Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Ἀντιρρητικοὶ τρεῖς κατὰ Κωνσταντῖνου τοῦ Κοπρωνύμου

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Η ορθή ερμηνεία των παλαιοδιαθηκικών απαγορεύσεων περί ειδώλων

Ανάλυση της νομοθεσία της Παλαιάς Διαθήκης για τα είδωλα και τα ιερά σύμβολα, αντιδιαστέλλοντάς τα από τις χριστιανικές απεικονίσεις του σαρκωθέντος Θεού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 12 από 15

Τεφρούσθωσαν λοιπὸν τῶν Χριστομάχων αἱ γλῶσσαι, καὶ ξηραινέσθωσαν αὐτῶν αἱ καρδίαι! καὶ ἐμφραττέσθω πᾶν στόμα λαλοῦν κατὰ τῆς ἀληθείας πᾶσι διαφανῶς προκειμένης ἄδικα! μʹ. Ἔτι τοῖς εἰρημένοις προστιθέασι, ὅτι Γέγραπται· «Οὐ ποιήσεις παντὸς ὁμοίωμα ὅσα ἐν τῷ οὐρανῷ ἄνω, καὶ ὅσα ἐν τῇ γῇ κάτω, καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς. Καὶ διὰ τοῦτο οὐκ ἐξὸν εἰκονίζειν τὸν Χριστόν.»

Τούτων δὲ τῶν ῥητῶν τὰ προηγούμενα καὶ ἑπόμενα· τό, Οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ· καί, Οὐ ποιήσεις σεαυτῷ εἴδωλον· καὶ τό, Μὴ προσκυνήσῃς αὐτοῖς οὐδὲ μὴ λατρεύσῃς αὐτοῖς, οὐκ οἶδα ὅπως παρακρατοῦντες, ἑκόντες ἢ ἄκοντες ἀποκρύπτουσιν, ἵσως τοὺς ἐλέγχους τῆς βλασφημίας διαδιδράσκοντες· οὐδὲν δὲ ἧττον τῇ ἴσῃ βλασφημίᾳ καὶ οὕτως ἁλίσκονται· ἐπεὶ γὰρ ἐξῆρται ὁ τοῦ Θεοῦ φόβος ἐξ ὀφθαλμῶν αὐτῶν, καὶ ἡ πρὸς τὴν εὐαγῆ καὶ ἀμώμητον ἡμῶν θρησκείαν αἰδὼς καὶ εὐλάβεια, οὐ δεδίασι τοῖς τῶν ἐν οὐρανῷ καὶ γῇ καὶ ὕδασιν ὁμοιώμασι τὸ τοῦ Χριστοῦ παρεξετάζοντες συγκαταριθμεῖσθαι ὁμοίωμα, οὐδενὶ τρόπῳ ὁμοιώματος Δεσπότου καὶ Κτίστου πρὸς ὁμοίωμα κτισμάτων καὶ δούλων διάκρισιν διδόντες· ἀλλ’ ἐκείνοις μὲν αἱρετὸν καὶ πρόχειρον τὸ φιλόνεικον· ἡμεῖς δὲ τοῖς οὕτω δυσσεβῶς προτεινομένοις ἀνθυπενέγκωμεν, ὅτι πρότερον ἤδη πρὸς τοὺς πάλαι Ἰουδαίους ταῦτα νενομοθέτηται· οὕτω γὰρ δὴ πρὸς τοὺς ἀρτιφανεῖς Ἰουδαίους τὸν λόγον ποιήσασθαι εὔλογον· ἐπὶ γὰρ τηνικαῦτα τὴν Αἰγυπτιακὴν μοχθηρίαν θείοις νεύμασι καὶ παραδόξοις θαύμασιν οἱ ἐξ Ἰσραὴλ ἀπεδίδρασκον, Αἰγυπτίων δὲ ἡ πλάνη ἐθνῶν ἁπάντων κακοδαιμονίαν ὑπερέσχεν· ὧν ἐντραφέντες τοῖς ἔθεσι, τὸν μακρὸν ἐκεῖνον χρόνον τῆς δουλείας διήνυον.

Ἔμελε δὲ ἄρα Θεῷ τῆς τῶν μετανισταμένων ἐλευθερίας καὶ σωτηρίας, διὰ τὰς πρὸς τοὺς πατέρας ἐπαγγελίας· ταύτῃ τοι θεοπρεπῶς τῆς ἀθεΐας ἐκείνης καὶ βδελυρίας ἀπάγων, καὶ πρὸς τὴν ἑαυτοῦ γνῶσιν ἐπανάγων καὶ τὸ σέβας, ἐκεῖνα νομοθετεῖ, ἵνα μόνον αὐτὸν γινώσκωσι τῶν ἁπάντων Θεὸν καὶ Κύριον, καὶ τὴν πρέπουσαν λατρείαν ἀνάπτωσι, καὶ μὴ τῶν κατειθισμένων μεμνημένοι ἐπὶ τὴν εἰδωλομανοῦσαν γῆν παλινδρομήσειν ἕλοιντο· οἵ γε ὑπ’ ἀνοίας, τῶν ἀξιαγάστων ἐκείνων τερατουργιῶν καὶ ἐξαισίων ὧν εἶδον θαυμάτων, ἐκεῖθεν ἐξαίροντες οὐκ εἰς μακρὰν ἀλογήσαντες, μοσχοποιοῦσι κατὰ τὴν ἕρημον· ἀπείργει οὖν αὐτοὺς ὁ νόμος, μηδενός που ποιεῖσθαι τῶν ἀπειρημένων ὁμοίωμα, καὶ τῶν μὲν ἐν τῷ οὐρανῷ, ἡλίου τε καὶ σελήνης καὶ τῆς ἄλλης σὺν αὐτοῖς ἀστρῴας χορείας, τῶν δὲ ἐπὶ γῆς κτηνῶν καὶ θηρίων καὶ ἑρπετῶν καὶ πετεινῶν καὶ κνωδάλων, τῶν ἐν τοῖς ὕδασι δὲ ὅσα ἐν θαλάσσῃ καὶ ποταμοῖς διανηχόμενα τὴν δίαιταν ἔλαχεν, ἅπερ ἅπαντα κατὰ τὴν βάρβαρον ὄντες, σεβόμενά τε καὶ προσκυνούμενα ᾔδεσαν· τὸν γὰρ ὄντως ὄντα καὶ τῶν ὅλων Θεὸν ἠγνοηκότες ἄνθρωποι, ἀπάτῃ δὲ τοῦ Πονηροῦ δελεαζόμενοι, τῇ κτίσει παρὰ τὸν Κτίσαντα ἀνοσίως ἐλάτρευον· ἐφ’ οἷς κατεγνωσμένους, καὶ πολλοῖς ὕστερον ἔτεσι κατονειδίζει Θεὸς διὰ προφητικῆς φωνῆς, Ἐγώ εἰμι Κύριος ὁ Θεός σου, λέγων, ὁ στερεῶν οὐρανὸν καὶ κτίζων γῆν, οὗ αἱ χεῖρες ἔκτισαν πᾶσαν τὴν στρατιὰν τοῦ οὐρανοῦ· καὶ οὐ παρέδειξά σοι τοῦ πορεύεσθαι ὀπίσω αὐτῶν.

Ἐγὼ ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου, καὶ Θεὸν πλὴν ἐμοῦ οὐ γνώσῃ, καὶ ὁ σώζων οὐκ ἔστι παρὲξ ἐμοῦ. Διὰ τούτων γὰρ αὐτοὺς εἰς μνήμην ἐνάγει τῶν ἄνωθεν νενομισμένων αὐτοῖς· ἀπαγορεύει οὖν τέως τὴν τῶν φαινομένων καὶ βλεπομένων ἕν τε οὐρανῷ, καὶ γῇ, καὶ τοῖς ὕδασι, ποιεῖσθαι ὁμοίωσιν, ἵνα μὴ ἀγνοίᾳ τοῦ κρείττονος, ἢ ἀθετήσει τοῦ Κτίσαντος, ἐκείνοις νέμωσι τὴν προσκύνησιν.

Τὸ οὖν προσταττόμενον, ὅτι Τόδε οὐ ποιήσεις, δυνάμει πως καὶ κατὰ τὸ σιωπώμενον, ποιήσεις, ἐστί, καὶ προαγγελτικόν ἐστι τῶν μελλόντων· ποιεῖσθαι προστάττεσθαι· τοιοῦτον γάρ τι ἡμῖν ὁ λόγος ὑπαινίσσεται· ὁ γὰρ λέγων, ὅτι Τούτων οὐ ποιήσεις ὁμοίωμα, ἑτέρων τινῶν ποίησιν τῷ λόγῳ προανακρούεται· καὶ βεβαιοῖ τοῦτο τὰ ὅσον οὔπω προσταχθησόμενα, μονονουχὶ τοιαῦτα ἐπισκήπτων, ὅτι Μηδενὸς ὧν ἐγὼ οὐ προστάξω ποιήσῃς ὁμοίωμα, ἀλλὰ τῶν ἀλλοτρίων ἀποστάντες σεβασμάτων, οἷς ἐγὼ ἀπεχθάνομαι καὶ ἀποστρέφομαι, τοῖς παρ’ ἐμοῦ συνταχθησομένοις προσέχετε, οἷς χαίρω καὶ δοξάζομαι· πρότερον γὰρ ἀπείρξας αὐτοὺς τῶν ἀπηγορευμένων διὰ τῶν νομοθετουμένων, ὕστερον τᾲ κατὰ τὴν ποίησιν τῆς σκηνῆς ἐπήγαγεν· ὥσπερ γὰρ εἴ τις ἐθέλοι τῶν ἑαυτοῦ οἰκετῶν εἰς τὸ μέλλον τινὶ τῶν δοκούντων ἐπιτρέπειν ἢ ἐγχειρεῖν, τί παρεγγυᾷ;

Σήμερον τόδε μὴ πράξειν, μηδὲ ἀπαίρειν πώποτε, οἷον εἰς ἀγρὸν μὴ ἀπελθεῖν, μηδὲ εἰς ἀγορὰν παρεμβαλεῖν· βούλεται γὰρ αὐτὸν εὐσταλῆ τε καὶ εὐτρεπῆ τοῖς ἐπιταχθησομένοις ὑπάρχειν, ἐπειδὴ μέλλει κατὰ τὴν ὑστεραίαν εἰς τήνδε τὴν πόλιν τυχὸν ἢ τήνδε τὴν χώραν ἐκπέμπειν· τοιοῦτόν τι ὑποτίθεται ἡμῖν καὶ ὅδε ὁ λόγος ἐννοεῖν, ὅτι Οὐ ποιήσεις τι ἄνευ τῆς ἐμῆς προστάξεως, ἵνα ἅπερ αὐτὸς ἐντέλλομαι, ταῦτα ποιῇς καὶ περιέποις· προστάττει γοῦν μετὰ ταῦτα τῷ ἱεροφάντῃ Θεὸς τήν τε τῆς σκηνῆς ποίησιν, καὶ ὅσα τὰ περὶ αὐτήν· ἡ δὲ ἦν τῶν παραπετασμάτων ἡ διασκευή, Χερουβὶμ ἐργασία ποικίλως ἐξυφασμένων, Τὰ δὲ ὑπὲρ τὴν ἐνταῦθα κιβωτόν, τίνα ποιήσεις; φησί, Χερουβὶμ χρυσᾶ τορευτά. Καὶ οὐδὲ εἰκόνας Χερουβὶμ προσαγορεύει, ἀλλὰ Χερουβὶμ ὁμωνύμως ταῖς θειοτάταις καὶ ὑπερκοσμίοις οὐσίαις· καὶ ὃ δὴ θαυμαστότερον, ὅτι Ἐκεῖθεν, φησί, γνωσθήσομαί σοι. Τί δὲ ἐνδοξότερον ἢ τιμιώτερον, ὅθεν θεία ἐπιφάνεια γίνεται; δεδοξασμένα δὲ καὶ ἦν καὶ ἐλέγετο μετὰ τῶν ἄλλων τῶν ἐν τῇ σκηνῇ τοσοῦτον, ὅτι οὐ παρὰ Μωσεῖ μόνον καὶ Ἰουδαίοις τηνικαῦτα δεδόξασται, ἀλλὰ καὶ Παύλῳ αὐτῷ τῷ τῆς χάριτος κήρυκι· καί γε καὶ σεμνότερόν πως καλεῖ Χερουβὶμ δόξης κατασκιάζοντα τὸ ἱλαστήριον· περὶ ὧν ἐν ἑτέροις πλατύτερον εἴρηται.

Πρὸς δέ γε τοῖς εἰρημένοις, καὶ ἀλλαχόθι κατὰ τοὺς ἱεροὺς καὶ παλαιοὺς νόμους, τῷ ὁμοίῳ σκοπῷ καὶ τρόπῳ ἐκφερόμενα τοῖς ἐπιμελέστερον διερευνωμένοις ἐξευρεῖν ἔστιν, ἐν οἷς τῶν μὲν ἀλλοτρίων καὶ τῷ ἀλιτηρίῳ ἀνακειμένων δαίμονι, τοῖς ἐξ Ἰσραὴλ ἡ ποίησις ἀπηγόρευται, ἐπεὶ φευκτά τε ἦν καὶ βδελυρώτατα· τῶν δὲ ὅσα εἰς ἀνάθημα Θεῷ ἔμελλεν ἔσεσθαι, ὅτι τε αἱρετὰ εἰς μνήμην αὐτῷ καὶ τιμὴν ὑπάρξει, ταῦτα συντέτακται· ὡδὶ γὰρ ἐν τῷ Λευϊτικῷ γέγραπται· Οὐ ποιήσετε ὑμῖν ἑαυτοῖς χειροποίητα, οὐδὲ γλυπτά, οὐδὲ στήλην ἀναστήσετε, οὐδὲ λίθον σκοπὸν στήσετε ἐν τῇ γῇ ὑμῶν, προσκυνῆσαι αὐτῷ. Ἐγὼ γάρ εἰμι Κύριος ὁ Θεὸς ὑμῶν· ταῦτα δὲ ὡς ἀνάλογόν ἐστι τῷ, Οὐ ποιήσεις πᾶν ὁμοίωμα τῶν ἀπηγορευμένων τοῖς ἀνόπιν εἰρημένοις νόμοις, ἐξ ὧν δὴ καὶ ἀπείργει τὸν νέον πρὸς εὐσέβειαν ποδηγούμενον λαόν, τίς οὕτως ἀνούστατος ὃς διαμφισβητεῖν ἐπιχειρήσοι;

Ἐν δὲ τῷ Δευτερονομίῳ, τοιάδε περὶ ὧν τῷ Θεῷ ἀνιεροῦσθαι χρὴ προστέτακται· ᾟ ἂν ἡμέρᾳ διαβῆτε τὸν Ἰορδάνην εἰς τὴν γῆν, ἣν Κύριος ὁ Θεὸς δίδωσί σοι, καὶ στήσεις σεαυτῷ δύο λίθους μεγάλους, καὶ κονιάσεις αὐτοὺς κονίᾳ, καὶ γράψεις ἐπὶ τῶν λίθων πάντας τοὺς λόγους τοῦ νόμου τούτου. Εἶτα βραχὺ ὕστερον· Καὶ οἰκοδομήσετε ἐκεῖ θυσιαστήριον ἐκ λίθων· οὐκ ἐπιβαλεῖς αὐτοῖς σίδηρον, λίθοις ὁλοκλήροις οἰκοδομήσεις τὸ θυσιαστήριον Κυρίῳ τῷ Θεῷ σου, καὶ ἀνοίσεις ἐπ’ αὐτὰ τὰ ὁλοκαυτώματα Κυρίῳ τῷ Θεῷ σου, καὶ θήσεις ἐκεῖ θυσιαστήριον Κυρίῳ τῷ Θεῷ σου. Καὶ μετὰ ταῦτα ἔτι· Καὶ γράψεις ἐπὶ τῶν λίθων τούτων πάντα τὸν νόμον τοῦτον σαφῶς σφόδρα. Ταῦτα ὡς τῷ, Ποιήσεις τὴν σκηνὴν καὶ τὰ κατὰ τὴν σκηνήν, ἀκόλουθα, οὐδένα ἂν τῶν σωφρονούντων ἀντερεῖν οἶμαι. Καὶ ἄλλοθι γοῦν περί γε τῶν ἐν ἔθνεσι σεβασμάτων, οὕτω πάλιν νενόμισται·

Πρόσεχε σεαυτῷ, μή ποτε διαθῇ διαθήκην τοῖς ἐγκαθημένοις ἐπὶ τῆς γῆς, εἰς ἣν σὺ εἰσπορεύῃ εἰς αὐτήν, μή ποτε γένηται πρόσκομμα ἐν ὑμῖν· τοὺς βωμοὺς αὐτῶν καθελεῖτε, καὶ τὰς στήλας αὐτῶν συντρίψετε, καὶ τὰ ἄλση αὐτῶν ἐκκόψετε, καὶ τὰ γλυπτὰ τῶν θεῶν αὐτῶν κατακαύσετε πυρί· οὐ γὰρ μὴ προσκυνήσητε Θεῷ ἑτέρῳ.

Ἀλλὰ τούτων οὕτως ἀπειρημένων ὁ Ναυΐδης Ἰησοῦς, ἰσαρίθμους τῶν φυλῶν Ἰσραὴλ λίθους, περαιούμενος τὸν Ἰορδάνην, αἴρειν τοὺς ἀνειλημμένους ἀφ’ ἑκάστης φυλῆς, παρὰ Θεοῦ κελεύεται, οὐκ ἀσήμους οὐδὲ ἀποπτύστους, ἐπισήμους δὲ ἐσομένους καὶ περιόπτους·

Ἵνα ὑπάρχωσιν ὑμῖν, φησίν, εἰς σημεῖον κείμενοι· καὶ οἷον ἄγγελοι ταῖς μετέπειτα εἶεν γενεαῖς, τῶν τῇδε γεγενημένων ἄνωθεν αὐτοῖς τεραστίων διασημαίνοντες τὸ μεγαλεῖον, καὶ τὴν μνήμην δι’ αἰῶνος φυλάσσοντες· ἀλλὰ καὶ Μωσῆς αὐτὸς λιθίνας πλάκας λαξεύειν, νόμον Θεοῦ δεξομένας, προστάττεται· ὡς δ’ οὖν τίμιαι καὶ μεθ’ οἵας δόξης, τί χρὴ καὶ λέγειν; Ἔνθα καὶ καταβεβηκέναι τὸν Κύριον, ἥτις ποτέ ἐστι Θεοῦ κατάβασις λέγεται· ἐξ ὧν καὶ τὸ Μωσέως δοξάζεται πρόσωπον, ὡς μηδὲ προσιτὸν λοιπὸν τοῖς ὁρῶσι γινόμενον, ἐφ’ ᾧ δὴ καὶ ἐντυποῦσθαι ἔδει ἅπερ ἐν ταῖς πλαξὶ ταῖς προτέραις ἐγέγραπτο, ὁποῖαι δὴ ἐκεῖναι ὑπῆρχον αἱ πρὸς τῷ ὄρει σχεδιασθεῖσαι καὶ θείῳ δακτύλῳ γραφόμεναι, ἃς δὴ μὴ ἄξιον εἶναι λαὸν παρανομοῦντα καὶ πάροινον ὑποδέξασθαι κρίνας ὁ νομοθέτης, χειρῶν ἀποῤῥίψας συνέτριψεν· ἤδη δὲ καὶ θυσιαστήριον ἐκ γῆς τε ἢ λίθων ἀτμήτων τῷ Θεῷ ποιηθήσεσθαι ἐπιτέτραπται, ἐφ’ ᾧ ἀναφέρειν τὰ ὁλοκαυτώματα ἐνομίζετο. Τί δὲ ὁ μέγας. Ἡσαΐας μεγαλοφώνως ἐν Πνεύματι ἀνακέκραγε; Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται θυσιαστήριον τῷ Κυρίῳ ἐν χώρᾳ Αἰγυπτίων, καὶ στήλη πρὸς τὸ ὅριον αὐτῆς τῷ Κυρίῳ.

Ἀλλ’ ἐνταῦθα γενομένοις διασκοπεῖσθαι ἄξιον, ὅ τι ἂν ἡμῖν ταῦτα κατασημήνειε· φαμὲν τοίνυν, ὡς ἐπειδὴ πάλαι δυσσεβῶν μάλιστα ὑπῆρχον Αἰγύπτιοι δυσσεβέστεροι, καὶ δαιμονίων ἀκαθάρτων θεραπευταί, τὸν φύσει καὶ ἀληθῶς ἠγνοηκότες Θεόν· ἀνθρώπων γὰρ μορφάς, καὶ μὴν καὶ ἀλόγων ζώων ποικίλους ἀνεστήλουν τύπους, καὶ ὡς θεοῖς προσεκύνουν ἀνοηταίνοντες· κεκαθαρμένοις τε καὶ νοητοῖς ὄμμασιν ὁ θεσπέσιος προφήτης προορώμενος, ἅπερ αὐτοῖς ἐπιφανέντος τοῖς ἐπὶ γῆς τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ συμπορισθήσεται, φησίν, ὅτι τοῦ θείου καὶ εὐαγγελικοῦ κηρύγματος ἐπανθήσαντος, τὸ τῆς θεογνωσίας αὐτοῖς ἐπιλάμψει σέλας· κἀκεῖνα μὲν τὰ ἐναγῆ πάντα καθαιρεθήσεται καὶ ἀφανισθήσεται, ἀντεισαχθήσεται δὲ καὶ ἀναστήσεται θεῖα θυσιαστήρια καὶ ἱεροὶ σηκοί, ἐν οἷς ὅ τε τοῦ ζωοποιοῦ σταυροῦ τύπος, καὶ τοῦ ἀχράντου Χριστοῦ σώματος ὁ θεοειδὴς χαρακτήρ, ἐμπρέποντες ἐνιδρυθήσονται, διακοσμοῦντες ταῦτα καὶ περιστέφοντες· καὶ δὴ εἰς τοῦτο αὐτοῖς εὐκληρίας τὰ προηγορευμένα ἤδη ἐκβέβηκεν· ὡς οὖν ἀντὶ ξύλου ξύλον, καὶ ἀντὶ τεμένους τέμενος, καὶ ἀντὶ θυσιῶν θυσίαι, καὶ ἀντὶ πάντων τῶν ἀκαθάρτων καὶ βδελυκτῶν τὰ καθ’ ἡμᾶς ἀνατέταλκεν ἅγια, οὕτως ἀντὶ τῶν ματαίων ἐκείνων καὶ μυσαρῶν στηλῶν, ὡς οἰκειότερον καὶ προσφυέστερον τοῖς προφητικοῖς ἁρμόσασθαι λογίοις, αἱ πάνσεπτοι τοῦ Σωτῆρος στῆλαι, ἤτοι τὰ προσκυνητὰ εἰκονίσματα ὁμοῦ τοῖς ἄλλοις ἱεροῖς, κατ’ Αἴγυπτον ὅλην, καθὰ καὶ ἀνὰ πᾶσαν τὴν οἰκουμένην, κομῶσι νῦν πληθυόμενα καὶ τιμώμενα· οὕτω τοίνυν καὶ οἱ ὅσιοι ἄνδρες, οἱ τὰ τοῦ θεοφόρου ὑπομνηματίζοντες, τὰς προκειμένας ἐξειλήφασι ῥήσεις.

Ἐντεῦθεν ἐπὶ τοὺς παλαιτέρους τῶν χρόνων ὁ λόγος ἄνεισιν· ὡς ἂν κατοψόμεθα τί τῷ πατριάρχῃ Ἰακὼβ εἰς Χαῤῥὰν ἀπιόντι πεπραγμάτευται, ὅς γε ἐπεὶ ἡλίου καταδύνοντος πρὸς ὕπνον ἐτράπετο, τοῦ ἀπηντηκότος χώρου λίθον ἑλών, πρὸς τῇ κεφαλῇ τίθεται, ἔνθα τὰ τῶν ἐφυπνίων τεθέαται ὄψεων. Καὶ εἶτα τοῦ ὕπνου ἀνενέγκας, Κύριος εἶναι ἐνταῦθα, καὶ μὴ εἰδέναι, ἔφασκε· φοβερόν τε ἐκάλει καὶ οἶκον Θεοῦ, καὶ πύλην οὐρανοῦ ἐφαντάζετο· καὶ δὴ στήλην τὸν λίθον στησάμενος, ἔλαιον κατὰ τοῦ ἄκρου ἐπιχέει. Ἆρ’ οὖν ἀποπέμπεται ταῦτα Θεός, ὡς τοῖς ἐξαγίστοις δοκεῖ; Οὐδαμῶς, ἀλλὰ καὶ λίαν προσίεται· καὶ δῆλον ἐξ ὧν αὐτῷ κεχρημάτικε μετὰ ταῦτα·

Ἑώρακα γάρ, φησίν, ὅσα σοι Λάβαν ποιεῖ. Ἐγώ εἰμι Κύριος ὁ Θεός σου, ὁ ὀφθείς σοι ἐν τόπῳ Θεοῦ, οὗ ἤλειψάς μοι ἐκεῖ στήλην, καὶ ηὔξω μοι εὐχήν. Πρὸς ταῦτα τῶν καθ’ ἡμᾶς ἱερομυστῶν ὁ μέγας τί φησι Γρηγόριος; «Ἰακὼβ δὲ κλίμακα μὲν ἐφαντάσθη τινά, καὶ ἀγγέλων ἄνοδον, καὶ στήλην ἀλείφει μυστικῶς· ἴσως ἵνα τὸν ὑπὲρ ἡμῶν λίθον παραδηλώσῃ, καὶ εἶδος Θεοῦ τόπῳ τινὶ προσηγορίαν δίδωσιν, εἰς τιμὴν τοῦ ὀφθέντος.» Καὶ ἄλλα ὅσα ἐγκώμια· ἐνταῦθα διέξεισι· ταῦτα τίνι οὐκ ἐναργῆ καθίσταται, ὡς περὶ τὴν αὐτὴν ὕλην, τῶν λίθων, φημί, τῶν θεσπιζομένων τὸ διάφορον ἐκδιδάσκει, ὡς τὰ μὲν τῷ Θεῷ οἰκεῖα καὶ τίμια, τὰ δὲ τοῖς ἐναντίοις ἀνημμένα, φευκτὰ καὶ ἀπόπτυστα;

Ὁποῖα δὲ καὶ ὅσα ἡ Σολομῶντος σοφία καὶ δυναστεία ἐξείργασται, καὶ ἅπερ ὁ περιώνυμος ἐκεῖνος εἶχε ναὸς τῶν ἀσωμάτων μορφώματα, τοῖς βουλομένοις φιλοπόνως ἐξερευνᾷν παρήσομεν, ἐπεὶ καὶ ἡμῖν λεπτότερον ἐν ἑτέροις περὶ τούτων διείληπται· προσέτι γε μὴν καὶ οἷα τῷ θεσπεσίῳ Ἰεζεκιὴλ ὦπται καὶ κεχρημάτισται, τὰ θεοπαράδοτα διασαφεῖ λόγια· κατά τε γὰρ τοὺς τοίχους κύκλῳ τοῦ διαγραφομένου καὶ παραδεικνυμένου νεώ, καὶ τὰ θυρώματα Χερουβὶμ ἦν τὰ γεγλυμμένα, καὶ φοίνικες, ἃ δὴ κατὰ τὰς ἀψευδεῖς ἐκείνας ὅψεις, ἐτετύπωτό τε καὶ προϊστόρητο· ἐν οἷς καὶ Ἅγια ἁγίων, καὶ πλήρη δόξης Κυρίου τὸν οἶκον τεθέαται, ὅτε καὶ πρηνὴς ἐκεῖθεν κατέπιπτεν· ἤκουέ τε πρὸς τὸν παραπικραίνοντα οἶκον τοῦ Ἰσραήλ, ἐμβριθέστερον ἀποφαίνεσθαι, ἀπολήγειν εὐθὺς τῶν ἀνομιῶν αὐτῶν, καὶ τῶν ὅσα τὴν διαθήκην Κυρίου παραβαίνοντες ἐβεβήλουν τὰ ἅγια· καθάπερ δὴ καὶ νῦν ὁρῶμεν παρὰ τῶν ἀνομούντων πικρότερον, καὶ βεβηλούντων τὰ τῶν ἁγίων ἐκείνων ἁγιώτερα ἀθέως τελούμενα.

Ἐκ τούτων δὲ πάντων συνάγεται, ὡς οὔτε πάντα τὰ γεγραμμένα περὶ τῶν οὕτω νομοθετουμένων ἀποπεμπτέον ἁπλῶς, οὔτε πάντα προσδεκτέον· οὔτε γὰρ πάντα ἐναγῆ καὶ ἀπόπτυστα, οὔτε πάντα ἅγια καὶ σεβάσμια· ἀλλὰ δῆλα ἅτινα καὶ ὧν ἕνεκεν ὡς σαφέστερον ἐκδιδάξει, ἃ τῷ Γεδεὼν τῷ εἰς κριτὴν ἐπὶ τὸν Ἰσραὴλ κεχειροτονημένῳ κεχρησμῴδηται ἄνωθεν· καθαιρήσειν μὲν γὰρ τὸ πατρῷον τοῦ Βάαλ θυσιαστήριον καὶ τὸ ἐπ’ αὐτῷ ἄλσος, ἕτερον δὲ δείμασθαι τῷ Θεῷ, καὶ ἀνοίσειν θυσίας μόσχων ἐκ τοῦ διακοπέντος ἄλσους τῶν ξύλων ἐπετρέπετο· κατὰ ταῦτα δὲ καὶ παρ’ ἡμῖν τοῖς τὴν θειοτέραν καὶ σεβασμιωτέραν νομοθεσίαν δεδεγμένοις, εἰ μέν που ἀλλότριον τῆς καθ’ ἡμᾶς δόξης φωραθείη σέβασμα, οἷα τὰ παρὰ Ἰουδαίοις, εἰ τύχοι, καὶ βαρβάροις, ὡς ἐβδελυγμένα καὶ στυγητά, πάντως ἂν σπουδῇ πάσῃ χρωμένοις, καθαιρεῖν ὡς ἀλλότρια ἐπάναγκες· ἃ δὲ εἰς δόξαν ἀνήκει Θεοῦ, καὶ δήλωσιν τῆς σωτηρίου οἰκονομίας πρόκειται, ἐπεὶ ἡμῖν διαφέρουσι, σεβάσματος καὶ τιμῆς ἄξια κρίνειν, οὐχ ὥσπερ παρὰ τῶν ἐναγῶν τὰ ἅγια διαπτύεται ἀθέως καὶ καθυβρίζεται· οἳ δὴ πάντα συγχέοντες καὶ συμφύροντες, τοῦ καθαροῦ τὸ ἀκάθαρτον, καὶ τοῦ ἁγίου τὸ βέβηλον διορίζειν οὐ βούλονται· Εἰς γὰρ κακότεχνον ψυχήν, σοφία Θεοῦ οὐκ εἰσελεύσεται.

Ἀνάγκη γὰρ αὐτοῖς ἢ πάντα διὰ τό, Οὐ ποιήσεις πᾶν ὁμοίωμα, τὰ τῷ Θεῷ φίλα καὶ οἰκεῖα ἀποπέμπεσθαι, ἢ διὰ τὸ ποιήσεις, τὰ νομοθετούμενα πάντα, καὶ τὰ τῶν ἀθέων καὶ ἀπίστων σέβειν καὶ ἀσπάζεσθαι, οὐδεμιᾶς αὐτοῖς ὑπολήψεως ὑγιοῦς ὑπούσης καὶ κρίσεως· ἢ ὅπερ αὐτοῖς οἰκεῖον καὶ ἐραστόν, πᾶσαν παλαιὰν καὶ νέαν νομοθεσίαν, κατὰ τοὺς ἑαυτῶν διδασκάλους, ἀθετεῖν. μαʹ. «Εἶτα ἔστω μὲν ταῦτα οὕτως ἔχειν, φασί, ποῦ δέ σοι ἐνταῦθα νενομοθέτηται ποιεῖν Θεοῦ ὁμοίωμα;» Πρὸς οὖν τὸ σκαιὸν καὶ ἀπόπληκτον τῆς ἐρωτήσεως, τοιαῦτά φαμεν· πρῶτον μέν, ὅτι Ἐοίκατε ταῦτα πυνθανόμενοι, προκάλυμμα τῆς ἑαυτῶν ἀπιστίας καὶ δυσσεβείας προΐσχεσθαι· οὐχ ὅπως τι ἀξιόλογον περὶ Θεοῦ λέγειν δόξητε, ἀλλ’ ἵνα τὴν θείαν τοῦ Σωτῆρος οἰκονομίαν συκοφαντήσητε· οὐδεὶς γὰρ ὑμῖν ἐνταῦθα σαρκώσεως λόγος παρείληπται· ἔπειτα δέ, ὅτι τὸ ἀλλόκοτον καὶ παραφροσύνης ἐπίμεστον ὑμῶν, ἐν τούτοις τεκμηριοῦται· μάτην γὰρ Χριστιανοῖς διαλοιδορεῖσθε, καὶ ἃ μήτε αὐτοὶ ἐδόξασαν, μήτε ὑμεῖς ἀκηκόατε πώποτε καταπτύοντες, ἐπίκλημα προσεπάγετε, ὡσεὶ καὶ Θεὸν ψιλὸν σαρκὸς γεγυμνωμένον εἰκονίζειν ἐπαγγελλομένοις· τίνι γὰρ τῶν λογικῆς μετεχόντων φύσεως οὐ διωμολόγηται σαφῶς, ὅτι Θεοῦ ποιεῖν ὁμοίωμα ᾗ Θεός, ἀδύνατον ὡς ἀληθῶς καὶ ἀνεπιχείρητον; ἐπεὶ οὐδὲ ὁρατὸν τὸ Θεῖον οὐδὲ ληπτόν· Θεὸν γὰρ οὐδεὶς ἑώρακε πώποτε.

Οὐκοῦν οὐδὲ Μωσῆς αὐτὸς ὁ τοῖς θείοις νόμοις ὑπηρετούμενος, καίτοι κάτοχος τῷ τῆς θείας ἐπιφανείας γενόμενος ἔρωτι τεθέαται, ὅτι μὴ μόνον δόξαν Θεοῦ, ἥτις αὐτῷ παραδέδεικται ἡνίκα τὸ δεδοξασμένον πρότερον παρελήλυθε, καὶ ταῦτα τῇ πέτρᾳ καλυπτόμενος, καὶ μόλις καθορᾷ Θεοῦ τὰ ὀπίσθια· τάχα τῶν μελλόντων τῆς ἐν σαρκὶ θεοφανείας τοὺς τύπους μυσταγωγούμενος· τί γάρ φησιν ὁ χρηματίζων Θεός; Οὐ μὴ ἴδῃ τὸ πρόσωπόν μου ἄνθρωπος, καὶ ζήσεται. Ἢ οὐχὶ καί τισι τῶν πάλαι, καθάπερ ἀνέγνωμεν, τὸ τοῦ πάντων κατεξουσιάζοντος Θεοῦ ἀκοινώνητον ὄνομα τοῖς παρ’ αὐτῶν σεβομένοις ξοάνοις ἐπιγράψασι, καὶ τὴν προσήκουσαν αὐτῷ μόνῳ ἀναθεῖσι λατρείαν, διὰ φωνῆς τοῦ μεγάλου Ἡσαΐου ἐπιπλήττει Θεός, Τίνι ὡμοιώσατε τὸν Κύριον, λέγων, καὶ τίνι ὁμοιώματι ὡμοιώσατε αὐτόν; μὴ εἰκόνα ἐποίησε τέκτων; ἢ χρυσοχόος χωνεύσας χρυσίον περιεχρύσωσεν αὐτό; Καὶ σφόδρα γε δικαίως ἀπειλεῖ τὰ ἀνόσια δρᾷν τετολμηκόσιν· οὐ γὰρ θεμιτὸν οἴεσθαί τι τῶν ἐν κτίσμασι τελούντων, ᾧ κατὰ φύσιν ἢ δόξαν ἢ ἀλκὴν ἢ κατά τι γοῦν ἀπεικασθήσεται· Τὴν γὰρ δόξαν μου, φησίν, ἑτέρῳ οὐ δώσω, οὐδὲ τὰς ἀρετάς μου τοῖς γλυπτοῖς.

Τίνι γὰρ προσεοικὼς εἴη ὁ πᾶσιν ἀθέατος, παντός τε νοῦ καὶ πάσης ὑπερέκεινα καταλήψεως; Τίσιν ὁμοιώμασι χειροτεύκτοις, ἀνθρωπίνοις σοφίσμασι καὶ φιλοτεχνήμασιν ἐκμεμηχανημένοις, παραβληθήσεται; Χριστιανοὺς γοῦν ταῦτα εἰδότας, ἐῤῥωμένους τε περὶ τὰ θεῖα, καὶ ὑγιᾶ τὴν διάληψιν περὶ τὴν ἀπόῤῥητον καὶ ἀνέκφραστον φύσιν κεκτημένους, μαινομένων ἐστὶν εἰκόνισμα θείας φύσεως γράφεσθαι· ὑμῖν μὲν οὖν τοῖς τῆς ἀπιστίας καὶ τοῦ νέου Ἰουδαϊσμοῦ ὑπασπισταῖς τὸ μέν, Θεὸν οὐδεὶς ἑώρακε πώποτε, διὰ γλώσσης καὶ προχειρότατον· τὸ δέ, Ἑωράκαμεν τὸν Κύριον, καὶ ὅτι συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ, καὶ τἄλλα ὅσα τῆς ἄκρας συγκαταβάσεως ἡμῖν κεκήρυκται, λεγόντων ἀκούειν ἢ πιστεύειν, οὐδ’ ὁπωσοῦν ἀνέχεσθε, ὡς ἀλλοτρίαν δὲ καὶ ἀπηχεστάτην ὑμῖν τὴν φωνὴν ἀπαναίνεσθε· ἀλλ’ εἰ ἔξεστι πυθέσθαι καὶ ἡμᾶς, ἀποκρίνασθε· ποῦ ὑμῖν καὶ πόθεν νενομοθέτηται, ἔκ τε νομικῶν θεσπισμάτων, εὐαγγελικῶν τε κηρυγμάτων, ἢ ἀποστολικῶν διδαγμάτων, ἀπερίγραπτον ὁμολογεῖν τὸν Χριστόν, καθὸ πεφανέρωται καθ’ ἡμᾶς ἄνθρωπος; μήτε ποιεῖν, μήτε μὴν γινομένην εἰκόνα αὐτοῦ προσκυνεῖν, καθάπερ νῦν δογματίζετε;

ἀλλὰ τοῦτο οὐκ ἂν εἰπεῖν ἔχοιτε· οὐδαμοῦ γὰρ ὑμῖν ἐνταῦθα δειχθήσεται· ὥστε τὴν περιστοιχίζουσαν ὑμᾶς ἀπορίαν, τῆς ἡμετέρας νίκης γίνεσθαι περιουσίαν· εἰ μὲν οὖν μὴ προὔκειτο ὑμῖν ἡ τῆς καθολικῆς καὶ ἀποστολικῆς Ἐκκλησίας ἄνωθεν καὶ ἐξ ἀρχῆς κεκρατηκυῖα παράδοσις, ὃ πάντων ἐστὶ τὸ ἰσχυρότατον καὶ ἀσφαλέστατον, αἵ τε ἀποστολικαὶ καὶ Πατρικαὶ φωναί, αἳ δὴ κρατεῖν ἡμᾶς τὰς παραδόσεις, ὅσαι τε ἔγγραφοι ὅσαι τε ἄγραφοι διακελεύονται, οἷα ἐπ’ ἀμφοτέραις τὴν αὐτὴν θεωρεῖσθαι δύναμιν. Τὸ γοῦν εὐσεβέστερον τῶν ἐν ἀμφιβόλοις κειμένων κρατήσει πάντως, καὶ τὸ διαφερόντως εἰς πίστιν καὶ ἀγάπην τὴν εἰς Χριστόν, ἣν ζῆλος ἔνθεος καὶ πόθος θερμὸς παρίστησι, τὴν οἰκείωσιν ἐνδεικνύμενον· εἰ δὲ κατ’ ἄμφω τὸ κράτος τῇ Ἐκκλησίᾳ Χριστοῦ καὶ τὸ εὐδόκιμον πάρεστιν, ἡμῖν ἄρα τὴν νικῶσαν ἐκ πολλοῦ τοῦ περιόντος ἀποίσεσθαι περιέστηκεν· ἐπεὶ οὖν νοῆσαι μὲν Θεὸν πάντη ἀδύνατον καὶ ἀνεγχώρητον, εἰκονίσαι δὲ ἀμήχανον ἔτι καὶ ἀδυνατώτερον, ὁπότε οὐδὲ φύσιν Θεοῦ ὁμοιοῦν, φύσιν ἔχον ἐστίν, εἴδους τε καὶ μορφῆς ὑπούσης ὡς ἤκιστα· πρὸς ὅ τι γάρ τις καὶ ἀποβλέψας παράδειγμα ὁμοιώσειε;

νῦν δὲ Θεὸν σωματωθέντα κυρίως καὶ ἀληθῶς ἔγνωμεν, πρόκειται τοῖς εὐσεβεῖν ἐθέλουσι μορφὴ εἰς ὁμοίωσιν, ἣν προσείληφεν ὁ τὴν τοῦ δούλου εἰκόνα μορφούμενος· εἰ γὰρ τὸ ἀθέατον καὶ ἄμορφον τῷ ὄντι, ὡς ἄληπτον ἀνόμοιόν τε καὶ ἄγραπτον, ἀνάγκη τὸ μορφωθέν τε καὶ θεαθέν, ὡς καταληφθὲν ὁμολογεῖσθαι γραπτὸν καὶ ὁμοιούμενον, ὃ εἰκονίζειν οὐκ ἀναμένομεν πρόσταξιν· οὐ γάρ ἐστι τοῦτο τοῖς πιστοῖς ἴδιον, πάντα ἐκ προστάγματος πράττειν· ἔστι γὰρ ἃ καὶ παρ’ ἑαυτοῖς συνεισφέρειν, ὅσα τοῖς θερμοτέροις προσήκει μάλιστα καὶ σπουδαιοτέροις εἰς φιλοθεΐαν τε καὶ εὐσέβειαν· ἐπεὶ πόθεν τὸ πιστὸν ἐν αὐτοῖς ὀφθήσεται;

μβʹ. Εἰ δὲ καὶ νόμον τις ἐπιζητοίη, τοῦ λόγῳ προστάξαι, τὸ ἔργῳ κατάρξαι, πρὸς ἀξιοπιστίαν ἀσφαλέστερον· καὶ τοῖς εὐλαβῶς περὶ τὰ θεῖα διακειμένοις οὐκ ἀπιστηθήσεται τὸ λεγόμενον· ἱστόρηται γὰρ ὡς Αὔγαρος ὁ τῶν Ἐδεσηνῶν βασιλεύς, τὰ παρὰ Χριστοῦ γινόμενα θαυματουργήματα ἐκπληττόμενος, πόθῳ τε πολλῷ καθελκόμενος, καὶ ἐν εἰκόνι αὐτὸν μόνον θεάσασθαι, ἀποστέλλει τινὰ ζωγράφον, ὥστε τὸ εἶδος ἐκεῖνο τὸ θεῖον διαχαράξαντα, παρ’ αὐτὸν κομίζειν ὡς τάχιστα· τοῦ δὲ διαμαρτόντος τοῦ σκοποῦ, διὰ τὴν ὑπερβάλλουσαν τοῦ προσώπου χάριν τε καὶ λαμπρότητα, αὐτὸς τῷ οἰκείῳ προσώπῳ ὀθόνην ἐπιθείς, ἐναπομάττει τὸ ἑαυτοῦ ὁμοίωμα, καὶ ἀποστέλλει τῷ ἐρῶντι τὸ ποθούμενον.

μγʹ. Ἱστόρηται δὲ καὶ τοῦτο, ὅτι τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ ἐν Βηθλεὲμ τεχθέντος, ὁ τοῦ Περσῶν ἔθνους τηνικαῦτα ἡγεμονεύων, εὐφυῆ τινα ζωγράφον ἐκεῖσε ἐξέπεμψεν, ὅστις τήν τε τοῦ τεχθέντος καὶ τῆς τεκούσης εἰκόνα διαγράψας, ὡς αὐτὸν ἤγαγεν. Εἰδέτω καρδία ἄπιστος! Οὐδὲ Πέρσας παραδέξεται τοσαύτην στειλαμένους ὁδόν, δῶρα τῷ τεχθέντι βασιλεῖ οἷα προσῆκε κομίσοντας, ὑπὸ ἀστέρος τε ὁδηγουμένους, καὶ ὅπερ τῷ ὄντι περιδεὲς καὶ εἰς προὖπτον ἐμβάλλον κίνδυνον, βασιλέα κηρύσσειν λαμπρῶς τὸν γεννηθέντα, ἐπὶ τῆς ἀλλοδαπῆς γενομένους· εἰ δὲ οὐ πάντα ἀναγέγραπται κατὰ τὴν εὐαγγελικὴν ἱστορίαν, οὐ πάντα παρὰ τοῦτο ἄπιστα· οὐδὲ γὰρ τὰ ἄλλα σημεῖα ἃ ἐποίησεν ὁ Ἰησοῦς ἀθετητέον, πολλά γε ὄντα, ὡς μηδὲ χωρεῖν τὸν κόσμον καθὲν γραφόμενα, ἐπειδὴ οὐκ ἀναγέγραπται, φησὶν ὁ μέγας εὐαγγελιστὴς Ἰωάννης· περὶ μὲν οὖν τῆς ἀοράτου καὶ ὑπερουσίου καὶ ἀλήπτου φύσεως, καὶ ἣν ὁμοιοῦν ἀδύνατον λέγεται, ὅτι Οὔτε φωνὴν αὐτοῦ ἀκηκόατε, οὔτε εἶδος αὐτοῦ ἑωράκατε· καί, Θεὸν οὐδεὶς ἑώρακε πώποτε, οὔτε τις ἀνθρώπων εἶδεν, οὔτε ἰδεῖν δύναται· διὰ τὸ οὕτως ἔχειν αὐτήν, καὶ μὴ ὁρᾶσθαι μηδὲ ἀκούεσθαι, ἀλλ’ ἐξῃρῆσθαι ταύτην καὶ εἴδους παντὸς καὶ φθόγγων· καὶ μέν γε καὶ ὅτι οὐ πεινάσει οὐδὲ κοπιάσει· Οὐδὲ ἔστιν ἐξεύρεσις τῆς φρονήσεως αὐτοῦ.

Περὶ δὲ τῆς ἐν σαρκὶ θεοφανείας τοῦ Λόγου, ὅτι Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἀμαρτίαν οὐκ εἶχον· καὶ ὅτι Ἑωράκασι καὶ μεμισήκασι καὶ ἐμὲ καὶ τὸν πέμψαντά με, τί δὲ οἱ θεσπέσιοι μαθηταί, φασίν;

Ὅτι Ὃ ἦν ἀπ’ ἀρχῆς, ὃ ἑωράκαμεν καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ Λόγου τῆς ζωῆς. Καὶ ὅτι Ἑωράκαμεν τὸν Κύριον, οἵτινες συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ, ὃ μετὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν γέγονεν· ἀλλὰ καὶ ἐκοπίασε καὶ ἐπείνασε καὶ ἐδίψησε νόμῳ σώματος, καὶ ὅτι Ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ γενόμενον ἐκ γυναικός· καὶ Θεὸς ἐφανερώθη ἐν σαρκί, καὶ πέπονθε τῷ προσλήμματι, καὶ ἀνέστη καινοποιήσας τὴν παλαιωθεῖσαν ὑπὸ τῆς ἁμαρτίας φύσιν.

μδʹ. Οὕτως οὖν καὶ ἡμεῖς ὁμοιωθέντα ἡμῖν τὸν αὐτὸν κατὰ πάντα χωρὶς ἁμαρτίας, κατὰ τὸ φανὲν ζωοποιὸν καὶ πανάγιον εἶδος, ἀφομοιοῦμεν καὶ εἰκονίζομεν καὶ προσκυνοῦμεν πιστῶς καὶ θεοπρεπῶς, ὡς μέγα βοᾷ ἡ ἄνωθεν ἡμῖν ἐν τῇ Ἐκκλησίᾳ ἔνθεος παραδεδομένη συνήθεια· πῶς οὖν οὐ προσκυνητέα καὶ τιμητέα ταῦτα τὰ ὁμοιώματα; Διὰ τὸν χρόνον, φασίν, ὅτι οὐκ ἀρχῆθεν ἡ τούτων προσκύνησις παραδέδεικται· ἀλλ’ εἴ γε διὰ τὸν χρόνον οὐ προσκυνητέα, διὰ τοῦτο μᾶλλον προσκυνητέα· τοῦτο γὰρ ἐξ ἀρχῆς ἐνορῶντες γινόμενον Μανιχαῖοί τε καὶ Ἀρειανοί, οἱ τῶν νῦν δογματιζομένων ἔξαρχοι, καὶ περιελεῖν σπουδάζοντες, τῶν προσκυνούντων ἅτε εὐσεβούντων κατεψηφίζοντο, καὶ τὴν τούτων ἐχειρογράφουν καθαίρεσιν· καὶ μαρτυροῦσιν αἱ βίβλοι, ἃς μετὰ χεῖρας οἱ τούτων μύσται φέρουσιν· εἰ δὲ οὔτε τοῖς ἑαυτῶν διδασκάλοις, οὔτε τοῖς ἡμετέροις τῆς ἀληθείας πείθονται κήρυξιν, οὔτε ἅπερ οἰκείοις ὀφθαλμοῖς καθορῶσι παραδέχονται, τίσι λοιπὸν συγκαταριθμηθεῖεν, οὐκ ἄδηλον· ἀλλὰ καὶ ἐν τούτοις ἀποῤῥαπτόμενοι τὰ στόματα οἱ ἀνόσιοι, τῆς ἀναισχύντου γνώμης οὐ καθυφιᾶσιν· ἕτερα δὲ ἀλογώτερα καὶ ἀνοητότερα τούτων ἐπάγουσιν.

μεʹ. Ἡνίκα γὰρ τῶν εὐσεβούντων τις αὐτοῖς διαλεγόμενος φήσει, ὅτι ἄξιον τιμᾶσθαι τὰ θεῖα σύμβολα, ἐπειδὴ καὶ ἐν τοῖς ἱεροῖς οἴκοις ἀνακείμενα ἱερά εἰσιν, ὡσαύτως καὶ ἐν τοῖς κατὰ τὴν θείαν τράπεζαν καὶ ἑτέρωθί που τοῦ ἱεροῦ ὑφαπλούμενα, κατά τε τὴν ἐσθῆτα καὶ ἐν ἑτέρᾳ ὕλῃ συνδιαγραφόμενα, ὡς ἅγια καὶ συμπροσκυνούμενα αὐτοῖς, παρὰ Χριστιανοῖς τὸ ἐξ ἀρχῆς συνεξειργάσθησαν· τί φασιν οἱ ἀναμέσον ἁγίου καὶ βεβήλου διαστεῖλαι οὐ βουλόμενοι; «Ὅτι καὶ θηρίων καὶ κτηνῶν καὶ ὀρνέων καὶ ἑτέρων ζώων εἰκόνας ἐν αὐτοῖς θεώμεθα· καὶ τὰ μὲν ἱερὰ ὡς ἱερὰ προσκυνοῦμεν, ἀλλ’ οὐχὶ καὶ ταῦτά γε δι’ ἐκεῖνα· οὕτω κἂν εἰκόνα Χριστοῦ ὁρῶμεν, τὸ ἱερόν, οὐ τὴν εἰκόνα προσκυνοῦμεν, καὶ διὰ ταῦτα οὐδὲ ἐκτὸς τούτων προσκυνητέα ἡ εἰκών.»

Εἴποι δ’ ἄν τις ὅτι οὐχ ὁ αὐτὸς λόγος ἐν ἅπασι θεωρεῖται· τῶν μὲν γὰρ ἄλλων ζώων αἱ μορφαί, οὐ προηγουμένως πρὸς τὸ εἰς θυσιαστήριον ἀναχθῆναι καὶ προσκυνεῖσθαι γεγόνασιν, εἰς κόσμον δὲ καὶ εὐπρέπειαν τῶν ἐν οἷς συνεξειργάσθησαν ὑφασμάτων· εἶτα οὕτω συμβὰν τρόπῳ θεοφιλεῖ, καὶ σπουδῇ τῇ περὶ τοὺς θείους οἴκους τῶν εὐσεβούντων, ἀνάθημα ἱερὸν προσηνέχθησαν· εἰ γὰρ προσκυνεῖ τις τὸ ἱερόν, οὐ πρὸς τὸ κτῆνος ἢ τὸ θηρίον προσέχων τοῦτο δρᾷ· οἶδε γὰρ οὐδὲν ἀπ’ αὐτῶν ὀνίνασθαι· πρὸς δὲ τοῦ ἱεροῦ τὴν τιμὴν ἀφορῶν, οὐδὲν πλέον τῆς ὄψεως ἐκείνους νέμων· ὁ δὲ τῶν σεπτῶν μορφωμάτων σκοπὸς οὐχ οὕτως ἔχει· πόθεν; ἀλλὰ δι’ αὐτὸ τὸ ἅγια εἶναι, καὶ εἰς μνήμην τῶν ἀρχετύπων προϊέναι ἁγίων, ὡς ἱερὰ τοῖς ἱεροῖς συμπροσκυνοῦνται, καὶ οὐ σὺν αὐτοῖς μόνον, ἀλλὰ καὶ ἐκτὸς τῶν ἁγίων οἴκων τιμηθήσονται· σὺ δὲ τοῦ μὲν ὄνου καὶ τοῦ κυνὸς καὶ τοῦ χοίρου ἐν τῷ ἱερῷ προσκυνῶν τὰς εἰκόνας, οὐ δυσχεραίνεις, τὴν δὲ Χριστοῦ εἰκόνα αὐτῷ ἱερῷ καταπιμπρῶν γέγηθας; καὶ οὐ φρίττεις τοιαῦτα τολμῶν, δεικνὺς μάτην σεαυτῷ τὸ Χριστιανὸς ἐπιγράφων ὄνομα; τί οὖν εἴποιεν οἱ τὴν διάνοιαν λελωβημένοι, καὶ τὴν νοερὰν ἐνέργειαν πεπηρωμένοι, περὶ τῶν ἐν ταῖς ἱεραῖς κιγκλίσι καὶ ταῖς καλουμέναις σωλέαις, τῶν τε ἐν τοῖς κίοσι καὶ πυλῶσιν αὐτοῖς, τῶν τε πρὸ τοῦ θείου θυσιαστηρίου ἱδρυμένων;

ἆρα κόσμου καὶ εὐπρεπείας χάριν ταῦτα οἱ Χριστιανοὶ ἐτεκτήναντο, ἢ τὰ οἰκεῖα τοῖς οἰκείοις ἐφαρμόζοντες; εἰδότες ὅτι οἱ τόποι οὗτοι προσκυνήσεώς εἰσι τόποι, καὶ τοῦ προσκυνεῖσθαι ἕνεκεν τούτοις ἐνετυπώσαντο;

μϛʹ. Ἀλλὰ καὶ δικαίως μάλα ὁ προφητικὸς λόγος τὴν τούτων παραφροσύνην καὶ τὴν παράνοιαν προλαβὼν ἐστηλίτευσεν, ὅτι Ἔδωκεν αὐτοῖς ὁ Θεός, ὀφθαλμοὺς τοῦ μὴ βλέπειν, καὶ ὦτα τοῦ μὴ ἀκούειν, ἵνα βλέποντες μὴ βλέπωσι, καὶ ἀκούοντες μὴ συνιῶσι. Καὶ Ἐπαχύνθη αὐτῶν ἡ διάνοια, καὶ ἐσκοτίσθησαν καὶ ἐμωράνθησαν τοῖς διαλογισμοῖς.

Ἐξερευνῶντες ἐξερευνήσεις, ὧν οὔτε ἔρευνα οὔτε ἀμφιβολία παρὰ Χριστιανοῖς γέγονε πώποτε· καὶ οὕτως ἐναργοῦς ὑπαρχούσης καὶ δεδημοσιευμένης τῆς ἀληθείας πάσῃ τῇ ὑφ’ ἡλίῳ, τοῖς οἰκείοις ὀφθαλμοῖς καὶ τῇ ἐναργείᾳ αὐτῇ ἀπομάχονται οἱ ἀνόητοι, καὶ ἀποδείξεις τῶν βλεπομένων παρ’ αὐτοῖς καὶ ὑπ’ ὄψιν ἠγμένων ἐπιζητοῦσι· ταυτόν τι ποιοῦντες, ὥσπερ εἰ τὸν ἤλιον καθορῶν τις ἄρτι τῶν ἑῴων τερμάτων ἀναθρώσκοντα, καὶ τῶν ἡλιακῶν ἀκτίνων πανταχοῦ τὰς βολὰς κατασπείραντα, διαποροίη ὡς ἄρα ἡμέρα ἐνισταῖτο· ἢ θάλασσάν τις ναυτιλλόμενος, ἢ ποταμὸν περαιούμενος, κατὰ τοὺς διάπλους ἀπόδειξιν ἐπιζητοίη, καὶ διαμφισβητοίη· εἰ ἄρα ἐστὶν ὕδωρ ἐν θαλάσσῃ καὶ ποταμῷ· καὶ ἃ οὐδ’ ἂν οἱ τοῦ φωτὸς τούτου πάμπαν ἄπειροι διαμφιβάλλοιεν, οὐδὲ οἱ ἄγαν ἐκ κραιπάλης καρηβαροῦντες καὶ κατενηνεγμένοι πάθοιεν· πολλάκις καὶ τὰ ἑστῶτα καὶ μηδαμῶς κινούμενα ἐν κύκλῳ περιδινεῖσθαι οἰόμενοι· οὗτοι ἐκμεμεθυσμένοι τῷ οἴνῳ τῆς ἀπιστίας, καὶ κεκαρωμένοι τὴν ψυχὴν τοῖς ὑλικοῖς οἷα κατασυρέντες πάθεσι, καὶ ταῖς περικοσμίοις καὶ ἀπατηλαῖς δόξαις καὶ σαρκικαῖς ἡδυπαθείαις αἰχμαλωτιζόμενοι, τὰ πάντων πεπόνθασιν ἀθλιώτερα καὶ χαλεπώτερα.

μζʹ. Ἔτι μικρὸν τοῖς εἰρημένοις προσθέντες εἰς τὴν τοῦ λόγου ἐξέτασιν, γνοίημεν εἴ γε ἄρα προσηκόντως αὐτοῖς τὸ τοῦ Χριστιανισμοῦ ἐπιφημίζεται ὄνομα· ἴσμεν γὰρ ἅπαντες ὅτι ὥσπερ ἡ τοῦ Χριστοῦ εἰκὼν ἐκ παραγωγῆς, τοῦ Χριστοῦ τό τε εἶδος κέκτηται, καὶ τὴν προσηγορίαν αὐτὴν ἐπιφέρεται, οὕτω δὴ καὶ ὁ Χριστιανός, ὡς ἐκ πρωτοτύπου ὀνόματος τοῦ Χριστοῦ, τήν τε κλῆσιν ἔλαχε καὶ τὸν τρόπον, καθ’ ὃν δὴ χαρακτηρίζειν αὐτὸν διὰ μιμήσεως καὶ πολιτείας ὡς οἷόν τέ ἐστιν ἐνδείκνυται· ὡς ἐκ μιᾶς οὖν ἀρχῆς ἀμφότερα ὁρμώμενα, καὶ οἷον ῥίζης τῆς αὐτῆς προϊόντα τοῦ Χριστοῦ, κοινωνίαν τε καὶ σχέσιν τὴν πρὸς ἄλληλα διασώζουσι· κἂν τῇ οὐσίᾳ καὶ τῷ τρόπῳ τῆς ὑπάρξεως, τὸ διάφορον ἐν αὐτοῖς ἐμφαίνηται, ὅμως δ’ οὖν τοῦ αὐτοῦ μετέσχον ὀνόματος, καὶ ὁμωνύμως ἐπ’ ἀμφοῖν ἡ τοῦ Χριστοῦ κατηγορεῖται προσηγορία· εἰ τοίνυν ἡ τοιαύτη κοινωνία καὶ ὁ αὐτὸς εἱρμὸς παρὰ τούτοις πεφύλακται πρὸς τὸ ὁμόστοιχον, καὶ ἡ πρὸς τὸ ὁμώνυμον τιμὴ ἐκνενέμηται, κατακληρούσθω καὶ ἐπ’ αὐτοῖς τὸ Χριστιανοῦ ὄνομα· εἰ δὲ ἀπεναντίας τούτων πάντα πράττουσι, καὶ πάσης ἀτιμίας καὶ ἀδοξίας ἀποπληροῦσι τά τε Χριστοῦ καὶ ἑαυτοῖς ὁμώνυμά τε καὶ ἐν σχέσει τῇ αὐτῇ θεωρούμενα, πῶς ἂν αὐτοὶ τῆς Χριστιανῶν μεθέξουσι κλήσεως;

μηʹ. Ὅτι δὲ διὰ τοῦτο καὶ ἡ πρὸς τὸ ἀρχέτυπον αὐτοῖς ἀθέτησις γίνεται, τὸ τοῦ λόγου ἀκόλουθον καὶ ὁ τῶν φαινομένων σκοπὸς ἐννοεῖν δίδωσι· διίστησι γὰρ αὐτῶν τὴν οἰκειότητα τὴν πρὸς αὐτὸ καὶ τὴν τῆς κλήσεως κοινωνίαν, ἡ τοῦ συστοίχου καὶ ὁμωνύμου παραίτησις καὶ ἐξουδένωσις· παραπλήσιον γάρ τι πεπόνθασιν, ὡς εἰ καὶ δύο τινὲς παῖδες ἐξετάζοιντο, εἰ ἑνὸς καὶ τοῦ αὐτοῦ προστετυχήκασιν· ὧν ὁ μὲν ἕτερος ἀσινεῖς τοὺς πατρῴους διασώζων χαρακτῆρας, καὶ ἀπαραχάρακτον φέρων τοῦ φύσαντος τὴν ἐμφέρειαν, εἰκότως ἂν νομισθείη ὁ γνησιώτατος· ὁ δ’ αὖ ἕτερος μηδὲν τούτων ἐπαγόμενος, εὐλόγως ἂν νόθος κριθείη καὶ ἔκφυλος· νόθοι οὖν καὶ αὐτοὶ Χριστιανοὶ ἐν δίκῃ νομισθήσονται, καὶ τῆς Χριστοῦ κληρονομίας καὶ ποίμνης ἐκκήρυκτοι· μάτην γὰρ μεταποιοῦνται, οὐδὲν αὐτοῖς προσῆκον ἤδη, τοῦ ὀνόματος· ἀλλ’ εἰς μὲν ἀθέτησιν τῆς τοῦ Χριστοῦ οἰκονομίας, μᾶλλον δὲ εἰς ὄλεθρον τῶν ψυχῶν αὐτῶν, σκῆψις ἡ τοῦ ἀπεριγράπτου πρόκειται φωνή.