Ἀλλ’ ἐνταῦθα γενομένοις διασκοπεῖσθαι ἄξιον, ὅ τι ἂν ἡμῖν ταῦτα κατασημήνειε· φαμὲν τοίνυν, ὡς ἐπειδὴ πάλαι δυσσεβῶν μάλιστα ὑπῆρχον Αἰγύπτιοι δυσσεβέστεροι, καὶ δαιμονίων ἀκαθάρτων θεραπευταί, τὸν φύσει καὶ ἀληθῶς ἠγνοηκότες Θεόν· ἀνθρώπων γὰρ μορφάς, καὶ μὴν καὶ ἀλόγων ζώων ποικίλους ἀνεστήλουν τύπους, καὶ ὡς θεοῖς προσεκύνουν ἀνοηταίνοντες· κεκαθαρμένοις τε καὶ νοητοῖς ὄμμασιν ὁ θεσπέσιος προφήτης προορώμενος, ἅπερ αὐτοῖς ἐπιφανέντος τοῖς ἐπὶ γῆς τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ συμπορισθήσεται, φησίν, ὅτι τοῦ θείου καὶ εὐαγγελικοῦ κηρύγματος ἐπανθήσαντος, τὸ τῆς θεογνωσίας αὐτοῖς ἐπιλάμψει σέλας· κἀκεῖνα μὲν τὰ ἐναγῆ πάντα καθαιρεθήσεται καὶ ἀφανισθήσεται, ἀντεισαχθήσεται δὲ καὶ ἀναστήσεται θεῖα θυσιαστήρια καὶ ἱεροὶ σηκοί, ἐν οἷς ὅ τε τοῦ ζωοποιοῦ σταυροῦ τύπος, καὶ τοῦ ἀχράντου Χριστοῦ σώματος ὁ θεοειδὴς χαρακτήρ, ἐμπρέποντες ἐνιδρυθήσονται, διακοσμοῦντες ταῦτα καὶ περιστέφοντες· καὶ δὴ εἰς τοῦτο αὐτοῖς εὐκληρίας τὰ προηγορευμένα ἤδη ἐκβέβηκεν· ὡς οὖν ἀντὶ ξύλου ξύλον, καὶ ἀντὶ τεμένους τέμενος, καὶ ἀντὶ θυσιῶν θυσίαι, καὶ ἀντὶ πάντων τῶν ἀκαθάρτων καὶ βδελυκτῶν τὰ καθ’ ἡμᾶς ἀνατέταλκεν ἅγια, οὕτως ἀντὶ τῶν ματαίων ἐκείνων καὶ μυσαρῶν στηλῶν, ὡς οἰκειότερον καὶ προσφυέστερον τοῖς προφητικοῖς ἁρμόσασθαι λογίοις, αἱ πάνσεπτοι τοῦ Σωτῆρος στῆλαι, ἤτοι τὰ προσκυνητὰ εἰκονίσματα ὁμοῦ τοῖς ἄλλοις ἱεροῖς, κατ’ Αἴγυπτον ὅλην, καθὰ καὶ ἀνὰ πᾶσαν τὴν οἰκουμένην, κομῶσι νῦν πληθυόμενα καὶ τιμώμενα· οὕτω τοίνυν καὶ οἱ ὅσιοι ἄνδρες, οἱ τὰ τοῦ θεοφόρου ὑπομνηματίζοντες, τὰς προκειμένας ἐξειλήφασι ῥήσεις.