Ἀλλὰ πρὸς τοὺς τοιούτους ἐμέτους, ἵνα Πατρικοῖς λόγοις ἐγκαλλωπίσωμαι στηλιτεύουσι τοῦ σοφοῦ τὴν ἀπόνοιαν, πῶς οὐκ ἄμεινον ἡ σιωπή;
Μὴ ἀποκρίνου γὰρ ἄφρονι κατὰ τὴν ἀφροσύνην αὐτοῦ, γέγραπται. Ἀλλ’ ἵνα μὴ δοκοῖεν οἱ δοκησίσοφοι καὶ τῆς ἀποστασίας ὑπασπισταί, ἐρήμην τῶν εὐσεβούντων καταθεῖν ὥσπερ τοῦ λόγου, ἀκαταγώνιστον τὸν ἐκ ψευδομυθίας καὶ εἰκαιότητος αὐτοῖς ἐπικουρούμενον λόγον εἶναι οἰόμενοι, ταύτῃ τοι, εἰ καὶ αἰσχρὸν καὶ ἀκαλλὲς τοῖς οὕτω σαθροῖς καὶ εὐχειρώτοις ἀντιφέρεσθαι, ὅμως ταῖς κοιναῖς ἁπάντων ὑπολήψεσι χρώμενοι, τὰς κατὰ τῆς ἀληθείας αὐτοῖς ἐξευρημένας μηχανὰς καὶ δόλους, οἷς ἀνοήτως καὶ ἀβούλως αὐτῇ ἀντιπαρατάττονται, μάλα εὐσθενῶς ἐκπολιορκήσομεν. Ἐπ’ ἀλογίστους γὰρ καὶ ἀτόπους ἐννοίας ἴενται, ἐφ’ ἃ μὴ προσῆκε περιελκόμενοι, καὶ εἰκῆ φυσιούμενοι ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὐτῶν, καὶ ἃ μηδεὶς οἶδε τῶν εὖ φρονούντων, μηδὲ ἡ φύσις αὐτὴ τῶν πραγμάτων ἐπίσταται, διοριζόμενοι. Πρὸς γὰρ τῷ ἀσεβεῖ, καὶ τὸ ἀπίθανον κέκτηνται· πρὸς ἓν δὲ καὶ μόνον βλέποντες, πᾶσάν τε σπουδὴν τιθέμενοι, καὶ πάντα κάλων, τὸ δὴ λεγόμενον, σείοντες, ἀνατρέπειν, ὡς οἴονται, τὸ τῆς Χριστοῦ οἰκονομίας μυστήριον, ὡς ταύτῃ τῷ τοῦ ἀπεριγράπτου προβλήματι, τὸ ἀφομοίωμα τοῦ σεβασμίου χαρακτῆρος αὐτοῦ ἐξαφανίζοιτο· οὐδὲν δὲ ἄτοπον εἰπεῖν, καὶ ἡ αὐτοῦ Χριστοῦ μνήμη συνοιχήσοιτο.