ ἐξελθεῖν, ἢ μεταβαίνειν ἐντεῦθεν ἐκεῖσε, οὐδὲν ἕτερον ἢ περιγραφῆς ἐστιν ἴδιον· τὸ γὰρ ἐντὸς θυρῶν γεγονός, οὐκέτι δὲ καὶ ἐκτὸς ὑπάρχον, περιγραπτὸν πάντως ἐστίν· οὕτω καὶ ἐπὶ τῆς Σωτηρίου ἀναστάσεως κατίδοι τις ἄν, τοῦ λίθου τῷ τάφῳ ἐπικειμένου, ἐφ’ ᾧ τὰ σήμαντρα προσετετύπωτο· ἀναστὰν γὰρ τὸ σῶμα, οὐκ ἦν καὶ ἐν τῷ τάφῳ· ἐξ οὗ τὸ περιγραπτὸν εἶναι, ἀκολουθεῖν ἐπάναγκες· τὸ δὲ ἐκ νεκρῶν ἀναστῆναι, καὶ πυλῶν κεκλεισμένων εἴσω γενέσθαι, καὶ εἴ τι τούτοις ἐτελεῖτο παραπλήσιον, οὐ σώματος πρόεισι νόμῳ, οὐδὲ τῆς καθ’ ἡμᾶς ἐνύλου καὶ ῥευστῆς φύσεως· ἐπεὶ καὶ πρὸ τοῦ πάθους, κατὰ κυμάτων ὁ Σωτὴρ πεζεύων τεθέαται, ἁφῇ χειρὸς νεκροὺς ἀνίστησι, καὶ τἄλλα ἅπερ ἐθαυματούργει διὰ τοῦ σώματος· καὶ οὐ δή που ταῦτά φαμεν ἴδια σώματος, οὐδὲ ἀσώματον· τῆς γὰρ δραστηρίου καὶ ἀμάχου δυνάμεως ἦν, ᾗ πάντα εἴκει· καὶ θαύματος λόγῳ, οὐκ ἰδιότητι ἐπράττετο σώματος· ἀλλ’ ἐπειδὴ τῷ κάλλει τῆς ἀφθαρσίας λελαμπρυσμένον μετὰ τὴν ἀνάστασιν γέγονε, καὶ ἀκήρατον, καὶ πάντη καθαρεῦον φθορᾶς καὶ παχύτητος, τῇ συνημμένῃ ἅμα ὑποστατικῶς καὶ ἀδιαστάτῳ φύσει, ἐξ ἧς τῶν ὑπὲρ φύσιν μετέσχε, τὰ ὑπὲρ σῶμα ἐνήργει, καὶ οἷα εἰκὸς οὐχ ἁπλῶς σώματος, ἀλλὰ θείου καὶ ἀφθάρτου σώματος.

Ἑωρᾶτο δ’ οὖν ὅμως τοῦτο πεφυκὼς ὁ Σωτήρ, οὐ μέντοι καθ’ ὃν τρόπον ἐπιχωριάζων τὸ πρότερον ἅπασι· τοῖς γοῦν ἀξίοις τῆς τοιαύτης θέας ἐμφανιζόμενος, τά τε σημεῖα τοῦ σταυροῦ παρεδείκνυ· καὶ τοῦτο ἡμᾶς ὁ μαθητὴς ἐμπεδοῖ, καὶ εὐγνωμόνως γε καὶ πιστῶς δεχόμεθα, τὴν θείαν πλευρὰν ἐπαφώμενος, μέγα τε κεκραγὼς καὶ λαμπρόν· «Ὁ Κύριός μου καὶ ὁ Θεός μου·» καὶ τὰ σεμνὰ γύναια ἀχράντων ποδῶν ἐφαπτόμενα· πρὸς δὲ καὶ οἱ συμπαρομαρτοῦντες, καὶ τὴν καρδίαν ἐκκαιόμενοι, καὶ τοὺς ὀφθαλμοὺς ἐν ταῖς ὁμιλήσεσι κεκρατημένοι περὶ τὴν ἐπίγνωσιν, ὃ δὴ μετὰ τὴν κλάσιν τοῦ ἄρτου λέλυται, βρώσεώς τε καὶ πόσεως ἠνείχετο, κἂν ἄφθαρτον ἦν τὸ σῶμα· ἅπερ οὐ τῷ δεῖσθαι τούτων, ἀλλὰ συγκαταβάσεως τρόπῳ καὶ διὰ τὴν οἰκονομίαν ἐπράττετο, ἵνα ὁ αὐτὸς ἐκεῖνος ὢν πιστευθῇ, ἀληθές τε καὶ μὴ φαντασία νομισθῇ τὸ τῆς ἀναστάσεως μυστήριον· τί δὲ καὶ ἑώρων οἱ θεσπέσιοι μαθηταί, ἐκ μέσου αὐτῶν αἰρόμενον, καὶ πρὸς οὐρανοὺς μετάρσιον ἀνιπτάμενον, ὃ συμπάρεδρον δόξης τῆς πατρικῆς ἐγένετο, καὶ πάλιν ὡσαύτως ἐλευσόμενον, κατὰ τὴν τῶν προπεμπουσῶν ὑπερκοσμίων δυνάμεων φωνήν, εἰ μὴ σῶμα περιγραπτὸν ἦν;

ἢ τί ποτε ὅλως ὁ μέγας Στέφανος, ὁ ἐν μάρτυσι πρώτιστός τε καὶ κράτιστος, ἐν μέσῳ τῶν τῆς ἀθλήσεως ἀγώνων ὤν, οὐ πολλῷ ὕστερον τῆς εἰς οὐρανοὺς τοῦ Σωτῆρος ἀνόδου, ἑωράκει καθὸ ἰδεῖν ἔδει τὸν τῆς τηλικαύτης πεπληρωμένον χάριτος, καὶ χωρητὸν ὑπερφυῶς ἦν τῇ φύσει τῇ ἀνθρωπείᾳ; ἢ οὐχὶ ἐν εἴδει τῷ ὀφθέντι ἐπὶ γῆς καθ’ ἡμᾶς, τὸν ἐκ δεξιῶν τῆς πατρικῆς δόξης ἑστῶτα θεώμενος; πῶς γὰρ αὐτῷ ἐξῆν λέγειν· «Θεωρῶ τοὺς οὐρανοὺς ἀνεῳγμένους, καὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν ἑστῶτα τοῦ Θεοῦ;» Ταῦτα καὶ τῶν θείων Πατέρων σαφῶς ἐκδιδάσκει τὰ δόγματα, ἅπερ εἰς ὕστερον παραθησόμεθα· κἂν οἱ τῆς ἀληθείας καὶ τοῦ Εὐαγγελίου διαπιστῶσιν ὑβρισταί, καί που καὶ Χριστὸν αὐτὸν ἀποδιώσονται, σάρκα καὶ ὀστέα τοῖς μαθηταῖς δεικνύοντα, ἐπεὶ πνεῦμα παρ’ αὐτοῖς θεωρεῖσθαι ἐδέδοκτο, καὶ ταῦτα ἐκτὸς εἶναι οἰήσονται σώματος· ἀλλ’ ἡμεῖς γε τὸ ἀψευδὲς τούτων κηρύσσοντες λέγομεν, ὅτι ᾧ τρόπῳ συγκαταβάσεως ᾠκονόμηται, τούτῳ καὶ περιγράφεται· ὡς ἂν καὶ δι’ ὄψεως ἡμῖν τὰ τῆς ἀληθείας γνωρίζηται.

λθʹ. Πῶς οὖν τὰ μὲν ἄλλα μεταβέβληται, τὸ θνητὸν γὰρ ἀθάνατον γέγονε, καὶ τὸ φθαρτὸν ἄφθαρτον ὤφθη, καὶ ἀπαθὲς τὸ παθητόν, τὸ δὲ περιγραπτὸν οὐχ ὑπῆρξε καὶ ἀπερίγραπτον;

Φαμὲν τοίνυν, ὅτι τῇ φύσει τῇ ἀνθρωπείᾳ τὰ μὲν ἐξ ἀρχῆς παρὰ τοῦ Δημιουργοῦ συνέκτισται, καὶ συγκαταβέβληται, οἷον τὸ νοερόν, τὸ λογικόν, αἰσθητικόν τε αὖ καὶ ὀρεκτικόν, καὶ ὃ κρεῖττον εἰπεῖν αὐτεξούσιον, καὶ εἴ τι τούτοις προσόμοιον· καὶ ὁ ἄνθρωπος ἀπὸ γῆς ληφθεὶς σωματικῶς διαπέπλασται, καὶ σῶμα γέγονεν ὅπερ ἐξ ἀνάγκης ὁρατόν τε ὑπῆρχε πάντως καὶ ἁπτὸν καὶ περιγραπτόν· καὶ οὐδεὶς τῶν λόγου μετεσχηκότων, σῶμα εἶναι φήσειεν ἀπερίγραπτον· τὰ δὲ ἔξωθεν καὶ μετὰ τὴν κτίσιν ἐπισυμβέβηκε, καὶ οἷον ἐπιγενηματικὰ τυγχάνει, ἃ διὰ τὴν ἀθέτησιν τῆς τοῦ Κτίσαντος ἐντολῆς ἐπεισενήνεκται· ἐπειδὴ γὰρ τῷ ἐξ ἀρχῆς πεπλασμένῳ, τοῖς κατὰ γνώμην παρὰ τοῦ πλάσαντος, τὰ τῆς ζωῆς ἀπεκέκριτο, ἑνὶ δὲ νόμῳ τὸ αἱρετὸν αὐτῷ κατ’ ἐξουσίαν προὔκειτο, ἢ τηρήσαντα τοῦτον τὴν ἀνωτάτω καὶ ἀγγέλοις ἐφάμιλλον διακληρώσασθαι μακαριότητα, ἢ ἀλογήσαντα τῆς χειρίστης καὶ ἀθλιωτάτης μοίρας ἀποταχθήσεσθαι· ἣν δὴ τῇ ἐξαπάτῃ τοῦ ὄφεως προελόμενος, τὴν φθορὰν εὐθὺς καὶ τὴν θνητότητα φυσικῶς ὑποδύεται, καὶ ὁ λοιπὸς τῶν μυρίων παθῶν ἐσμὸς ἐπεισκρίνεται· οὐ γὰρ συνέκτισται τῷ πρωτοπλάστῳ ἡ φθορὰ καὶ ὁ θάνατος, ἐπεὶ οὐκ ἂν τοῦ τῆς ζωῆς ξύλου ἐδέησεν, ὅπερ ἐν μέσῳ τῷ παραδείσῳ τέθηλεν.

Ὁ τοίνυν τοῦ πλάσματος τοῦ ἑαυτοῦ Κύριος, φιλανθρωπίας περιουσίᾳ, δι’ οἶκτον ἄφατον τὴν τῷ θανάτῳ ὑπενηνεγμένην φύσιν, φθορᾶς ἀπαλλάξαι βουλόμενος, καὶ εἰς τὸ ἐξ ἀρχῆς τῆς εὐμοιρίας ἐπανασώσασθαι, σῶμα τοιοῦτον ἀνειληφέναι οὐκ ἀπηξίωσεν, ὁποῖον δὴ ὁ κατάκριτος ἔχων ἐφάνη, ἡμεῖς τε πάντες οἱ τῷ αὐτῷ κεκοινωνηκότες συγκρίματι, ὃ δὴ θνητὸν καὶ φθαρτόν ἐστι· σῶμα δὲ ὄν, οὐκ ἂν εἴη περιγραφῆς ἐλεύθερον, ἕως ἂν ᾖ σῶμα· εἶτα θανάτῳ σωματικῷ προσομιλήσας, ᾧπερ οὐχ ὑπῆρχε κατάχρεως, ἀλλὰ τὸ ὑπὲρ ἡμῶν ἀπετίννυε χρέος· ἵνα τὴν ἐν Ἀδὰμ παράβασιν, ἐν ἑαυτῷ ἐξιάσηται, καὶ τὴν ἧτταν ἀνακαλούμενος τῆς φύσεως, ἀναστήσῃ τὸν κείμενον· ἐπειδὴ «Ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ·» κατήργηκε μὲν τὸν θάνατον, καθεῖλε δὲ τὴν φθοράν, ζωὴ κατὰ φύσιν ὑπάρχων ἀληθῶς καὶ ἀθανασίας πηγή, κρείττων θανάτου καὶ φθορᾶς ὀφθείς· ἡ γὰρ σὰρξ αὐτοῦ οὐκ εἶδε διαφθοράν, καταποθεῖσαν εἰς νῖκος καὶ ἀφανισθεῖσαν ὑπὸ τοῦ τὸν κόσμον νικήσαντος, τῇ κρείττονι καὶ πανσθενεῖ τοῦ λόγου δυνάμει συντηρουμένη, κἂν ἦν πεφυκυῖα τοῦ φθείρεσθαι· εἶτα ἀνέστη τριήμερος, καὶ πάντα τὰ ἐκ τῆς ἁμαρτίας ἐγκατασκήψαντα τῇ φύσει αἰτιάματα καὶ προστρίμματα δι’ ἑαυτοῦ ἐκκαθάρας ἀπέσμηξεν, ὥσπερ ἀπαρχὴ καὶ ἀῤῥαβὼν τοῦ καθ’ ἡμᾶς χρηματίσας φυράματος, λαμπρόν τε οὕτω καὶ μώμου παντὸς ἄνευ, τὸ ἴδιον ἀποφήνας ποίημα, καὶ τὰ ἐκ τῆς οἰκείας δόξης αὐχήματα δωρησάμενος· οὕτω γὰρ καὶ βαπτιζόμενος, τὴν ἡμετέραν ἐνήργησε κάθαρσιν, ὁ πάσης ἐπέκεινα καθαρότητος· τοῦτο δὲ καὶ πάλαι ἂν πεπλουτήκει, εἴπερ τὸ ἀπαρχῆς κτισθεὶς ὁ ἄνθρωπος τὴν ἐντολὴν τετηρήκει τοῦ Κτίσαντος· καὶ γὰρ ἐπ’ ἀθανασίᾳ πρὸς τοῦ Δημιουργήσαντος, καὶ τῇ πρὸς τὸ κρεῖττον ἀναδρομῇ παρενήνεκται.

Καὶ ταῦτα ἡμᾶς οἱ ἡμέτεροι διδάσκαλοι ἐκπαιδεύουσιν· εἴρηκε γάρ που ὁ θεῖος Ἀπόστολος· Διὰ τοῦτο, ὥσπερ δι’ ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθε, καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος· καὶ οὕτως εἰς πάντας ἀνθρώπους ὁ θάνατος διῆλθε· ταῦτα καὶ ἀρχαίων τινῶν σοφαὶ περιέχουσι ῥήσεις, καθ’ ἃς γέγραπται, ὅτι «Ὁ Θεὸς θάνατον οὐκ ἐποίησεν, ἀλλ’ ἔκτισεν εἰς τὸ εἶναι τὰ πάντα καὶ σωτήριοι αἱ γενέσεις τοῦ κόσμου, καὶ οὐκ ἔστιν ἐν αὐταῖς φάρμακον ὀλέθρου·» καί, ὅτι «Ὁ Θεὸς ἔκτισε τὸν ἄνθρωπον ἐπ’ ἀφθαρσίᾳ, καὶ φθόνῳ διαβόλου θάνατος εἰς τὸν κόσμον εἰσῆλθε·» τούτοις συνῳδὰ καὶ τῶν ἱερομυστῶν Πατέρων αἱ φωναὶ διαγορεύουσιν· ὅπερ οὖν ἐδεῖτο βοηθείας τῆς κρείττονος, τοῦτο καὶ τυγχάνει· οὐ γὰρ τὸ σῶμα ἔδει γενέσθαι ἀσώματον, ἵνα ᾗ καὶ ἀπερίγραπτον, ἐπείπερ οὐκ ἄνευ σώματος ὁ ἄνθρωπος δεδημιούργηται, οὐδὲ εἰς ὕστερον διὰ τὴν ἁμαρτίαν αὐτῷ τὸ σῶμα προσγέγονεν· ἢ γὰρ ἂν οὐδὲ ἄνθρωπος, οὐδὲ παράβασις· ἐν τίνι γὰρ ὅλως τὰ τῆς ἁμαρτίας ἐπέπρακτο, ἀλλὰ τὰ περὶ τὸ σῶμα, ἅπερ ἤδη διὰ τὴν εἰσποίητον αὐτῷ ἁμαρτίαν εἰσέφρησεν;

οὐκοῦν καινίζεται μὲν ἡ φύσις ἐν Χριστῷ καὶ ἀνασώζεται· καὶ ὃ προσείληπται τῷ Θεῷ σῶμα, τεθέωται μὲν ὅλον, ἐπὶ τὸ βέλτιον μεταστοιχειούμενον, καὶ ταῖς ἀῤῥήτοις εὐκλείαις καταστεφόμενον, πνευματικόν τε ἦν λοιπόν, καὶ πᾶσαν ὑπερβαῖνον ὑλαίαν καὶ γεώδη παχύτητα· τὸ δὲ εἶναι σῶμα οὐ παρῄτηται, σῶμα δὲ μεμενηκὸς κἂν ὁποιονοῦν καὶ ὅπως ἔχον, καὶ περιγράφεσθαι πέφυκεν· οὐ γὰρ ἔξωθεν καὶ ἐκ τῆς ἁμαρτίας ἡ περιγραφή, ὥσπερ ἡ φθορὰ καὶ τἄλλα πάθη ἐπεισῆκται, ἀλλ’ αὐτόθεν· καὶ ὡς ἂν εἴποι τις ἡ τοῦ σώματος περίστασις καὶ ὁ κατ’ αὐτὸ ὅρος τε καὶ λόγος· εἰ γάρ τις ὁρίσαιτο τὸ σῶμα εἶναι τριχῆ διαστατόν, ἢ φυσικόν, ὀργανικόν, δυνάμει ζωὴν ἔχον, ἢ τὸ ἐσχηματισμένον καὶ πέρασι διειλημμένον, ἅπερ οἰκείως ἐπὶ τοῦ καθ’ ἡμᾶς λαμβάνεται σώματος, οὐδὲν ἕτερον ἢ τὸ περιγραπτὸν αὐτὸ εἶναι κατασημήνειε.

Μετὰ γοῦν τὴν ἐκ νεκρῶν ἀναβίωσιν, τὸ τοῦ Χριστοῦ σῶμα, καίτοι θεοειδέστατον ὅλον πεφηνός, μεμένηκεν ὅμως σῶμα· οὐ γὰρ εἰς τὴν τῆς θεότητος οὐσίαν μετακεχώρηκε· τὸ γὰρ μηκέτι Χριστὸν κατὰ σάρκα γινώσκεσθαι, οὐ τοῦ σώματος ἡμῖν ὑπαγορεύει τὴν παραίτησιν ἢ τὴν ἀπόθεσιν, Μανιχαϊκὸν τοῦτο τὸ σκότος, ἀλλ’ ὅτι τῶν σωματικῶν ἀναγκῶν ἐξῄρηται, καὶ τῶν σαρκικῶν παθῶν καὶ τῆς ἡμετέρας ἀσθενείας ἐκβέβηκεν, οἷον τοῦ ἐκ τῆς ὁδοιπορίας κόπου δίψης τε καὶ πείνης καὶ δειλίας, καὶ εἴ τι τούτοις παραπλήσιον. «Οὐκέτι μὲν γὰρ σάρκα, οὐκ ἀσώματον δέ, ἀλλ’ οἷς οἶδε λόγοις θεοειδεστέρου σώματος,» καὶ ὁ μέγας κηρύσσει Γρηγόριος. Εἶτα «Ὅτι τὸ μὲν φθαρτὸν τοῦτο ἐνδύσασθαι δεῖ ἀφθαρσίαν, καὶ τὸ θνητὸν ἀθανασίαν,» ὁ μέγας μυσταγωγεῖ Ἀπόστολος· τὸ δὲ σῶμα ἀσωματότητα ἐνδύσασθαι, ἢ τὸ κτιστὸν γενέσθαι ἄκτιστον, ἢ τὸ περιγραπτὸν εἰς ἀπεριγραψίαν μετατεθήσεσθαι, οὔπω μέχρι καὶ σήμερον ἤκουσται· τούτων δέ τινα καὶ ἀσωμάτων ἴδια, ἐπεὶ καὶ ἄγγελοι κτίσμα Θεοῦ, καὶ τῷ ἦρχθαι ἔσχον τὸ περιγράφεσθαι.

Ῥητέον τοίνυν ὡς ἡ Χριστιανῶν ὁμολογεῖ θεοσέβεια, ἤτοι τῆς καθολικῆς καὶ ἀποστολικῆς Ἐκκλησίας ἐκδιδάσκει τὸ κήρυγμα, ὅτι δὴ ὁ Χριστὸς καὶ Θεὸς ἡμῶν μετὰ τὴν εἰς οὐρανοὺς ἄνοδον, καὶ τὴν ἐκ δεξιῶν τοῦ Θεοῦ καὶ Πατρὸς καθέδραν καὶ ἵδρυσιν, τὴν προσληφθεῖσαν τετήρηκε φύσιν ἀμείωτον, καὶ οὐδὲν τῶν ἐξ ὧν αὕτη χαρακτηριζομένη συνέστηκε μερῶν ἀποβέβληκεν· αὐτό τε γὰρ τὸ σῶμα ἐν αὐτῷ διασώζεται, ἥ τε ψυχή, ᾗ ἐψύχωτο, λογικὴ καὶ νοερά, θελητική τε καὶ ἐνεργητική, καθ’ ἣν θέλει καὶ ἐνεργεῖ τὴν τῶν ὅλων πρόνοιαν καὶ συντήρησιν, ὥσπερ θεϊκῶς, οὕτω δὴ καὶ ἀνθρωπικῶς· παράκλητος ὑπὲρ ἡμῶν πρὸς τὸν Πατέρα γινόμενος, καὶ τὴν ἡμετέραν οἰκονομῶν σωτηρίαν, καὶ τὴν τῶν συμφερόντων ἡμῖν περιποίησιν· μνήμῃ τε αὖ τῇ παναγίᾳ ἐκείνῃ καὶ θείᾳ ψυχῇ τετήρηται, τῶν ὅσα ἐπὶ γῆς ἀναστραφεὶς ὁ Χριστὸς καὶ ἀνθρώποις προσομιλήσας ὑπὲρ τῆς ἡμετέρας ἐλευθερίας ἕδρασέ τε καὶ ἔπαθε· καὶ γινώσκει, ὅτι καθ’ ὑπόστασιν ἥνωται τῷ θείῳ Λόγῳ, καὶ ὁρᾷ ὡς συνδοξάζεται καὶ συμπροσκυνεῖται αὐτῷ ὡς Θεοῦ ψυχή, καὶ οὐχ ἁπλῶς ψυχή, ὑπὸ πάσης λογικῆς τε καὶ νοερᾶς κτίσεως· ἔτι τε, ὅτι ἐκ γῆς πρὸς οὐρανοὺς ἀνελήλυθε, καὶ πάλιν μετὰ τῆς πατρικῆς δόξης ἐλεύσεται· τὸ οὖν ἀνιέναι εἰς οὐρανούς, καὶ πάλιν ἰέναι, ὃ δὴ τὴν τοπικὴν ἐκ παντὸς ὑπογράφει μετάστασιν, καὶ τὴν πορευτικὴν παρίστησι κίνησιν, σώματος ἐνέργειαι περιγραφομένου γνωρίζονται· τὸ δὲ καθέζεσθαι αὐτὸν ἐν δεξιᾷ τοῦ Θεοῦ καὶ Πατρὸς μετὰ τοῦ σώματος, οὐ τὴν ἐν τόπῳ δεξιὰν ὑποληπτέον· οὐδὲ γὰρ ἂν σχοίη τὸ ἀπερίγραπτον πώποτε δεξιᾶς ἢ ἀριστερᾶς ἔμφασιν· ἀλλὰ τὴν δόξαν καὶ τὴν τιμὴν ὁμολογοῦμεν, καθ’ ἣν ὁ Λόγος ὥσπερ Υἱὸς Θεοῦ καὶ Θεὸς προαιώνιος καὶ τῷ Πατρὶ ὁμοούσιος, οὕτω καὶ μετὰ σαρκὸς τιμᾶται καὶ συνδοξάζεται, καὶ μίαν καὶ τὴν αὐτὴν μετὰ τοῦ σώματος παρὰ πάντων προσκύνησιν δέχεται, ἐπεὶ καὶ μία ἡ ὑπόστασις.