Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Ἀπολογητικὸς λόγος ὑπὲρ τῶν ἁγίων εἰκόνων

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Έλεγχος των αντιφάσεων των εικονομάχων στη λειτουργική πράξη

Ανάδειξη της παραλογίας των πολεμίων, οι οποίοι συμμετέχουν στα μυστήρια του Βαπτίσματος και της Θείας Ευχαριστίας, ενώ ταυτόχρονα κατηγορούν την Εκκλησία για ειδωλολατρία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 4 από 12

κϛʹ. Οἱ ἱερεῖς σου, φησίν, ἐνδύσονται δικαιοσύνην. Οἱ δὲ ἀλλότριοι τί; Περιβαλοῦνται αἰσχύνην, ἐπειδὴ «εἰδώλοις προσκεκυνηκέναι δοξάζουσι.» Ταῦτα οἱ τὸ ἱερατικὸν προβεβλημένοι σχῆμα, τὸ δὲ Χριστιανικὸν ἠρνημένοι δόγμα, καὶ τὸ εἰδωλικὸν ἀνθῃρημένοι πτῶμα· ἐν ᾧ περιπεπτωκέναι διαθρυλλοῦσιν, οἱ μὲν αὐθαίρετοι πρὸς τὴν λάμψιν τῆς ἀληθείας τὸ ὀπτικὸν ἀπομύσαντες, οἱ δὲ ἀκούσιον τὴν πήρωσιν ὑπομείναντες· εἴ ποτε ταῖς ἱεραῖς εἰκόσι, καθὰ Χριστιανοῖς ἅπασιν εὐσεβοῦσιν ὁμολογεῖται καὶ πράσσεται, καὶ αὐτοὶ τὸ σέβας προσφέροντες ἔνεμον, αἳ δὴ τοῦ σωματωθέντος δι’ ἡμᾶς Θεοῦ Λόγου τὸ ἀνθρώπειον, ὁρατόν τε ὂν καὶ γραπτὸν χαρακτηρίζουσι, καὶ τῶν ἁγίων καὶ ἐκλεκτῶν αὐτοῦ τάς τε ἀνδραγαθίας καὶ τοὺς ἄθλους, οὓς ὑπὲρ τῆς εἰς αὐτὸν ἀγάπης κατὰ τῶν δυσμενῶν ἐνεστήσαντο διασημαίνουσιν· ὑφ’ ὧν ἑώρων ἐκπρεπῶς τὰ τῆς ἁγιστείας σκεύη περικοσμούμενα, καὶ τὴν ἱερὰν ἐσθῆτα ὅση κατὰ τὴν θείαν ὑφήπλωται τράπεζαν καὶ τοῖς ἄλλοις τόποις, ἔν τε παραπετάσμασι καὶ προβλήμασιν ἐναγλαϊζομένην, τό τε ἱερὸν τέμενος ἱστορίαις σεμναῖς διειλημμένον, καὶ ἐν κύκλῳ ταύταις περιστεφόμενον.

Ἐπειδὴ δὲ πρὸς ἱερεῖς ἡμῖν οὐκ οἶδα ὧντινων καὶ ὁποίους ὁ λόγος, εὐκαιρότατα ἂν πυθοίμην αὐτῶν, τίς ποτε ἄρα ἡ παρ’ αὐτοῖς τελετή ἐστι καὶ τὰ ἱερουργούμενα μυστήρια; Καὶ εἰ μὲν ἑτέραν τινὰ ἐσχηκέναι μύησιν εἴποιεν, καὶ ἄλλα μυστήρια τῶν καθ’ ἡμᾶς ἀλλότρια, εἰδεῖεν ἂν αὐτοί· εἰ δὲ ταῦτα δὴ τὰ ἡμέτερα ὄντως ὑψηλὰ καὶ οὐράνια, καὶ εἰς ἃ μετ’ εὐλαβείας καὶ πολλοῦ τοῦ σεβάσματος παρακύπτουσιν ἄγγελοι, ὅτου δὴ ἕνεκεν καὶ τίς ὁ τρόπος, ὅτε μὲν ἐντὸς τῶν ἀδύτων τοῦ ἱεροῦ γενομένους, πρὸς τὸν τῶν ὅλων Θεὸν Πατέρα ἱερολογοῦντας ἐπὶ τῇ τῆς θυσίας εὐχαριστίᾳ λέγειν· «Ἀποστήσας ἡμᾶς τῆς πλάνης τῶν εἰδώλων· δῆλον δὲ περὶ τοῦ Μονογενοῦς· προσήγαγεν ἡμᾶς τῇ ἐπιγνώσει σοῦ τοῦ μόνου ἀληθινοῦ Θεοῦ καὶ Πατρός, κτησάμενος ἡμᾶς ἑαυτῷ λαὸν περιούσιον·» καὶ τἄλλα δὴ ὁπόσα ἐκεῖσε τούτοις ἑπομένως ὑμνεῖσθαι μυσταγωγούμενα;

κζʹ. Ὅτε δ’ αὖ πάλιν ληρῳδοῦντας καὶ φρενὸς ἕξω γενομένους, ὡς ἐξεστηκότας τινὰς καὶ ἐμπλήκτους παραφθέγγεσθαι· «Εἰ μὴ Κωνσταντῖνος ἡμᾶς τῆς εἰδωλομανίας ἐῤῥύσατο, Χριστὸς κατ’ οὐδένα τρόπον ὠφελῆσαι δεδύνηται.» Πῶς τοίνυν ὁμολογοῦντες εἰδώλων ἀπηλλάχθαι διὰ Χριστοῦ, πάλιν εἰδώλοις κατὰ τὸ θεῖον προσκυνοῦσι θυσιαστήριον; Καὶ ὅτι μὲν ἐκ τοῦ πατρὸς τοῦ ψεύδους ἐμπνεόμενοι ταῦτα περιλαλοῦσι, παντί τῳ σαφές, ὥς γε ἐμαυτὸν πείθω, ἐκ δύο τῶν ἐναντίων καὶ ἀλλήλοις εἰς ἄκρον μαχομένων, τῶν τε ψευδῶν, φημί, καὶ τῶν ἀληθῶν, εἰς ἕν τι ὁμολογίας φρόνημα ἰέναι οἰόμενοι· ἐπὶ τοσοῦτον τὰ τῆς ἀνοίας αὐτοῖς καὶ ἐμπληξίας διήλασεν, ὡς ἑαυτοὺς λεληθέναι, κενεμβατοῦντας ἐπὶ λογισμοῖς εἰκαίοις, καὶ ἀνηνύτοις ἐπιχειρήμασιν. Εἴπερ γὰρ κατ’ ἄμφω· ἀληθεύειν ἀνοήτως οἴονται, ὥρα αὐτοῖς καὶ ψευδηγορίας κατὰ τοῦ Εὐαγγελίου οἴσειν γραφήν· τοῦ γὰρ Χριστοῦ λέγοντος· Οὐ δύνασθε δυσὶ κυρίοις δουλεύειν, Θεῷ τε καὶ Μαμωνᾷ· οὗτοι ἐκ τῶν οἰκείων ὁρμώμενοι δοξῶν, ἀναγκασθήσονται καὶ Χριστῷ καὶ τῷ Μαμωνᾷ Κωνσταντίνῳ δουλεύειν, ἓν ἐξ ἀμφοῖν, ὥσπερ οἱ τοὺς ἱπποκενταύρους συντιθέντες, ἀναπλάσσοντες σέβας.

Ταῦτα τινές, οἱ κατήγοροι τῶν ἐπαινουμένων, οἱ σκοτεινοὶ περὶ τὸ φῶς, οἱ περὶ τὴν σοφίαν ἀπαίδευτοι, τὰ ἀχάριστα κτίσματα, τὰ τοῦ πονηροῦ πλάσματα, τοιαῦτα τὸν εὐεργέτην ἀμειβόμενοι· ἁρμόσει γὰρ καὶ αὐτοῖς καὶ λίαν εὐκαίρως, ἃ παρὰ τῆς θεηγόρου γλώσσης ἐκείνης προαναπεφώνηται· τὰ γὰρ πάντη ἀσύμβατα καὶ ἀσύγκριτα, καὶ τῷ ἀπείρῳ ἀλλήλων διεστηκότα, καθόσον ἡλίου μαρμαρυγαί, πρὸς τὸν ἀφεγγῆ καὶ ὑποχθόνιον χῶρον, εἰ καὶ μικρὸν τὸ παράδειγμα, εἰς ταυτὸν ἰέναι ὑπολαμβάνουσιν.

Εἶτα πάλιν ἐρομένοις ἡμῖν ἀποκρινέσθωσαν, πότερον τραπέζῃ θείᾳ παρίστασθαι οἴονται, ἀχράντους τε καὶ ἀναιμάκτους θυσίας ἱερουργοῦντες, ἢ τραπέζῃ δαιμονίων, κνίσσαις χαιρόντων καὶ αἵμασι; τοῦτο γὰρ ταῖς αὐτῶν δόξαις, μᾶλλον δὲ οἰκειότερον εἰπεῖν, ἀβελτερίαις ἀκόλουθον φαινόμενον ἀπολύσασθαι χρή, ναοῖς τε θείοις ἢ βωμοῖς εἰδώλων ἐπιχωριάζειν ὑποτοπάζουσιν· εὐΐλατος δὲ ἡμῖν γένοιτο Θεός, τὰ ἐκείνων στηλιτεύουσι, τοῖς ἐκείνων συγχραινομένοις, καὶ οὐκ ἐθέλουσιν· ἀλλὰ ποίας αὐτοῖς ἀπολογίας ἐπινοηθήσεται τρόπος; τί δὲ πρὸς ταῦτα φήσαιεν οἱ μιγνύντες τὰ ἄμικτα, οἱ τιθέντες τὸ φῶς σκότος καὶ τὸ σκότος φῶς, ὧν ἡ κοινωνία ἀμήχανος καὶ ἀνεπινόητος; Χριστοῦ γὰρ ὑπηρεσίαν καὶ θεραπείαν, καὶ ἀκαθάρτων δαιμονίων εἰς ταυτὸν συνιέναι, τίς τῶν ἐῤῥωμένον τὸν λογισμὸν κεκτημένων φάναι τολμήσειεν; οὐδὲ γὰρ σκότος ἡλιακοῦ φωτὸς παρουσίαν ὑφίστασθαι πέφυκε.

Σκοπείσθω δὲ κἀνταῦθα τὰ τῆς ἀσεβείας αὐτῶν· ἐν ταῖς καθιερώσεσι καὶ τοῖς ἐγκαινισμοῖς τῶν ἱερῶν οἴκων, εὐχαὶ τῷ Θεῷ παρὰ τῶν ὑπηρετουμένων ἱερέων καὶ δεήσεις προσάγονται, δι’ ὧν αἰτοῦσι τὸ πανάγιον Πνεῦμα καταπεμφθῆναι, καὶ ἁγιασθῆναι τὸν οἶκον, καὶ πληρωθῆναι φωτὸς ἀϊδίου· αἱρετίσαι τε τὸν ναὸν εἰς κατοίκησιν, καὶ τόπον σκηνώματος δόξης ἀπεργάσασθαι, κοσμεῖν τε αὐτὸν τοῖς θείοις χαρίσμασιν· ἰατρεῖόν τε καθιστάνειν παθῶν, καὶ δαιμόνων φυγαδευτήριον, καὶ Ἅγιον ἁγίων ἀναδείκνυσθαι· ἐφ’ οἷς ἡ τοῦ θείου μύρου ἐν ἐνίοις τοῦ ναοῦ τόποις χρίσις, καὶ τῶν ἱερῶν τῶν ἁγίων λειψάνων κατάθεσις. Ἆρ’ οὖν τούτοις κατάλληλον οἱ τῆς ἐναντίας μοίρας, τὸ παρ’ αὐτοῖς δογματιζόμενον τίθενται; τά τε ἐνταῦθα ἱερολογούμενα καὶ τὰ παρ’ αὐτοῖς τερατολογούμενα, σύμφωνα καὶ ἀκόλουθα ἀλλήλοις καθέστηκε; Καὶ τίς οὕτως ἔκφρων καὶ ἀνούστατος, ὥστε τὸν αὐτὸν οἶκον λέγειν δαιμόνων φυγαδευτήριον, καὶ δαιμόνων οἰκητήριον; ἅγιον τὸν αὐτόν, καὶ ἐναγῆ δείκνυσθαι; ἢ τὸ θεῖον Πνεῦμα ἐπισκιάζειν ἐν αὐτῷ, καὶ τὸ ἐναντίον ἐπιχωριάζειν; ὅπερ οὗτοι πάσης ἀνοίας καὶ φρενοβλαβείας ἐπέκεινα προϊόντες δοξάζουσιν.

Οἱ δέ, οὐδὲ γὰρ μέχρι τούτων τῶν ἀσεβημάτων ἑστήκασιν, ἀλλὰ γὰρ καὶ τὰ τῶν ὑπὲρ Χριστοῦ ἠθληκότων, καὶ μέχρις αἵματος διηγωνισμένων ἁγίων, ἅγια καὶ ἱερὰ λείψανα ἐν τοῖς καθιερουμένοις θυσιαστηρίοις κατατίθεσθαι παρῃτήσαντο· ὧν καὶ τὰς πρεσβείας διαπτύουσί τε καὶ ἀπαναίνονται, κατά γε τὸ παρ’ αὐτοῖς συγκροτούμενον δόγμα· Ἔδοξαν γὰρ καὶ νῦν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ· διὸ ἐν πᾶσι τούτοις οἱ δείλαιοι, ἀνομοῦντες διὰ κενῆς λαμπρῶς ἐφωράθησαν.

Οἱ αὐτοὶ δέ μοι δοκοῦσι καὶ φαυλίζειν καὶ βεβηλοῦν τὸ ὄνομα Κυρίου, καὶ προσάγειν τῷ θυσιαστηρίῳ ἄρτους ἠλισγημένους, λέγειν τε τολμᾷν· Τράπεζα Κυρίου ἠλισγημένη ἐστί, καὶ τὰ ἐπιτιθέμενα βρώματα αὐτοῦ ἐξουθενημένα. Ὅπερ τὸ πρὶν τοῖς τῆς ἐν νόμῳ λατρείας ἱερεῦσιν ἐγκαλούμενον ἴσμεν· πολλοῦ δ’ ἂν ἄξιοι φανοῦνται, εἰ κατὰ τὸν πάλαι Ἰσραὴλ ἐκεῖνον ἀκούσειαν· Ἕως πότε χωλανεῖτε ἐπ’ ἀμφοτέραις ταῖς ἰγνύαις; τὴν θρησκείαν ἐκείνοις παραβαλλόμενοι, τοῦ θείου νόμου κατολιγωρήσασι, καὶ πρὸς τὰ τῶν ὁμόρων ἐθνῶν ἀποτρέχειν σεβάσματα διασπουδάζουσιν· ᾖ τὰ Σαμαρειτῶν ἐγνώκεισαν διατίθεσθαι, οἳ καὶ τὸν Κύριον ἐφοβοῦντο, καὶ τοῖς θεοῖς αὐτῶν ἐλάτρευον, κακῶς μέν, ὅμως δ’ οὖν τάχα πως τοῖς προσκυνουμένοις ἰδικῶς τὴν λατρείαν προσφέροντες. Οὗτοι γὰρ συγχέοντες καὶ συμφύροντες καὶ κατὰ ταυτὸν ἄγοντες τὰ πάντη ἀσυνδύαστα καὶ ἀσυνύπαρκτα, ὃ καὶ μόνον ἐννοεῖν βλασφημίας τῆς ἀνωτάτω, μίαν καὶ τὴν αὐτὴν δόξαν καὶ τὸ σέβας αὐτοῖς ἀπαιδεύτως καὶ ἀθέως προσάγεσθαι βούλονται.

Κορινθίοις γὰρ ἄρτι τῆς τῶν εἰδώλων ἀνανεύσασι μέθης, καὶ ἔτι σαρκικοῖς οὖσι καὶ νηπίοις ἐν Χριστῷ, γάλα ποτίζεσθαι καὶ οὐ βρῶμα δεομένοις, παρεξετάζεσθαι, πολλοῦ γε καὶ δεῖ, διά τε τοῦ χρόνου τὸ ἔσχατον, καὶ τὸ ἐν δόγμασι καὶ θεωρίαις ἰσχνόν τε καὶ κατεξητασμένον· πρὸς ὃ οὐχ οἷοί τέ εἰσιν ἀντιτείνειν, ἢ ἀπολογίας ἡστινοσοῦν ἀφορμὴν προΐσχεσθαι, ἢ Ἑβραίοις τῆς Ἰουδαϊκῆς καὶ πατροπαραδότου ἀναστροφῆς μεταποιουμένοις, ὡς χρείαν ἔχειν διδάσκεσθαι, τίνα τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ Θεοῦ, δεῖσθαί τε γάλακτος, οὐ στερεᾶς τροφῆς.

Εἰ δὲ τοσοῦτον ἐσκοτίσθησαν τοῖς διαλογισμοῖς, καὶ ἐμωράνθη ἡ ἀσύνετος αὐτῶν καρδία, καὶ πρὸς τὰς τοῦ εὐαγγελικοῦ κηρύγματος ἀκτῖνας ἀμβλυώττουσι, καὶ τὸ διαστελλόμενον συνιδεῖν οὐκ ἰσχύουσιν, ἐπὶ τοῖς εἰς ἄπειρον διῳκισμένοις, καὶ πᾶσαν ὑπεραναβεβηκόσι σύγκρισιν, ἐπειδὴ ἀνὰ μέσον ἁγίου καὶ βεβήλου διαστέλλειν οὐκ ἴσασιν, ἀκούσονται τί πρὸς αὐτοὺς ὁ τοῦ Εὐαγγελίου ἱερουργὸς ἀποφανεῖται, τὴν ἐπαχλύζουσαν αὐτῶν τοῖς ψυχαῖς παραδεικνὺς σκοτόμαιναν· Ὅτι εἰ ἔστι κεκαλυμμένον τὸ Εὐαγγέλιον ἡμῶν, ἐν τοῖς ἀπολλυμένοις ἐστὶ κεκαλυμμένον· ἐν οἷς ὁ θεὸς τοῦ αἰῶνος τούτου, ἐτύφλωσε τὰ νοήματα τῶν ἀπίστων, εἰς τὸ μὴ ἐναυγάσαι αὐτοῖς τὸν φωτισμὸν τῆς δόξης τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ· προσέτι δέ, οὐ θέλω ὑμᾶς κοινωνοὺς τῶν δαιμονίων γενέσθαι· οὐ δύνασθε ποτήριον Κυρίου πίνειν καὶ ποτήριον δαιμονίων· οὐ δύνασθε τραπέζης Κυρίου μετέχειν, καὶ τραπέζης δαιμονίων.

Οἰήσονταί με ἴσως πικρὸν φανεῖσθαι κατήγορον, περιεργότερον τῆς πολυσχιδοῦς πλάνης τὰς παρεκτροπὰς ἀνιχνεύοντα· ἀλλ’ οὐκ ἂν τῆς ἀληθείας ἀφέξωμαι, ἕως ὁ τῆς σωτηρίας ἡμῶν ἀρχηγὸς ταῖς γλωσσαλγίαις τῶν ἀθετούντων βάλλεται καὶ τοξεύεται, ἐπὶ πλεῖόν τε ἡ Ἐκκλησία πολιορκουμένη καταλαμβάνεται·

Ζηλῶν γὰρ ἐζήλωκα τῷ Κυρίῳ· καί, Ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με. Καί· Οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσον ἐπ’ ἐμέ. Αἱ τῶν ἁγίων ἡμῖν φωναὶ συνᾳδέτωσαν, φιλοπευστοῦντι δέ μοι καὶ ταυτὶ σαφέστατα φράζειν μὴ ἀπαναίνοιντο· τίνος σῶμα καὶ αἷμα ἱερουργοῦντες καταθύουσιν; Εἰ μὲν τοῦ Χριστοῦ φήσουσι, τίς ἂν αὐτοῖς πιστεύσειε τὴν θαυμασίαν ἐκείνην καὶ σωτήριον ἡμῖν οἰκονομίαν ἀναιροῦσιν, ἀπὸ τοῦ ἀμαθῶς καὶ ἀνοσίως δοξάζειν, μὴ τοιοῦτον ἀνειληφέναι τὸν Λόγον σῶμα, οἷονπερ ἂν εἴη καὶ τὸ ἡμέτερον, τῷ περιγράπτῳ καὶ ἀγράπτῳ ἀσεμνῶς ἀποσεμνύνοντες, κατὰ τοὺς Μανιχαίων λήρους φαντασιούμενοι;

Εἰ δὲ καὶ τοῦτο δώσουσι, πῶς ἅμα τὸ αὐτὸ καὶ ἀναιροῦσι καὶ ἱερουργοῦσιν; Ἀλλ’ εὖ εἰδότες ἤτωσαν· ὅτι ἃ δὴ αὐτοῖς κενολογεῖν ἀμαθαίνουσιν εἴθισται, ταῦτα ὡς φλυαρίας καὶ ἀτοπίας ἀνάμεστα διαπτύομεν· ὡς γὰρ παράνομοι ἀδολεσχίας ἡμῖν διηγοῦνται.

Ἀλλ’ οὐχ ὡς ὁ νόμος Κυρίου. Καί· Ζητήσεις σοφίαν παρὰ κακοῖς, καὶ οὐχ εὑρήσεις. Καί· Βδέλυγμα Κυρίῳ λυγισμὸς ἄδικος. Σοφῶν λεγόντων ἀκούομεν· τί οὖν πρὸς ταῦτα φήσει ὁ τῶν ἀποῤῥήτων μυστηρίων μέτοχος; Οὐδὲ γὰρ ἂν ἄλλοθεν ἁρμόσασθαι χρεὼν τοῖς ἀπὸ καρδίας κενοφωνοῦσι, κἀκ τοῦ ἐναντίου ἀποφθεγγομένοις πνεύματος·

Τὸ ποτήριον τῆς εὐλογίας. ὃ εὐλογοῦμεν, οὐχὶ κοινωνία τοῦ αἵματος τοῦ Κυρίου ἐστί; Τὸν δὲ ἄρτον ὃν κλῶμεν, οὐχὶ κοινωνία τοῦ σώματος τοῦ Χριστοῦ ἐστι; τίς οὖν μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ; τίς κοινωνία φωτὶ πρὸς σκότος; τίς δὲ συμφώνησις Χριστῷ πρὸς Βελίαρ; τίς μερὶς πιστῷ μετὰ ἀπίστου; τίς δὲ συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων; Τί δὴ δήποτέ ἐστιν εἴδωλον ἢ εἰδωλόθυτον, αὐτὸς ὁριεῖται, ἀλλ’ ἤ, Ἃ θύει τὰ ἔθνη, δαιμονίοις θύει καὶ οὐ Θεῷ, λέγων.

Ταῦτα μὲν ὁ τῆς ἄνωθεν ἡμῖν τρανῶς ἐκκαλύπτων θεορημοσύνης τὴν μύησιν· ἡμεῖς δὲ ἐφ’ ἑτέραν τῶν καθ’ ἡμᾶς μυστηρίων τελετὴν τῷ λόγῳ καὶ νῦν μέτιμεν. Ὅτε ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς καὶ Θεὸς τὴν κατὰ τοῦ θανάτου νίκην ἀράμενος, καὶ τρόπαιον λαμπρὸν κατὰ τῆς τοῦ ᾅδου τυραννίδος στησάμενος, καὶ τὸ μέγα χειρωσάμενος κῆτος, τριήμερος ἐκ νεκρῶν ἐγήγερται, τοῖς μαθηταῖς ἐμφανιζόμενος ἐνεκελεύετο· Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Αὐτίκα οἵ γε ἀνὰ πᾶσαν ὅσην ἥλιος ἐφορᾷ γῆν ἐξεχύθησαν, εἰς ἣν ὁ φθόγγος αὐτῶν ἐξελήλυθε, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα διέδραμεν· οὕτως οἱ τῶν ἐθνῶν ἁλιεῖς τοὺς ἄρτι τῆς ἁλμυρᾶς ἀπιστίας ἀνανεύοντας, τῇ σαγήνῃ τοῦ λόγου ἐζώγρησαν. Καὶ πρῶτοι μὲν τῷ κηρύγματι καὶ τῇ μυήσει οἱ ἐκ περιτομῆς προσδραμόντες, τὰς τῆς χάριτος εὐλογίας προϋφήρπασαν· ὅσοι γὰρ ἐκ τῆς Ἰουδαϊκῆς ἀπιστίας ἐπεστραμμένοι. τῶν πατρίων ἐθῶν ἀπανιστάμενοι, καὶ τῆς τοῦ ζυγοῦ ἀχθηδόνος ἠλευθερώθησαν, καθ’ ἣν τῷ νόμῳ ἐδούλευον ἕως τῷ γράμματι παρεκάθηντο, τὴν ἐν πνεύματι καὶ ἀληθείᾳ ἀντὶ τῆς νομικῆς λατρείας τῷ Θεῷ τῶν ὅλων προσάγουσιν.

Ἔπειτα οἱ ἐκ τῆς Ἑλληνικῆς δεισιδαιμονίας, τῶν βωμῶν καὶ τῆς κνίσσης ἀναρπαζόμενοι, τῆς εἰδωλικῆς μανίας εὐθὺς ἀπηλλάττοντο· ἄλλοι τῆς βαρβάρου καὶ ἀλλοκότου θρησκείας ἀποπηδῶντες, τῆς τοῦ κατεξουσιάζοντος ἔτι διαβόλου ἐπηρείας ἐῤῥύσθησαν· ἐξ ὧν εἰς μίαν ὁμολογίας πίστιν συνιόντων ἡ τοῦ Χριστοῦ καθολικὴ Ἐκκλησία ἀπήρτισταί τε καὶ συγκεκρότηται· καὶ δὴ πρὸς τὴν τῆς Τριάδος ὀμοῦ πάντες ἐπίγνωσιν ποδηγούμενοι ἐν ᾗ ἐβαπτίσαντο, οὐδενὸς οὐδαμοῦ παρεισδύντος· οὐ γὰρ οὖν θέμις εἰπεῖν ἐστι, κατονομαζομένου ἔν τε οὐρανῷ καὶ ἐπὶ γῆς ὀνόματος· οὔτ’ οὖν ποτε τοῖς μυστηρίοις ἡμῶν ὡς ἀνιέροις προσελεύσονται, οὐδ’ ὡς μετασχόντες μιασμάτων τῶν ἀκαθάρτων δαιμόνων ὑπολήψονταί ποθεν. Καὶ διὰ ταῦτα ἐν Πνεύματι Θεοῦ λαλοῦντες, οὐκ ἂν εἴποιεν ἀνάθεμα Ἰησοῦν. Οὗτοι δὲ οἱ ἀνιερώτατοι καὶ ἀπιστότατοι, εἰ μὴ εἰς τὸ ὄνομα Κωνσταντίνου, ἀλλ’ εἰς τὴν Τριάδα ἐβαπτίσθησαν (οἶμαι δὲ ὡς οὐκ ἂν ἀποφήσειαν· ἢ γὰρ ἂν οὐδὲν ἐδέησαν ἡμῖν τῶν νῦν ἀγωνισμάτων τε καὶ σκαμμάτων, οὐδ’ ἂν ὄχλον ἡμῖν πραγμάτων τοσοῦτον ἐπεσώρευον), πόθεν αὐτοῖς ἡ τῶν εἰδώλων παρείσδυσις, λεγέτωσαν ἡμῖν τρανέστατα· καὶ εἰ τὴν σφραγῖδα τῆς ὁμολογίας ταύτης ἄσυλόν τε καὶ ἀνεπιβούλευτον τηροῦντες διατελοῦσι, πῶς αὐτοῖς διὰ γλώσσης καὶ πρόχειρον τὸ τῶν εἰδώλων ὄνομα;

κηʹ. Εἰ γὰρ εἰς τὸν θάνατον τοῦ Χριστοῦ βαπτισθέντας οὐδὲν Χριστὸς ὀνίνησι, πῶς οὐχὶ καὶ Ἰουδαίων ἀγνωμονέστεροι, καὶ Ἑλλήνων ἀπιστότεροι, καὶ βαρβάρων ἀθεώτεροι; οὐδεὶς γὰρ τούτων οὐδέπω τῆς Ἐκκλησίας τοῦ Θεοῦ καταγορεῦσαι τετόλμηκε. Τοῦτο ποίας ἀσεβείας ὑπερβολὴν καταλείπει; τίς ἱκανὸς λόγος παραστῆσαι τῆς ἀτοπίας τὸ μέγεθος; τίς γὰρ ἂν εἴη ἄλλος, ὅστις αὐτοὺς ἐκ τῆς τοιαύτης πλάνης διὰ τοῦ ἰδίου ἐξαγοράσειεν αἵματος; Πῶς ἂν αὐτοὺς μὴ ὅτι γε ἐπισκόπους, ἀλλ’ οὐδὲ Χριστιανοὺς ἁπλῶς τις ὀνομάσειεν; ἀναγκασθήσονται οὖν ἕτερον ἐπιζητεῖν βάπτισμα, ἐν ᾧ τελεσθήσονται ἢ συντελεσθήσονται·

Ἀνασταυροῦντες ἑαυτοῖς τὸν Υἱὸν τοῦ Θεοῦ καὶ παραδειγματίζοντες, εἴ γέ ποτε ἅπαξ ἐφωτίσθησαν, ἐγεύσαντό τε τῆς δωρεᾶς τῆς ἐπουρανίου, καὶ μέτοχοι ἐγενήθησαν Πνεύματος ἁγίου. Οὕτω οὖν ἑτέρας μυήσεως χρῄζοντες, καὶ ἑτέρας χρίσεως ἤτοι χειροτονίας δεήσονται, καθάπαξ ἠρνημένοι τὰ πρότερα καὶ ἀποπεμπόμενοι· πῶς γὰρ ἂν μεταδοῖεν μυήσεως, ἥνπερ αὐτοὶ οὐδαμῶς διεσώσαντο; ἢ πῶς οἵ γε ἑαυτοὺς ἀποχειροτονήσαντες, βαπτίζειν ἢ δογματίζειν ἐπιχειρήσαιεν; πόθεν αὐτοῖς τὸ δόγμα καὶ βάπτισμα τὸ εὐπαράδεκτον σχοίη ἢ ἀξιόπιστον;

κθʹ. Προσθείην δ’ ἂν κἀκεῖνο τοῖς εἰρημένοις, ὅπερ καὶ αὐτοί μοι οἱ πάντα περιτρέποντες καὶ πρὸς πάντα ῥᾳδίως μεταβαλλόμενοι καὶ οὐδαμοῦ τὸ στάσιμον ἔχοντες, συμφήσαιεν· ἐπειδάν τις τῶν ἐκ τῆς ἡμετέρας πίστεως πρὸς ἑτέραν θρησκείαν ἑκὼν ἢ βιασθεὶς μετάθοιτο, ἔθνεσί τε ἀπίστοις συμμιαινόμενος, καὶ τῶν ἐβδελυγμένων τῆς ἐδωδῆς ἀπογευόμενος, ἢ κατά τι γοῦν τῶν καθ’ ἡμᾶς ἐθῶν παραμείψειεν, οἱ θεῖοι τῆς Ἐκκλησίας θεσμοὶ κελεύουσιν, τοῦτον συναισθόμενον τῆς ἁμαρτίας, καὶ μεταμελόμενον ἐφ’ οἷς κακῶς ἔπραξε, προστρέχοντά τε ἐν μετανοίᾳ τῇ Ἐκκλησίᾳ, καὶ τῶν ἀτόπως καὶ ἀνοσίως αὐτῷ πεπραγμένων ἐπιστρέφειν ἐπαγγελλόμενον, οὐδῶν τοῦ θείου νεῶ ἥκιστα ἐπιβαίνειν, ἀλλὰ πόῤῥω που τῶν ἡμετέρων συλλόγων αὐλίζεσθαι, καὶ τῆς κοινωνίας τῶν θείων μυστηρίων ἀπείργεσθαι· καὶ χρόνος ἐπ’ αὐτῷ τεταγμένος ἀφώρισται, ἕως ἂν καρδίᾳ συντετριμμένῃ καὶ πνεύματι ταπεινώσεως, διὰ θερμῆς καὶ ἐπιπόνου ἐξομολογήσεως τῶν προειληφότων παραπτωμάτων τὸ ἅγος ἀποτρίψαιτο· καὶ οὕτω τῶν ἁγιασμάτων τῆς μετοχῆς ἀξιωθήσεται, καὶ τοῖς πιστοῖς συγκαταλεγήσεται· εἰπάτωσαν οὖν ἡμῖν οἱ τοῖς εἰδώλοις προσκεκυνηκέναι φάσκοντες, εἰ βούλοιντο Χριστιανοῖς ἐναρίθμιοι εἶναι, τίς ποτε αὐτοῖς ἄρα ὁ τῆς ἐπιστροφῆς τρόπος καὶ χρόνος δεδοκίμασται; τίνες οἱ τὰς ἐξαγορεύσεις τῆς ἀσεβείας δεξάμενοι; ποίοις κανόσιν ὑπήκουσαν;

πόθεν αὐτοῖς τῶν ἀλόγως καὶ ἀσεβῶς δεδογμένων καὶ πεπραγμένων ἡ διόρθωσις; Καὶ οὕτω δοκιμαζέσθωσαν, εἰ ἄξιοι τῆς ἱερᾶς ἀγέλης τυγχάνοιεν· ἕως δ’ ἂν τοῦ χριστομαχεῖν οὐκ ἀπόσχοιντο, πόῤῥω που καὶ ἐκτὸς τῶν ἱερῶν περιβόλων ἀποτρεχέτωσαν, καὶ ὡς μέλη σεσηπότα καὶ ἄχρηστα τῆς ποίμνης Χριστοῦ ἀποτεμνέσθωσαν, μή ποτε καὶ τὰ ὑγιαίνοντα, καὶ περὶ τὴν καλὴν ὁμολογίαν ἐῤῥωμένως ἱστάμενα, τῇ ψυχοφθόρῳ νόσῳ διαλυμήναιντο.

λʹ. Διττοῦ δὲ ὄντος τοῦ περὶ τῶν εἰδώλων καὶ τῆς ἐπ’ αὐτοῖς τῶν πλανωμένων προσκυνήσεως λόγου, τῶν μὲν γὰρ ὅσοι παχεῖς καὶ ὑλικοὶ τὴν διάνοιαν, πρὸς τὸ φαινόμενον μόνον ἐναπομένοντες, καὶ οὐδὲν πλέον ἐννοεῖν δυνάμενοι, αὐτὸ μόνον λίθοις καὶ ξύλοις καὶ τῇ λοιπῇ ἀψύχῳ ὕλῃ τὸν νοῦν προσέχοντες ὑποκύπτουσιν· οἱ δὲ ὅσοι δοκοῦσι λογικώτερον καὶ φιλοσοφώτερόν πως ἐπιβάλλειν, καὶ δυνάμεις τινὰς ἐνοικεῖν τοῖς ξοάνοις δοξάζουσιν· ἃς δὴ καὶ θεούς, ὥσπερ κἀκεῖνα εἰκόνας θεῶν καλεῖν εἰώθασι· ποτέροις δὴ τούτων οἱ νέοι τῶν εἰδώλων θεραπευταὶ προστίθενται; Εἰ μὲν γὰρ ἀγροικιζόμενοι τῇ χείρονι μοίρᾳ προσέχοιεν, εἰς προὖπτον κτηνωδίας καὶ ἀβουλίας κατῴχοντο· εἰ δὲ δὴ ἀστεϊζόμενοι τῆς ἑτέρας μεταλαγχάνοιεν, εἰς ἄκρον δυσσεβείας καὶ ἀθεΐας ἐξώλισθον· καὶ πότερον τῷ τῶν ἀῤῥένων εἴδει, καὶ τούτων ἀποκεκληρωμένως τινί, οἷον Κρόνῳ καὶ Διὶ καὶ Ἀπόλλωνι; Ἢ τῷ τῶν θηλειῶν, οἷον Ῥέᾳ καὶ Ἥρᾳ καὶ Ἀρτέμιδι χαίρουσι; καὶ εἰ τάξεις ἐν αὐτοῖς πρώτην καὶ δευτέραν θεῶν, καὶ ὑπεροχὰς δή τινας, καὶ μέτρα, καὶ ἀξιωμάτων διαφορὰς νέμουσιν· ἵνα εἴπερ Ἑλληνίζειν αὐτοὺς δέοι, τῶν ὑπερφερόντων αὐτοὶ μὴ ἀποτυγχάνοιεν.

Ὑπεραγάσαιτο δ’ ἄν τις τῆς ἀναισθησίας αὐτούς, ὡς συνιδεῖν οὐκ ἐθέλουσιν, εἰ μή τι οὖν ἄλλο, τὸ γοῦν ἰδιάζον ἐν ἑκατέρᾳ τῶν θρησκειῶν, τῶν τε ναῶν, τῶν τε θυσιῶν τὸ ἐξηλλαγμένον, καὶ τῶν εἰκονιζομένων, ὁπόσον ἐστὶ τὸ διάφορον· ὅτι καθάπερ τὰ προσκυνούμενα, τὸ διῳκισμένον ἀσυγκρίτως εἰσάπαν ἔχουσι (τὰ μὲν γὰρ θεῖα καὶ σεβάσμια. τὰ δὲ βδελυκτὰ καὶ δαιμόνια), οὕτω δὴ καὶ τῶν ἐν οἷς ἡ θεραπεία τούτων τελεῖται τόπων, προσέτι δὲ καὶ τοῦ τρόπου τὸ ἀποκεκριμένον περιφανέστατα κέκτηνται· ἐκεῖνα μὲν γάρ, ἐπειδὴ σκοτεινὰ καὶ σκότους εἰσὶν ἄξια, ἐν σκότῳ πολλάκις ἐπιτελούμενα, ὑποχθονίοις ἀδύτοις καὶ ἄντροις συγκατακλείει τὰ τελεστήρια· τὰ δὲ ἡμέτερα, ἐπειδὴ ἐν τῷ φωτὶ τοῦ προσώπου Κυρίου πορευόμεθα, τῷ φωτισμῷ τῆς θείας ἐλλάμψεως καὶ ἐν φωτὶ ἐκκαλύπτεται ἡμῶν τὰ μυστήρια, ὅτι φῶς εἰσι.

λαʹ. Τῶν δὲ εἰκονιζομένων, ἡνίκα πολυσχιδὴς ἡ πλάνη (πολλοὶ γὰρ παρ’ αὐτοῖς θεοί τε καὶ δαίμονες), ἀνάγκη πλείους εἶναι καὶ τὰς μορφάς, καὶ τὰ ἐκτυπώματα ποικίλα καὶ πεπληθυσμένα, καὶ τοῖς εἴδεσι διαφέροντα, καὶ ἀνομοίων ἀνόμοια, καὶ τὸ βρέτας ἑκάστῳ ἀλλόκοτον ἀνατιθέμενον· παρ’ ἡμῖν δὲ τοῖς Χριστιανοῖς ἁπλῆς οὔσης καὶ ἀσκεδάστου τῆς ἀληθείας, ἐπειδὴ εἷς ἐστιν ὁ Χριστός, μία τῷ εἴδει καὶ ἡ τούτου εἰκών, καὶ ὁ χαρακτὴρ ὅμοιος, ἐξ ἑνὸς ἀρχετύπου ἀεὶ προερχόμενος· ὡς φέρε εἰπεῖν ἀφ’ ἑνὸς δακτυλίου πολλὰ γίνεται ἐκτυπώματα, εἰ καὶ ταῖς ἡλικίαις ἔσθ’ ὅτε καὶ τοῖς τῶν τόπων ἐν οἷς ἐνδιῃτᾶτο ἰδιώμασι, κατά τε τὸ σχῆμα καὶ τὴν μορφήν, βραχύ τι παραμείβεται, πληθύεται δὲ εἷς καὶ ὁ αὐτὸς μένων· ὥσπερ ἐκ μιᾶς λαμπάδος πολλῶν ἀναπτομένων, ἑνὸς καὶ τοῦ αὐτοῦ πυρὸς μένοντος, τῷ πόθῳ καὶ τῇ πίστει τῶν δεομένων τῆς ἐντεῦθεν ὠφελείας καὶ χάριτος, τῶν δὲ θυσιῶν ὁπόσον τὸ διάφορον, οὐδὲ παραστῆσαι ῥᾴδιον· τίς γὰρ κοινωνία πρὸς τὴν καθ’ ἡμᾶς ἀναίμακτον καὶ ἱερωτάτην θυσίαν, τῶν μυσαρῶν ἐκείνων καὶ ἀνοσίων βδελυγμάτων;

λβʹ. Εἰ δὲ ἅπαξ, ὥς φασιν, εἰδώλοις προσκεκυνήκασι, πῶς οὐκ ἂν αὐτοῖς δι’ ὀργῆς οἱ προσκυνούμενοι γένοιντο, ὅτι γε δὴ ἐν ἀλλοτρίοις ναοῖς αὐτοὺς θεραπεύουσι; πῶς δὲ οἴσουσιν αὐτῶν τὰ μηνίματα; χαλεπαίνειν γὰρ αὐτοὺς εἰκός, ὅτι οὓς πάλαι ποτὲ διέλαχον, οὐκ ἀνιστῶσι ναοὺς καὶ καινίζουσιν, ἠδαφισμένους γε ὄντας τῷ ἀπείρῳ χρόνῳ καὶ εἰς γῆν κατεῤῥιμμένους, ὧν οὐδὲ ἴχνη ἐν πολλοῖς φέρεται· αὐτόθι δὲ ἀποτρέχοντας, σέβειν αὐτῶν ἀναγκαίως κοσμοῦντας τὰ ἀφιδρύματα, καὶ τὰς πρεπούσας αὐτοῖς προσφέρειν θυσίας· εἴ πως αὐτῶν, ὡς ἔθος, καὶ ἀπογεύσαιντο, τὸ στέαρ τῶν θυσιῶν αὐτῶν ἐσθίοντες, καὶ τὸν οἶνον πίνοντες τῶν σπονδῶν αὐτῶν, ἐμφυρέντες τῷ καπνῷ καὶ τῇ κνίσσῃ, καὶ τοῖς ἐπιβωμίοις λύθροις ἐμμολυνόμενοι· εἴ γε ἀνάσχοιντο τοῦ δυσσώδους τῶν μιασμάτων, ἅπερ ἀεὶ ἀνιᾷν οἶδε τὴν αἴσθησιν, πῶς οὖν οὐ φρίσσουσι καὶ ψυχὴν καὶ γλῶσσαν οἱ δείλαιοι, τὰ τοσούτοις διατειχίσμασι διειργόμενα, μιγνύειν καὶ συνείρειν ἀθεώτατα; Πῶς οὖν οἴσει ταῦτα Θεὸς ὑβριζόμενος; Σκοπεῖν δὲ καὶ τοῦτο πάρεστιν, ὡς διπλοῦν αὐτοῖς τῆς καθ’ ἡμῶν κατηγορίας τὸ ἀδίκημα καὶ ὁ κατὰ τῆς εὐσεβείας ἀγών, καὶ πολὺ τὸ φίλερι καὶ ἀμφισβητήσιμον ἐκ τοῦ ψεύδους προερχόμενος ὁ λόγος αὐτοῖς ἔχει, ὁπότερον θατέρου τῶν ληρῳδουμένων κρατήσειε.

λγʹ. Καὶ γὰρ εἴδωλον ὀνομάσαι τὸ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ καὶ Θεοῦ σεβάσμιον ἀπεικόνισμα, οἱ χριστομαχοῦντες οὐ κατηρυθρίασαν· πρὸς δὲ καὶ Χριστιανῶν καταῤῥαψῳδῆσαι, ὅτι δὴ ὡς θεοῖς ταῖς ἱεραῖς προσῆλθον εἰκόσιν, ἐπὶ τοσοῦτον παραπληξίας καὶ ἀνοίας ἥκοντες, ὡς μήτε τῶν προσκυνουμένων ἐπιγνῶναι τὸν λόγον, μήτε μὴν τῶν προσκυνούντων κατειληφέναι τὴν γνώμην, καὶ ταῦτα φωτὶ ὁμοίως διαφαινομένων ἐναργέστατα· ὅμως δ’ οὖν εἰς ἕνα κρημνὸν ἀσεβείας αὐτοὺς ἑκατέρωθεν συνελαύνει τὸ βλάσφημον.

Ἡμῶν γὰρ τῶν ἐπὶ τὸν θεμέλιον ἀσφαλῶς ἡδρασμένων τῆς εὐσεβείας, ὁποία ἡ δόξα περὶ τούτων καὶ ἡ προσκύνησις, φανερωτάτη καθέστηκε, τοῖς γε ὡς ἀληθῶς σωφρονεῖν ᾑρημένοις, καὶ τὸ ἀκέραιον τοῦ λογισμοῦ διασώζουσιν· ἔστω δέ, αὐτοὶ μὲν ὡς ἄλογα ζῶα, φασί, πεπλάνηνται, ταὐτὸν εἶναι τῷ ἀκαθάρτῳ τὸ ἅγιον ὑπολαμβάνοντες· καὶ οὐκ οἶδα ὅπως τὸ αἶσχος τοῦ προσώπου αὐτῶν ἀπονίψαιντο, μέχρι τέλους συμπαρομαρτοῦν αὐτοῖς ἀναπότριπτον· τίνι τρόπῳ Χριστιανῶν ἀλόγως καὶ ἀμαθῶς οὕτω καταγορεύουσιν, ὡσαύτως ἐκείνοις περὶ τὴν τῶν ἱερῶν ἀπομανῆναι σεβασμιότητα, καὶ τοῦτο παρὰ τὴν οἰκείαν ἀγνωμοσύνην τε καὶ ἀθέτησιν, ἐκ τῶν καθ’ ἑαυτοὺς σταθμώμενοι τὰ ἀλλότρια· οὐδέν τι μᾶλλον φευκτοὶ ἀποτρόπαιοι τὴν ἀσέβειαν, ἢ ἐλεεινοὶ καὶ ἄθλιοι τὸ ἀσύνετον καὶ ἀναίσθητον· ταῦτα οὐδ’ ἂν Ἰουδαίων ἢ Ἑλλήνων τινὲς οἱ ἀεὶ τῆς ἀμωμήτου ἡμῶν πίστεως καταφλυαροῦντες ἐκενολόγησαν.

λδʹ. Ἀλλὰ τὰ μὲν τούτων ἄτοπα τοσαῦτα καὶ οὕτως ἔχοντα· ἐμοὶ δὲ ἐπὶ τοὺς ἐλέγχους τοῦ ψεύδους καὶ ταύτῃ ἰτέον, καὶ ἐκ τῶν λογίων τοῦ Πνεύματος οἷς πειθαρχεῖν παντὶ τρόπῳ χρῆναί φημι, ὡς ἔχουσιν ὀρθότητος ἢ σαθρότητος οἱ τῶν ματαίων λόγοι δοκιμαστέον· θεσμὸς τοίνυν ἀποστολικὸς ἡμῖν διακελεύεται μὴ παντὶ πιστεύειν πνεύματι, ἀλλὰ δοκιμάζειν εἰ ἐκ Θεοῦ ἐστιν, ἐπειδὴ καὶ νῦν πολλοὶ ψευδοδιδάσκαλοι, φησίν, ἐξεληλύθεισαν.

Ἴδωμεν οὖν εἰ ἐν Πνεύματι Θεοῦ καὶ αὐτοὶ ἄγονται, συνῳδά τε φρονοῦσι καὶ σύμφωνα τοῖς ἐν Πνεύματι Θεοῦ λαλήσασι· καὶ εἰ μὴ ὡσαύτως ἐκείνοις ἔχοντας καταληψόμεθα, καὶ εἰσόμεθα ὅτι οὐ τοῦ Θεοῦ εἰσιν, ἀλλὰ τοῦ Ἀντιχρίστου· καὶ πρότερόν γε, εἰ δοκεῖ, οἱ χρόνῳ πρεσβύτεροι προαγέσθωσαν· ἐφεξῆς δὲ οἱ τῇ ἀξίᾳ κατὰ τὴν Ἐκκλησίαν ἡγεμονεύοντες, αὐτοῖς ἐπιζευγνύμενοι ἐπαγέσθωσαν· αὐτῶν δὲ τούτων τὰ κοινῇ πᾶσιν ἐκκείμενα καὶ δεδημοσιευμένα παρὰ τοῦ Πνεύματος λόγια προηγείσθωσαν· καὶ τούτων πάλιν ἐκ πολλῶν ὀλίγιστα· ἐπειδὴ τὸ ἀδρανὲς καὶ ἀνίσχυρον Χριστοῦ τοῦ Θεοῦ ἡμῶν κατεψηφίσαντο, ὡς οὔτε τῆς Ἑλληνικῆς πλάνης ἀπαλλάξαι κατίσχυσε τοὺς ἀνθρώπους, καὶ μάτην τὸ διὰ σταυροῦ πάθος, ὅλος τε ὁ τῆς οἰκονομίας αὐτῷ πεπραγμάτευται τρόπος, μάταιόν τε ἀποφαίνειν τὸ θεῖον κήρυγμα ἐν τῇ ἀπάτῃ τῶν λογισμῶν φαντασιούμενοι, καὶ ψευδομυθίας ἐπίκλημα τοῖς τῆς ἀληθείας κήρυξιν ἐπέγραψαν.