Οὗτοι τοίνυν οἱ ἅγιοι Χριστοῦ μιμηταὶ γενόμενοι, καὶ τῇ εἰς Χριστὸν ἀγάπῃ τὴν ψυχὴν τετρωμένοι, καὶ κατ’ ἴχνος αὐτοῦ ὅσον ἐφικτὸν ἀνθρώποις, ἰέναι προθυμούμενοι, πίστει τε ἐρηρεισμένοι καὶ τὴν ἐλπίδα κεκτημένοι ἀπλάνητον, καὶ τῶν μελλόντων ὡς παρόντων ἤδη ἀντειλημμένοι, τῶν ἐπὶ γῆς ἁπάντων ὡς ἐπικήρων καὶ φθαρτῶν κατεφρόνησαν· χρημάτων τε αὖ καὶ σωμάτων αὐτῶν ὑπερόπται γεγόνασι· τῶν ἐπουρανίων γὰρ καὶ ὑψηλοτέρων ἐγλίχοντο, πολιτείαν οὐράνιον ἀσπασάμενοι· διὸ πάντα σκύβαλα διὰ τὴν εἰς τὸν Κτίσαντα ἀγάπην, κατὰ τὸν μαρτύρων ἔξαρχον ἥγηνται· οὕτω τὸν σταυρὸν ἀράμενοι, καὶ τὴν πανοπλίαν ἀναλαβόντες τοῦ πνεύματος, τῷ θώρακί τε τῆς πίστεως φραξάμενοι, καὶ τοῦ θυρεοῦ τῆς ἐλπίδος δραξάμενοι, καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου περιβαλόμενοι· ὡς δὴ τὴν ἐξ ὕψους δύναμιν δεξάμενοι, καὶ τὰ πάθη Χριστοῦ ζηλώσαντες, εὐσθενῶς ἀριστεύοντες, ἀήττητοι στρατιῶται τοῦ μεγάλου βασιλέως ἀνεδείχθησαν, καὶ ἀθληταὶ γενναιότατοι· οὕτω κατὰ τῆς πλάνης ἕστησαν τρόπαια, καὶ πᾶσαν μὲν μηχανὴν τοῦ ἐχθροῦ ἐξεπόρθησαν, πᾶσαν δὲ αὐτοῦ τὴν δύναμιν καταλελύκεσαν, πάντα τὰ πεπυρωμένα βέλη αὐτοῦ κατέσβεσαν, καὶ τὸ κράτος καθεῖλον νεανικῶς· πάσας δὲ τῶν ὑπηρετῶν τοῦ πονηροῦ τὰς ἐπινοίας καὶ ἀπειλὰς διέπτυσαν· πάσης αὐτῶν ὠμότητός τε καὶ ἐπηρείας κατεφρόνησαν, γενναίως καὶ ἀνδρικῶς ἄγαν πρὸς πάσας τὰς μεθοδείας αὐτῶν ἀντικαθιστάμενοι· ἑδραῖον εἶχον ὄντως πρὸς Θεὸν καὶ ἀκλινὲς τὸ φρόνημα, καὶ τὰς ἐπαγομένας αἰκίας ὡς ἐπ’ ἀλλοτρίοις σώμασι διαγωνιζόμενοι, καὶ ὥσπερ τῆς φύσεως ἐκλαθόμενοι, τοὺς πόνους διήνεγκαν· τὸ στάδιον τῆς εὐσεβείας κατὰ τῆς πολυθέου πλάνης ἐξανύοντες, πρὸς τὸ πῦρ ὥσπερ εἰς δρόσον ἐναλλόμενοι, θηρῶν φοβερωτάτων μύλας καὶ θυμοὺς οὐ δειμαίνοντες, ἀκμὴν σιδήρου καὶ ὀνύχων ὀξύτητας, σαρκῶν τεμνομένων καὶ ξεομένων ἠφειδηκότες, οὐκ ἐτεθήπεσαν, ἐπὶ τὰ ὄργανα δὲ τῆς τιμωρίας αὐθαίρετοι ὥσπερ ἐπὶ τρυφὴν ᾔεσαν, πάντα στέγοντες, πάντα φέροντες, πρὸς ἓν ἀποσκοποῦντες, καὶ πρὸς τὸ βραβεῖον τῆς ἄνω κλήσεως ἐπειγόμενοι, οὐκ ἄξια τὰ παθήματα τοῦ παρόντος καιροῦ πρὸς τὴν μέλλουσαν ἀποκαλύπτεσθαι δόξαν ἡγούμενοι· ἀλλὰ τούτων ἁπάντων κατατολμήσαντες, καὶ θανάτου κρείττους γενόμενοι, ὑπεραθλοῦντες τῆς πίστεως, τῶν ἀπειλῶν τῶν τυράννων καθυπέρτεροι ὤφθησαν· ἐπεὶ ἐν τῷ τοῦ Θεοῦ ὀνόματι ἐκρατύνοντο, ὅπερ ἐνώπιον ἐθνῶν καὶ βασιλέων ἐβάστασαν.