Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Ἀντιρρητικοὶ τρεῖς κατὰ Κωνσταντῖνου τοῦ Κοπρωνύμου

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Η προέλευση της εικονομαχικής αίρεσης και τελική προτροπή

Αφήγηση της ιουδαϊκής και ισλαμικής ρίζας της εικονομαχίας και καταληκτική έκκληση του συγγραφέα για σταθερότητα στην ορθόδοξη πίστη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 15 από 15

Ἵνα σοι τὸ λυσιτελοῦν καὶ εὗ γεγονέναι ὑπάρξῃ ἐπ’ ἐξουσίας, πρόκειται ἀκοῦσαι ὅθεν τε καὶ ὅπως τὰ τῆς αἱρέσεως ταύτης, μᾶλλον δὲ ἀποστασίας, τὴν ἀρχὴν καὶ τὴν πρόοδον εἴληφεν· ἵνα σοι εὔγνωστον γένηται, ὡς οὐ βασιλικόν, ἀλλ’ Ἰουδαϊκὸν τὸ φρόνημα τοῦτο καὶ κακούργημα· πρὸς γὰρ ταῖς λοιπαῖς ἁπάσαις αἱρέσεσιν, αἳ τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ παρὰ τοῦ Ἐχθροῦ ἐνσπαρεῖσαι κακῶς παρεφύησαν, καὶ αὕτη ἡ πικρὰ δυσσεβῶς συμπαρεβλάστησεν ἄκανθα· ἐκείναις γοῦν συντεταγμένη παρέπεται, ἑκατοστὴ δευτέρα ταῖς προκατειλεγμέναις ἐπαριθμουμένη· ἔχει δὲ ὧδε·

Αἵρεσις ρβʹ. Χριστιανοκατήγοροι ἤγουν Εἰκονοκλάσται. πδʹ. Χριστιανοκατήγοροι ἐκλήθησαν, ἐπείπερ τῶν Χριστιανῶν λατρευόντων ἑνὶ Θεῷ ζῶντι καὶ ἀληθινῷ ἐν Τριάδι προσκυνουμένῳ, κατηγόρησαν φάσκοντες, ὅτι ταῖς σεπταῖς εἰκόσι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τῆς τε ἀχράντου Δεσποίνης ἡμῶν καὶ παναγίας Θεομήτορος, καὶ τῶν ἁγίων ὡς θεοῖς καθάπερ Ἕλληνες λελατρεύκασι, καὶ ὡς εἰδώλοις δῆθεν ἀπεχθανόμενοι, τὴν Χριστοῦ Ἐκκλησίαν αἰσχρῶς καθύβρισαν· ταύτας τε καταστρεψάμενοι, καὶ τοὺς σέβοντας κατὰ τὸ παραδοθὲν ἀρχῆθεν Χριστιανοῖς ἔθος, πικρῶς αἰκιζόμενοι. Ἰουδαϊκὸν δὲ καὶ θεοστυγὲς τὸ φρόνημα· οὕτω γάρ φασι τῶν πρεσβυτέρων τινὲς βλαστῆσαι τὴν αἵρεσιν· ὡς κατὰ τὴν Τιβεριάδα τῶν Ἰουδαίων τῆς θρησκείας ὑπῆρχέ τις γνωριζόμενος, προὔχων δὲ ἐν τῷ κατ’ αὐτὸν ἔθνει, ᾧ ἐπώνυμον Τεσσαρακοντάπηχυς· ὄργανον δὲ τοῦ πονηροῦ τυγχάνων δαίμονος.

καὶ ὅλον αὐτὸν εἰσδεδεγμένος, φαρμακείας καὶ γοητείας οἷα τέχνην τινὰ μετήρχετο· οὗτος δυσμενὴς Χριστιανοῖς καθίστατο, καὶ τῇ Χριστοῦ Ἐκκλησίᾳ ἐβάσκαινε, καὶ δὴ ἐπετήρει καιρόν, καθ’ ὃν ἐπιθέμενος λωβήσαιτο τὴν εὐσέβειαν· εὑρίσκει τοίνυν τοῦ τηνικάδε τοῦ φύλου τῶν Σαρακηνῶν κρατοῦντος τὴν εὐχέρειαν, ᾧ Ἰέζιδος ἦν ὄνομα, οἰκειοῦταί τε αὐτῷ καὶ οἷα εἰκὸς τὰ τῆς εὐνοίας ἐπιδεικνύμενος, τῶν καταθυμίων αὐτῷ τινα προὐμαντεύετο, καὶ ἅμα ὑπισχνούμενος, ὡς εἴπερ ταῖς αὐτοῦ ὑποθήκαις εἴξειε, τὸ μακρόβιον ἕξει ἐν τῇ ἀρχῇ, καὶ τὸν τριακοντούτην ἐν αὐτῇ διανύσειε χρόνον· ὁ δὲ ἀναπτερωθεὶς τῇ κουφότητι, ἅτε τὸν ἀκόλαστον ἀσπαζόμενος βίον, καὶ ἐπὶ μήκιστον τὰ τῆς φιλοσαρκίας ἐπεκτείνεσθαι αὐτῷ πρὸς ἡδονὴν ἀποδεχόμενος, τῷ λόγῳ τοῦ δυσσεβοῦς συνετίθετο· ὁ δὲ ἦν, κελεύειν ὅτι τάχιστα τοῖς ἀνὰ πᾶσαν αὐτοῦ τὴν ἀρχήν, τὴν ὁπωσοῦν ἀνεστηλωμένην εἰκόνα, καὶ ὅλως παντὸς ζώου ὁμοίωμα καθαιρεῖσθαι καὶ ἀφανίζεσθαι· διαβολικὸν δὲ τοῦ θεομάχου τὸ κακούργημα, τὸν δόλον ἐγκρύψαντος, ὡς δὴ καὶ λανθανόντως διὰ τοῦ πᾶν ὁμοίωμα καθαιρεῖσθαι, συγκαταβληθῆναι καὶ τῆς καθ’ ἡμᾶς ἱερογραφίας τὴν εὐκοσμίαν· καὶ ἐπεὶ τὸ ἀνόσιον τοῦτο δόγμα περιήγγελτο, συγκαθῃρεῖτο, εὐθὺς τοῖς ἄλλοις ὁμοιώμασι καὶ ἀγάλμασι, καὶ ὁ κατὰ τὰς Χριστοῦ ἐκκλησίας τῶν ἱερῶν εἰκονισμάτων διάκοσμος· τούτων γὰρ τὰ μὲν ἀπέξεον, τὰ δὲ κονίζοντες ἐξηφάνιζον, ἔστι δὲ ἃ καὶ σὺν αὐτοῖς τοῖς ἱεροῖς οἴκοις τε καὶ σκεύεσι καὶ ἐσθήμασι, τῷ πυρὶ παρεδίδοσαν· καὶ ταῦτα χερσὶ βεβήλοις καὶ ἀνοσίοις ἐτολμᾶτο· οἱ γὰρ εἰς τοῦτο πεμφθέντες, Χριστομάχους Ἰουδαίους καὶ Σαρακηνοὺς τὰ δεδογμένα πράττειν συνηνάγκαζον· Χριστιανοὶ δὲ καίτοι συνωθούμενοι καὶ βιαζόμενοι, τοῦ τηλικούτου μιάσματος ἐφάψασθαι οὐκ ἐπείθοντο· ἐντεῦθεν φυὲν καὶ αὐξηθέν, τῇ Ῥωμαίων ἀρχῇ τὸ κακὸν ἐπεκώμασεν· οὗ τὴν λώβην οὐ τῶν τυχόντων τινές, ἀλλ’ αὐτοὶ ἐδέξαντο τῆς ἱερωσύνης οἱ ἔξαρχοι, ποιμένες μὲν ὀνομαζόμενοι, λύκοι δὲ τὸν τρόπον καὶ τὴν προαίρεσιν καθιστάμενοι, ὧν ἐτύγχανε, καὶ ὁ τηνικαῦτα τῆς Νακωλείας ἐπίσκοπος· τὰ αὐτὰ γὰρ τοῖς θεομάχοις καὶ φρονήσαντες καὶ διαπραξάμενοι, τὴν τοῦ Θεοῦ καθύβρισαν Ἐκκλησίαν.

Οἷον δὲ τέλος ὁ τῆς κακίας ταύτης εἰσηγητής, ὁ παμμίαρος οὗτος Ἐβραῖος ἐδέξατο, παραδραμεῖν οὐ δίκαιον· ὁ γὰρ Ἰέζιδος ἐκεῖνος, οὐ πλείονας ἢ δύο ἐνιαυτοὺς πρὸς μησὶν ἓξ ἐπιβιούς, τοῦ ζῇν κακῶς ἀποῤῥήγνυται· ὁ δὲ τούτου υἱός, Οὔλιδος τὴν προσηγορίαν, τὴν ἀρχὴν τὴν τοῦ πατρὸς διαδεξάμενος, οἷα τὸν τεκόντα ἐξαπατήσαντα, πικροτάτῳ καὶ ἐξαισίῳ θανάτῳ ἀναιρεθῆναι τὸν γόητα ἐπέτρεψεν, ἄξια τῆς κακίας τἀπίχειρα κομισάμενον· εὐθὺς δὲ ἡ ἀνὰ τὴν Ἕω Ἐκκλησία τὸν ἑαυτῆς ἐστολίζετο κόσμον, καὶ τὸν καινισμὸν τῶν ἱερῶν εἰκόνων ἐδέξατο· ἅπαξ δὲ τῆς πικρίας ἐκείνης ἡ ῥίζα τῇ Ῥωμαϊκῇ ἐμφυεῖσα πολιτείᾳ, φθάνει καὶ μέχρι τοῦ τότε κρατοῦντος· Λέων δὲ ἦν καὶ τὴν προσηγορίαν καὶ τὴν διάθεσιν, ὃς τοῖς ἴσοις τῷ βαρβάρῳ τῆς ἀκολασίας καὶ φιλοσαρκίας κέντροις νυττόμενος, ἐπιμανεὶς κατὰ τῆς εὐσεβείας, τῶν θείων ναῶν τὴν ἱερογραφίαν ἐξορύττειν ἐσπούδαζεν· οὗ καὶ τὴν ἀξίαν καὶ τὴν δυσσέβειαν ὁ υἱὸς Κωνσταντῖνος διαδεξάμενος, ἄσπονδον ἀνεῤῥίπισε κατὰ τῶν εὐσεβούντων τὸν πόλεμον· σύνοδόν τε ἱερέων ἀνοσίων συνεκρότησε, καὶ τὸ ἀσεβὲς τῆς ἑαυτοῦ ἀθεΐας δόγμα ἐξέθετο· τέλεον μὲν τὰς ἱερὰς εἰκόνας ἐξαφανίζεσθαι, τοὺς δὲ προσκυνοῦντας ἢ τὸν ὑπὲρ αὐτῶν λόγον πρεσβεύοντας, βασάνοις πικραῖς καὶ αἰκίαις παραδίδοσθαι· ἔγκλημα τούτοις εἰδωλολατρίας ἐπάγων, ὅτι ὡς θεοῖς ταύταις τὴν προσκύνησιν νέμουσι· τὸ δὲ ἱερὸν τοῦ μοναστικοῦ βίου σχῆμα τέλεον ἀπελαύνεσθαι καὶ καθυβρίζεσθαι, καὶ ἢ μεταμφιέννυσθαι τὴν στολὴν τοὺς μονάζοντας, ἢ ποικίλαις τιμωρίαις καθυποβάλλεσθαι.

Ἔγνωσται οὖν ὑμῖν διὰ τούτων τὸ Ἰουδαϊκὸν φρόνημα, καὶ τὸ Χριστιανικὸν οὐκ ἠγνόηται κήρυγμα· ἐφ’ ὑμῖν λοιπὸν κεῖται αὐτεξουσίοις γε οὖσι, τὸ ἀγαθὸν καὶ σῶζον, ἢ τὸ φαῦλον καὶ βλάπτον ἑλέσθαι.