Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Ἀντιρρητικοὶ τρεῖς κατὰ Κωνσταντῖνου τοῦ Κοπρωνύμου

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Αναίρεση των χριστολογικών πλανών περί απεριγράπτου

Ανασκευή των επιχειρημάτων του Κωνσταντίνου Ε' περί του απερίγραπτου του Χριστού και κατάδειξη της ταύτισης της εικονομαχίας με παλαιότερες αιρέσεις.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 2 από 15

ιαʹ. Εἶτα· «Παρέλαβεν οὕτως ὁμολογεῖν.» Ἐν τούτοις ἢ οὐ συνῆκεν ὅ τι καὶ λέγει ὁ πάντων σοφώτατος εἶναι οἰόμενος, ἢ ἑκὼν πάλιν τινὰς παρακρούεται· καὶ οὐκ οἶδα πότερον παρανοίας ἢ πανουργίας αὐτόν τις γράψαιτο. Ἀκούσεται γάρ· Πάλιν αὐτὸς παράδοσιν εἰσάγεις; Τί δή ποτε; μὴ πρότερον τὴν ἀνέκαθεν καὶ ἐξ ἀρχῆς παρὰ τῶν ἱερῶν ἀποστόλων καὶ τῶν ἀοιδίμων ἡμῶν Πατέρων παραδεδομένην καὶ κεκρατηκυῖαν ἐπὶ τῇ ὄντως καθολικῇ καὶ ἀποστολικῇ Ἐκκλησίᾳ, συνήθειαν παραδέχῃ, ὅση τε ἐν γράμμασι καὶ ὅση ἐν λόγοις παραδέδοται;

Στήκετε γάρ, φησὶν ὁ θεῖος Ἀπόστολός τισιν ἐπιστέλλων, καὶ κρατεῖτε τὰς παραδόσεις ἃς ἐδιδάχθητε, εἴτε διὰ λόγου, εἴτε δι’ ἐπιστολῆς ἡμῶν. Ἐπίσης γὰρ ἐν ἑκατέρῳ τούτων μέρει ἥ τε ἰσχὺς καὶ ἡ ἀπόδειξις πρόσεστιν. Ἆρ’ οὐ παράφρονος καὶ παραπλῆγος οἱ λόγοι, πῆ μὲν δέχεσθαι περὶ ἓν καὶ τὸ αὐτὸ πρᾶγμα τὴν τῆς Ἐκκλησίας παράδοσιν, πῆ δὲ ἀποτρέπεσθαι; Ταῦτα δογματίζειν βουλόμενος ὁ συνετώτατος, πῶς οὐκ ἐννενόηκεν, ὅτι γε δὴ τοῦ Χριστοῦ ἡ Ἐκκλησία μετὰ τῶν ἄλλων ἁπάντων ἱερῶν σεβασμάτων, καὶ τὴν τῶν σεπτῶν εἰκόνων ἱστορίαν τε καὶ προσκύνησιν τὴν προσήκουσαν, ἐξ ἀρχῆς καὶ μέχρι τοῦ δεῦρο παραλαβοῦσα διασώζει; Ἀλλ’ ἔοικεν ἡ οἴησις, πάθος οὖσα χαλεπόν τι καὶ εὐπερίστατον, ἐν τοῖς καιριωτάτοις αὐτοῖς ἀποσφάλλεσθαι. Κἀνταῦθα γὰρ ἑαυτὸν παραλογίζεται, ἢ οὓς πείθειν ὑπολαμβάνει. Οὐ τοῖς λόγοις οὖν οἷς χρῆται πρὸς ἐξαπάτην τῶν πολλῶν προσεκτέον, τῷ τρόπῳ δὲ καὶ τοῖς ἔργοις, ἃ δὴ κατὰ τῶν ἁγίων ἐβουλεύσατό τε καὶ ἔδρασεν, αὐτὸν κριτέον.

ιβʹ. Εἶτα ἐπάγει· «Μὴ τρέψαντα τὴν θεότητα εἰς σάρκα, μήτε τὴν σάρκα εἰς θεότητα αὖξος ἐμποιησαμένην.» Ἐντεῦθεν δῆλον ἑαυτὸν πεποίηκε, περὶ τὴν τοῦ Λόγου σάρκωσιν ἀποσφαλλόμενον· καὶ κατάρχεται λοιπὸν κατὰ μικρὸν τὰ τῆς πονηρίας παραγυμνοῦν.

Οὐ γὰρ ὥσπερ τῷ Λόγῳ τὸ ἄτρεπτον ἔνειμεν, οὕτω δὲ καὶ τῇ σαρκὶ αὐτὸ δὴ τοῦτο ἀποδέδωκε, κἂν πείθειν τινὰς ἐνόμιζεν, ὡς τὴν σάρκα ἀποδέχεται. Τί γὰρ ἔδει αὖξος τοῦ ἀτρέπτου ἀντιπαραλαμβάνεσθαι; Τὰ γοῦν ἰδιώματα αὐτῆς τέλεον ἀποσκευαζόμενος, τὴν οἰκείαν κακοδοξίαν προανακρούεται. «Ἀλλὰ τῶν δύο φύσεων συνελθουσῶν εἰς ἕνωσιν ἀσύγχυτον, τήν τε τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος, ἕνα τὸν αὐτὸν καθ’ ὑπόστασιν ὑπάρχειν, διπλοῦν ἐν ἑνὶ προσώπῳ.» Παραλογίζεται ἑαυτὸν κἀνταῦθα, οὐ γὰρ τῶν ἀκροωμένων τοὺς συνετοὺς καὶ νοῦν ἔχοντας. Εἰ γὰρ ὀρθῶς προσέφερε, τί δή ποτε μὴ καὶ ὀρθῶς διεῖλεν, εἰ ἀσυγχύτους μεμενηκέναι τὰς κατὰ Χριστὸν συνελθούσας φύσεις διωμολόγει, καὶ ἀτρέπτους ἂν πάντως ταύτας παρεδέχετο;

Ἐπεὶ τίνι τρόπῳ θατέρας μὲν τὰ ἰδιώματα, τουτέστι τῆς τοῦ Λόγου φύσεως διὰ τοῦ ἀτρέπτου διασωζόμενα, εἰσφέρειν προσποιεῖται· θατέρας δέ, τουτέστι τῆς σαρκός, ὥσπερ παρῃρημένα, ἀπαναίνεται; Οὐκ ἔστιν οὖν τοῦτο ἀτρέπτους καὶ ἀσυγχύτους τὰς φύσεις δοξάζοντος. Εἰ γὰρ τὸ μὲν πεπονθέναι περὶ τὰς ἰδιότητας ἀξιοῖ, ἀνάγκη καὶ τὸ λοιπὸν πεπονθὸς συνομολογήσειν. Ὥσπερ γὰρ Θεὸς τέλειος πρὸς ἡμῶν πάντων ὡμολόγηται ὁ Χριστὸς ἐν μορφῇ Θεοῦ, ἤγουν ἐν οὐσίᾳ Θεοῦ ὑπάρχων, οὕτω καὶ μορφὴν δούλου λαβὼν τὴν καθ’ ἡμᾶς, τέλειος ἂν πιστεύοιτο ἄνθρωπος, ἐν μηδενὶ λειπόμενος. Καὶ γὰρ οὖν καὶ ἡ καθ’ ἡμᾶς Ἐκκλησία, κατὰ τὰ θειωδῶς ἡμῖν παραδεδομένα ἔκ τε ἀποστολικῶν κηρυγμάτων καὶ πατρικῶν διδαγμάτων, ἀτρέπτους καὶ ἀσυγχύτους τὰς φύσεις ὁμολογοῦσα, καὶ τὰ ἑκατέρας τούτων ἰδιώματα, τοῦθ’ ὅπερ ἐστὶν ἑκάτερον διαῤῥήδην προανακέκραγε. Μάτην οὖν τῇ δόξῃ τῆς Ἐκκλησίας ἐπερείδεσθαι ᾤετο· ἀπεναντίας γὰρ ταύτῃ κἀν τούτοις δοξάζων ἐλέγχεται, τοῖς διδασκάλοις αὐτοῦ τοῖς Ἀκεφάλοις ἑπόμενος, ὧν τινες τὰς φύσεις δοκοῦσι δέχεσθαι, πάντες δὲ τὰ ἰδιώματα αὐτῶν πάντη ἀναιροῦσι καὶ παραγράφονται.

Ἐντεῦθεν τὸ φλεγμαῖνον τῆς γνώμης, καὶ τὴν ὑποικουροῦσαν ἐν τῷ βάθει τῆς ψυχῆς, κατὰ τῶν χαρακτηριζόντων καὶ ἐμφανιζόντων ἡμῖν τὸ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ ἀνθρώπειον εἶδος δυσμένειαν, ἀτάκτως πως καὶ ἀσυναρτήτως ἐκπομπεύων παραδείκνυσι.

ιγʹ. Φησὶ γάρ· «Κἂν πᾶσα εἰκὼν παράγωγος πρωτοτύπου τινὸς γνωρίζεται.» Τίνι ταῦτα παραβλητέον; ἢ ἐκεῖνο ῥητέον, ὅτι χαλκέως ἐν ἴσῳ φυσητῆρι ὑπὸ τοῦ ἐμφωλεύοντος καὶ ὀλέκοντος πνεύματος τὰ σπλάγχνα περιτεινόμενος, κατ’ ἐκεῖνον δὴ τὸν Βουζίτην τὸν λάλον, ἡνίκα τῷ Αὐσίτῃ τῷ μεγάλῳ ἐπιπληκτικώτερόν πως προσδιελέγετο. Οὐ γὰρ ἔσθενεν ἔτι κρύπτειν ἐντὸς τὴν κακοήθειαν. Νὺν ὅπερ πάλαι ὤδινε πικρὸν τῆς ἀσεβείας ἐξήμβλωσε κύημα, καὶ ἣν πρὶν ὑπὸ παραπετάσματι τῷ πλάσματι κατασκιάζειν ἐδόκει πονηρίαν ἐκρήγνυσι· καὶ ταῦτα μηδὲ τῆς ἀκολουθίας τοῦ λόγου φερούσης, ἀκαταλλήλως ἐκτιθέμενος· δεικνὺς καὶ ἐντεῦθεν, ὅτι βίᾳ κατεῖχεν ἐν ἑαυτῷ, καὶ ἃ προλεχθέντα αὐτῷ παρεπλάσατο.

Καὶ δὴ ἂν περιεῤῥώγει αὐτοῦ ἡ γαστήρ, εἰ μὴ ταύτην ἔῤῥηξε τὴν φωνήν, καὶ παρὰ τὴν τάξιν, καὶ παρὰ τὴν ἁρμονίαν, καὶ παρὰ τὴν ἀκολούθησιν τῆς τοῦ λόγου ἐκθέσεως. Μικρὰ γὰρ τῇ σκηνῇ προσπαίξας, καὶ τὸ δρᾶμα ὅπερ ὑπεκρίνατο μονονουχὶ διαγελάσας, πρὸς τὴν οἰκείαν ῥοπὴν ἐπανιών, ἐφ’ ἑαυτὸν γίνεται.

ιδʹ. Τὸν μυθολογούμενον κολοιὸν ἐκεῖνον ἡ παλαιὰ εἰσφέρει μυθοπλαστία, ὀθνείοις πτεροῖς ἐγκαλλωπιζόμενόν πως καὶ ἐπαγαλλόμενον· ἐφ’ ὃν ἀέριόν ποτε προσρῆξαν πνεῦμα, σκεδάννυσι μὲν τὴν ἐπείσακτον εὐμορφίαν, καὶ φροῦδον ποιεῖ τὸ ἀλλότριον, ἐκεῖθεν δὲ αὐτῷ τὸ δυσειδὲς λοιπὸν ἐξελέγχεται. Τάχα τι παραπλήσιον καὶ αὐτός μοι πεπονθέναι δοκεῖ.

Ἀλλοτρίοις γὰρ ὥσπερ τῆς εὐσεβείας ἐν βραχέσιν ἑαυτὸν περιμορφώσας λόγοις, ὑπὸ τῆς ἐμπνεούσης αὐτῷ ἐναντίας δυνάμεως, οὐκ εἰς μακρὰν τὸ αἶσχος τῆς ἑαυτοῦ δόξης ἔκδηλον παρεστήσατο. Ἆρα γὰρ οὐ πᾶσίν ἐστι καταφανής, τῇ τοῦ Χριστοῦ δόξῃ μεμαχημένος, ἀπειλῶν καὶ βρέμων κατὰ τῆς τοῦ Λόγου σαρκώσεως; ὅτι δὴ πρὶν ἢ κατάρξαι τοῦ περὶ εἰκόνων λόγου, δι’ ὧν ἀπέῤῥιψεν ἐν μέσῳ ῥημάτων, τὴν οἰκείαν καὶ πρὸ τῆς ἀρίστης ἐκείνης τοῦ λόγου κατασκευῆς, ὑπαινίττεται γνώμην. Σκοπεῖτε γὰρ ἐνταῦθα, ποίας ἀκολουθίας ἔννοιαν διασώζει ταῦτα πρὸς τὰ προηγούμενα· ἐν γὰρ τοῖς προλαβοῦσι περί τε φύσεων καὶ ὑποστάσεως διαλεγόμενος, ἀθρόον ὑπ’ αὐθαδείας καὶ ἐμπαθείας ἐκβιαζόμενος, ἐπὶ εἰκόνας ἀκόσμως ἀφάλλεται καὶ πρωτότυπα· ἵνα δείξῃ σαφῶς ὡς πᾶς ὁ κεκινημένος αὐτῷ λόγος, πρότερός τε καὶ ὕστερος, τοῖς ἱεροῖς τῆς πίστεως ἡμῶν συμβόλοις τὴν ὅλην τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ συγκαθυβρίσαι οἰκονομίαν, μᾶλλον δὲ αὐτὸν Χριστὸν ἀθετήσειν ἐξώρμητο. Ἅπαξ οὖν τοιούτου σκοποῦ ἀπαρξάμενος, ἐμφιλοχωρεῖ λοιπόν, δεινῶς ἄγαν καὶ δριμέως τὰ τῆς διασκευῆς τοῦ λόγου διεργαζόμενος.

Τῷ καθολικῷ δὲ προσδιορισμῷ κέχρηται, ἀπὸ τοῦ δοκεῖν περὶ πάσης εἰκόνος τὸν λόγον ποιεῖσθαι, ἀνύποπτος τοῖς πολλοῖς ἔσεσθαι, λέγεσθαι δὲ περὶ ὅτου αὐτῷ τὰ τῆς σκέψεως πρόκειται. ιεʹ. Εἰσάγει γοῦν εὐθύς· «Καὶ εἰ καλῶς ὁμοούσιον αὐτὴν εἶναι τοῦ εἰκονιζομένου.» Οὐκοῦν τὸ ἀπλῶς εἰκονίζεσθαι τὸν Χριστὸν οὐ κωλύεις, διὰ δὲ τὸ ἑτεροούσιον τοῦ εἰκονίσματος. Ἕτερον γὰρ ὁ Χριστός, καὶ ἕτερον τὸ τῆς ὕλης ἐξ ἧς ἀπεικόνισται. Ταῦτα δὲ εὐθύνειν ἆρα οὐ καταγέλαστον; Ἃ γὰρ οὐδ’ ἂν τῶν ἀπὸ τῆς σκηνῆς τις ἢ τῶν ἐκ τριόδων, οὒς ἐπὶ κόῤῥης οἱ πολλοὶ ἐπιτωθάζοντες παίουσι παρεφθέγξατο, οὗτος τῇ μέθῃ τῆς ἀπιστίας ἐκβακχευθείς, καὶ τῷ κράτει τῆς ἀσεβείας ἐξοιστρηθείς, παραπεφώνηκε· τερθρεία γὰρ ἤδη ταυτί, καὶ τηνάλλως ἐκπεπονημένα αὐτῷ. Ἀλλ’ εἰσί τινες ἐπὶ τοσοῦτον ἀμαθίας καὶ ἀλογίας ἤκοντες, ὡς οἴεσθαι αὐτοῖς ἐνορᾶσθαι λόγου τι ἄξιον. Διὸ ἀναγκαίαν ποιούμεθα οὐκ ἐπ’ ἀναγκαίοις τὴν ἐξέτασιν. Τί γὰρ τῶν εἰρημένων ἀλογώτερον, ἢ ἀδιανοητότερον; Οὐδὲ γὰρ ἂν εἴη ταῦτα τῶν σωζόντων τὸ ἐν διανοίαις ἀκόλουθον.

Εἰ μὲν γὰρ περὶ φυσικῆς εἰκόνος, ἥπερ δὴ τῇ τεχνητῇ ἀντιδιαστέλλεται, προὔκειτο αὐτῷ ὁ σκοπός, ὁποίαν εἶναι τοῦ Πατρὸς λέγομεν τὸν Υἱόν, εὐώδωτο ἂν αὐτῷ πως ἴσως ὁ λόγος· διέπιπτε δὲ τὸ ἐν τούτοις ἀνοήτως παραλαμβάνεσθαι τὸ ἀπείκασμα· οὐδὲν γὰρ δεήσει ἀπεικασμάτων ἐνταῦθα καὶ στοχασμάτων.

Οὐκ ἔστιν οὖν ἐπὶ τούτων ἀπεικάσματα λέγειν· ἀσυνετώτερον γὰρ καὶ ἀσεβέστερον τοῦτο μᾶλλον ἢ ἐκεῖνο. Καὶ δῆλον ποιεῖ ἑαυτὸν ἐξ ἀλλοκότων καὶ ἀσυμβάτων τὸν λόγον προάγων. ιϛʹ. Νῦν δὲ ἐπειδὴ περὶ ἀπεικασμάτων καὶ τεχνητῶν εἰκόνων ὁ λόγος αὐτῷ κεκίνηται, ἅπερ ἐξ ὕλης ὑποκειμένης τέχνης τε καὶ τῆς τοῦ μετιόντος ταύτην εὐφυΐας ἀποτελεῖται, τίς τῶν εὖ φρονούντων ἀκούειν ἀνέξεται λέγοντος ὁμοούσιον ἀπείκασμα καὶ εἰκόνα τοῦ πρωτοτύπου γίνεσθαι; Πρῶτον μὲν γὰρ διασφάλλεται, εἰς ταὐτὸν ἄγων οὐσίαν τε καὶ τέχνην, ἄπερ ἀλλήλων παραπολὺ διενήνοχε. Τὴν μὲν γὰρ φύσιν ὁ Δημιουργὸς καὶ τεχνίτης τῶν ὅλων ἐκ μὴ ὄντος εἰς τὸ εἶναι παρήγαγε Θεός. Ἡ δὲ τέχνη μιμεῖται τὴν φύσιν, οὐκ αὐτὴ ἐκείνη γε οὖσα, ἀλλὰ τὸ φυσικὸν εἶδος ὡς παράδειγμα καὶ πρωτότυπον παραλαβοῦσα, ἐοικός τι καὶ ὅμοιον ἀπετέλεσεν, ὡς ἔστιν ἐπὶ πλειόνων τοῦτο ἰδεῖν τεχνητῶν. Ἔπειτα δὲ τοῦ εἰκότος καὶ νῦν παρενήνεκται λογισμοῦ, κατ’ οὐδὲν διαφέρειν τοῦ ἀψύχου τὸ ἔμψυχον καθοριζόμενος, ἀλλ’ εἶναι ἄμφω ὁμοούσια· ἐπειδὴ ὡς φέρε εἰπεῖν ὁ ἄνθρωπος ἔμψυχον, δεῖ καὶ τὴν τούτου εἰκόνα ἔμψυχον εἶναι, καὶ τὸ ἀπείκασμα, καὶ ἀπαραλλάκτως ἔχειν τά τε χρώματα καὶ τὴν ἄλλην ὕλην τὴν ἄψυχον ἐξ ὧν ἡ εἰκὼν συνέστηκε, πρὸς τὴν ἀνθρώπου φύσιν.

Ἐχρῆν δέ, κατὰ τὸν τοιοῦτον λόγον, καὶ ἐπικοινωνεῖν τῷ ὁρισμῷ ἀμφότερα, καὶ τὸν αὐτὸν ἀποσώζειν λόγον τῶν ὁμοουσίων· οἷον ὥσπερ ἄνθρωπος πρὸς ἄνθρωπον τῷ αὐτῷ ὅρῳ ὑποπέπτωκεν, οὕτω καὶ τὸ ἀπείκασμα· καὶ εἰ ὁ ἄνθρωπος ζῶον λογικόν, θνητόν, νοῦ καὶ ἐπιστήμης δεκτικόν, καὶ τὴν εἰκόνα ζῶον λογικόν, θνητόν, νοῦ καὶ ἐπιστήμης δεκτικὸν ὡσαύτως εἶναι, μηδὲν παραλλάσσουσαν.

Ἀλλ’ οὐχ οἷόν τε τῶν εἰκαζομένων οὐδὲν πρὸς πᾶσαν ἐξικνεῖσθαι καθαρῶς τὴν ἀλήθειαν, ἡ ἀλήθεια βεβαιοῖ, καὶ τῶν θεολόγων οἱ ἔκκριτοι. Καὶ ὁ μὲν ἀληθὴς λόγος καὶ τὸν ἄνθρωπον αὐτὸν ἑαυτοῦ διαφέρειν οἶδεν, ἐξ ἑτεροφυῶν συνεστῶτα, ψυχῆς λέγω καὶ σώματος, εἰ καὶ ἕν τι ἐκ τούτων ὁ ἄνθρωπος· ἑκάτερον γὰρ τὸν οἰκεῖον ὅρον ἀποφέρεται· ἄλλος γὰρ ὁ τῆς ψυχῆς λόγος, καὶ ὁ τοῦ σώματος ἕτερος, διαφοραῖς δὲ καὶ συμβεβηκόσι πλείοσι, Σύνθετοι γὰρ ἡμεῖς, ἀλλὰ καὶ ἀντίθετοι καὶ ἑαυτοῖς καὶ ἀλλήλοις.

Ὁ δὲ οὐδὲ τὰ ἀπεικάσματα κατά τι γοῦν τῶν ὧν εἰσιν ἀπεικάσματα παραλλάσσειν ἡγεῖτο, ἀλλ’ ἀκραιφνῶς ἀποσώζειν πρὸς τὰ ἀπεικαζόμενα τὸ ὁμοφυὲς καὶ ὁμοούσιον· πῶς δ’ ἂν ἔτι εἰκὼν καὶ ἀπείκασμα λεχθείη, εἰ μὴ τὸ ἀπεοικὸς ἔχει τῷ ἑτεροίῳ τῶν φύσεων; Ἀπέῤῥηκται οὖν πάντη τῆς ἀληθείας ὁ σοφώτατος, καὶ πόῤῥω που τῆς τῶν πραγμάτων καταλήψεως ἀποπέπτωκεν. Ἄξιον δὲ καὶ τοῦτο πρὸς αὐτὸν εἰπεῖν· ὅτι Λέληθας σεαυτὸν κἀνταῦθα, ὦ φιλοσοφώτατε, τοῖς οἰκείοις περιπίπτων ἐπιχειρήμασιν· ἐπειδὴ γάρ, κατὰ τὸν σὸν λόγον, ὁμοούσιον εἶναι δεῖ τὴν εἰκόνα τῷ πρωτοτύπῳ, ἡ δὲ εἰκὼν ὅτι περιγραπτὴ συμφήσεις πάντως καὶ αὐτός, οὐ γὰρ ἂν οὕτω μανείη τις μὴ οὐχὶ οὕτως ἔχειν ταῦτα φάναι, ἔσται καὶ τὸ πρωτότυπον περιγραπτὸν ὡς ὁμοούσιον.

Τὰ γὰρ ὁμοούσια διαφέρειν ἀλλήλων, ὅσον κατὰ τὸν τῆς οὐσίας λόγον, οὐδαμῶς οἷόν τέ ἐστιν· ἡνίκα καὶ αὐτὸς τὸ περιγραπτὸν καὶ ἀπερίγραπτον εἰς τὸν τῆς οὐσίας παραλαμβάνεις λόγον. Εἴ σοι οὖν τὰ τοῦ δόγματος στήσεται, κατέστραπταί σου ἡ μηχανή, καὶ καταλέλυται τὰ ἐγχειρήματα τῇ σφενδόνῃ τῆς ἀληθείας καὶ τοῖς ὅπλοις κραταιῶς ἐκπορθούμενα.

Ὄντως ἔδει τοιούτων διδασκάλων τοιούτους εἶναι καὶ τοὺς νῦν ἀνακύψαντας φοιτητάς, καὶ τοιούτων ἐξ ὧν ὅμοια τὰ γεώργια, κακῶν κάκιστα καὶ αἰσχρῶν αἴσχιστα. ιζʹ. Ἔτι τῆς αὐτῆς ἐννοίας, ἢ ἀνοίας εἰπεῖν δικαιότερον, ἐχόμενός φησιν· «Ἵνα τὸ ὅλον σωθῇ, ἐπεὶ οὐδὲ εἰκών.» Τῆς ἐκείνου ταῦτα παρανοίας καὶ τῆς παχύτητος. Οἱ γὰρ ὑγιᾶ τὴν φρένα κεκτημένοι, καὶ ἄρτιον καὶ τὸ ἐν λόγοις καίριον διασώζοντες, ἐκ τοῦ ἐναντίου φήσουσι μᾶλλον, ὅτι εἰ τὸ ὅλον διασώζεται, οὐδὲ εἰκών, ἀλλ’ αὐτὸ ἐκεῖνό ἐστι τὸ εἰκονιζόμενον, οἷς τὸ ταὐτὸν εἴδει μόνον, ἀλλ’ οὐ τῷ ὑποκειμένῳ ἐμφαίνεται. Τῷ δὲ ὑπείληπται ὡς εἰ μὴ καὶ ἔμψυχον εἴη καὶ αὐτοκίνητον, καὶ ὅσα τοῦ ἀρχετύπου οὐδὲ εἰκών. Εἰ δὲ ταῦτα οὐκ εἰκόνος, ἀνῄρηται αὐτῷ ὁ τῆς εἰκόνος λόγος παντάπασι. Τί οὖν ἐντεῦθεν; τὸ ἓν καὶ ταὐτόν, κατὰ ταὐτὸν καὶ ἓν εἶναι καὶ δύο συμβήσεται· ἀλλὰ καὶ ἀλλήλων εἰκόνας γνωρίζεσθαι καὶ ἀρχέτυπα, καὶ ὅμοιον ἐκεῖνο τούτῳ, καὶ ἔμπαλιν τοῦτο ἐκείνῳ. Οὐχ ὥσπερ ἐπί τινος ἀνθρώπου, φέρε εἰπεῖν, ὁμοία μὲν αὐτῷ λέγεται ἡ ἐκείνου εἰκών, ἀλλ’ οὐκ ἐκεῖνος ὅμοιος αὐτῇ. Καὶ δὴ καὶ ἀντιστρέφουσαν τὴν ἐνυπάρχουσαν αὐτοῖς σχέσιν, ἐπίσης καὶ ἀπαραλλάκτως ἔχειν, καὶ ἄνθρωπον εἰκόνος, μὴ ὅτι μόνον ἀνθρώπου εἰκόνα εἰρῆσθαι· ἐπὶ τούτοις ἤδη καὶ διαπορεῖσθαι, ὁπότερον θατέρου αἴτιον εἶναι καὶ πρότερον. Ταῦτα δὲ τὴν ἐκείνου σαφῶς παρίστησι σύνεσιν.

Ἆρα γὰρ οὐ κιβδήλου καὶ παρενηνεγμένης φρενός, τὰ τοιαῦτα εὑρήματα;

Τοσοῦτον ἀνεπίσκεπτος τῆς τῶν ὄντων φύσεως, καὶ τῶν ἀληθῶν μακρὰν διῳκισμένος κινδυνεύσειε, ταῦτα οὐδὲν ἄμεινον εἶναι τῶν ἐν τοῖς γυναικωνίτισι παρὰ τοῖς κωθωνιζομένοις γραϊδίοις κατὰ τὰς μακρὰς ὁμιλίας ᾀδομένων μυθολογήματα.

ιηʹ. Ὡς οὖν ἥκιστα αὐτῷ εὐσεβείας προσῆν ἔναυσμα πώποτε, οὐδὲ λογικῆς ἐπιστήμης κἂν βραχὺ γοῦν τι περιγέγονε. Πόθεν γὰρ αὐτῷ αἰτίου καὶ αἰτιατοῦ ἢ τῆς τοῦ ὁμοίου παραθέσεως ὁ λόγος διασωθήσεται, ἢ τὸ μετέχον καὶ μετεχόμενον, ἑτερότης τε καὶ διαφορὰ ἐπικριθήσεται; ἅπερ ἐπί τε τοῦ ἀρχετύπου καὶ τῆς εἰκόνος φυσικῶς ἐνθεωρεῖται, τὰ μὲν τὴν σχέσιν καὶ τὴν ποιότητα τὴν ἐν αὐτοῖς, τὰ δὲ τὸ ἑτεροῖον τοῦ ὑποκειμένου ἡμῖν ὑπογράφοντα.

Οὗτος δὲ τὸ ταὐτὸν καὶ ἀπαράλλακτον ἐπ’ ἀμφοῖν τιθέμενος, ἀγνοίᾳ τῆς τῶν ὄντων ἐπισκέψεως, τὸν τῆς εἰκόνος λόγον ὁλοτρόπως ἀνεῖλεν, ὅπερ ἐστὶν ἀδύνατον. Οὕτω γὰρ καὶ τῶν πραγμάτων ἡ φύσις αὐτῷ παρακεχάρακται. Ἀλλ’ ἔοικα τῇ αὐτῇ ἐκείνῳ ἀπαιδευσίᾳ συμπεριηνεγμένος, τὸν εἰς μνήμην τούτων οὐκ ἀφιγμένον πώποτε καταιτιώμενος. Δόξαιμι γὰρ ἂν ταὐτόν τι ποιεῖν, ὡς εἴ τις τὸν γεωργὸν ἢ τὸν βάναυσον, τῷ θεωρητικῷ διευθύνειν ἐπιχειροίη. Τί γὰρ δεῖ τὸν ἀνδροφόνον καὶ ἄμουσον λογικαῖς ἐφόδοις μετέρχεσθαι, τὸν αἵμασιν ἀνθρωπείοις καὶ ταῦτα Χριστιανῶν χαίροντα, κυσί τε καὶ συσὶν ἐπαγαλλόμενον, οἷς τὸ πλέον τῆς ζωῆς χαριζόμενος ἔνειμεν; ὅθεν αὐτῷ ἡ μελέτη τῶν δογμάτων ἐξήρτηται, καὶ τῆς πολλῆς ἐπιστήμης διὰ τῆς τῶν τοιούτων ἀσκήσεως συναγήγερται ἡ κατάληψις. Ἐῶμεν τἆλλα τοῦ βίου λέγειν τὰ νῦν, ἃ καὶ λέγειν αἰσχρόν, καὶ ἀκούειν λεγόντων αἰσχρότερόν τε καὶ βλαβερώτερον. Τίς γὰρ ἂν ἴδοι ἄνθρωπον κυνηλατοῦντα καὶ συῶν καὶ ἐλάφων ἴχνη κυσὶ καὶ θηρσὶν ὡσαύτως περιαθροῦντα, καὶ τῆς φίλης ἱππείας ὡς ἡδίστης περιαληλιμμένον καὶ δεδευμένον, καὶ ὡς εὐώδους μύρου ἀντειλημμένον, τοῖς ὑψηλοῖς τῆς εὐσεβείας ἀσφαλῶς καὶ ὑγιῶς προσβαίνοντα δόγμασι;

Ῥᾷον γὰρ ἄν τις ἀκούων οἴσειεν, ἐν κώπῃ τὴν κεραμείαν ἢ γεωργίαν, ἀλλὰ μὴ τὴν ναυτιλίαν τινὰ ἐκπαιδεύεσθαι, καὶ θωρακοφοροῦντα θαλαττεύειν μᾶλλον οὐχ ὁπλιτεύειν, ἢ τὸν ἐν κοπρίᾳ καὶ αἰσχρότησιν ἀῤῥήτοις ἐμμολυνόμενον, καὶ χερσὶ καθῃμαγμέναις, καὶ ἀκολάστῳ γλώσσῃ, καὶ νοὸς σαθρότητι, θείων δογμάτων ἐφάπτεσθαι, καὶ λαλεῖν Θεοῦ μυστήρια, ἃ τοῖς καθαροῖς τὴν καρδίαν, καὶ Θεῷ πλησιάζειν ἠξιωμένοις, παρὰ τῆς ἄνωθεν ἀποκαλύπτεται χάριτος.

ιθʹ. Ἀλλὰ ταῦτα μὲν οὕτως οἰχέσθωσαν ἔχοντα. Ἡμεῖς δέ τινα τῶν ἐν μέσῳ διὰ τὸ ἀηδὲς καὶ ὀχληρὸν τῆς λέσχης παραδραμόντες, ἐπὶ τὰ δοκοῦντα αὐτοῖς σπουδαιότερα τῷ λόγῳ μέτιμεν. «Ζητοῦμεν, φησί, παρ’ ὑμῶν, πῶς δυνατόν ἐστι τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν ἐκ δύο φύσεων ἀΰλου τε καὶ ἐνύλου ἑνώσει ἀσυγχύτῳ ἓν πρόσωπον ὄντα, γράφεσθαι, τουτέστιν εἰκονίζεσθαι;» Ὁ πάντα τὰ δεδογμένα προκατασκευάσας κατὰ ἰδίαν ἣν συνεχώρησε Θεὸς ἐξουσίαν, ἐν προσχήματι ἐρωτήσεως τοῖς ἱερεῦσι προσάγεται, οὓς δεσμοῖς τε καὶ εἰρκταῖς, ἀπειλαῖς τε καὶ ἄλλοις δεινοῖς προεκδειματώσας ὡς πλείστοις, εἰς τὸ ἑαυτοῦ ὑπηγάγετο βούλημα· πυνθάνεται οὖν, εἰ τὸν Χριστὸν ἐκ δύο φύσεων ὄντα, ἀΰλου καὶ ἐνύλου, δυνατὸν γράφεσθαι; Δείκνυται δὲ καὶ ἐνταῦθα τὸ ἐν τοῖς λόγοις αὐτοῦ σαθρὸν καὶ ἀνάρμοστον, καὶ ὡς ἐναντία ταῖς οἰκείαις συμπεραίνει θέσεσιν. Ἐχρῆν γάρ, εἴπερ αὐτῷ τῆς ἀληθότητος τῶν ἱερῶν ἡμῶν δογμάτων ἐμέλησε, κατευθὺ τῆς βασιλικῆς ἰέναι τρίβου, καὶ τοῦ καθ’ ἡμᾶς μυστηρίου ἀκριβῆ ποιεῖσθαι· τὴν ἔρευναν.

Ἐπεὶ οὖν περὶ ἀΰλου καὶ ἐνύλου φύσεως λέγειν ὥρμητο, πραγμάτων πάντη ἀλλήλοις ἀντικειμένων, ἔδει τὰ ἑκατέρῳ μέρει τῆς ἀντιθέσεως τῶν ἐν ταῖς φύσεσι θεωρουμένων ἑπόμενα ὑγιῶς καὶ οἰκείως ἀποδιδόναι. Εἰ γὰρ τῷ ἀΰλῳ ἕπεται τὸ μὴ γράφεσθαι, ὡς καὶ αὐτὸς προϊὼν ἐρεῖ, καθάπερ ἤδη καὶ τὸ ἀνείδεον καὶ ἀσχημάτιστον, καὶ εἴ τι τούτοις παραπλήσιον καὶ ἀνάλογον, ἀνάγκη πᾶσα καὶ τῷ ἐνύλῳ ὡς πάντη ἀντικειμένῳ τῷ ἀΰλῳ, τὰ τούτοις ἀντιδιαστελλόμενα ἀκολουθεῖν, λέγω δὴ τὸ γράφεσθαι, τό τε εἰδοπεποιημένον, καὶ ἐσχηματισμένον, καὶ τὰ τούτοις ὅμοια, ἵνα ἡ τῆς ἀντιθέσεως ἀκολούθησις ἀμέμπτως καὶ ἀναλόγως παρίστηται. Καὶ οὕτως ἂν ἐπέγνω ὅτι δυνατὸν τὸν Χριστόν, μᾶλλον δὲ ἀληθὲς καὶ εὐσεβές, εἰκονίζεσθαι. Ἀλλ’ οὐδὲν αὐτῷ τούτων διὰ φροντίδος ἐγένετο· οὐδὲ λογισμῷ τῷ εἰκότι τὰ λεγόμενα ἔκρινεν, ἐξουσίᾳ δὲ μᾶλλον τῇ τῶν ἀγόντων ἐξαπάτῃ διαπραττόμενος. Ἦ γὰρ ἂν τὸ ἔνυλον γραφόμενον καὶ εἰκονιζόμενον εἴρηκεν.

Ἀλλ’ ὥσπερ τῷ κρατοῦντι ἀρότρου, παρὰ τῷ σοφῷ προσέῤῥιπται τὸ ἀσόφιστον, οὐδὲν ἧττον καὶ τῷ αὐτουργοῦντι τὸ ἀῤῥητούργημα, τὸ ἀσύφηλον καὶ ἀσύνετον νεμηθήσεται· ἐναντίος οὖν ἑαυτῷ καὶ τῇ ἀληθείᾳ καθέστηκε, μήτε ἃ λέγει, μήτε περὶ τίνων διαβεβαιοῦται νοῶν, ἐξ ἀμαθίας τε ἅμα καὶ μοχθηρία τὰ τοιαῦτα κατασκευάζων.

κʹ. Εἶτα τὴν ἕνωσιν τοῦ κατὰ Χριστὸν προσώπου δοκεῖ πρεσβεύειν ἀσύγχυτον, ὅπερ ἐξ ἐναντίων σύγκειται φύσεων, καθὰ καὶ τῶν Πατέρων ἐκδιδάσκει τὰ δόγματα· «Προελθὼν γὰρ Θεός,» φασὶν οἱ θεολόγοι, «μετὰ τῆς προσλήψεως, ἓν ἐκ δύο τῶν ἐναντίων.» Πῶς οὖν αὐτῷ σωθήσεται τὸ ἀσύγχυτον, ἐπείπερ τὰ τῇ ἑτέρᾳ τῶν φύσεων οὐσιωδῶς ἐφαρμόζοντα ἀμφοτέραις δίδωσι; Τοῦτο δὲ ἀδύνατον. Οὐ γὰρ ἐγχωρεῖ τὰ τῇ θείᾳ καὶ ὑπερτάτῃ φύσει προσόντα, ἐπὶ τὴν καθ’ ἡμᾶς γεώδη ταύτην οὐσίαν φυσικῶς μεταπεφοιτηκέναι· οὐδὲ ἡ ἄϋλος τῇ ἐνύλῳ ταῖς ἰδιότησι ταυτίζοιτο, πάντη ἀλλήλων ἀποτετειχισμέναις.

Ὁ δὲ τοῦτο ἐκκλίνων, οὐδὲν ἕτερον λέγει, ἢ τὰ ἀντικείμενα καὶ πολλῷ ἀλλήλων διεστηκότα εἰς ταυτὸν τῇ φύσει συνέρχεσθαι καὶ συμφύρεσθαι, συγχεόμενα καὶ εἰς ἄλληλα περιτρεπόμενα· ὡς εἶναι τὰς φύσεις διὰ τὴν εἰς μίαν ὑπόστασιν ἕνωσιν, ἢ ἄμφω ἀγράπτους διὰ τὸν Λόγον, ἢ ἄμφω γραπτὰς διὰ τὴν σάρκα, ἢ ὅπερ ἀληθέστερον εἰπεῖν, οὐδ’ ὁπότερον τούτων, ἀλλ’ ἕτερόν τι ἀποτελεσθῆναι οὐσίας εἶδος, ὅπερ ἡ σύγχυσις ἀπειργάσατο, καὶ ἡ ἐκείνου εὐχέρεια ἀνεπλάσατο. Τοιοῦτον γὰρ ἡ σύγχυσις, τὰ συνερχόμενα ἐξαφανίζουσα, καὶ μηδὲν τούτων καθαρῶς διασώζουσα, ὡς μήτε θεότητα κατ’ αὐτόν γε μεμενηκέναι, μήτε μὴν ἀνθρωπότητα. Οὐκ ἔστιν οὖν ταῦτα τὸ ἀσύγχυτον εἰσφέροντος, εἰ μὴ ἑκατέρᾳ τῶν φύσεων τὸ ἴδιον ὃ κέκτηται οὐσιωδῶς ἐκνεμηθείη ἀφοριζόμενον. Πῶς δ’ ἂν καὶ δοίημεν τὸ ἐκ διαφόρων τινῶν συγκείμενον, μιᾷ κλήσει τῇ ἐκ τῶν μερῶν ὀνομασίᾳ προσαγορεύεσθαι ἢ γνωρίζεσθαι; ἡνίκα δόγματος προκειμένου καὶ κυριολεκτεῖν ἀνάγκη, ἵνα ἢ ὅλον ἄγραπτον, ἢ ὅλον γραπτὸν ὀνομάσωμεν.

Ταύτῃ γοῦν οὐδὲ ψυχὴ μόνον ὁ ἄνθρωπος καλοῖτο ἂν ἢ φύσις ἀνθρώπου, οὐδὲ σῶμα μόνον, ἀλλὰ τὸ ὅλον τοῦτο ἐξ ἀμφοῖν ἄνθρωπος. Οὕτω γοῦν οὐδὲ οἰκία, λίθος ἢ ξύλον ἤ τι ἄλλο τῶν ἐξ ὧν συνέστηκεν ἰδικῶς καθ’ ἑαυτὸ κληθείη ἄν. Παραιτητέον γὰρ νῦν τὰ κατὰ τὸν τῆς ἀντιδόσεως λόγον εἰρημένα, ἤτοι κατὰ συνεκδοχήν, ἢ καθ’ ἕτερον τρόπον λεγόμενα, ὡς οὐ ταῖς κυρίαις τῶν λέξεων σημασίαις προαγόμενα. Ταῦτ’ οὖν καὶ ἐπὶ τοῦ Χριστοῦ θεωρηθήσεται.

Ὡς γὰρ οὐ Θεὸν μόνον λέγομεν, οὐδὲ ἄνθρωπον μόνον, διὰ τὸ συναμφότερον· οὕτως οὐδὲ ἄγραπτον μόνον διὰ τὸν Λόγον· οὐδὲ γὰρ μόνον Λόγος· οὐδὲ γραπτὸν μόνον διὰ τὸ ἀνθρώπινον· οὐδὲ γὰρ μόνον ἄνθρωπος· ἀλλ’ ἀμφότερα κυρίως ἐπ’ αὐτοῦ λεχθήσεται. Ὡς γὰρ ὁ αὐτὸς ὁμοῦ Θεὸς καὶ ἄνθρωπος, οὕτως ὁ αὐτὸς γραπτὸς ὁμοῦ καὶ ἄγραπτος.

Τοῦτο δ’ οὖν ἀληθὲς δείκνυται κἀκ τοῦ ἐναντίου λαμβάνουσιν. Οὐδὲ γὰρ τὰ αὐτὰ κατηγορήματα αἱ διάφοροι φύσεις δέξαιντ’ ἄν ποτε· τὸ γὰρ ἀθάνατον ἢ ἀόρατον οὐκ ἄν τις ἐπὶ ψυχῆς ὁμοῦ καὶ σώματος κατηγορήσειεν· οὕτω δ’ ἔσται ἐπὶ τῶν ἀντικειμένως ἐχόντων· τὸ θνητὸν γὰρ ἢ τὸ ὁρατόν, οὐκ ἂν ἐπ’ ἀμφοῖν κατηγορηθήσεται. Τῷ αὐτῷ τρόπῳ οὐδὲ τὸ ἄγραπτον ἐπὶ τῶν κατὰ Χριστὸν φύσεων ὁμοῦ λεχθείη ἂν εὐσεβῶς. Διὸ ἐλέγχεται ἀσεβῶν ὁμοῦ καὶ ἀμαθαίνων, τοιαῦτα καὶ φρονῶν καὶ δοξάζων.

Εἶτα ἑξῆς φησιν· «Ἐπειδὴ καὶ ἑτέραν ἄϋλον φύσιν συνηνωμένην τῇ σαρκὶ ἔχει, καὶ μετὰ τῶν δύο φύσεων ἐκείνων εἷς ὑπάρχει, καὶ τὸ πρόσωπον αὐτοῦ, ἤγουν ἡ ὑπόστασις αὐτοῦ, ἀχώριστον τῶν δύο φύσεών ἐστιν, οὐχ ὑπολαμβάνομεν ὅτι δυνατῶς ἔχει περιγράφεσθαι, ἐπειδὴ καὶ τὸ χαρακτηριζόμενον ἓν πρόσωπόν ἐστι, καὶ ὁ περιγράφων τὸ πρόσωπον ἐκεῖνο, δῆλον ὅτι καὶ θείαν φύσιν περιέγραψεν, ἥτις ἐστίν, ἀπερίγραπτος.» Ἧκεν ὁ γεννάδας ἐπὶ τὸ καιριώτατον τῶν λόγων· ἐφ’ οἷς ὡς τὸ ἀπαραίτητον καὶ ἀπρόσβλητον ἔχουσι, μέγα κατακομψεύεται καὶ βρενθύεται· καὶ αὐτὴ ἡ πρότασις παρὰ τοῖς ἀσόφοις καὶ ἀνοήτοις, τὸ ἰσχυρὸν καὶ ἀντίβλεπτον κέκτηται, καὶ πανταχοῦ διαθρυλεῖται· ὡς ῥᾷον δι’ ἀέρος ἐνεχθῆναι μετάρσιον, ἢ τὰς ἄρκυς τούτων διαδρᾶναι τῶν λόγων· οἴονται γὰρ ἀπροσμάχητον αὐτῶν ἔχειν τὴν δείνωσιν καὶ ἀναντίῤῥητον, καὶ οἷον μορμολύκειον προϊσχόμενοι, καταπτοεῖν τοὺς ἀνεπισκέπτως καὶ ἐξετάσεως ἄνευ προσέχοντας, δεσμοῖς ἀφύκτοις αὐτοὺς περιβάλλοντες· ὡς δὴ καί, εἰ μὴ βούλοιντο, τῇ δοκούσῃ ἐν αὐτοῖς πιθανότητι ὑποσυρόμενος, συγκατάθοιντο. Ὄντως θολερὰν ἀνατροπὴν τὸν πλησίον ποτίζουσι, τὰ ἀπὸ καρδίας λαλοῦντες, καὶ οὐκ ἀπὸ στόματος Κυρίου φθεγγόμενοι. Ἁλώσονται δὲ κἀνταῦθα τοῖς ἑαυτῶν δικτύοις, ἐκ περιτροπῆς τοὺς ἐλέγχους ὑποδεχόμενοι.

Ὑπεράγασθαι δὲ αὐτῶν ἄξιον τῆς ἀπαιδευσίας καὶ ἀνοίας τὸ ἀδρανὲς καὶ κατεῤῥιμμένον, οἵοις ὡς ἰσχυροῖς καὶ εὐσθενέσιν ἐπιθρασύνονται. Ἐπιτηρητέον δὲ αὐτῶν πρότερον τὸ ἀσύνετον, ὅπως παρασυγχέουσι τὰς φωνάς, τοῦ γραπτοῦ λέγω καὶ περιγραπτοῦ· ὅπερ γὰρ ἐν τοῖς ἀνόπιν γράφεσθαι ὁ ἄμαχος οὗτος καὶ δεινὸς λογογράφος εἴρηκεν, ἐνταῦθα περιγράφεσθαι ἔφησε· μηδεμίαν ἐν αὐτοῖς μήτε εἰδὼς μήτε διδοὺς διαφοράν, καθὰ καὶ πρόσθεν εἴρηται. Καὶ θαυμαστόν γε οὐδέν, εἰ καὶ τοῦτο αὐτοῖς ἠγνόηται καὶ διαμαρτάνεται. Τοῖς οὖν σοφῶς ἄγαν καὶ εὐτέχνως εἰρημένοις, οὕτως ἡμεῖς ἀπαντησόμεθα.

Ἀλλὰ περὶ μὲν τὸ πρόσωπον καὶ τὴν ὑπόστασιν, ἣν καὶ αὐτοὶ ὁμολογεῖν δοκοῦσιν, ὡς οἷον ὑποβάθραν θέμενοι τοῦ δόγματος τοῦ ἑαυτῶν, καὶ ὥσπερ ἐπ’ ἀκλονήτῳ ἑδράσματι ἐπιστηριζόμενοι, ἐφ’ ᾗ τὸ θαρσαλέον ἔχοντες, ἐπὶ τὸ δογματίζειν ὡς προθυμότατα ἵενται, σύμφωνοι καὶ ὁμογνώμονες ἡμῖν εἰσι. Περὶ δὲ τῶν φύσεων ἔστω ἡ διαμφισβήτησις, ἃς δὴ λόγῳ μὲν τίθενται, ἀναιροῦσι δὲ ταῖς ἀληθείαις σαφῶς καὶ τοῖς πράγμασι. Τὰ γὰρ προσόντα αὐταῖς φυσικὰ ἰδιώματα, καὶ τὰς διαφορὰς καθ’ ἃς αὗται χαρακτηρίζονται καὶ γνωρίζονται, εἴπερ τῆς ἀνθρώπου σαρκὸς καὶ φύσεως τὸ περιγραπτὸν τῶν ἄλλων ἁπάντων οἰκειότερον ἰδίωμα ἀφαιροῦντες, καὶ αὐτὰς ἤδη πως συνεξαφανίζουσιν.

Ὧν παρακεκινημένων, σκοπεῖν ἔξεστι λοιπόν, εἰ καὶ ἡ ὑπόστασις αὐτὴ ὑγιῶς νοουμένη προεισενήνεκται. Φαμὲν τοίνυν, ὅτι εἰ μὲν ἁπλοῦν τι χρῆμα ἦν καὶ ἀσύνθετον ἡ κατὰ Χριστὸν ὑπόστασις, ὡς παντάπασιν ἀπηρνῆσθαι τὴν σύνθεσιν, ἐξῆν ἂν ὑμῖν τὸ ἀπερίγραπτον ἐπιφημίζειν αὐτῷ· τοιαύτη γὰρ τῶν ἁπλῶν ἡ φύσις· συνῃνέσαμεν δ’ ἂν καὶ ἡμεῖς, καὶ φροῦδον ἐδείκνυτο τὸ ἀμφήριστον. Εἰ δὲ διπλοῦν καὶ σύνθετόν ἐστιν, ἐξ ἑτεροφυῶν τὴν συνδρομὴν κεκτημένον, ὡς καὶ αὐτῷ εἴρηται, τί ἐροῦμεν πρὸς τοὺς ἀντιδιατιθεμένους τῇ ἀληθείᾳ;

Ἔτι εἰ κατὰ τὸν ὑμέτερον λόγον, τῆς ἑτέρας τῶν κατὰ Χριστὸν φύσεων ἀπεριγράπτου ὁμολογουμένης, τῆς θείας, φημί· ἀνάγκη διὰ τὸ ἓν πρόσωπον καὶ τὴν εἰς μίαν ὑπόστασιν τῶν φύσεων ἕνωσιν, καὶ τὴν ἑτέραν τούτων, ἥγουν τὴν καθ’ ἡμᾶς, εἶναι ἀπερίγραπτον· οὐ γὰρ οὕτω μανείητε, δι’ ἑαυτὴν ἔχειν τὸ ἀπερίγραπτον λέγειν· τί τὸ ἐμποδὼν στήσεται, ἵνα καὶ αὐτοὶ τῷ ὁμοίῳ τῶν λόγων ὑμῶν σχήματι προαγόμενοι, ὑγιῶς τῇ τούτων ἀντιστροφῇ χρησώμεθα, ἀνθυπενεγκεῖν τε καὶ φάναι, ὅτι ἐπειδὴ θατέρα τούτων δὴ τῶν φύσεων ἡ ἀνθρωπίνη περιγράφεται, ὃ παρὰ πᾶσι τοῖς νοῦν ἔχουσιν ὡμολόγηται, ἐπεὶ καὶ αὐτοὶ περιγραπτοὶ τυγχάνομεν, καὶ πάντα ὅσα ἡμεῖς πλὴν ἁμαρτίας ὁ Χριστὸς γέγονεν, ἀνάγκη καὶ θατέραν ἤγουν τὴν θείαν καὶ ἀπόῤῥητον φύσιν, διὰ τὸν αὐτὸν λόγον, ἤτοι τὴν καθ’ ὑπόστασιν ἕνωσιν, συμπεριγράφεσθαι· ὡς εἶναι τὸ ὅλον τοῦτο τὸ ἐκ θεότητος καὶ ἀνθρωπότητος συντεθὲν περιγραπτόν; Ἐπίσης γὰρ θείας καὶ ἀνθρωπίνης ὁ Χριστὸς κεκοινώνηκε φύσεως, καὶ μεσίτης Θεοῦ καὶ ἀνθρώπων ἐγένετο. Τὸ δὲ ἕν τισι μεσιτεῦον, ἑκατέρου τῶν μεσιτευομένων ἄκρων ἐξ ἀνάγκης ὁμοίως μεθέξει, καὶ οὐδέν τι μᾶλλον τοῦδε ἢ τοῦδε, ἢ ἀπολίποιτο, ἢ τὸ πλέον σχοίη· καθὸ εἴρηται, ὅτι Ἐπεὶ τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκός, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν. Ὥστε περιγέγραπται ὑμῖν ἡ ἄϋλος καὶ ἄγραφος φύσις, ἐκδηλότερον.

Ὃ δὴ ἐπὶ τῆς ἐνύλου καὶ ἐνσάρκου δοῦναι οὐκ ἐβούλεσθε· τοῦτο γὰρ διὰ τῶν λόγων ὑμῶν κατασκευάζεται, ἵνα ὅπερ καθ’ ἡμῶν προχειρίζεσθε, τοῦτο ἐφ’ ὑμῖν αὐτοῖς ἀντιπεριιστάμενον σχοίητε.

Πῶς οὖν ἐπὶ τοῦ θείου Λόγου τὸ ἀναλλοίωτον διασέσωσται, ἢ ἐπὶ τῆς καθ’ ἡμᾶς φύσεως τὸ ἄτρεπτον διατετήρηται, ἃ δὴ κηρύσσει τὰ Εὐαγγέλια, οἵ τε ἱεροφάνται Πατέρες διδάσκουσιν; ὧν τήν τε διδασκαλίαν καὶ ὁποῖον περί γε τούτου φρόνημα κέκτηνται, εἰς ὕστερον παραθέσθαι σπουδάσομεν. Πῶς δὲ καὶ τὸ ἀσύγχυτον, ὃ πρεσβεύειν ὑποκρίνεσθε, ἐν τῇ κατὰ Χριστὸν ὑποστάσει συμφυλαχθήσεται; Σκοπῶμεν δὲ καὶ οὕτως, ὅτι ἐπειδὴ γενητὴ ἡ φύσις, ἣν ὁ Λόγος ἀνείληφε, καὶ μέντοι φθαρτὴ καὶ παθητή, τέμνεταί τε καὶ ὀδυνᾶται, καὶ τἄλλα ὑπομένει ὅσα πάσχειν πέφυκε, τί δήποτε διὰ τὴν πρὸς αὐτὴν ὑποστατικὴν ἕνωσιν; μὴ καὶ γενητὸς ὁ Λόγος εἴη, παθητός τε αὖ καὶ φθαρτός, καὶ τὰ λοιπὰ ὅσα τῆς τοῦ δούλου μορφῆς καὶ τῆς δούλης φύσεως; Καὶ ἵνα ἐν βραχεῖ τὸ πᾶν τῆς βλασφημίας αὐτῶν ἡ τοῦ λόγου παραστήσῃ ἀκολουθία, διὰ τὸ πρόβλημα αὐτῶν, καὶ σῶμα τὸν Λόγον σωματωθέντα, περὶ ὃ ταῦτα θεωρεῖται, οἰκειότερον ὁμολογῆσαι ἐκβιασθήσονται. Ἀλλὰ φήσουσιν, Ἡ σὰρξ τεθέωται ἑνωθεῖσα τῷ Λόγῳ. Ἀλλ’ ἀκούσονται, ὅτι Καὶ ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐπαχύνθη, καὶ ὁ ἀναφὴς ἐψηλαφήθη, ἀλλ’ οὐ παρὰ τοῦτο οὔτε ὁ Λόγος τῶν θείων ἐξέστηκε πλεονεκτημάτων, οὔτε ἡ σὰρξ τῶν ἐξ ἀρχῆς συνυφεστώτων μεταβέβληται ἰδιωμάτων, οὐδὲ τοῦ κατ’ αὐτὴν οἰκείου λόγου ἐξῆκται.

Περὶ γὰρ τῶν μετὰ τὴν θείαν ἀνάστασιν καινοποιηθέντων, τοῦ ἀφθάρτου, φημί, καὶ ἀθανάτου, εἴ τις ἐνίσταται, ἐν τοῖς μετὰ ταῦτα εἰρήσεται.

Σῶμα γάρ, ὃ καθ’ ἡμᾶς ἀνέλαβεν ὁ Κύριος, καθ’ ὁμοιότητα τῶν ἡμετέρων σωμάτων, περιγραπτὸν πάντως ἐστί. Ποῦ γὰρ ἤκουσται ἐκ τοῦ παντὸς αἰῶνος σῶμα ἀπερίγραπτον; ἄλλως τε καὶ τῶν ὧν οὐκ ἄνευ ἡ περιγραφή. Ὡς γὰρ οὐκ ἔστι σῶμα ἄνευ τόπου ἢ χρόνου, οὕτως οὐδὲ περιγραφῆς δίχα. «Καὶ γὰρ ὁ τόπος περιγράφει καὶ περιέχει τὸ σῶμα, εἴπερ τόπος ἐστὶ πέρας τοῦ περιέχοντος ἐν ᾧ περιέχει τὸ περιεχόμενον.» Τὸ οὖν λέγειν μὴ περιγράφεσθαι τὸ σῶμα, ταυτόν ἐστι λέγειν μὴ εἶναι ἐν τόπῳ. Τὸ δὲ μὴ ὂν ἐν τόπῳ, οὐδὲ σῶμα. Τί δ’ οὖν ἐκ τούτων συνάγεται, ἢ τὸ σῶμα μὴ εἶναι σῶμα; τοῦτο δὲ τί ἄλλο, ἢ πάσης ἠλιθιότητος καὶ φρενοβλαβείας ἐπέκεινα τυγχάνει; Ἑάλωκεν οὖν ὁ τῶν τοιούτων δογμάτων πατὴρ τοῖς οἰκείοις πτεροῖς, καὶ περιτέτραπται αὐτῷ εἰς τοὐναντίον τὰ τῆς ἐπιχειρήσεως, καὶ ἐκβέβηκε τὰ τῶν σοβαρῶν καὶ δεινῶν προβλημάτων, ἅπερ ᾤετο ἀδιεξίτητον καὶ ἀναπόδραστον ἔχειν τὴν ἔφοδον, παιδικῶν ψελλισμάτων εἰς μηδὲν διαφέροντα.

Νηπιώδους γὰρ ὄντως ταῦτα φρενός, καὶ βρεφοπρεποῦς διαθέσεως οὐδὲν βέλτιον διακείμενα. Ὡς ἂν δὲ ἵδωμεν εἰς ὅ τι αὐτοῖς τὸ περιὸν τῆς σοφίας ἐκβήσεται, κἀκεῖνο τοῖς εἰρημένοις προσθείημεν. Πρὸς πάντων τῶν νοῦν ἐχόντων ὡμολόγηται, ὅτι πᾶν πάθος προσομιλῆσαν ἡμῶν ἤδη τῷ σώματι, παρ’ ὁτουοῦν τινι προσγινόμενον, οἷον τὸ μαστίζεσθαι, τὸ τιτρώσκεσθαι, τὸ τέμνεσθαι, τὸ καίεσθαι, καὶ εἴ τι τοιοῦτον ἕτερον, ἃ λυμαίνεται καὶ φθείρει τὸ σῶμα, ὥσπερ προσφυόμενον, ἐπ’ αὐτὸν διαβαίνει τὸν πάσχοντα, καὶ ὡς ἄν τις εἴποι οἰκεῖον καὶ ἐντὸς αὐτοῦ γίνεται. Ἡ δὲ ἥν φατε περιγραφήν, ἤτοι τὸ εἰκονίζεσθαι, οὐδενὶ τούτων ὑποπέπτωκεν, ἅτε περὶ τὰ ἐκτὸς οὖσα καὶ ἥκιστα ἁπτομένη τοῦ σώματος· ὅτι μὴ τῷ εἴδει μόνον κοινωνοῦσα τοῦ γραφομένου, καὶ τῷ σχήματι. Ὅσῳ οὖν ἐγγυτέρω τὸ πάσχειν τοῦ εἰκονίζεσθαι καὶ περιγράφεσθαι, τῶν περὶ τὰ ἐκτὸς ὄντων καὶ οὐδέν τι πρὸς πάθους γινομένων τοῦ σώματος, ἔδει, κατὰ τὸν ὑμέτερον λόγον, τὸν Χριστὸν σαρκὶ πάσχοντα καὶ πάθος ὑπὲρ ἡμῶν φέροντα, μὴ συμπεριγράφεσθαι μόνον τῇ σαρκί, ἀλλὰ δὴ καὶ συμπάσχειν αὐτῇ τῇ κατ’ αὐτὸν θεότητι. Τῷ γὰρ οἰκειοτέρῳ μᾶλλον καὶ ἐγγυτέρῳ δικαιότερον, ἢ τῷ μὴ οὕτως ἔχοντι, συμβαίνειν τε καὶ προστίθεσθαι.

Τί οὖν σάρκα ἀκούοντες τὸν Κύριον, καὶ Υἱὸν ἀνθρώπου, καὶ εἰδότα φέρειν μαλακίαν, καὶ εἴ τι τούτοις παραπλήσιον ἐν ταῖς θείαις Γραφαῖς περὶ αὐτοῦ λέγεται, ἐπειδὴ ἀχώριστον τῶν δύο φύσεων τὸ ἓν πρόσωπόν ἐστι, μὴ συνταπεινοῦτε μᾶλλον τούτοις, ὅσον κατὰ τὰς ὑμετέρας ὑπολήψεις, καὶ τὴν κατ’ αὐτὸν θεότητα; Ἐπὶ πλεῖον γὰρ ὁ ταῦτα λέγων συγκατασμικρύνει τὴν πάντων βασιλίδα φύσιν, ἢ ὁ περιγράφων κατὰ τὴν σάρκα. Καὶ εἰ βούλεσθέ γε οὕτως, καὶ συμπεριτμηθήσεται τῇ σαρκί, καὶ συλλιθασθήσεται, ὑπομείναι δ’ ἂν καὶ σταυρόν, καὶ συννεκρωθήσεται, καὶ τἄλλα πείσεται, ὅσα κἀκείνη ὑπὲρ ἡμῶν πεπονθέναι πιστεύεται. Ἀλλὰ τίς οὕτως ἐξέστηκε; τίς οὕτως ἄφρων καὶ παραπληξίας εἰς ἄκρον ἐκβεβηκώς, ὂς τῶν ταῖς ὑμετέραις ὑποθέσεσιν ἑπομένων ἀτόπων καὶ θεομάχων λόγων ἀνέξεται; Τίς ἐνέγκοι τοσαύτην τοῦ Λόγου ὕβριν, θνητὸν καθ’ ὑμᾶς αὐτὸν ἀκούειν, καὶ περιγραπτόν, καὶ χρονικαῖς ὑπαγόμενον, καὶ τῶν θείων ἰδιωμάτων ἀποστερούμενον, καὶ τῆς πατρικῆς οὐσίας καὶ δόξης ἀλλοτριούμενον καὶ σχιζόμενον; Καὶ τί γὰρ ἄλλο, ἢ ὀθνεῖον Θεὸν ἡμῖν ἐπεισάγετε, οἱ καινὴν πίστιν νῦν αὐτοσχεδιάζοντες; Τίς οἴσει τὴν ἑαυτοῦ σωτηρίαν ἐντεῦθεν προδιδούς, καὶ εἰς αὐτὸ τὸ κεφάλαιον, ὃ πάντων ἡμῖν ἐστι τὸ καιριώτατον, ζημιούμενος;

Εἴπερ οὖν οὕτως εἶχον φύσεως αἱ κατὰ Χριστὸν συνελθοῦσαι οὐσίαι, ἀλλήλαις τοῖς ἰδιώμασιν ἀντιπεριίστασθαι συμφυρόμεναι, ἐπειδὴ ὁ Λόγος ὁμοούσιος τῷ Θεῷ καὶ Πατρὶ καὶ τῷ Πνεύματι, συμπάθοι ἂν καὶ ὁ Πατὴρ καὶ τὸ Πνεῦμα, καὶ συντεθήσεταί γε, καὶ συντμηθήσεται, καὶ τἄλλα ὅσα πέπονθεν ὁ Λόγος, ἐπιγραφήσεται. Καὶ τὸ βλάσφημον ἀπεῤῥίφθω εἰς κεφαλὰς τῶν παρασχόντων τῆς ἀσεβείας τὰ σπέρματα.

Ἐροίμην δ’ ἂν κἀκεῖνο αὐτοὺς καὶ μάλα προθύμως. Πόθεν ὑμῖν, ὦ οὗτοι, ἡ ἐξουσία αὕτη, τὰ μὲν ἄλλα τοῦ σώματος παρορᾷν ἰδιώματα, τὸ περιγραπτὸν δὲ μόνον τυραννικῶς ὑποσπάσαντας ἀποστερεῖν; οἷον τὸ ἐσχηματισμένον, τὸ τριχῆ διαστατόν, τὸ ἁπτόν, τὸ διωργανωμένον, τά τε ἄλλα ἐξ ὧν τὸ περιγραπτὸν εἶναι συνάγεται· ὡς εἴ τις τούτων τι τοῦ σώματος ὑποτέμνοιτο, ἀφῃρηκὼς ἂν εἴη καὶ τὸ εἶναι σῶμα. Τὸ γὰρ ἐν τόπῳ τινὶ εἶναι καὶ περιεῖρχθαι, ἀνέλοιτο ἂν εἰς ταυτὸν ἐρχόμενον τῇ περιγραφῇ· ὃ καὶ λέγειν γελοῖον. Πῶς οὖν τοῦτο μόνον παραπόλλυσθαι τοῦ σώματός φατε, τῶν δὲ λοιπῶν τέως ἕνεκεν ἰδιωμάτων σιωπᾶτε; Ἀλλὰ δῆλοί ἐστε διὰ τῆς μιᾶς ταύτης φωνῆς καὶ τἄλλα ἀπαναινόμενοι· κἂν γὰρ ἕν τι λίποι τῶν γνωρισμάτων τῆς φύσεως, ἀτελὴς ὀφθήσεται. Καὶ γὰρ εἰ μὴ διασώζοιτο τῷ ἀνθρώπῳ τὸ λογικόν, οὐδὲ ἄνθρωπος· ὡσαύτως δὲ τὸ θνητόν, ἢ τὸ ὀρθοπεριπατητικόν, ἢ τὸ κινεῖσθαι, ἢ τὸ ἔμψυχον εἶναι, ἤ τι ἄλλο τῶν συντρεχόντων εἰς τὴν ἀνθρώπου φύσιν καὶ τὸν κατ’ αὐτὸν ὁρισμόν, εἰ ἐπιλίποι, οὐκ ἂν εἴη ἄνθρωπος. Καὶ τοῦ ἵππου εἴ τις ἀφέλοιτο τὸ χρεμετιστικόν, ἢ τοῦ κυνὸς τὸ ὑλακτικόν, οὔτε ἵππος οὔτε κύων ἔσονται. Οὐκοῦν καὶ ἡ κατὰ Χριστὸν ἀνθρωπότης, εἴ τινος τῶν ἰδιωμάτων ἀμοιρήσει, ἐλλιπὴς φύσις ἐστί, καὶ οὐ τέλειος ἄνθρωπος ὁ Χριστός· μᾶλλον δὲ οὐδὲ Χριστός, ἀλλὰ τὸ πᾶν οἴχεται, εἰ μὴ περιγράφοιτο καὶ εἰκονίζοιτο.

Τοῦτο δὲ τί ἄλλο ἐστίν, ἢ ὅπερ οἱ καθ’ ὑμᾶς διδάσκαλοι Ἀρειανοὶ βούλονται, σάρκα μόνον ψυχῆς ἄνευ εἰληφέναι τὸν Κύριον, καὶ ταύτῃ μηδὲ γεγράφθαι, συνουσιῶσθαι δοκοῦν αὐτοῖς; Οὐκοῦν οὐδὲ σέσωσται τὸ καθ’ ἡμᾶς ὅλον φύραμα. Καὶ πῶς ἆρα ὑμῶν οἱ θεολόγοι ἀνέξονται τῶν ληρημάτων, μέγα διακεκραγότες·

Εἰ ἥμισυς ἔπταισεν ὁ Ἀδάμ, ἥμισυ καὶ τὸ προσειλημμένον καὶ τὸ σωζόμενον· εἰ δὲ ὅλος ἥνωται τῷ Θεῷ, ὅλος καὶ σώζεται; Καὶ ὁρᾶτε οἷ πρόεισιν ὑμῖν ἀτοπίας ὁ λόγος. Εἴπερ γὰρ ἔδει, καθ’ ὑμᾶς, ἰδιωμάτων ἄνευ φύσιν ὑπάρξαι, τὸ παραδοξότατον, μηδ’ ὁποτέρᾳ τῶν κατὰ Χριστὸν φύσεων ἰδίωμα διδόναι. Τίνι γὰρ τρόπῳ τῇ σαρκὶ μόνῃ, τῷ ἡδομένῳ τῆς ψυχῆς, τοῦτο φιλοτιμεῖσθε, ἀλλὰ μὴ καὶ τῇ ἑτέρᾳ φύσει ἐπιδαψιλεύεσθε; ἵνα πλέον ὑμῖν δεικνύηται ἡ πρὸς τὴν μίαν ὑπόστασιν εὐγνωμοσύνη, ὡς ἐπινοίᾳ μόνῃ ψιλῇ κατὰ πολλὴν ἐξουσίαν καὶ εὐκολίαν τὰ ἐξ ὧν αἱ φύσεις γνωρίζονται καὶ συνίστανται νομοθετοῦσι, καὶ σύγχυσιν καὶ φυρμόν, κατὰ τοὺς διδασκάλους ὑμῶν τῆς παλαιότητος, ἐπινοοῦσι τῶν φύσεων, καὶ σκιαγραφοῦσι τὸ Χριστοῦ μυστήριον, ὡς ἂν καταφανέστερον καὶ σαφέστερον ἡ ἀναπλασθεῖσα ὑμῖν τραγέλαφος ὑπόστασις συσταίη. Οὐχ ὁρῶ δὲ τίς ἡ ἀποκλήρωσις, τὸ ἀπερίγραπτον τοῦ Λόγου μόνον, ὡς σεμνόν τι καὶ εὔσημον, τῇ σαρκὶ χαρίζεσθαι· καὶ τούτῳ τιμᾷν οἴεσθαι ᾧ μηδὲ τετιμῆσθαι ἀνεκτόν, τῶν δ’ ἄλλων θείων πλεονεκτημάτων φθονήσαντας ζημιοῦν, καὶ οἷονπερ ἡμίτμητον καὶ ἀτελῆ καταλιμπάνειν· ὡς μηδὲ τὸ τῆς τιμῆς ἀκέραιον διασώζεσθαι, ἐπεὶ οὐ τοσοῦτον τιμᾶται τῷ κεχαρισμένῳ, ὅσον ἀτιμάζεται τοῖς ἀπεστερημένοις. Οὐ γὰρ ὁ περὶ τὸ ἓν φιλότιμος, οὗτος εὔνους, ἀλλ’ ὁ περὶ τὰ πολλὰ μικρολογούμενος, οὗτος δυσγνώμων.

Τάχα δ’ ἂν ἀπέχρησέ πως καὶ τοῦτο προσριφὲν αὐτῇ μόνον πρὸς τὴν τοῦ ζητουμένου παράστασιν συναιρόμενον, ἵνα τέλεον καὶ τοῦ εἶναι σὰρξ παρ’ ὑμῖν ἐκσταίη. Συναναιρεῖν γὰρ διὰ τούτου ᾠήθητε καὶ τῆς ὅλης οἰκονομίας τὸν τρόπον, ὥσπερ ὅλον ἐκπεπωκότες τῆς φαντασίας τὸν χείμαρον. Τίνος γὰρ χάριν διὰ τὴν πρὸς τὸν Λόγον ἕνωσιν, μὴ καὶ τὸ ἀπαθὲς ἐξ ἀρχῆς καὶ ἄφθαρτον ἐνείματε τῇ σαρκί, ἔτι καὶ τὸ ἄχρονον, καὶ ἄναρχον, καὶ ἀόρατον, ἀναφές τε καὶ ἀσχημάτιστον, καὶ ὅσα περὶ τὸν Λόγον ἐστὶ θεωρούμενα; ἐπεὶ καὶ ἕπεται ὡς τὰ πολλὰ ἀλλήλοις· τὸ γὰρ ἀπερίγραπτον, καὶ ἀόρατον· τὸ δὲ ἀόρατον, καὶ ἀόριστον· τοῦτο δέ, ἄληπτον· τὸ δὲ καὶ ἀπαθὲς καὶ ἄφθαρτον· τὸ δὲ ἄφθαρτον, καὶ ἀθάνατον· τὸ δὲ ἀθάνατον, καὶ ἀΐδιον, ταύτῃ τοι καὶ ἀτελεύτητον.

Ἔσται δὲ ταῦτα καὶ ἡ σάρξ, ἵνα καθάπερ συμφυεῖσα τῷ Λόγῳ καὶ συνουσιωθεῖσα, καὶ πάντα τὰ ἰδιώματα φυσικῶς κατακληρωσαμένη, ἐξ ὧν αὐτοῦ ἡ οὐσία χαρακτηρίζεται, καὶ ὁμοούσιος αὐτῷ εἴη. Καὶ εἰ χρὴ λογικώτερον ὑμῖν συμπλακέντας εἰπεῖν, ὅτι ἐπειδὴ ὁμοούσιος ἡ σάρξ, καθ’ ὑμᾶς, τῷ Λόγῳ δέδοται, ὁ δὲ Λόγος τῷ Πατρὶ ὁμοούσιος, ἔστω διὰ τὸν ὑμέτερον λόγον καὶ ἡ σὰρξ τῷ Πατρὶ ὁμοούσιος, ὡσαύτως δὲ καὶ τῷ Πνεύματι. Εἰς τοῦτο ὑμᾶς τῆς ἀσεβείας τὸ κεκομψευμένον καὶ ἐκπρεπὲς τοῦ ἀπεριγράπτου ἐξηκόντισε βάραθρον! Ὁποῖον δὲ δή τι κἀκεῖνό φημι, ὡς καὶ ἄλλως εἰς τὴν πασῶν ἐσχάτην ὁ λόγος αὐτῷ δυσσέβειαν ἐξοίχοιτο, καὶ ὅποι ποτὲ ἀθεΐας ἀπάγει, ἐντεῦθεν εἰσόμεθα. Καθάπερ γὰρ ἐπὶ τῆς οἰκονομίας εἰς αὐτὰ ἀποσφάλλονται τὰ συνεκτικώτατα, τῷ αὐτῷ δὴ τούτῳ τρόπῳ καὶ ἐπὶ τῆς θεολογίας προσπταίοντες, εἰς τὰ καίρια φωραθήσονται, τοῖς ἑαυτῶν βρόχοις ἁλισκόμενοι ἀβουλότατα· ἐπειδὴ ἀντιπεπονθότως τὰ τῶν σχέσεων διὰ τὴν ἐπαλλαγὴν ἐν ἑκατέρᾳ θεωρεῖται.

καʹ. ᾟ μὲν γὰρ ἑνοῦνται ἐπὶ τῆς οἰκονομίας αἱ φύσεις πρὸς τὴν ὑπόστασιν, ταύτῃ διακέκρινται ἐπὶ τῆς θεολογίας αἱ ὑποστάσεις, διὰ τὰς προσωπικὰς ἰδιότητας· ᾗ δὲ ἥνωνται ἐπὶ τῆς θεολογίας αἱ ὑποστάσεις διὰ τὴν φυσικὴν ταυτότητα, ταύτῃ διακέκρινται ἐπὶ τῆς οἰκονομίας, κατὰ τὰς φύσεις διὰ τὰς οὐσιώδεις διαφορὰς ἰδιούμεναι. Ὥσπερ οὖν οὐ διδόασιν ἐκεῖσε τὰ χαρακτηριστικὰ τῶν φύσεων ἰδιώματα, ἅπερ αὐτὰς τῶν ἑτεροφυῶν διίστησιν, οὐδὲ ἐνταῦθα πάντως τὰ ἀφοριστικὰ τῶν ὑποστάσεων παρέξουσι γνωρίσματα, ἄπερ αὐτὰς περὶ τὴν αὐτὴν καὶ μίαν οὐσίαν θεωρουμένας, ἀπ’ ἀλλήλων διακρίνουσι.

Καὶ ὅσα λοιπὸν περὶ τὴν ὑπόστασιν ἐκεῖ, τοσαῦτα καὶ διὰ τὴν φύσιν ἐνταῦθα ζυγομαχήσουσιν, εἴπερ ἰδιότητος παρ’ αὐτοῖς οὐχ ὁρᾶται διαστολή. Πρὸς οὖν τί ταῦτά φημι; Ὅτι εἰ κατὰ τὰς ὑποθέσεις αὐτῶν, διὰ τὴν πρὸς τὸν Λόγον ἕνωσιν, ἀπερίγραπτον εἶναι τὴν σάρκα δεῖ, ἀνάγκη ἐκ τοῦ ἐναντίου, ἐπειδὴ ἔμπαλιν ἐνταῦθα ἢ ἐπὶ τῆς οἰκονομίας ἔχει, τὰ αὐτὰ περαίνεσθαι ἄθεσμα, ὡς ὁ λόγος ἐφοδεύων παραστήσειεν.

Εἰ γὰρ ὁ Πατὴρ ἀγέννητος, ὁ δὲ Υἱὸς γεννητός, ἔστω διὰ τὴν μίαν καὶ ταὐτὴν φύσιν, καθ’ ἣν τὸ ταυτὸν καὶ ἀπαράλλακτον ἐπ’ ἀμφοῖν θεωρεῖται, καὶ ὁ Πατὴρ γεννητός, ἢ ὁ Υἱὸς ἀγέννητος· ὁ αὐτὸς δὲ λόγος κρατήσει καὶ περὶ τοῦ ἁγίου Πνεύματος.

Τούτων δὲ τί ἂν γένοιτο ἀσεβέστερον ἢ ἀθεώτερον; Ἀλλὰ τῶν οὕτως ἀτόπων ἀφέμενοι, ἐπὶ τὰ ἑξῆς τοῦ λόγου ἴωμεν. κβʹ. Ἐπάγει γοῦν· «Ἐπειδὴ μετὰ τὴν ἕνωσιν ἐκείνην ἀχώριστος ἡ πραγματεία, ὡς ὁμολογοῦμεν ἐν τῷ δόγματι· εἰ δὲ καὶ τῆς σαρκὸς μόνης εἰκόνα ποιεῖ, λοιπὸν καὶ πρόσωπον ἐπὶ τῇ σαρκὶ ἴδιον δίδωσι· καὶ γίνεται τοῦτο τῇ ὅλῃ θεότητι τέρας, τουτέστι τρία πρόσωπα ἐπὶ τῆς θεότητος, καὶ ἓν τὸ τῆς ἀνθρωπότητος, καὶ ἔστι κακῶς τοῦτο.» Ἄνω καὶ κάτω τὴν ἕνωσιν διαθρυλεῖ, ἣν ἀχώριστόν φησιν ὁ σοφός· ἵνα δι’ αὐτῆς δόξῃ κρατύνειν τὸ δόγμα τὸ ἑαυτοῦ, καὶ τὴν κατὰ Χριστὸν ἀνθρωπότητα συσκιάσῃ.

Διὰ τοῦτό φησιν, ὅτι εἰ τῆς σαρκὸς μόνον εἰκόνα ποιεῖ. Καὶ ἐνταῦθα τὸ σοφὸν ἐκεῖνο ὑπειπεῖν λόγιον, ὅτι Σοφία ἀνεξέλεγκτος πλανᾶται, καὶ σοφία μωροῦ ἀδιεξίτητοι λόγοι· καί, Οὐαὶ οἱ σοφοὶ παρ’ ἑαυτοῖς, καὶ ἐνώπιον ἑαυτῶν ἐπιστήμονες! ὅτι ἐμωράνθη ἡ ἀσύνετος αὐτῶν ψυχή, καὶ ἐπωρώθη αὐτῶν τὰ διανοήματα. Πρὸς γὰρ τὴν ἀληθότητα τῶν ὀρθῶν τῆς Ἐκκλησίας δογμάτων τέλεον ἀποσφάλλονται· οὔτε τὰς ἐκ τῶν ὑποθέσεων αὐτῶν ἀναφαινομένας ἀτοπίας προειδόμενοι, εἰς οἷον αὐτοὺς ἀπάγουσι κρημνόν· καὶ οὐδὲν αὐτοῖς οὕτως εἰς περιουσίαν φιλοτιμίας, ὡς τῆς ἀμαθίας ἡ μάθησις· τῇ γὰρ ἰδίᾳ αἰσχύνῃ ἐγκαλλωπίζονται· ὧν ὡς ἀληθῶς ἡ δόξα ἐν τῇ ἑαυτῶν αἰσχύνῃ. Ἀλλὰ φαίην ἂν ἔγωγε πρὸς τὸν ὧδε διειληφότα, καὶ ὅστις ταῦτα φρονεῖν προῄρητο· Σὺ οὖν δύο φύσεις ἐν τοῖς σοῖς λόγοις ὑποτιθέμενος, ποίαν τούτων ὁμολογεῖς ἐπὶ τῆς κατὰ Χριστὸν μορφῆς, καὶ τοῦ προσώπου τοῦ ὁραθέντος καὶ φανέντος; Εἰ μὲν τὴν θείαν εἴποις, ἐνταῦθα ὁρατὴν ἀπέφηνας τὴν ἄληπτον καὶ ἀόρατον τοῦ Λόγου θεότητα· οὐδὲν δὲ διοίσει εἰπεῖν, καὶ περιγραπτήν. Πᾶν γὰρ τὸ ὁρώμενον, περιγραπτὸν καὶ ὁριστόν, ὡς τῇ αἰσθήσει ὑποπεπτωκός· καὶ ὅπερ δοῦναι τῇ σαρκὶ οὐκ ἠνέσχου, τοῦτο τῇ θείᾳ φύσει προσέῤῥιψας.

Καὶ οὐκ ἐκφεύξῃ τὸ βλάσφημον, οὐδὲ παρανοίας ἐγκλημάτων ἀπέλθοις ἀνεύθυνος· ὅτι δὴ διὰ πλείστης ὅσης σπουδῆς, τὸ ὁρατὸν ἀόρατον, καὶ τὸ περιγραπτὸν ἀπερίγραπτον παραστῆσαι βουληθείς, τῇ ματαιότητι τῶν σῶν ἐννοιῶν ἀποβουκολούμενος, εἰς τὸ ἔμπαλίν σοι τὰ τοῦ λόγου περιήγαγες.

Τὸ γὰρ ἀόρατον, ἐκ τοῦ ἐναντίου ὁρατόν, καὶ τὸ ἀπερίγραπτον περιγραπτὸν οὕτως ἂν εἰσήγαγες. Ἀλλ’ εἰ μὴ τοῦτο εἰπεῖν κατατολμήσειας, τὴν ἀνθρωπίνην ἄρα μόνην τὴν ὁρωμένην ἐξ ἀνάγκης δώσεις. Καὶ ἵνα τὴν ὁμοίαν τῷ σῷ λόγῳ ἀπάντησιν ποιησώμεθα, μεμέρισταί σοι ἡ ὑπόστασις, καὶ ψιλὸν ἄνθρωπον τὸν Χριστὸν ἐδογμάτισας, καὶ ἀπήρτισταί σοι τρανέστερον καὶ περιφανέστερον ἡ τετράς. Ἴδιον γὰρ πρόσωπον τῇ σαρκὶ ἔνειμας, καὶ πεποίηκας τὸν Χριστὸν κτίσμα μόνον, ὡς τὴν θεότητα μὴ εἶναι εἰς αὐτόν· καὶ περιέγραψας τελεώτερον καὶ ἀσφαλέστερον, καὶ τοῦτο λίαν κακῶς καὶ ἐπισφαλῶς.

Ἑάλως οὖν τοῖς οἰκείοις κἀνταῦθα περιπεσὼν μηχανήμασι. Πῶς γὰρ λοιπὸν τῆς Νεστορίου φρενοβλαβείας καὶ διαιρέσεως τὴν ἀτοπίαν διαφεύξῃ; καὶ γὰρ ταύτῃ σαφῶς περιπέπτωκας. Ἐπεὶ οἱ περὶ Νεστόριον τούτου γε εἵνεκεν τὴν καθ’ ὑπόστασιν ἕνωσιν ὁμολογεῖν ἐπὶ Χριστοῦ παρῄτηνται, εὐδοκίᾳ δὲ μᾶλλον καὶ σχέσει ταύτην ὑπάρξαι κενοφωνοῦσιν, ὡς δὴ τῆς θείας φύσεως μὴ ἐπιδεχομένης ἕτερον πρόσωπον ἑνώσεως, διὰ τὸ ἀπερίγραπτον. Ἐξ οὗ μηδὲ κυρίως Θεοτόκον τὴν ἁγίαν Παρθένον, ἀλλ’ ἀνθρωποτόκον γεγενῆσθαι εἰκαιολογοῦσιν. Εἶτα θαυμάτων ὁμοῦ καὶ παθημάτων περὶ τὸν Χριστόν σοι προκειμένων, καὶ τούτων παραπολὺ διεστηκότων ἀλλήλων καὶ διαφερόντων, τί φής; Ἐπειδὴ ἀπερίγραπτος ὁ Λόγος, ὡσαύτως δὲ καὶ ἡ σάρξ, ἑκατέρῳ ἀμφότερα πάντως τῷ τε Λόγῳ καὶ τῇ σαρκὶ ἀναθήσεις· οὐ γὰρ ἰδίᾳ καὶ ἀνὰ μέρος, τῷ μὴ παραλλάσσειν κατὰ σὲ τὴν ἰδιότητα, τόν τε Λόγον καὶ τὴν σάρκα, κατὰ τὸ ἀπερίγραπτον. Ταῦτα δέ, πρὸς τῷ ἀσεβεῖ, καὶ τὸ ἀνόητον ἕξει· οὐδεὶς γὰρ τῶν νοῦν ἐχόντων ἀποφανεῖται, οὔτε τὸν Λόγον παθήματα φέρειν, οὔτε τῆς σαρκὸς τὰ θαύματα ὑπολήψεται.

Οὐ γὰρ τῇ δυνάμει τῆς σαρκὸς ταῦτα δείκνυται, ἀλλ’ ἡ τοῦ συνημμένου Λόγου πανσθενὴς καὶ δραστήριος ἀποτελεῖ δι’ αὐτῆς ἐνέργεια· ἢ οἰχήσεταί σοι μετὰ τῶν θαυμάτων καὶ τὰ πάθη. Ἀπερίγραπτος γὰρ εἰ δοθείη ἡ σάρξ, οὐκ ἔστιν ὃ τοῖς πάθεσιν ὑποκείσεται. Πόθεν οὖν σοι διαδρᾶναι τὸ βλάσφημον περιγενήσεται; Ὡς πανταχόθεν γε μέγα περικέχηνεν ὁ τῆς ἀσεβείας περὶ σὲ βόθρος· καὶ δίκαιον γὰρ καὶ πρέπον, τὰ θαύματα τῷ Λόγῳ ἀνάπτοντα, καὶ ἀπερίγραπτον ὁμολογοῦντα ἀναλόγως καὶ ἁρμοδίως, καὶ τὰ παθήματα τῇ σαρκὶ διδόντα, περιγραπτὴν εἶναι δοξάζειν. Οὕτω γὰρ ἀποδιδόναι χρὴ ἑκατέρᾳ τῶν φύσεων τὰ οἰκεῖα καὶ ἴδια.

κγʹ. Εἶτά φησιν· «Ὅτι ἐπὶ τῆς σαρκὸς καὶ μόνης ἴδιον πρόσωπον περιγράφει ψιλοῦ ἀνθρώπου.» Εἰ δὲ οὐ περιγράφει, τί σοι συμβήσεται; Ἵνα τῷ αὐτῷ σοι κανόνι τοῦ λόγου χρήσωμαι, καὶ οὕτως ἴδιον πρόσωπον δώσει ἰδικῶς γυμνοῦ μόνου τοῦ Λόγου κεχωρισμένον, καὶ διῃρημένον τῆς κατ’ αὐτὸν ἀνθρωπότητος, ἥτις ἐστὶ περιγραπτή, ὡς τῇ ἀληθείᾳ καὶ πᾶσι τοῖς ὀρθὰ φρονεῖν εἰδόσι δοκεῖ, καὶ διὰ πλειόνων προαποδέδεικται. Καὶ ἤδη σοι καὶ πάλιν ἐντεῦθεν ἡ τετρὰς περιίσταται· ἐπειδὴ κεχώρισται τοῦ Λόγου κατὰ τὸν σὸν λόγον τὸ ἀνθρώπινον, καὶ μεμέρισταί σοι οὐδὲν ἧττον ὁ Χριστός, καὶ προστέθειταί σοι πρόσωπον ἐπὶ τῆς ζωαρχικῆς καὶ σεβασμίας Τριάδος. Ἀλλ’ οὕτως ἀχάλινον ἐπὶ κατὰ τῆς Χριστοῦ οἰκονομίας ὁ Χριστομάχος διαφεὶς τὴν γλῶσσαν, παλιμφήμους ἀποῤῥίπτει τοὺς λόγους, καινοῖς ἐγχειρήμασιν ἑαυτὸν ὡς πλείστοις παρακρουόμενος, ὅλην τοῦ ψεύδους τὴν ἐξαπάτην εἰσδεδεγμένος, ἐντεῦθεν λοιπὸν τῆς μυθοπλαστίας κατάρχεται, καὶ συμπλάσσει τὴν τερατείαν, βαττολογίαις ταύτην ἐξυφαίνων, καὶ φασμάτων πλήρη τὴν ἑαυτοῦ ψυχὴν ἀπεργαζόμενος· ἵνα ἡ μὲν βλασφημία τὴν ἀσέβειαν, ἡ τερατολογία δὲ τὴν παράνοιαν τοῦ τε λογογραφοῦντος, τῶν τε τὸν λόγον ἐκείνου παραδεδεγμένων, σαφῶς ἅπασιν ἐμφανίζοιεν.

Τί γάρ, φησίν, ἐν τοῖς ἑξῆς κατὰ τὸ συνεχὲς τοῦ λόγου; «Τουτέστι χαρακτηρίζων πρόσωπον, καὶ ποιῶν τὸν Χριστὸν κτίσμα καὶ μόνον, καὶ τὴν θείαν φύσιν μὴ εἶναι εἰς αὐτόν.» Ταῦτα τῆς ἐξουσίας καὶ τῆς παχύτητος, ἐξ ὧν ἀμφοτέρων φυεῖσα καὶ συγκροτηθεῖσα ἡ ἀσέβεια, κατὰ τῆς ἀμωμήτου ἡμῶν νεανιεύεται πίστεως, καὶ τῶν ὀρθῶν δογμάτων καταγωνίζεται.

Ἀλλὰ πρὸς τοὺς τοιούτους ἐμέτους, ἵνα Πατρικοῖς λόγοις ἐγκαλλωπίσωμαι στηλιτεύουσι τοῦ σοφοῦ τὴν ἀπόνοιαν, πῶς οὐκ ἄμεινον ἡ σιωπή; Μὴ ἀποκρίνου γὰρ ἄφρονι κατὰ τὴν ἀφροσύνην αὐτοῦ, γέγραπται. Ἀλλ’ ἵνα μὴ δοκοῖεν οἱ δοκησίσοφοι καὶ τῆς ἀποστασίας ὑπασπισταί, ἐρήμην τῶν εὐσεβούντων καταθεῖν ὥσπερ τοῦ λόγου, ἀκαταγώνιστον τὸν ἐκ ψευδομυθίας καὶ εἰκαιότητος αὐτοῖς ἐπικουρούμενον λόγον εἶναι οἰόμενοι, ταύτῃ τοι, εἰ καὶ αἰσχρὸν καὶ ἀκαλλὲς τοῖς οὕτω σαθροῖς καὶ εὐχειρώτοις ἀντιφέρεσθαι, ὅμως ταῖς κοιναῖς ἁπάντων ὑπολήψεσι χρώμενοι, τὰς κατὰ τῆς ἀληθείας αὐτοῖς ἐξευρημένας μηχανὰς καὶ δόλους, οἷς ἀνοήτως καὶ ἀβούλως αὐτῇ ἀντιπαρατάττονται, μάλα εὐσθενῶς ἐκπολιορκήσομεν. Ἐπ’ ἀλογίστους γὰρ καὶ ἀτόπους ἐννοίας ἴενται, ἐφ’ ἃ μὴ προσῆκε περιελκόμενοι, καὶ εἰκῆ φυσιούμενοι ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὐτῶν, καὶ ἃ μηδεὶς οἶδε τῶν εὖ φρονούντων, μηδὲ ἡ φύσις αὐτὴ τῶν πραγμάτων ἐπίσταται, διοριζόμενοι. Πρὸς γὰρ τῷ ἀσεβεῖ, καὶ τὸ ἀπίθανον κέκτηνται· πρὸς ἓν δὲ καὶ μόνον βλέποντες, πᾶσάν τε σπουδὴν τιθέμενοι, καὶ πάντα κάλων, τὸ δὴ λεγόμενον, σείοντες, ἀνατρέπειν, ὡς οἴονται, τὸ τῆς Χριστοῦ οἰκονομίας μυστήριον, ὡς ταύτῃ τῷ τοῦ ἀπεριγράπτου προβλήματι, τὸ ἀφομοίωμα τοῦ σεβασμίου χαρακτῆρος αὐτοῦ ἐξαφανίζοιτο· οὐδὲν δὲ ἄτοπον εἰπεῖν, καὶ ἡ αὐτοῦ Χριστοῦ μνήμη συνοιχήσοιτο.

Ἀλλ’ εἰκότως φθέγξοιτο πρὸς αὐτοὺς ἡ σοφὴ Παροιμία· Ὃς ἐρείδεται ψεύδεσιν, οὗτος ποιμανεῖ ἀνέμους· ὁ δὲ αὐτὸς διώξεται ὄρνεα πετόμενα· συνάγει δὲ χερσὶν ἀκαρπίαν. Συμπλάσσονται γὰρ ὀνειροπολοῦντες τὰ ψευδῆ, ἅπερ αὐτοῖς ἡ σκαιότης τῶν λογισμῶν, καὶ τὰ τῆς βεβήλου ψυχῆς ἕωλα καὶ ἀπατηλὰ ὑποτίθεται φάσματα. Ὅτι μὲν γὰρ τὸν νοῦν περιαλώμενοι, ἀδόκιμον οἷάπερ αὐτὸν ἔχοντες, πόῤῥω που τῆς ἀληθείας καὶ τῆς εὐθὺ ἀγούσης ὁδοῦ ἀπονοσφίζονται· οὐ γὰρ ἀπολήγουσι τερατευόμενοι καὶ τοὺς φληνάφους ἐκείνους μυθουργοῦντες· πᾶς τις, οἶμαι, τῶν εὐσεβούντων καὶ λογισμοῦ κύριος συνθήσεται.

Ἀλλὰ λεγόντων, πόθεν ὁ μέγας αὐτῶν διδάσκαλος ταῦτα λαβὼν ἔχει; Εἰ μὲν παρὰ τῶν θεοπαραδότων λογίων τοῦ Πνεύματος, ἢ τῆς τῶν θεοσόφων Πατέρων ἡμῶν διδασκαλίας, δεικνύτωσαν ποῦ, καὶ ἡμεῖς γε σιγήσομεν· εἰ δὲ ἐκ τῶν ἰδίων λαλεῖ, ἀφ’ ὧν καὶ τὸ ψεῦδος ἐξήρτηται, τίς αὐτῷ προσέξει ἀνόητα φράζοντι; Τίς γὰρ οὕτω νοῦ καὶ φρενῶν ἐστέρηται, ὥστε συμφῆσαι ὅτι δὴ ὁ χαρακτηρίζων Χριστόν, κτίσμα αὐτὸν μόνον ποιεῖ, ἢ τῆς θείας διαιρεῖ φύσεως; Ποῦ γῆς ἢ θαλάσσης ἤκουσταί τις τῶν πάλαι ἢ τῶν καθ’ ἡμᾶς, ὂς κἂν γοῦν εἰς νοῦν τὰ τοιαῦτα ἐβάλετο πώποτε, ἢ τὴν πεπλαστουργημένην αὐτῷ ταυτηνὶ τερατείαν, ἣν καινοῖς ἀναπλασμοῖς ματαιούμενος συντέθεικεν, ὑποδέξαιτο; Ποῖος γὰρ λόγος ταῦτα συναναγκάσειε; Ποία συλλογισμῶν ἰσχύς, καὶ λόγων ἀπατηλῶν πιθανότητες; Εἰ γὰρ δεῖ τὴν ἐκείνων διωσαμένους πλάνην τῆς ἀληθείας ἐφάψασθαι, φαμὲν ὅτι μᾶλλον ὁ χαρακτηρίζων ἑνοῖ, ὡς μὲν κτίσμα τὸ ὁρώμενον καὶ κατὰ πάντα ὁμοιοπαθὲς ἡμῖν σῶμα ἐξεικονίζων· οὐ ψιλῶν οὐδὲ διιστῶν ἐκ τούτου, συνάγων δὲ τῷ τε λόγῳ καὶ τῇ σχέσει, εἴτε φύσεις τις εἴποι, εἴτε ἄλλο, καὶ ἐπισφίγγει τὴν ἕνωσιν.

Οὐ γὰρ δὴ μόνον τὸ κατὰ Χριστὸν ὁρώμενον ἀνθρώπειον εἶδος εἰσάγεται, διά τε τῆς μνήμης καὶ τῆς πρὸς τὸ ἀρχέτυπον ὁμοιώσεως· ἤδη δὲ καὶ ὁ Λόγος, εἰ καὶ μὴ συμπεριγράφεται μηδὲ εἰκονίζεται, ὅσον ἐπὶ τῇ ἑαυτοῦ φύσει, ἀόρατός γε ὢν καὶ πάντη ἄληπτος, ἀλλ’ οὖν γε ἐπειδὴ εἷς ἐστι τὴν ὑπόστασιν καὶ ἀμέριστος, διὰ τοῦτο καὶ ἡ μνήμη αὐτοῦ συνεισέρχεται. Ἀλλὰ τοῦτο αὐτοῖς ἐστι τὸ φορτικὸν καὶ δυσαχθέστατον· ἐπειδὴ γὰρ βαρύς ἐστιν αὐτοῖς ὁ Χριστὸς καὶ ἐν εἰκόνι μόνον βλεπόμενος.

Οὕτω γὰρ κἀκεῖνος τὴν ψυχὴν ἐξοιδαίνων ἐπὶ τῇ μνήμῃ αὐτοῦ, τὸ πᾶν θράσος καὶ τὴν μῆνιν κατὰ τῆς ταύτην φερούσης εἰκόνος ἐξέχεεν. Ἔξεστιν οὕτω περὶ τούτων διακειμένοις, καὶ αὐτὰ τὰ τῶν ἱερῶν Εὐαγγελίων ἀκούουσι λόγια, ἀφ’ ὧν δὴ καὶ ταῦτα ἤρτηνται, τὴν ἴσην ἐκείνοις δύναμιν ἔχοντα (εἰς ταυτὸν γὰρ ἐν ἀμφοτέροις τὰ τῆς ὑποθέσεως ἔρχεται, καὶ ἡ αὐτὴ ἱστορία ἀνέκαθεν ὁρᾶται), τοιούτου γὰρ λόγου ἔχονται, εἴ που ταπεινόν τι καὶ ἀνθρώπινον περὶ τῆς κατὰ τὸν Σωτῆρα οἰκονομίας ἡμᾶς ἐκδιδάσκοιεν, τὰ ἴσα λογίζεσθαι, καὶ ὡς κτίσμα αὐτὸν εἰσφέροντα δέχεσθαι· ἢ τοῦ Λόγου διαιροῦντα ὡσαύτως διαγράφεσθαι, καὶ δεῖ καθαιρήσειν τὰ Εὐαγγέλια· αὐτοῦ μάλιστα τοῦ Κυρίου πρὸς τὸν τῶν Ἰουδαίων δῆμον λέγοντος· Τί με ζητεῖτε ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα; καί, Ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι· διὰ τούτων γὰρ τὸ ταπεινὸν καὶ πτωχὸν αὐτοῦ καταφαίνεται παράστημα· καὶ ὅσα τὰ πάθη καὶ τὸν σταυρὸν αὐτοῦ ἡμῖν εἰσηγοῦνται, διαγελᾷν τε καὶ διαπτύειν· ἀλλὰ μὴν ταῦτά γε οὐδεὶς τῶν σωφρονούντων οὐδὲ ὑπολήψεται, οὐδὲ διαλέξεται, οὐδὲ ἐκεῖνο ἄρα τῆς ἴσης καὶ τῆς αὐτῆς ἀτοπίας ἐχόμενον.

Τί οὖν φαμεν; Ὅτι ὡς πανταχοῦ τῶν ἀληθῶν ὁ κενὸς οὑτοσὶ θεολόγος ἀπονένευκεν, οὕτω δὴ κἀνταῦθα ἐμφανῶς ἀποπέπτωκε. Προσεκτέον γὰρ ὅτι ὥσπερ ἐν τοῖς ἄνω τῷ ψεύδει συγκλωθόμενος, καὶ καθ’ ἑαυτοῦ σοφιζόμενος ἔφασκεν, ὅτι εἰ καλῶς, ὁμοούσιον εἶναι δεῖ τοῦ εἰκαζομένου τὸ ἀπεικόνισμα· μὴ εἰδὼς τὴν ἐν αὐτοῖς ἢ διδοὺς διαφοράν, ὥσπερ οὐδὲ ἐμψύχου καὶ ἀψύχου, ἢ λογικοῦ καὶ ἀλόγου, ἢ τῶν οὕτως ἀντιδιαστελλομένων πρὸς ἄλληλα τὸ διάφορον ἐπιστάμενος, ἐξ οὗ δείκνυται τὸ κατὰ τὴν γνώμην ἀνίδρυτον καὶ ἀστεύθμητον [ἀστάθμητον]· οὕτω δὴ κἀν τούτοις τῇ αὐτῇ διανοίᾳ χρώμενος, τῇ κατ’ αὐτὸν θεολογίᾳ τὴν μυθολογίαν ἐκ πολλῆς ἄγαν ἀγχινοίας καὶ νοὸς νήψεως εἰς ἄκρον συντιθείς, εἰς ταυτὸν ἄγει πρωτότυπον καὶ παράγωγον. Καὶ ὡς ἀνὰ μέσον ἁγίου καὶ βεβήλου διαστεῖλαι οὐ προείλετο, οὐδὲ τούτων ἀνὰ μέσον διακρῖναι ἠνέσχετο, οὐδ’ ὅσον ἐπ’ ἄκρᾳ γλώσσῃ τοῦ περὶ αὐτῶν λόγου ἐφάψασθαι. Ὁ γὰρ διὰ τῆς εἰκόνος μερίζεσθαι τὸν Χριστὸν οἰόμενος, οὐδὲν ἕτερον δοξάζει ἢ ὅτι οὐδὲν διοίσει Χριστὸς τῆς ἑαυτοῦ εἰκόνος, ἀλλὰ ταυτὸν εἶναι ἀμφότερα. Ὡς εἴ γε τὴν τούτων κρίσιν διέγνω, οὐκ ἂν τῶν ἱερῶν καὶ σεβασμοῦ ἀξίων κατέγνω.

Τῇ γὰρ κενῇ δόξῃ καὶ ματαιότητι τοῦ κόσμου ἡττώμενος, καὶ φιλαυτίᾳ καὶ ἐμπαθείᾳ καταβαπτιζόμενος, ἐσκοτίσθη τὴν ψυχήν, καὶ τοῦ τῆς ἀληθείας ἐστέρηται φωτός, οὐδὲν πλέον τῶν ὁρωμένων εἰδὼς ἢ φανταζόμενος. Γεώδης γὰρ ὢν καὶ κάτω νενευκώς, τὴν ἐγκεκρυμμένην τοῖς ἱεροῖς χάριν καὶ ἐναποκειμένην οὐ κατενόησεν, οἷάπερ μέχρι τῆς ὕλης καὶ τῶν κτισμάτων τὸν νοῦν συνιστάμενος.

Ἀλλὰ δὴ ὅ γε ἑλόμενος, οἷα ὁ σοφώτατος καὶ θεωρητικώτατος οὗτος, φρονεῖν τε καὶ προχειρίζεσθαι, ἐρομένοις ἡμῖν ἀποκρινέσθω, καὶ συνδιασκεπτέσθω, ὡς ἂν γνοίη ὅποι τὰ τῶν προβλημάτων αὐτῷ ἐξίοι. Λεγέτω γὰρ ἡμῖν πρότερον, εἰ παρ’ ὁτουοῦν Χριστιανῶν οὕτω δόξης ἐπύθετο ἔχοντος. Ἀλλ’ οὐκ ἂν εἰπεῖν ἰσχύσειεν, οὐκ ἂν ἔχοι δεῖξαι· τέχνασμα γὰρ καὶ κακούργημα οἰκεῖον προφανῶς αὐτῷ ἤδη προβέβληται. Ὅμως δ’ οὖν ποίᾳ δυνάμει καὶ ὅτῳ τρόπῳ συμβαίνειν ταῦτα βούλεται ὁ τῶν καινῶν τούτων δογμάτων εὑρετής; Εἰ γὰρ κτίσμα μόνον ὁ Χριστὸς χαρακτηριζόμενος ἀπολείπεται, τῆς θείας ἀμοιροῦν φύσεως τῷ ταύτην ὑπάρχειν ἀπερίγραπτον, πολλῷ δή που σαρκούμενον, τοῦτο πρότερον πεπονθέναι ἔδει· καθόσον καὶ ἡ ἀνειλημμένη τῷ Λόγῳ σάρξ, οἰκειοτέρα αὐτῷ τῆς κατ’ αὐτὴν εἰκόνος ὡς ἀρχέτυπον. Ἐπειδὴ οὐδαμῶς γε ἡ διὰ τοῦ χαρακτηρίζεσθαι μίμησις καλῶς τηρηθήσεται, εἰ μὴ τοῖς προηγουμένοις ὡς οἷόν τε ἐξομοιωθείη.

Πῶς γὰρ τὸ ἐν μιμήσει τινὸς καὶ ὁμοιώσει γινόμενον, δρᾶσαί τι δυνήσεται ἢ πάθοι, εἰ μὴ πρότερον τὸ οὗ ἐστιν ὁμοίωμα, οὕτω πέφυκεν εἶναι; Εἰ δὲ τὸ ταῦτα λέγειν, ἐσχάτης παραφροσύνης καὶ δυσσεβείας ἐστί, πῶς οὐχὶ κἀκεῖνα μανίας τῆς ἀνωτάτω;

Εἰ γάρ τις φαίη ἀληθῆ ἐκεῖνα εἶναι, πάντως που κατὰ τὸ ἀκόλουθον τοῦ λόγου, ἐπειδὴ ἀληθῶς ὡράθη ἀνθρώποις πεφηνὼς καθ’ ἡμᾶς ὁ Χριστός, οὐ πέφυκε δὲ ἡ θεία φύσις ὁρᾶσθαι, πολὺ μᾶλλον παρὰ τὸ μὴ ὁρᾶσθαι αὐτήν, κτίσμα μόνον τὸ θεαθὲν ὑπολελεῖφθαι συμβήσεται, τῆς θείας μὴ οὔσης ἐν αὐτῷ φύσεως, καὶ τοσοῦτον ὅσον καὶ πρώτως ἀνθρώποις ὡράθη, οὕτω τε χαρακτηρισθῆναι ἐδέησεν· εἰ μὴ γὰρ ἐθεάσατό τις, οὐδὲ ἐχαρακτήρισέ που πάντως.

Εἰ δὲ ἔγκλημα διὰ τὰς εἰρημένας αἰτίας τῷ γεγραφότι, πόσῳ μάλιστα τῷ θεαθέντι; ὅτι διὰ τοῦτο μάλιστα ἡ μία κατὰ Χριστὸν διέστηκεν ὑπόστασις, καὶ κτίσμα μόνον αὐτὴ καταλέλειπται. κδʹ. Εἰ δὲ παρά τινι τῶν πιστῶν αἰτηθεὶς ὁ Χριστός, τὸν ἑαυτοῦ θεῖον χαρακτῆρα ὀθόνῃ ἐναπεμάξατο καὶ ἐξέπεμψε, τί μάτην ἄλλοι χαρακτηρίζοντες αὐτὸν ἐγκαλοῦνται; Εἶτα ζητεῖν καὶ τοῦτο ἄξιον·

Πεφυκὼς ταῦτα πάσχειν ὁ Χριστός, πέπονθεν, ἢ οὔ; Εἰ μὲν γὰρ οὐ πέφυκε πάσχειν, πλάνης πλήρης καὶ ματαιότητος γέμων ὁ ταῦτα ἐγκαλῶν, καὶ εἰς ἄκρον σκαιότητος καὶ ἀπονοίας ἐκβέβηκεν ὁ πόνος αὐτῷ. Καὶ γὰρ οὖν καὶ τῇ τῶν πραγμάτων αὐτῇ φύσει ἀπεναντίας ἐρχόμενος γνωρισθήσεται, καὶ τοῖς τρόποις αὐτοῖς καθ’ οὓς τοῖς οὖσιν ἐνυπάρχουσιν.

Ὅπερ γὰρ οὐκ ἐνδέχεται γενέσθαι, ἐξ ἀνάγκης αὐτὸς διορίζεται γίνεσθαι· καὶ ὃ οὐ πέφυκε γίνεσθαι, ἐξ ἀκολούθου τινὸς ὑπάρχειν τινὶ βούλεται. Εἰ δὲ οὕτως εἷχε φύσεως ὁ Χριστός, μάτην ἐγκαλεῖται ὁ γράφων ἢ ὁ τεθεαμένος· οὐ γὰρ παρὰ τὸ γράφειν ἢ ὁρᾷν, τὸν γράφοντα ἢ τὸν ὁρῶντα, ἐκεῖνα συμβέβηκεν, ἀλλὰ παρὰ τὸν ὁρώμενον καὶ γραφόμενον, καὶ ᾧ ταῦτα πέφυκεν. Οὐκοῦν αὐτὸς ἑαυτῷ μᾶλλον ὁ ὁραθεὶς καὶ γραφείς, ὂς περιουσίᾳ φιλανθρωπίας συγκαταβάς, καὶ ὁρώμενον καὶ γραφόμενον ἡμῖν ἑαυτὸν κενώσας εἰσήγαγε· τῆς τε διαστάσεως καὶ τοῦ κτίσμα καταλελεῖφθαι ὑπῆρξεν ὁ αἰτιώτατος.

Ἐξ οὗ δοκεῖ καὶ κατηγορία τις ξένη τῷ Χριστῷ ἐπιπλέκεσθαι· ἵνα ἀφ’ ὧν εὐεργετῶν ἔδει τιμᾶσθαι καὶ προσκυνεῖσθαι, ἀπὸ τούτων μᾶλλον μῶμος αὐτῷ καὶ ὕβρις ἀντεισαχθείη. Καὶ γίνεται ἡ τῆς οἰκονομίας χάρις, ἀδοξίας καὶ ἀτιμίας ὑπόθεσις. Ὡς γὰρ ταῦτα πλέον ἢ ἐπὶ τοῦ διὰ σταυροῦ πάθους συμβέβηκε κατὰ τὰς ἐναντίων ἐπιχειρήσεις, ἀτιμότερα καὶ ἀθεώτερα, ἤδη πρόσθεν ἀρκούντως εἴρηται.

Ἀλλὰ κἂν περὶ ταῦτα ἀποκάμοιεν, πρόχειρον αὐτοῖς εἰς βλασφημίαν τὸ ἕτερον, συμπεριγεγράφθαι τῇ σαρκὶ ἐξ ἀνάγκης τὸν Λόγον· ὃ πανταχοῦ περιβομβοῦντες, ἑπόμενον εἰς κακίαν τοῖς προτέροις ἔχουσιν. Ἀλλὰ φατέον καὶ πρὸς ταῦτα· Πότερον κατὰ τὴν οἰκείαν καὶ ἀπόῤῥητον φύσιν περιεγράφη σωματούμενος, ἢ οὔ; Εἰ μὲν περιεγράφη, δεδόσθω καὶ παρὰ τὸ χαρακτηρίζεσθαι· εἰ δὲ μή, τίς ὁ ἐκβιαζόμενος λόγος, χαρακτηριζόμενον αὐτὸν σαρκὶ συμπεριγεγράφθαι; Ὃ γὰρ μὴ πέπονθε, προσειληφὼς τὴν περιγραφομένην σάρκα, πῶς τῆς σαρκὸς γραφομένης πείσεται; Καίπερ οὕτως στηλιτευόμενοι, ὡς ἀδιανόητα καὶ δύσφημα κατὰ τῆς εὐαγοῦς ἡμῶν ὁμολογίας μελετῶντες, πλὴν ἐκ μιᾶς τῶν ἀτόπων ἐπιχειρήσεων, τὰ τοῦ εἰκαίου δόγματος κατηρτίσθαι ἔδοξαν· ἵνα ἅπαν σχοῖεν λοιπὸν τὸ ζητούμενον, καὶ ψευδηγορίας ἐμπλέους ἐκ τοῦ ἐμφανοῦς ἐξελέγξειαν τόν τε εἰρηκότα, ὅτι Ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, τόν τε γεγραφότα, ὅτι Ἐπεὶ τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκός, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν. Καὶ τἄλλα ὅσα ἡμῖν παρὰ τοῦ εὐαγγελικοῦ κηρύγματος παραδέδοται. Ἀλλὰ τὰ τοιαῦτα ἄτοπα καὶ παράλογα, ἐκ τῶν ἀτόπων τοῦ γεγραφότος ὑπολήψεων περαινόμενα, τῆς ἐκείνου ὡς ἀληθῶς καὶ τῶν ἐκείνῳ πειθομένων παραπληξίας ἄξια.

Ῥητέον δὲ κἀκεῖνο, ὡς ὅτι ἡ ἱερὰ τοῦ Σωτῆρος ἡμῶν εἰκών, κατὰ τὰ ἔναγχος εἰρημένα, τῶν τοῦ ἀρχετύπου μεταλαμβάνει, καὶ δι’ ὧν αὐτοὶ δρῶσι, σαφῶς ἐκφαίνεται. Ὥσπερ γὰρ ἃ νῦν παρὰ τῶν Χριστομαχούντων πάσχει ὑβριζομένη τε καὶ καταβαλλομένη, δι’ αὐτό γε τὸ ἀρχέτυπον πάσχει· διὰ γὰρ τὴν εἰς Χριστὸν ὕβριν καὶ οὗτοι ταῦτα ποιοῦσιν· οὕτως ἀναλόγως ἐκ τοῦ ἀκολούθου, ὡς ἔστι συλλογισάμενον ῥᾳδίως συνιδεῖν, παρὰ τοῦ ἀρχετύπου χάριτός τινος καὶ δυνάμεως κατὰ ἀντιπερίστασιν εἰκότως μεθέξει. Οὕτως οὖν βαρύς ἐστιν αὐτοῖς ὁ Χριστὸς καὶ ἐν εἰκόνι βλεπόμενος. Ὅνπερ γὰρ τρόπον τοῖς πάλαι Ἰουδαίοις βαρὺς ἦν ὁ Χριστὸς ἐν σαρκὶ ὁρώμενος, ὡς ἀχθομένους ἐπὶ τὸν δίκαιον, ποτὲ μὲν λέγειν αὐτῷ· Ἕως πότε αἴρεις τὴν ψυχὴν ἡμῶν; ποτὲ δὲ μυρίαις περιβάλλειν συκοφαντίαις, εἶτα τὸ τελευταῖον θανάτῳ αἰσχίστῳ παραδεδώκασι, τὸν αὐτὸν τρόπον καὶ τοῖς νῦν Ἰουδαίοις, διὰ τοῦ σεβασμίου αὐτοῦ ἐκτυπώματος, ὡς δυσφορώτατος δείκνυται· ὡς γὰρ τὴν Ἰουδαίων εἰκόνα καὶ τὴν μίμησιν φέροντες, ἐπὶ τῇ εἰκόνι Χριστοῦ δυσχεραίνουσι· καὶ ὡσαύτως ἐκείνοις μυρίαις ὕβρεσι καὶ λοιδορίαις βάλλουσι, καὶ τὸ τελευταῖον καθαιροῦσι πικρῶς οἱ Ἰουδαιόφρονες καὶ παράνομοι.

κεʹ. Ἐπειδὴ δὲ περὶ τῆς τοῦ Κυρίου σαρκώσεως ἡμῖν ὁ λόγος, οὐκ ἄκαιρον ἡγησάμεθα καὶ τοῦτο τοῖς εἰρημένοις προσεπενεγκεῖν, πρῶτον μὲν τὸν δοκοῦντα ἡμῖν καὶ τῇ ἀληθείᾳ λόγον ἐκτιθέμενοι, ἔπειτα δὲ τὸν τῶν ἐναντίων, ὡς ἔχει εὐθύτητος ἢ σκολιότητος, ἐπισκεπτόμενοι. Ἡμεῖς γάρ, καθὰ παρὰ τῶν θεηγόρων μεμυσταγωγήμεθα, διπλοῦν τὸν ἕνα καὶ τὸν αὐτὸν Χριστὸν καὶ Θεὸν ὁμολογεῖν παρειλήφαμεν, τὸ μὲν ὡς Θεὸν ἀνάρχως καὶ ἀχρόνως καὶ ἀσωμάτως ὑπάρχοντα διὰ τὴν πρὸς τὸν Θεὸν καὶ Πατέρα συμφυΐαν, τὸ δὲ ἐν χρόνῳ καὶ σωματικῶς ὡς ἄνθρωπον τέλειον πεφηνότα διὰ τὴν πρὸς τὴν τεκοῦσαν σωματικῶς τε καὶ ὑπερφυῶς συγγένειαν.

Ἐπεὶ οὖν ἀπερίγραπτος ὁ Θεὸς καὶ Πατήρ, καὶ ὁ Χριστὸς καθὸ Θεὸς καὶ ὁμοούσιος αὐτῷ, καὶ ἀπερίγραπτος ὁμολογεῖται· ἐπειδὴ δὲ ἡ μήτηρ περιγραπτή, ἄνθρωπος γὰρ καὶ αὐτὴ καθ’ ἡμᾶς, καὶ ὁ Χριστὸς ἄρα καθὸ ἄνθρωπος καὶ ὁμοφυὴς αὐτῇ, περιγραπτὸς ὁμολογηθήσεται. Οὕτω γὰρ τὸ διπλοῦν τῶν φύσεων τῶν ἐν τῇ κατ’ αὐτὸν μιᾷ ὑποστάσει ἀληθῶς διαφαίνεται, καὶ ἡ τοῦ λόγου ἀκολουθία τῇ ἀληθείᾳ συναρτωμένη ἀναγκαίως καὶ ἀμέμπτως διασωθήσεται·

Μεσίτης γὰρ Θεοῦ καὶ ἀνθρώπων ὁ Χριστὸς γενόμενος· καὶ προελθὼν Θεὸς μετὰ τῆς προσλήψεως, ἒν ἐκ δύο τῶν ἐναντίων, ὡς τὰ τῆς θεολογίας μυσταγωγεῖ, ἐπίσης καὶ ὁμοτίμως ἑκατέρας τῶν, ὧν συντέθειται, μετέσχηκε φύσεών τε καὶ ἰδιοτήτων· καὶ διὰ τὴν πρὸς ἑκατέραν κοινωνίαν τε καὶ σχέσιν, εἷς ἐξ ἀμφοῖν ἀποτελούμενος, καὶ πρὸς τὴν ἑαυτοῦ ὑπόστασιν ἑνιζόμενος· καὶ ἐν τούτοις μὲν ὁ τῆς εὐσεβείας ὅρος ἵσταται.

Εἰ δέ τις δοίη τὸν Χριστόν, καὶ καθὸ ἄνθρωπος, ἀπερίγραπτον εἶναι, ἀποσχίσει τε τῆς κατὰ τὴν τεκοῦσαν φυσικῆς συγγενείας, εἰς ταὐτὸν δὲ φύσιν θείαν καὶ ἀνθρωπίνην συνενέγκοι, ἀδιάφορον δὲ τὴν πρὸς ἄλληλα τῶν ἄκρων ἐναντίωσιν ἀποφήγγειε [ἀποφήνειε], καὶ οὐδαμοῦ τὸ διηλλαγμένον Θεοῦ καὶ ἀνθρώπων ἴδοι, ἀλλ’ εἰσαγάγοι ταῦτα ὁμοούσια. Καὶ τίς οἴσει τῆς τοσαύτης βλασφημίας τὸ ὑπέρογκον; Ζητοῦμεν λοιπόν, εἰ κατὰ τὸ πρόβλημα αὐτῶν ἀπερίγραπτον ὑπάρξαι τὴν τοῦ Κυρίου σάρκα ἡ καθ’ ὑπόστασιν ἕνωσις παραίτιον γέγονε, πόθεν τοῦτο, καὶ πῶς ἡμῖν φανεῖται διάδηλον. Πότερον γάρ, ἐπείπερ τὴν καθ’ ἡμᾶς ὁ Λόγος ὑπέδυ φύσιν, ἀπεριγράπτῳ σώματι τῆς Παρθένου προσομιλήσας, προῆλθεν ἐξ αὐτῆς καὶ κατὰ σάρκα ἀπερίγραπτος;

Καὶ τάχα οἰήσονται τοῦτο αὐτῇ τὴν τοῦ παναγίου Πνεύματος δωρήσασθαι ἐπιφοίτησιν, καὶ μεταστοιχειῶσαι, ἵνα ἅπαξ ἐκστᾶσα τῆς φυσικῆς καὶ ἀνθρωπίνης ἰδιότητος, ἐπιτηδειότερόν πως καὶ οἰκειότερον ἀπεριγράπτως τὸν ἀπερίγραπτον ὑποδέξηται Λόγον;

Ἢ τῆς Παρθένου ἐν τοῖς ὅροις μεινάσης τῆς φύσεως, ἅμα δὲ τῶν παρθενικῶν ὁ Λόγος ἐφῆπται σπλάγχνων, καὶ ὃ προσείληφεν εἰς τὸ ἀπερίγραπτον μετεσκευάσατο, τῶν πρώτων ἀρχῶν, τῶν παρθενικῶν αἱμάτων φημί, εὐθὺς τῇ παρουσίᾳ καὶ τῇ δυνάμει τοῦ Λόγου ἐκ τὸ [εἰς τὸ] ἀπερίγραπτον μεταποιηθέντων; ὁποῖα δὴ καὶ τοῖς κατεφθαρμένοις τὴν γνώμην Ἀφθαρτοδοκήταις, περὶ τοῦ ἄφθαρτον ἀνειληφέναι τὸν Κύριον σάρκα δοκεῖ. Τούτοις γὰρ τοῖς Ἀγραπτοδοκήταις περὶ τοῦ ἀγράπτου νῦν παραπλήσια δογματίζεται.

Οὕτω γὰρ ἄν τις καλέσας αὐτούς, οὐκ ἂν διαμάρτοι τοῦ πρέποντος. κϛʹ. Εἰ μὲν οὖν τῇ προτέρᾳ συντίθοιντο δόξῃ, ἥκιστα ἂν ἡμεῖς ἐκ τῆς τοῦ Λόγου σαρκώσεως ἀπωνάμεθα. Οὐδαμῶς γὰρ τὰ τῆς ἡμετέρας προσείληφε φύσεως, ἐκστάσης τῆς γεννησαμένης τῆς φύσεως, καὶ οὐδενὶ τρόπῳ τοῖς περιγραπτοῖς ἡμῖν ἐπικοινωνούσης τὴν φύσιν. Ἀλλὰ πρὸς τῷ ἀσεβεῖ καὶ τὸ ἀπίθανον ὁ λόγος ἕξει. Πῶς γὰρ ἐνόν, ἀπερίγραπτον ἀπεριγράπτῳ αἰσθητῶς τε καὶ σωματικῶς ἐνοικῆσαι;

Οὐδὲ γὰρ τὸ σῶμα πέφυκεν ἀπερίγραπτον εἶναι, καὶ αἰσθήσεως ἄνευ. Ἀποστερήσουσι δέ, ὃ πάντων ἐστὶ δυσσεβέστερον, καὶ αὐτοῦ τοῦ τίκτειν τὴν παναγίαν Παρθένον. Εἰ γὰρ ἀδύνατον, ἀπερίγραπτον εἶναι σῶμα, καὶ ἀπερίγραπτον τίκτειν κατά γε τὴν ἀνθρωπείαν φύσιν ἀδυνατώτερον. Οὐ μὴν δέ, ἀλλὰ καὶ γεραίρειν πλέον ἢ καλῶς ἔχει τὴν Παρθένον ἀποσεμνύνοντας, οὐκ εὔλογον· ἀτιμίας γὰρ οὐδὲν ἀπέοικε τιμὴ ὑπερβάλλουσα. Εἰ γὰρ τοῦτο, καὶ τὸ ἄφθαρτον καὶ ἀθάνατον καὶ ἀπαθὲς αὐτῇ δοθείη ἵνα ὅπερ φύσει τῷ Λόγῳ, τοῦτο θέσει τῇ τεκούσῃ ὑπάρξειεν. Ὧν τί ἀτοπώτερον; Τί γὰρ διοίσει Θεὸς ἀνθρώπων; Εἰ δὲ τῇ δευτέρᾳ πρόσθοιντο, ὅτου δὴ χάριν μὴ πάλιν καὶ τὸ ἄφθαρτον καὶ ἀνώλεθρον καὶ ἀπαθές, εὐθὺς ἐκ πρώτης ἑνώσεως, καὶ ἅμα τῇ μητρῴα προσψαῦσαι νηδΰι τὸν Λόγον τῇ φύσει κεχάρισται;

Ὡς εἴ γε τοῦτο ὑπῆρξε, περιττὸς ἦν ὁ τῆς συμπολιτεύσεως ἡμῖν, καὶ τῆς μετὰ ἀνθρώπων ἀναστροφῆς τοῦ Κυρίου τρόπος· οὐδ’ ἂν ἐδέησεν αὐτῷ τοσούτων πραγμάτων, ὥστε καὶ πάθη ἐνέγκαι, καὶ τὸ πάντων ἔσχατον, τὸν διὰ σταυροῦ οἴκτιστον ὑπομεῖναι θάνατον, δι’ ὧν ἡμῖν τὰ τῆς ἐλευθερίας καὶ σωτηρίας πέπρακται.