Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Ἀπολογητικὸς λόγος ὑπὲρ τῶν ἁγίων εἰκόνων

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Προφητικές μαρτυρίες για την κλήση των εθνών και την κατάργηση της ειδωλολατρίας

Παράθεση προφητικών χωρίων που προαναγγέλλουν την έλευση του Χριστού, την κλήση των εθνών στην Εκκλησία και την οριστική εξάλειψη της δαιμονικής λατρείας των ειδώλων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 5 από 12

λεʹ. Οὐκοῦν ψαλλέτω Δαβὶδ ὁ μακάριος τὴν θείαν λύραν ἀνακρουόμενος ἡρμοσμένην ἐν πνεύματι· Ὅτι Θεὸς μέγας Κύριος, ὑψηλός τε καὶ φοβερός, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν. Καὶ μήν· Καὶ ἐβασίλευσεν ὁ Θεὸς ἐπὶ τὰ ἔθνη. Καί· Σχολάσατε καὶ γνῶτε ὅτι ἐγώ εἰμι ὁ Θεός, καὶ ὑψωθήσομαι ἐν τοῖς ἔθνεσιν, ὑψωθήσομαι ἐν τῇ γῇ. Καί· Ἐγνώρισε Κύριος τὸ σωτήριον αὐτοῦ, ἐναντίον τῶν ἐθνῶν ἀπεκάλυψε τὴν δικαιοσύνην αὐτοῦ. Καί, Εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν. Πῶς οὖν καὶ πότε, καὶ ἐπὶ τίσι Θεὸς μέγας καὶ βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν ὁ τῶν ὅλων Θεὸς ἔγνωσται, ἐγνώρισέ τε τὸ σωτήριον αὐτοῦ, καὶ ἐναντίον τῶν ἐθνῶν ἀπεκάλυψε τὴν δικαιοσύνην αὐτοῦ, ἐντεῦθεν συνιδεῖν ἔξεστι τοῖς γε ἀληθῶς ἀρτιόφροσιν, ὀρθόν τε καὶ ἀδιάστροφον πρὸς τὰ θεοπαράδοτα λόγια τὸν νοῦν ἀπευθύνουσιν· εἰ μὲν γὰρ ὡς Θεὸς τῶν ὅλων ἁπλῶς καὶ Δημιουργὸς νοοῖτο, ἤδη πάντων βασιλεύει καὶ κατεξουσιάζει. Ὁ δεσπόζων ἐν τῇ δυναστείᾳ αὐτοῦ τοῦ αἰῶνος· ὅτι ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς. Καί· Τὰ σύμπαντα δοῦλα αὐτῷ.

Εἰ δὲ ὡς πρὸς οἰκείους τινὰς καὶ ἀποκεκριμένως αὐτῷ ἀνατεθειμένους λέγοιτο, γινώσκοντάς τε αὐτὸν εἶναι μόνον Θεὸν ἀληθινόν, καὶ αὐτῷ μόνῳ τὴν λατρείαν προσάγοντας, λέγεται γὰρ καὶ κατὰ τοῦτον τὸν τρόπον βασιλεύς τινων καὶ Θεὸς ὁ Θεός, τοῦτο ἐπὶ τῶν ἐξ αἵματος Ἰσραὴλ μόνων τὸ παλαιὸν ἐγνωρίζετο, καθὸ εἴρηται· Ὅτε διεμέριζεν ὁ Ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδάμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ, καὶ ἐγενήθη μερὶς Κυρίου λαὸς αὐτοῦ Ἰακώβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ. Καὶ ὅτι Ἐκ πάντων τῶν ἐθνῶν ἐξελεξάμην ὑμᾶς. Καί, Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς.

Καί, Ἡμεῖς ἐσμεν λαός σου, καὶ πρόβατα νομῆς σου. Καὶ ὅσα τοιαῦτα ἐν τοῖς ἱεροῖς λογίοις περὶ αὐτῶν λέγεται, ἃ οὐκ ἄν τις τοῦ εἰκότος ἀποτεύξοιτο παραστατικὰ ἰδιώματα φήσας, τῆς τῶν ἄλλων ἐθνῶν ἀπιστίας καὶ ἀθεΐας αὐτοὺς διϊστάντα καὶ ἀφορίζοντα, καὶ τῷ Θεῷ προσοικειοῦντά τε καὶ προσάγοντα· ἐφ’ ὧν οὐκ ἂν ταῦτα ῥηθείη ποτέ που· οἱ γὰρ ἐκείνων τῶν ἐθνῶν βασιλεῖς, ἥ τε ὑπ’ αὐτοῖς τελοῦσα κατήκοος πληθύς, τῷ ἀλόγῳ τῆς ψυχῆς ἐπιτρέποντες, καὶ διὰ τοῦτο ὡς ἄλογα ζῶα ἀποπλανώμενοι, τὸν μὲν φύσει καὶ ἀληθῶς ὄντα Θεὸν ἠγνόησαν, τὸν Κτίσαντα καὶ διδόντα αὐτοῖς πνοὴν ζωῆς, καὶ τὴν ἐπ’ αὐτοῖς τιθέμενον πρόνοιαν· ἐπεγράφοντο δὲ βασιλέα τὸν Σατανᾶν, καὶ θεοῖς ὡς ἕκαστοι καὶ δαίμοσιν ὀλεθρίοις κατὰ διαφόρους δόξας σχιζόμενοί τε καὶ σκεδαννύμενοι προσκυνοῦντες, θρησκείας ἰδίας ἑαυτοῖς ἀπετέμοντο. Ἐπεὶ οὖν οὐδὲ οὗτοι τὸν τῶν ὅλων Θεὸν βασιλέα ᾔδεσαν, οὐδὲ λαὸς αὐτοῦ κατ’ οἰκείωσιν ἐχρημάτιζον, καίτοι γε ἄλλως ὑπάρχοντες ὡς κτίσμα αὐτοῦ καὶ ποίημα· οὔτε δὲ πάντα τὰ ἔθνη, Ἰσραήλ· οὐδὲ πᾶσα ἡ γῆ, Ἰουδαία· οὐ τεθεώρηται ἐπ’ αὐτοῖς τὰ προφητικὰ ἐκβαίνοντα λόγια.

Λείπεται οὖν περὶ ἡμῶν τῶν ἐξ ἐθνῶν πρὸς τὴν θείαν κεκλημένων ἐπίγνωσιν, ἤτοι τῆς καθολικῆς καὶ ἀποστολικῆς Ἐκκλησίας, τῆς ἁπανταχοῦ περάτων γῆς ὑπερηπλωμένης, καὶ τὸν ἕνα Θεὸν καὶ τῶν ὅλων Δεσπότην βασιλέα μέγαν καὶ Κύριον συμφώνως ὁμολογούσης καὶ προσκυνούσης, ταῦτα καὶ νοεῖσθαι καὶ λέγεσθαι· πότε δὲ ταῦτα; Ὅτε ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἤγγικε δὲ καὶ ἡ βασιλεία τῶν οὐρανῶν· ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ, γενόμενον ἐκ γυναικὸς ἄνθρωπον καθ’ ἡμᾶς, ἁμαρτίας ἐκτὸς πεφηνότα. Καὶ συνεκάλεσε πάντα τὰ ἔθνη εἰς τὴν ἑαυτοῦ γνῶσιν, καὶ ἐῤῥύσατο ἡμᾶς τῆς τοῦ δυναστεύοντος ἐχθροῦ πικρᾶς δουλείας· τότε δὴ τότε καὶ ἡμεῖς οἱ ἐξ ἐθνῶν, ἐξ οὐ λαοῦ, λαὸς Θεοῦ κεχρηματίκαμεν, καὶ πεπλουτήκαμεν ἐν αὐτῷ τὸ καινὸν ὄνομα. Τοῖς γὰρ δουλεύουσί μοι κληθήσεται ὄνομα καινόν, γέγραπται· ὃ εὐλογηθήσεται εἰς τοὺς αἰῶνας, τῷ εἶναί τε ἀπ’ αὐτοῦ καὶ λέγεσθαι Χριστιανούς· καὶ τὸ τῆς θεογνωσίας ἡμῖν ἐνήστραψε φῶς· Ἐπειδὴ εἰς φῶς ἐθνῶν τέθεικά σε, φησίν.

Οὕτως ἡμεῖς ὁ λαὸς ὁ κτιζόμενος αἰνοῦμεν τὸν Κύριον, μετὰ τοῦ Δαβὶδ λέγοντες· Ὅτι βασιλεὺς ἡμῶν μέγας ὁ Κύριος, καὶ Θεὸν πάντες αὐτὸν ἐπιγραφόμεθα, καὶ τῆς Ἐκκλησίας κεφαλὴν ὁμολογοῦμεν, ἣν ἐκ τῶν ἐθνῶν τῷ ἰδίῳ αἵματι ἐξηγοράσατο· ὅτι ἐκτήσατο ἡμᾶς ἑαυτῷ λαὸν περιούσιον, ἔθνος ἅγιον, βασίλειον ἱεράτευμα, ἀναγγέλλειν τὰς ἀρετὰς καὶ τὴν δόξαν αὐτοῦ· ὅτι πάντα τὰ ἔθνη νῦν δουλεύουσιν αὐτῷ, καὶ ἐνευλογοῦνται ἐν αὐτῷ πᾶσαι αἱ φυλαὶ τῆς γῆς, καὶ προσκυνοῦσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν, καὶ πάντα τὰ ἔθνη ἥκουσι καὶ προσκυνοῦσιν ἐνώπιον αὐτοῦ, καὶ προσκυνοῦσιν αὐτῷ πάντες οἱ βασιλεῖς τῆς γῆς. Τῶν μὲν πατρίων ἐθῶν καὶ θεῶν, καὶ τῆς κρατούσης ἀθεΐας ἐπ’ αὐτοῖς ἀποθρώσκοντες, πρὸς δὲ τὴν καθαρὰν καὶ ἀμώμητον προστρέχοντες πίστιν ὡς προθυμότατα.

Τί οὖν πρὸς ταῦτα τοῖς τῷ ἁγίῳ διαμαχομένοις δοκεῖ Πνεύματι; Εἰ μὲν περὶ Ἰουδαίων εἰρῆσθαι ταῦτα ὥσπερ παραφρονήσαντες εἴποιεν· ἀλλὰ Γνωστὸς ἐν τῇ Ἰουδαίᾳ ὁ Θεός, καὶ ἐν τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ· ἐν τούτοις γὰρ τηνικαῦτα τό τε ἔθνος καὶ ἡ λατρεία καὶ ἡ προσκύνησις περιγέγραπτο.

Ἐν Ἱεροσολύμοις γὰρ δεῖ προσκυνεῖν, καθὰ πάλαι νενόμισται· ταύτῃ τοι καὶ οἱ εἰς Βαβυλῶνά ποτε ἀπαχθέντες δορυάλωτοι, Πῶς ᾄσομεν; ἔλεγον, τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας, κωφῶν τῶν ὀργάνων ταῖς ἰτέαις ἐκκρεμαμένων; Εἰ δὲ δὴ τοῖς παρ’ Ἕλλησιν ἀμαθαίνοντες ὑπολήψονται ἀναθεῖναι τὸ κλέος· ἀλλ’ Ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία· διότι γνόντες τὸν Θεόν, οὐχ ὡς Θεὸν ἐδόξασαν ἢ ηὐχαρίστησαν· τοῖς ἔργοις δὲ τῶν χειρῶν αὐτῶν ταπεινωθέντες ὑπέκυψαν, καὶ τῇ κτίσει παρὰ ἀκαθάρτοις δαίμοσι τὸ πρέπον Θεῷ σέβας ἀνέθεσαν, ἀλλὰ τοῖς ἄλλοις ταῦτα φιλοτιμήσονται ἔθνεσιν. Ἀλλὰ τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων· ἃ οὐ λαλήσουσιν οὐδὲ ὄψονται, οὐδ’ ὁπωστιοῦν κινηθήσονται.

Πάντοθεν οὖν συνάγεται, κἂν μὴ θέλωσιν οἱ τῆς ἀληθείας ἐχθροί, ἡμᾶς τοὺς Χριστιανοὺς τὴν νικῶσαν ἐνέγκασθαι. Ἡμῖν γὰρ κελεύει τὸ Πνεῦμα ᾄδειν τῷ Κυρίῳ ἆσμα καινόν, οὐκ ἐν Ἱεροσολύμοις μόνον οὐδὲ ἐν τῇ Ἰουδαίᾳ, μικροῖς τῆς οἰκουμένης τμήμασιν, ἀλλ’ ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ ἐπαίροντας ὁσίους χεῖρας, λατρεύειν αὐτῷ ἐν ὁσιότητι καὶ δικαιοσύνῃ· ἡνίκα ἐπέφανεν ἡμῖν ἀνατολὴ ἐξ ὕψους, καὶ ἔδωκεν ἡμῖν τῷ λαῷ αὑτοῦ σωτηρίας τὴν γνῶσιν ἐν ἀφέσει ἁμαρτιῶν ἡμῶν. Οὕτως ἡμεῖς ὡς λαὸς αὐτοῦ, γινώσκομεν ἀλαλαγμόν, καὶ ἐν τῷ φωτὶ τοῦ προσώπου αὐτοῦ πορευόμεθα, καὶ ἐλπίζομεν ἐπ’ αὐτῷ πᾶσα συναγωγὴ λαῶν, καὶ οὐκ ἔστιν ἐν τοῖς Χριστιανοῖς Θεὸς πρόσφατος, ἀλλ’ ἕνα καὶ τὸν αὐτὸν ἀεὶ Θεὸν γινώσκομεν· Ἐγὼ γάρ, φησί, Θεὸς πρῶτος καὶ εἰς τὰ ἐπερχόμενα, καὶ Ἐκτὸς σοῦ ἄλλον Θεὸν οὐκ οἴδαμεν. Πρὸς αὐτὸν λέγομεν· Ἐγνώρισεν οὖν Κύριος τὸ σωτήριον αὐτοῦ, ἐναντίον τῶν ἐθνῶν ἀπεκάλυψε τὴν δικαιοσύνην αὐτοῦ· τίς δὲ αὕτη, Παύλου λέγοντος ἄκουε, Ὃς ἐγενήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ καὶ δικαιοσύνη καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις.

Ὁ Ἐμμανουὴλ δὲ οὗτός ἐστιν. Εἰ τοίνυν οἱ ἐν αὐτῷ ἐν πίστει δικαιούμενοι, δι’ αὐτοῦ λελυτρώμεθα· εἴδοσαν γὰρ πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν· φανερὸν ὅτι οἱ ἀπὸ κοιλίας λαλοῦντες καὶ οὐκ ἀπὸ στόματος Κυρίου, ἀπόλυτον δὲ ταῖς ἐπὶ τῷ Μονογενεῖ δυσφημίαις ἀνοιγνύντες τὸ στόμα, ἐκ τοῦ Ἀντιχρίστου λαλοῦσιν, ὡς τῷ μεγάλῳ Ἰωάννῃ καὶ τῇ ἀληθείᾳ δοκεῖ· ἑτεροίως γὰρ ἢ ὡς αἱ τοῦ θείου Πνεύματος ῥήσεις, ἀφρονέστατα παραφθέγγονται· οὗτοι οὖν εἰ μὲν οὐκ ᾖσαν ᾠδὴν Κυρίου πώποτε, ἣ καὶ γεωργοῖς καὶ ἐμπόροις καὶ πλωτῆρσι, πάσῃ τε ἀξίᾳ καὶ ἡλικίᾳ καὶ τύχῃ ἀνεῖταί τε καὶ ἐξήπλωται, πάντων ἀμαθέστεροι καὶ ἀνοητότεροι ἐν δίκῃ νομισθήσονται· καὶ ταύτῃ οὐδὲ ἱερεῖς εἰκότως κεκλήσονται, οὐδὲ ἱερέως τὸ ὕστατον ἀπήχημα, ἀγνοίας δὲ καὶ ἀλογίας, οὐ γέλωτα ὀφλήσουσιν, ἐσχάτην δὲ δίκην ἀποίσονται; εἰ δὲ θεῖα λόγια ἅτε ἱερεῖς ἐπιστεύθησαν, οὐκ ἐφρόνησαν δὲ συνιέναι αὐτά. Ἀνὴρ γὰρ ἄφρων οὐ γνώσεται, καὶ ἀσύνετος οὐ συνήσει ταῦτα. Διὰ τοῦτο δοκιμασθέντες ὡς οὐ λαλοῦσιν ἐκ τοῦ θείου Πνεύματος, ἐκ τοῦ ἐναντίου ἄρα λαλοῦντες ὀφθήσονται.

λϛʹ. Προσᾳδέσθω δὲ τῷ προφήτῃ τοῖς εἰρημένοις ἀκόλουθα, αὐτὸ δὴ τὸ ἐν Θεῷ ἱδρύσθαι τὴν Ἐκκλησίαν καὶ διαμένειν ἀκράδαντον· Ὁ Θεὸς ἐν μέσῳ αὐτῆς καὶ οὐ σαλευθήσεται, βοηθήσει αὐτῇ ὁ Θεὸς τὸ πρὸς πρωῒ πρωΐ. Κἂν μυριάκις τῶν ἀνομούντων αἱ κακεργάτιδες ἀπειλαί, ἐπομβρίαις ἐν ἴσῳ κατασκήψειαν, καὶ τὰ πνεύματα τῆς πονηρίας προσπνεύσειαν ῥαγδαιότερον, οἱ χείμαῤῥοί τε καχλάζοντες τῆς ἀσεβείας τῷ ῥεύματι καὶ μέγα μορμύροντες ἐπικυμαίνοιεν· τεθεμελίωται γὰρ ἐπὶ τὴν πέτραν τὴν ἄσειστον, ἥτις ἐστὶν ὁ Χριστός· Πάντα γὰρ ὅσα ἠθέλησεν ὁ Κύριος ἐποίησεν ἔν τε οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Αἰσχυνέσθωσαν οἱ παράνομοι.

Ἑξῆς δ’ ἂν εἴη καὶ τῶν ἄλλων θεοφόρων ἀνδρῶν τὰς φωνάς, μᾶλλον δὲ τοῦ ἐν αὐτοῖς λαλήσαντος Πνεύματος, εἰς μέσους ἀγαγεῖν ἐξετάζοντας· ὡς ἂν γνοίημεν, οἷα, περὶ ὧν ἡμῖν λέγειν πρόκειται, φθέγγονται, καὶ εἰ δὴ συνθέουσιν αὐτοῖς τῶν δι’ ἐναντίας οἱ λόγοι, καὶ νῦν ἐμφανὲς κατασταθήσεται· ἀρκτέον οὖν ἐντεῦθεν. Ἔσται, φησίν, ἐν τῷ τόπῳ οὗ ἐῤῥέθη αὐτοῖς· Οὐ λαός μου ὑμεῖς, ἐκεῖ κληθήσονται υἱοὶ Θεοῦ ζῶντος. Τίνες δ’ ἂν εἶεν οὗτοι, καὶ περὶ τίνων, ἡμῖν ὁ προφητικὸς πρόεισι λόγος, ὁ τῶν μακαρισμῶν ἐκείνων ἠξιωμένος, καὶ τὰς κλεῖς τῆς οὐρανῶν βασιλείας ἐγκεχειρισμένος, Πέτρος τῆς πίστεως ἡμῶν τὸ ἑδραίωμα καὶ στήριγμα, διδάξει λέγων· Ὑμεῖς δὲ γένος ἐκλεκτόν, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν· ὅπως τὰς ἀρετὰς ἐξαγγείλητε τοῦ ἐκ σκότους ὑμᾶς καλέσαντος εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς· οἱ ποτὲ οὐ λαός, νῦν δὲ λαὸς Θεοῦ· οἱ οὐκ ἠλεημένοι, νῦν δὲ ἐλεηθέντες.

Σύμφωνα δὲ τούτοις καὶ Παῦλος, ὁ τῆς αὐτῆς χάριτος καὶ δόξης μέτοχος καὶ τῶν Χριστοῦ μυστηρίων ταμίας, φθεγγέσθω, Ἵνα γνωρίσῃ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ, λέγων, ἐπὶ σκεύη ἐλέους ἃ προητοίμασεν εἰς δόξαν αὐτοῦ. Οὓς καὶ ἐκάλεσεν ἡμᾶς, οὐ μόνον ἐξ Ἰουδαίων, ἀλλὰ καὶ ἐξ ἐθνῶν· ὡς καὶ ἐν τῷ Ὡσηὲ λέγει· Καλέσω τὸν οὐ λαόν μου, λαόν μου· καὶ τὴν οὐκ ἠγαπημένην ἠγαπημένην· καὶ ἔσται ἐν τῷ τόπῳ οὗ ἐῤῥήθη αὐτοῖς· Οὐ λαός μου ὑμεῖς, αὐτοὶ κληθήσονται υἱοὶ Θεοῦ ζῶντος.

Οὕτω μὲν οὖν τῶν σοφῶν τῆς οἰκουμένης διδασκάλων ἡ ξυνωρὶς μεγαλοφυῶς τεθεώρηκεν· ἀλλὰ τούτων ἀλλήλοις συνῳδὰ ἐπὶ ταῖς προφητικαῖς ῥήσεσιν ἀποφαινομένων, ὡς δὴ ἐξ ἑνὸς καὶ τοῦ αὐτοῦ πνεύματος κινουμένων, καὶ ἡμᾶς τοὺς ἐξ Ἰουδαίων τε καὶ ἐθνῶν πρὸς ἐπίγνωσιν τοῦ θείου φωτὸς κεκλημένους, λαόν τε Θεοῦ καὶ ἔθνος χρηματίζειν διαμαρτυρομένων, καὶ τοῦ σκότους τῆς ἀγνοίας καὶ τῆς παλαιᾶς ἐκείνης ἀπιστίας ἀπηλλαγμένους, ὁ τἀναντία φάναι τολμῶν πῶς οὐκ ἐκ τοῦ ἐναντίου Πνεύματος λαλῶν γνωρισθήσεται; Εἶτα πάλιν ὁ αὐτὸς οὗτος θεόληπτος ἀνήρ, ἕτερον ἐν πνεύματι ἀναφθεγγέσθω χρησμόν· Καὶ μνηστεύσομαί σε ἐν δικαιοσύνῃ, καὶ ἐν κρίματι, καὶ ἐν ἀληθείᾳ, καὶ ἐν οἰκτιρμοῖς, καὶ μνηστεύσομαί σε ἐμαυτῷ ἐν πίστει, καὶ ἐπιγνώσῃ τὸν Κύριον. Τί ἐροῦσι πρὸς ταῦτα οἱ τῷ θείῳ ἀντιταττόμενοι καὶ διαμαχόμενοι βουλήματι; Εἴπερ γὰρ ὡς παχεῖς καὶ ὑλικοὶ τὴν διάνοιαν, καὶ τῷ γράμματι προσέχοντες, περὶ τοῦ δήμου τοῦ Ἰουδαϊκοῦ ἐκλάβοιεν τὰ προφητευόμενα, τῷ συνήθει ψεύδει καὶ νῦν ἀποχρήσονται· ἀπίθανον γὰρ κομιδῆ τὸ χρῆμα τουτί· οὐ γὰρ εἰς τὸν αἰῶνα τὰ Ἰουδαίων κρατεῖ, οὐδὲ μέχρι καὶ σήμερον αὐτοῖς τὰ τῆς ἐλευθερίας πεφύλακται· ποῦ γὰρ αὐτοῖς τὰ βασίλεια, ἥ τε περίβλεπτος πόλις, καὶ ὁ νεὼς ὁ περιώνυμος; ποῦ δὲ ἡ λατρεία καὶ τὰ νόμιμα καὶ ἡ λοιπὴ περιφάνεια; ἵνα μὴ τοῖς καθέκαστον ἐπεξίοιμεν.

Ἀλλ’ οἴχεται πάντα, καὶ φροῦδα γέγονεν· οὐκοῦν οὐ μεμνήστευται τῷ Θεῷ εἰς τὸν αἰῶνα ἡ τῶν Ἰουδαίων συναγωγή, οὐκέτι χώραν ἔχει ἐπὶ τούτοις τὰ προφητικὰ ἐφαρμόζεσθαι. Ἀναγκαίως οὖν περὶ τοῦ νέου λαοῦ καὶ τῆς κατὰ Χριστὸν Ἐκκλησίας, ταῦτα καὶ νοεῖσθαι καὶ δέχεσθαι τόν γε ὡς ἀληθῶς εὐγνώμονα καὶ συνετὸν προσήκει ἀκροατήν, ἢ καὶ τῷ Χριστῷ μνηστῆρι νενύμφευται, καὶ σύνοικον ἀεὶ τὸν νυμφίον ἐν τῇ ἑαυτῆς καρδίᾳ κέκτηται, καὶ τετρωμένῃ τῇ ἀγάπῃ τοῦ ἐραστοῦ· οὔτ’ οὖν τοῦ πρὸς αὐτὸν ἔρωτος ἀποσταίη εἰς τὸν αἰῶνα, οὔτ’ ἂν ὀπίσω ἀλλοτρίου τινός ποτε γένοιτο· ἐφ’ ὧν δὴ καὶ τὸ προφητικὸν ἀληθευόμενον λόγιον κατίδοι τις ἂν καὶ μάλα ῥᾳδίως, αὐτά τε βοῶσι τὰ πράγματα, μάρτυς δὲ καὶ Παῦλος ὁ προμνήστωρ ἀξιόχρεως, ὡδί πως πρὸς τὴν ἐν Κορίνθῳ γεγραφὼς Ἐκκλησίαν· Ἡρμοσάμην ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ.

Καὶ αὖ πάλιν Ἐφεσίοις ἐπιστέλλων· ὅτι οὕτως ὁ Χριστὸς ἠγάπησε τὴν Ἐκκλησίαν, καὶ ἑαυτὸν δέδωκεν ὑπὲρ αὐτῆς, ἵνα αὐτὴν καθαρίσῃ τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι, καὶ ἵνα παραστήσῃ αὐτὴν ἑαυτῷ ἔνδοξον τὴν Ἐκκλησίαν, μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἀλλ’ ἵνα ᾖ ἁγία καὶ ἄμωμος.

Τί λέγετε; Παραγράφεσθε Παῦλον, καὶ εἰκαιόμυθον ἀποκαλεῖτε, τὸν Χριστὸν ἔχοντα ἐν ἑαυτῷ λαλοῦντα; ἢ πάντως ἀληθεύει καὶ συντηρεῖται ἡ τοῦ Χριστοῦ Ἐκκλησία, παντὸς μύσους εἰδωλικοῦ καθαρεύουσα, καὶ ψεύδεσθε ὑμεῖς ὡς τοῦ ψεύδους ἐρασταί, καὶ ὅπερ ἐστὶν οἰκειότερον εἰπεῖν καὶ ἀκόλουθον, λαλοῦντα ἐν ἑαυτοῖς τὸν Ἀντίχριστον ἔχοντες·

Ἐν δικαιοσύνῃ δὲ ὅπως καὶ ἐν κρίματι καὶ ἐν ἐλέει. Ὅτι ἐῤῥύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους, καὶ τῆς δουλείας τῆς φθορᾶς ἠλευθέρωσεν· Ὅτι Θεὸς ἦν, φησίν, ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ· μὴ λογιζόμενος αὑτοῖς τὰ παραπτώματα αὐτῶν. Πότε ταῦτα; Ὅτε Ἡ φιλανθρωπία τοῦ Σωτῆρος ἡμῶν ἐπεφάνη Θεοῦ, οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ ὧν ἐποιήσαμεν, ἀλλὰ κατὰ τὸ αὐτοῦ ἔλεος ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας, καὶ ἀνακαινώσεως Πνεύματος ἁγίου, οὗ ἐξέχεεν ἐφ’ ἡμᾶς πλουσίως διὰ Ἰησοῦ Χριστοῦ τοῦ Σωτῆρος ἡμῶν· ἵνα δικαιωθέντες τῇ ἐκείνου χάριτι, κληρονόμοι γενώμεθα ζωῆς αἰωνίου.

Ἐπὶ τοσοῦτον γὰρ ὑπερεπερίσσευσεν ὁ πλοῦτος τῆς χρηστότητος αὐτοῦ εἰς ἡμᾶς, ὥστε διὰ τοῦ οἰκείου αἵματος ἀποκαταλλάξαι τῷ Θεῷ καὶ Πατρί, ἐκπεπολεμωμένους ὄντας διὰ τῶν ἁμαρτιῶν ἡμῶν· οὐ γὰρ πρέσβυς, οὐκ ἄγγελος, ἀλλ’ αὐτὸς ὁ Κύριος ἔσωσεν ἡμᾶς· πίστιν δὲ ἡμεῖς καθαρὰν καὶ εἰλικρινῆ προσφέροντες, τὴν θείαν πλουτοῦμεν ἐπίγνωσιν, καὶ τῆς παρὰ Θεοῦ δικαιοσύνης εἰς τὸν αἰῶνα πνευματικοὺς δρεπόμεθα τοὺς καρπούς. Ἕτερος ἡμῖν τῶν μακαρίων προφητῶν ἐπιφωνείτω ἐν πνεύματι, λέγων· Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος, συνάξω τὴν συντετριμμένην καὶ τὴν ἀπωσμένην εἰσδέξομαι, καὶ οὓς ἀπωσάμην· καὶ θήσομαι τὴν συντετριμμένην εἰς ὑπόλειμμα, καὶ τὴν ἀπωσμένην εἰς ἔθνος ἰσχυρόν, καὶ βασιλεύσει Κύριος ἐπ’ αὐτοὺς ἐν ὄρει Σιὼν ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα. Τί δὴ οὖν πάλιν ἐν τούτοις ὁ προφητικὸς ἡμῖν διασημαίνει λόγος, σαφὲς ἂν εἵη τοῖς γε ὡς ἀληθῶς ἀρτιόφροσι, καὶ τὰ θεῖα θεοπρεπῶς, ἀλλὰ μὴ ἐμπαθῶς, πεπαιδευμένοις ἐκδέχεσθαι· ἡμέραν τοιγαροῦν εἰκότως ὑποβάλλει νοεῖν, καθ’ ἣν ἡ βασιλεία τῶν οὐρανῶν ἤγγικε, καὶ ὁ τῶν οὐρανῶν καὶ πάντων κατακρατῶν καὶ κυριεύων βασιλεύς, τοῖς ἐπὶ γῆς ἐπιδεδημηκὼς προσωμίλησεν· Ἵνα ποιήσῃ τὰ ἀμφότερα ἕν, καὶ ἀποκαταλλάξῃ τὰ ἐν οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς διὰ τοῦ σταυροῦ αὐτοῦ, τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ· καθά που τῷ θείῳ εἴρηται Παύλῳ.

Ὁ τοίνυν τὸ σύντριμμα ἡμῶν ἰώμενος, ὁ τὰς νόσους ἡμῶν βαστάσας καὶ μαλακισθεὶς διὰ τὰς ἁμαρτίας ἡμῶν, ὁ κηρύξας αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, καὶ τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις τὸ φῶς ἐνιεὶς τῆς ἀληθοῦς γνώσεως, αὐτὸς τὴν συντετριμμένην συνήγαγε· νοοῖτο δ’ ἂν πάλιν εἰκότως πᾶσα ψυχὴ ἔργοις χειρῶν ἀνθρωπίνων ταπεινουμένη καὶ ὑποκύπτουσα, καὶ τούτοις τὸ ἐξαίρετον καὶ ἀνακείμενον Θεῷ ἀνάπτουσα σέβασμα· τὸν γὰρ ἑαυτῶν Δημιουργὸν καὶ Δεσπότην, οὐκ ἤδεσαν οἱ πλανώμενοι· ὧν οἱ πόδες ὀρθὰ βαδίζειν οὐκ εἰδότες, ταῖς τραχύτησι καὶ σκολιότησι τῆς δυσσεβείας περιπταίοντες, καὶ τοῖς σκόλοψι τῆς ἁμαρτίας περιπειρόμενοι, συντρίμματι καὶ ταλαιπωρίᾳ ἐν ταῖς ὁδοῖς αὐτῶν περιέπιπτον· τὴν γὰρ ὁδὸν τῆς εἰρήνης οὐκ ἐπεγίνωσκον· εἶεν δ’ ἂν οὗτοι τὰ παντοδαπὰ τῶν ἐθνῶν γένη, τῇ ἀπιστίᾳ κατατρυχόμενά τε καὶ συνθραυόμενα, οὓς δὴ καὶ ἐξωσμένους ποτὲ διὰ τὴν ἄγνοιαν εἴρηκεν· ἐπειδὴ τοὺς χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ Θεός, καὶ τὴν μετάνοιαν πᾶσι παρεγγυῶν κατῴκτειρεν, εἰσδεξάμενος ἐπιστρέφοντας εἰς ἐπίγνωσιν αὐτοῦ διὰ τοῦ εὐαγγελικοῦ κηρύγματος, καὶ εἰσεποιήσατο, καὶ λαὸν οἰκεῖον κέκληκε, καὶ ἔθνος ἅγιον καὶ ἰσχυρὸν ἀπειργάσατο, ὡς μηδαμῶς ἔτι περὶ τὴν θεοσέβειαν ἀσθενήσοντας.

Ὁ γάρ τοι ἰσχυρὸν πεδήσας καὶ τὸν τύραννον καταληϊσάμενος, ὥσπερ σκύλα τοὺς ὑπ’ αὐτὸν ἔτι κατεχομένους λαφυραγωγῶν διήρπασε, καὶ οἷον πρωτόλειον λῃστὰς καὶ πόρνας καὶ τελώνας ἑαυτῷ ἐξελὼν ἀνατέθεικεν, οὔπω δὴ ὑπὸ ζυγὰ τοῦ δυσμενοῦς κατεσφιγμένους· τὸν ζυγὸν συντρίψας τοῦ παίοντος, ἑαυτῷ εἰς κλῆρον ἱερὸν καὶ συναγωγὴν ἁγίαν ὑπελίπετο· ἐφ’ οὓς καὶ βασιλεύει εἰς τὸν αἰῶνα, ἐπὶ τὸ ὅρος τὸ Σιὼν τὴν Ἐκκλησίαν αὐτοῦ, παντί που δῆλον· οὐ γὰρ πεπαύσεται ὁ ἅπας αἰών, οὐδ’ ἀπολήξει ποθέν, μᾶλλον δὲ οἱ τὸν αἰῶνα καθ’ ἑκάστην γενεὰν βιοτεύοντες ἄνθρωποι, Θεόν τε καὶ βασιλέα καὶ εἰδέναι καὶ προσκυνεῖν τὸν Χριστὸν καὶ Θεὸν ἡμῶν, καὶ πᾶσαν εἰδωλικὴν βδελύσσεσθαι μυσαρότητα· μεθ’ ἡμῶν γάρ ἐστι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. Οἱ δὲ ταῦτα οὐ συνέντες, ληρείτωσαν εἰς τὸν αἰῶνα καταισχυνόμενοι, καὶ γνώτωσαν κατὰ τῆς Ἐκκλησίας Χριστοῦ φθεγγόμενοι ἀταμίευτα.

Ὅτι ἀπὸ καρδίας λαλοῦσι, καὶ ἐκ τοῦ ἐναντίου παραφωνοῦσι πνεύματος, ἄλλος τῶν θεοφόρων καλείσθω καὶ λεγέτω· Ἐνεπλήσθη ἡ σύμπασα τοῦ γνῶναι τὴν δόξαν Κυρίου, ὡς ὕδωρ πολὺ κατακαλύψαι θαλάσσας. Ἔξεισιν ὁ φθόγγος τῆς θείας ἐπιφανείας, διαθέων τῆς οἰκουμένης τὰ πέρατα· σεσαγήνευται τῶν ἐθνῶν ἡ πληθὺς ἡ σύμπασα, καὶ ἐνεπλήσθη τῆς θείας δόξης καὶ ἐπιγνώσεως· ὡς ὕδωρ πολὺ κατακαλύψαι θαλάσσας, τὸ ὑπερπλῆρες καὶ ἄφθονον τῆς ὑπερβλυζούσης χάριτος, ἐν τῇ ἀνελαττώτῳ χύσει τῆς ἐπιχορηγουμένης τοῦ ἁγίου Πνεύματος δωρεᾶς, ἧς ἐν τῷ σωτηρίῳ βαπτίσματι οἱ πεπιστευκότες ἠξίωντο· τάχα γὰρ τὴν τοῦ θείου λουτροῦ χάριν ὁ λόγος ἡμῖν ὑπαινίσσεται, ἐν ᾧ οἱ φωτιζόμενοι τῶν ἐξ ἁμαρτίας κηλίδων ἀποκαθαίρονται.

Τῇ γὰρ τρισσῇ καταδύσει, καθ’ ἣν ἡ τῆς ὑπερθέου Τριάδος ἐπίκλησις, τῷ τρισσῷ τῶν ὑποστάσεων, καὶ ἑνιαίῳ τῆς ὑπερουσίου θεολογεῖται θεότητος, συγκαταδύονται, καὶ τῷ καθαρῷ καὶ ἀχράντῳ ὕδατι ἐπικλυζόμενοι συνενθάπτονται, τῷ πυρὶ τῷ τοῦ Πνεύματος ἐνχωνευόμενοι· θαλαττίοις οἱ ὥσπερ ῥείθροις τῇ ἁλμυρίδι τῆς κρατούσης πρὶν ἀπιστίας παρεικαζόμενοι· οὕτω γὰρ τὸν παλαιὸν Ἀδὰμ ἀποτιθέμενοι, τὸν νέον καὶ κατὰ Χριστὸν κτιζόμενον ἐνδιδύσκονται· ἢ τῶν τῇ κλήσει τοῦ Εὐαγγελίου ὡς τάχιστα ὑπεικόντων καὶ συνθεόντων τὴν πληθὺν τὴν ἀπείρονα, ἣ καὶ τῶν ἐν θαλάσσῃ μέτρων μυστικῶς ὑπεροίσειε· κατ’ ἐκεῖνα δὴ ἃ τῷ πατριάρχῃ Ἀβραὰμ παρὰ Θεοῦ πάλαι ποτὲ ὑπεσχημένα ἐδείκνυτο, ὡς ἐπὶ τοσοῦτον περιουσίας τὸ ἐπηγγελμένον αὐτῷ σπέρμα ἀφίξεσθαι, ἀστράσι τοῖς κατ’ οὐρανὸν καὶ μὴν καὶ ἅμμῳ τῇ κατὰ γῆν παρισούμενον· οὐ γὰρ δὴ μόνην θάλασσαν, ἤδη δὲ καὶ ὅλην ἤπειρον καὶ ἐσχατιὰν καὶ οἰκουμένην ἅπασαν ἀποπληροῖ· πάντες γὰρ οἷα διδακτοὶ Θεοῦ, καὶ διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως Πνεύματος ἁγίου κεκαθαρμένοι, τῆς δόξης καὶ γνώσεως αὐτοῦ ὑπερεμπίμπλανται, καὶ οὔ ποτε λόγον εἰδωλικὸν κἂν ἐν σκιαῖς γοῦν οὔτε μυηθήσονται, οὐδ’ ὁπωστιοῦν ἀποφθέγξαιντο· οὐκοῦν τῆς τοῦ ἀκαθάρτου πνεύματος ἐνεργείας ἀποπλησθέντες οἱ δι’ ἐναντίας, εἰκῆ φλυαροῦντες κατὰ τῆς τοῦ Χριστοῦ Ἐκκλησίας ἁλώσονται.

Ἕτερος ἡμῖν τῶν θεοφόρων ἀγέσθω καὶ φραζέτω· Ἐπιφανήσεται Κύριος ἐπ’ αὐτούς, καὶ ἐξολοθρεύσει πάντας τοὺς θεοὺς τῶν ἐθνῶν τῆς γῆς, καὶ προσκυνήσουσιν αὐτῷ ἕκαστος ἐκ τοῦ τόπου αὐτοῦ, πᾶσαι αἱ νῆσοι τῶν ἐθνῶν. Τί τούτων λευκότερον ἢ τρανέστερον, ὡς μεγίστη καὶ ἄγαν σωτήριος ἡ τοῦ Θεοῦ Λόγου ἐπιφανεῖσα πρὸς ἡμᾶς συγκατάβασις; Ἐῤῥύσθημεν γὰρ δι’ αὐτῆς, τῆς πολυθέου πλάνης οἱ ἐξ ἐθνῶν, καὶ γινώσκομεν τὸν μόνον ἀληθινὸν Θεὸν καὶ Πατέρα, καὶ ὃν ἔπεμψεν Ἰησοῦν χριστόν, τὸν Κύριον ἡμῶν καὶ Θεόν· ἀλλ’ ὡς ἔοικεν οἱ τὴν ἔμπληκτον ἐκείνην καὶ θεοστυγῆ διδασκαλίαν παραδεξάμενοι, ἐν τῷ ἀφεγγεῖ ζόφῳ τῆς ἀγνωσίας ἔτι περιαλώμενοι, ταῖς αὐταῖς τῆς θεογνωσίας οὐκ ἐνελάμφθησαν.

Ταῦτα καὶ τὴν Ἰουδαίων ἀναισχυντίαν ἐπιστομίζει, κἂν ἐθελήσειαν λέγειν, ὅτι γε ἀναχθέντων αὐτῶν ἐκ τῆς Βαβυλωνίας, τῶν ἐθνῶν οἱ τὴν πίστιν πρὸς Θεὸν δεξάμενοι, εἰς τὸν ἐν Ἱεροσολύμοις ναὸν τὰς ἐν νόμῳ λατρείας προσεκόμιζον· τὸ γὰρ προφητικὸν λόγιον, ἐκ τόπου αὐτοῦ ἕκαστον προσκυνεῖν προτεθέσπικε· τοῦτο δὲ οὐ τοῦ νόμου, τῆς δὲ εὐαγγελικῆς διδασκαλίας ὡς ἀληθῶς ἐστιν, εἰς πάντα κατευρυνομένης τὰ πέρατα· ἡμῖν γὰρ τοῖς ἐν πίστει δεδικαιωμένοις Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος, παιδεύουσα ἡμᾶς, ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας, σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι· προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν· ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἁμαρτίας, καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔργων.

Ἀλλὰ δαίμονες μέν, ἐπιφανέντος τοῦ Σωτῆρος, καὶ τὰ θεῖα ἐπιτελοῦντος θαύματα, ἡνίκα τὸ οἰκεῖον πλάσμα κατῴκτειρεν, ἐπεὶ τὸν ἐλαύνοντα ᾔδεσαν, ἐμάνθανον γὰρ ἀφ’ ὧν ἔπασχον, καὶ ἄκοντες ἐπεβόων· Τί ἡμῖν καὶ σοί, Ἰησοῦ Υἱὲ τοῦ Θεοῦ; ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς; Ἡ γὰρ τούτων τυραννὶς ἐξεβάλλετο, καὶ τὸ κράτος αὐτῶν ὁλοτρόπως κατεσείετο, καὶ τῆς ἐλπιζομένης αὐτοῖς κολάσεως καὶ γεέννης τὴν δίκην προεπῃσθάνοντο, καὶ ὡς ἄωρον αὐτῶν ἔτι τὴν βάσανον κατωλοφύροντο· οὗτοι δὲ οἱ ἐχθροὶ τοῦ σταυροῦ τοῦ Χριστοῦ, οὐδὲ τοῖς δαίμοσιν εἰς τὰ τῶν δαιμόνων συμφθέγγεσθαι προθύμως ἀνέχονται, καίτοι ἐκεῖνοι μὲν εἰς πεῖραν ἤδη αὐτῶν ἐληλυθότες τοῦ πτώματος, εἰ καὶ μὴ καθαρῶς οὕτω καὶ λαμπρῶς, δημοσιεύειν ἀναίσχυντοί γε ὄντες τὴν ἧτταν ἐβούλοντο· ἠναγκάζοντο δὲ καὶ οὐκ ἐθέλοντες τῇ ἐξουσίᾳ τοῦ ἐπιτάττοντος· οἱ δὲ σεμνοτέρους τῆς αὐτῶν ἐκείνων ἀποφαίνουσι καταδίκης, ὥς τι πλέον καὶ εὐγνωμονέστερον περὶ αὐτοὺς ἢ ἐκεῖνοι διακείμενοι, καὶ διὰ τοῦτο εὐνούστατοι ὄντες αὐτοῖς, οὐ στέγουσι καθῃρῆσθαι αὐτῶν τὸ κράτος λέγειν, ἢ τῆς καθ’ ἡμῶν ἀπρακτῆσαι μανίας.

Καὶ ἐπειδὴ δεῖ τὰς προφητικὰς πάντως ἐκβαίνειν ῥήσεις, τῶν πιστῶν ἕκαστος προσκυνεῖ τῷ Θεῷ ἐκ τοῦ τόπου αὐτοῦ, ὅτι Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι γέγραπται· οὕτω βούλεται ἡμᾶς καὶ ὁ τῶν ἐθνῶν Ἀπόστολος προσεύχεσθαι ἐν παντὶ τόπῳ ἐπαίροντας ὁσίας χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμῶν· ἤδη γὰρ ἡ ἐφ’ ἑνὶ τόπῳ περιγεγραμμένη προσκύνησις λέλυται, ὁπηνίκα ὁ τὸ γράμμα καταλύσας καὶ τὸν νόμον πληρώσας, καὶ τὴν χάριν ἡμῖν ἐγκαινίσας, καὶ τοῦ παντὸς Κύριος παραγέγονεν· ἢ οὐχὶ τοιαῦτα τῇ γυναικὶ τῇ Σαμαρείτιδι διαλεγόμενος φαίνεται; ὅτι Οὔτε ἐν τῷ ὄρει τούτῳ οὔτε ἐν Ἱεροσολύμοις προσκυνήσετε τῷ Πατρί, ἀλλ’ ἔρχεται ὥρα καὶ νῦν ἐστιν, ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσι τῷ Πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ· καὶ γὰρ ὁ Πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτῷ. Πνεῦμα ὁ Θεός, καὶ τοὺς προσκυνοῦντας αὐτῷ ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.

Πανταχοῦ γὰρ ἐπιλαμπούσης τῆς ἀληθείας καὶ χάριτος, οὐκέτι χώραν ἔχει ἐν τόπῳ περιορίζεσθαι ἡ προσκύνησις, οὐδὲ ἵστασθαι κατὰ τὸ παλαιὸν ἐκεῖνο καὶ σκιῶδες διάταγμα· ἀλλ’ ὥσπερ τοῦ Εὐαγγελίου ὁ λόγος ἀνὰ πᾶσαν τὴν γῆν ἐκχυθεὶς ἐξήχηται, οὕτω καὶ τῆς δοξολογίας καὶ προσκυνήσεως ὁ τρόπος ἐκταθεὶς ὑπερήπλωται· ἢ τάχα πως τόπος Θεοῦ τῶν πεπιστευκότων ἕκαστος· καὶ οὕτω γὰρ θεωρητέον τὴν ἑαυτοῦ ψυχὴν σαρώσας διὰ πολιτείας ἐνθέου καὶ ἀρετῆς, ἡτοιμάσατο πρὸς καταγωγὴν τοῦ Πνεύματος· τὴν ὕλην τε ὑπεραναβάς, καὶ τῶν παθῶν κρείττων γενόμενος, καὶ τῶν σκεδαστῶν δὴ τούτων καὶ ἐπικήρων τὸν νοῦν ἀπολυσάμενος, ἔνοικον οὕτω τὸν τοῦ Θεοῦ Λόγον ἕξει, καθὸ εἴρηται, ὅτι Ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα αὐτοῦ οἰκεῖ ἐν ὑμῖν· καί, ὅτι Οἰκήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσονταί μοι εἰς λαόν, καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς Θεόν. Αἱ νῆσοι δὲ τῶν ἐθνῶν, τί ἂν ἄλλο νοηθεῖεν, ἢ καθάπερ ἡμᾶς οἱ τῶν θείων μυστηρίων ἐδίδαξαν εἰσηγηταί, αἱ τῶν ἐθνῶν Ἐκκλησίαι ἄρτι καθιστάμεναι, καὶ τῆς ἀλμυρᾶς ἀπιστίας ἀνακύπτουσαι, καὶ πῆξιν λαμβάνουσαι τῷ Θεῷ βάσιμον;

Εἴποι δ’ ἄν τις εἰκότως καὶ τὰς ἐν πελάγεσι κειμένας, τὰς αἰσθητὰς δὴ ταύτας νήσους τῷ λόγῳ διαγράφεσθαι, ἃς καὶ ἔθνη κατῴκουν ποτὲ ἀθεότητι συζῶντα· οὐ γὰρ οἱ τὴν ἤπειρον μόνον νεμόμενοι, ἤδη δὲ καὶ οὗτοι τὸν λόγον δεξάμενοι τὸν σωτήριον, ἕκαστος προσκυνεῖ τῷ Θεῷ τῶν ὅλων ἐκ τοῦ τόπου αὐτοῦ. Ἐπεὶ οὖν αὐτὸς ὁ Χριστὸς καὶ Θεὸς ἡμῶν ἡ ἀλήθεια, προσκυνητὰς ἀληθινοὺς ἡμᾶς ἀποφαίνει, ἐν πνεύματι καὶ ἀληθείᾳ προσκυνοῦντας αὐτῷ διά τε τῶν εὐαγγελικῶν, διά τε τῶν προφητικῶν φωνῶν· εἷς γὰρ καὶ ὁ αὐτὸς ὁ ἐν πάσαις διαλεγόμενος· πῶς ἐπιφανέντος αὐτοῦ, τῆς ἐθνικῆς ἀθεΐας οὐκ ἐῤῥύσθημεν, καὶ πάσης εἰδωλικῆς βδελυρίας ἀμέτοχοι κατέστημεν, γνήσιοι κατὰ πάντα προσκυνηταὶ αὐτοῦ γενόμενοι; ψευδεῖς οὖν οἱ τῶν δι’ ἐναντίας λόγοι· καὶ σαφὲς κἀντεῦθεν ὅτι ἐκ τοῦ ἐναντίου πνεύματος καὶ τοῦ Ἀντιχρίστου λαλοῦσιν.

Ἐπισκεπτέον δὲ ὁποῖα καὶ ἐν τοῖς μετέπειτα ἑαυτῷ τε καὶ τῇ ἀληθείᾳ κατακολουθοῦντι τῷ θεοφόρῳ λέγεται· Τότε οὖν μεταστρέψω ἐπὶ λαοὺς γλῶσσαν εἰς γενεὰν αὐτῶν, τοῦ ἐπικαλεῖσθαι πάντας τὸ ὄνομα Κυρίου, τοῦ δουλεύειν αὐτῷ ὑπὸ ζυγὸν ἕνα· ἐκ περάτων ποταμῶν Αἰθιοπίας οἴσουσι θυσίας μοι. Συνᾳδέτω τούτοις Ἡσαΐας ὁ μεγαλοφυέστατος;

Αἱ γλῶσσαι, λέγων, αἱ ψελλίζουσαι μαθήσονται λαλεῖν εἰρήνην, καὶ μέν τοι καὶ τρανωθήσεται γλῶσσα μογιλάλου. Ἐπεὶ καὶ γλώσσαις λαλήσουσι καιναῖς, τὸ θεῖον παραδέδωκε λόγιον. Τῶν οὖν λαῶν ἐκείνων τὰς γλώσσας αἳ μεμελετήκασιν ἀσεβείας ποτὲ ἀνάμεστα φθέγγεσθαι ῥήματα, πρός τε ὀνομασίας καὶ ἐπικλήσεις τῶν ἀκαθάρτων δαιμονίων κατειθισμέναι, τῆς οὕτω μυσαρᾶς διακαθαίρων μελέτης, ἐπιστρέφειν ὑπισχνεῖται Θεός, ὡς ἐν πάσαις ταῖς γενεαῖς αὐτῶν ἀνεπάφους καὶ ἀμιγεῖς πάσης εἰδωλικῆς ἐμφάσεως γενησομένας· ὥστε καθαρὰν καὶ ἀμίαντον τὴν τῷ Θεῷ προσήκουσαν λογικὴν προσφέρειν λατρείαν, δουλεύειν δὲ αὐτῷ ὑπὸ ζυγὸν ἕνα λέλεκται, ὡς δήλου ὄντος, πολλοῖς ζυγοῖς τὴν φύσιν τὴν ἀνθρωπείαν τὸ πρὶν ὑπενηνέχθαι.

Ἄλλοι γὰρ ἄλλοις θεοῖς κατὰ διαφόρους δόξας καὶ θρησκείας κατεζεύγνυντο, τῇ ζεύγλῃ τῆς ἀσεβείας στρεβλούμενοι· ὅτε δὲ καθίκετο πρὸς ἡμᾶς ἐξ οὐρανῶν ὁ λυτρωτής, τότε τῆς πολυζύγου ταύτης ἠλευθέρωσεν ἀχθηδόνος, καὶ τὸν ἑαυτοῦ ζυγὸν προὔθηκεν, πρὸς τὸ καταπειθὲς καὶ εὐήνιον τῆς πολιτείας τῆς εὐαγγελικῆς ἐφελκόμενος, Ἄρατε, λέγων, τὸν ζυγόν μου ὅτι χρηστός ἐστι, καὶ τὸ φορτίον μου ὅτι ἐλαφρόν. Τοῦτον οὖν τὸν τῆς δικαιοσύνης ζυγὸν προθύμως ὑποτρέχοντες οἱ πιστοί, ἐν ἀληθείᾳ καὶ εἰλικρινείᾳ καὶ πίστει μιᾷ δουλεύομεν αὐτῷ, καὶ ἐν τούτῳ ἀγαθυνόμεθα καὶ φιλοτιμούμεθα, διδασκόμενοι ὅτι Ἀγαθὸν ἀνδρὶ ὅταν ἄρῃ ζυγὸν ἐκ νεότητος. Ἄξιον δὲ ὑπεράγασθαι τοῦ Δεσπότου τῶν ὅλων τὸ μεγαλουργὸν καὶ φιλάγαθον, ὅτι δὴ ἐπὶ τοσοῦτον αὐτοῦ ὁ ἕλεος καὶ ἡ χρηστότης πλουσίως εἰς ἡμᾶς ὑπερεκκέχυται, ὡς εὐδοκῆσαι μέχρι τῶν ἐσχάτων τῆς οἰκουμένης ἀφῖχθαι τὸ σωτήριον κήρυγμα, καὶ δὴ καὶ ἐξ Αἰθιοπίας καὶ ἐκ πάντων περάτων γῆς σύμφωνος αὐτῷ αἶνος, καὶ δοξολογία παρὰ τοῖς ἐγνωκόσιν αὐτὸν ἀκατάληκτος ἀναπέμπεται.

Ταῦτα οἱ φρενοβλαβεῖς ἀκουέτωσαν καὶ μανθανέτωσαν, ὅτι τῷ ἁγίῳ ἀντιτάσσονται Πνεύματι, τῆς Χριστοῦ Ἐκκλησίας καταψευδόμενοι, καὶ γνώτωσαν ὅτι ἐκ τοῦ ἐναντίου λαλοῦσι πνεύματος. Ἑτέρου τῶν ἁγίων λέγοντος ἀκουσώμεθα· Τέρπου καὶ εὐφραίνου, θύγατερ Σιών, διότι ἰδοὺ ἔρχομαι καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει Κύριος· καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν Κύριον ἐν μέσῳ σου, καὶ ἐπιγνώσῃ ὅτι Κύριος παντοκράτωρ ἀπέσταλκέ με. Τίς οὖν ὁ ἐρχόμενος, Ἰωάννης ὁ μέγας ὁ τοῦ Σωτῆρος ἡμῶν βοάτω πρόδρομος, ἀποστείλας δύο τῶν μαθητῶν τὸν Κύριον ἔρεσθαι· Σὺ εἶ ὁ ἐρχόμενος ἢ ἕτερον προσδοκῶμεν; καὶ δι’ ὧν ἀκήκοε κηρύσσων αὐτὸν ἀμνὸν καὶ Υἱὸν Θεοῦ. Καὶ μὴν καὶ Δαβὶδ ὁ ἀοίδιμος ψάλλων Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Οὗτος ὁ ἐλθὼν Σωτήρ, τοῖς μύσταις τοῖς αὐτοῦ διαλέγεται·

Ὅπου εἰσὶ δύο ἢ τρεῖς συνηγμένοι ἐν τῷ ὀνόματί μου, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν. Καί, Μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. Καὶ δὴ καὶ ἄλλος ἐπιφωνείτω προφήτης· Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω· καὶ ἕσομαι αὐτοῖς Θεός, καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν.

Καταφεύξεσθαι λοιπὸν ἔθνη πολλά, φησὶν ἡ προφητικὴ ῥῆσις, ἐπὶ τὸν Κύριον. Πότε ταῦτα; Ἦ φανερόν, ὡς ὅτε ὁ τῆς θεοφανείας ἐπέστη καιρός, καὶ οἱ καταπεφευγότες κράζουσι· Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Οὗτοι λαὸς Κυρίου κεκλημένοι, κατασκηνοῦσιν ἐν τῇ Σιών, τῇ Ἐκκλησίᾳ δήπου· ἣ καὶ τέρπεσθαι καὶ εὐφραίνεσθαι προστάττεται, καταθεωμένη τῶν ἑαυτῆς τέκνων τὸ παμπληθὲς καὶ ἀριθμὸν ὑπερεκπίπτον ἅπαντα. Τούτοις ἀκόλουθα καὶ τῶν ἁγίων ἕτερος ἐκ προσώπου τοῦ Σωτῆρος κεκράξεται· Εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με. Πιστεύεται δὲ παρ’ ἡμῖν καὶ κηρύσσεται, ὅτι περ ὁ τοῦ Θεοῦ Υἱὸς καὶ Θεὸς παρὰ τοῦ Πατρὸς ἀποστέλλεται οἰκονομικῶς, κατὰ τὸ ἀνθρώπινον· πρῶτον γὰρ ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν αὐτὸν ὁ ἀποστολικὸς ἐπίσταται λόγος, ὃς ἀπεστάλη μὲν ἐπὶ τὰ ἀπολωλότα πρόβατα οἴκου Ἰσραήλ. Ἀλλ’ ἐπειδὴ τὸν ἀπεσταλμένον λυτρωτὴν καὶ εὐεργέτην οὔτε ἐπέγνωσαν οὔτε ἐδέξαντο, ταύτῃ τοι ἐπὶ τὰ ἔθνη οἱ μαθηταὶ ἀποστέλλονται· κἀντεῦθεν τὸ τῆς θεογνωσίας φῶς ἐπιλάμπει τῷ κόσμῳ, καὶ τοῦ ὑπεζεῦχθαι τοῖς τοῦ κόσμου στοιχείοις ἀπηλλάγμεθα, καὶ πάσης δαιμονικῆς ἐνεργείας λελυτρώμεθα.

Οὐκοῦν ἐμφραττέσθω πᾶν στόμα κατὰ τοῦ Θεοῦ λαλοῦν ἀδικίαν· εἰ γὰρ τοὺς ἐν Πνεύματι λαλοῦντας προφήτας ἀναίνονται καὶ ἀποστόλους, παντί που δῆλον, ὡς τὸν εὐαγγελιζόμενον παρ’ αὐτῶν ἀθετοῦσιν, ὃ δὴ καὶ δρῶντες ἀνοσίως ἄντικρυς καταφαίνονται· ἀλλ’ οὐδ’ ἂν τὸν ἀποστείλαντα Πατέρα καὶ Θεὸν ἀκαταιτίατον καταλίποιεν· ἐλάσει γὰρ καὶ εἰς αὐτὸν τὰ τῆς δυσφημίας παράλογα· ὅτι τε ἠσθενηκὼς κατ’ αὐτοὺς περὶ τὴν ἰδίαν ἀποστολὴν δείκνυται· καὶ κατήργηταί γε ἣν βεβούλευται ἀρχαίαν καὶ ἀληθινὴν βουλήν, ἡνίκα οὐδὲν οὐδαμόθεν ἐκπεραίνειν οἷός τε ἐγένετο ὁ τῆς μεγάλης βουλῆς ἄγγελος· ἐπὶ δὲ τὰς κεφαλὰς τῶν ἀθετούντων τὸ βλάσφημον· καὶ εἴ που ἕτερον προσδοκῶσι Λυτρωτήν, τοῦτο γὰρ αὐτῶν τὸ κομψὸν καὶ χαρίεν, μετὰ Ἰουδαίων τετάξονται· τί γὰρ τούτων διοίσουσιν; εἰ μηδαμῆ μηδαμῶς τὸν ἐληλυθότα δοξάζουσιν, ἢ ἐπιφανέντα, μηδὲ ἀνθρώπους ὀνίναι· πρὸς ἓν γὰρ καὶ τὸ αὐτὸ τῆς βλασφημίας καταστρέφει τὸ ἄτοπον.

λζʹ. Ἄγε δή μοι, ὦ προφητῶν ἄριστε καὶ μακάρτατε, καὶ νῦν θεοκλυτήσας τορόν τι καὶ γεγονὸς ἐμβόησον· ἀνάκραγε δὲ διαπρύσιον, τί σοι τὸ Πνεῦμα ἐνηχοῦν ἄνωθεν προθεσπίζειν διακελεύεται. Φράζε δέ μοι, καὶ τόν γε λόγον θεοφρόνως ἀγόρευε· φήσαις δ’ ἄν, εὖ οἶδα, τὰ θεῖα θεσπιῳδῶν· Ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος παντοκράτωρ, ἐξολοθρεύσω τὰ ὀνόματα τῶν εἰδώλων ἀπὸ τῆς γῆς, καὶ οὐκέτι ἔσται αὐτῶν μνεία. Ἀλλὰ σοὶ μέν, ὦ θεηγόρε, ῥᾷστον καὶ μυηθῆναι ταῦτα παρὰ Θεοῦ, ἅτε κεκαθαρμένῳ καὶ σῶμα καὶ ψυχὴν καὶ διάνοιαν, ἄλλοις τε κηρύξαι, καὶ ταῖς μετέπειτα γενεαῖς Γραφῇ παραδοῦναι, τῶν μυσταγωγουμένων τὸ ἀληθὲς καὶ εὐκάτοπτον· ἡμᾶς δὲ ἐνταῦθα γενομένους, πολλή τις, ὡς τὸ εἰκός, ἡ ἀπορία τοῦ λόγου περιστοιχίζεται, τί πρότερον εἰπεῖν, τί δὲ εἰς τὸ ἔπειτα παραλιπεῖν.

Τί γὰρ δὴ πρὸς ταῦτα καὶ φθεγξαίμεθα; τίς ἱκανὸς ἐπὶ τοῖς προκειμένοις λόγοις τοῦ Πνεύματος, ἢ τῆς ἀληθείας ἀξίως ἀνυμνῆσαι τὸ ἀπαράγραπτον καὶ ἀπρόσιτον, ἢ τῆς σαφηνείας παραστῆσαι τὸ καθαρὸν καὶ εἰλικρινέστατον; τίς δὲ κατὰ χρέος τῶν ἀθετούντων στηλιτεῦσαι τὸ ἀσύνετον καὶ ἀνόητον; τί γὰρ τούτων τῶν λόγων φανερώτερον ἢ τηλαυγέστερον; τί δὲ εὐθυεπέστερον ἢ ἀξιολογώτερον;

Ταῦτα καὶ τῶν ἡλίου μαρμαρυγῶν λαμπρότερον ἀποστίλβουσιν· οὐδὲν ἐνταῦθα δεήσει λόγων ἑρμηνευτικῶν περιόδου μακρᾶς, οὐ τῆς ἐν βάθει κειμένης διανοίας ἐξερευνᾷν περιέργως καὶ ἀνιχνεύειν τὸ ἐπικεκαλυμμένον καὶ ἀδιάρθρωτον, οὐ μεταφράσεώς τινος διὰ κύκλων μακρῶν ἐκπεριθεούσης καὶ ἐξαπλούσης τὸ γριφοειδὲς καὶ ἐπικεκρυμμένον ταῖς λέξεσιν, οὐδὲ κατασκευῆς καὶ συνθέσεως ῥημάτων πρὸς ἀπόδειξιν τῶν ἐγκειμένων ἐπινενοημένης. Τὸ γὰρ τοῦ λόγου ἁπλοῦν καὶ εὐθὲς καὶ ἀναπεπταμένον, οὐ συγχωρήσει τοὺς μὲν οὕτως, τοὺς δὲ ἑτέρως ἐκ περιέργου ζητήσεως ταῦτα ἐκδέχεσθαι, καὶ τῷ οἰκείῳ ἑπομένους σκοπῷ, διακρούεσθαι τὴν ἀλήθειαν, ἀποβιάζεσθαί τε τῶν ἐγκειμένων ῥητῶν τὸν νοῦν, καὶ ἀντιπεριέλκειν κακούργως, καὶ αἰχμαλωτίζειν πρὸς τὸ ἴδιον θέλημα, ὃ νῦν ποιοῦσιν οἱ τῷ κόσμῳ προστετηκότες, καὶ τοῖς τοῦ πονηροῦ κατεζευγμένοι θελήμασι.

Πρὸς οὖν ταῦτα τί ποτε ἄρα ἀκούσονται οἱ τὸ τῆς ψυχῆς ὀπτικὸν πεπηρωμένοι, καὶ τὰς ἀκοὰς πρὸς τὰς τοῦ θείου Πνεύματος ῥήσεις ἀποφράξαντες; Οἱ νόσῳ τοσαύτῃ ἀναλγησίας κεκρατημένοι καὶ ἠλιθιότητος, οἱ τυφλοί, ἀναβλέψατε, καί, οἱ κωφοί, ἀκούσατε· τίς δὲ ἐπὶ τοσοῦτον τετύφλωται καὶ πεπήρωται, ἢ δι’ ἐμπάθειαν ψυχῆς τῶν ἄνωθεν ἡμῖν αὐγαζομένων λόγων τὴν λαμπηδόνα οὐ προσδεχόμενος; τίς δὲ οὕτω κωφὸς καὶ ἀναίσθητος; ἢ ὃς τῶν θεοφθόγγων τούτων φωνῶν, αἳ σαφῶς τε καὶ διαῤῥήδην ἡμῖν τὴν τῶν εἰδώλων πανωλεθρίαν πάλαι ἀνεκράγεσαν, ὑπὸ τοῦ νέφους τῆς ὑλικῆς παχύτητος ἐπιπροσθούμενος, οὐ προαιρεῖται γενέσθαι κατήκοος; Ταῦτα κἂν ἄνθρωποι σιγῆσαι θελήσωσιν, ἀλλ’ οἵ γε λίθοι κεκράξονται, ὑπ’ αὐτῆς τῆς τῶν πραγμάτων ἐναργείας κατεπειγόμενοι· τούτων δέ, ὡς ἔοικε, τὸ ἀπεσκληκὸς τῆς ψυχῆς καὶ ἀνάλγητον, καὶ τῶν λίθων αὐτῶν ἀπέκρυψε τὸ σκληρὸν καὶ ἀμείλικτον. τίς οὖν αὐτοῖς ἢ στέργειν ἐν τούτοις βουληθεῖσί ποτε ἀπολογίας τρόπος λελείψεται, ἢ ἀντιφέρεσθαι δόξασιν, ἀντιλογίας ἐπίνοια κατὰ τῆς ἀληθείας ἐξευρεθήσεται; τίνες αὐτοῖς ὡς δὴ τοῖς ψευδέσι συνηγορήσοντες, τουτονὶ τὸν ἀγῶνα εἰσδύσαιντο; ὅποι δὲ αὐτοῖς τὸ δικαστήριον ἐν ᾧ ταῦτα διάθοιντο σχεδιασθήσεται; ποῖαι τῶν σοβαρῶν ῥητόρων καὶ λογογράφων δεινότητες, τὸ ἀγχίστροφον ἐν ταῖς ἐνθυμημάτων εὑρεσιεπείαις ἐπιδεικνύμεναι;

ποῖαι τῆς ἐκ τῶν συλλογισμῶν πλοκῆς πιθανότητες, τὸ ἐπαγωγὸν καὶ ἐφέλκον κατασκευάζουσαι; τίνες γραμμικῶν ἀνάγκαι δείξεων, ταῖς ἐκ τῶν εἰλημμένων θέσεσι τὸ ἄφυκτόν τε καὶ ἀπαραίτητον συμπεραίνουσαι; τίς διαιτητῶν τε καὶ δικαστῶν δεινός τε καὶ ἀγχινούστατος, τῶν λόγων αὐτῶν ἀκριβὴς ἐξεταστὴς προκαθεζόμενος, βαθέως καὶ συνετώτατα τῶν προτεινομένων τὸν νοῦν ἀνιχνεύειν δυνάμενος, οἴσοι ψῆφον τοῖς ἀθέσμως αὐτοῖς τερατευομένοις βραβεύουσαν; ἀλλ’ οὐδεὶς οὕτως ἄσοφος καὶ ἀπαίδευτος, οὐδεὶς οὕτως ἀνούστατος καὶ ἀλογώτατος, ὃς ταῖς ἐναργέσι φωναῖς, καὶ ἄμαχον καὶ ἀναντίῤῥητον ἐκ τῆς τῶν πραγμάτων συνηγορίας φανερώτατα ἐχούσαις, παρατάττεσθαι καὶ ἀντιτείνειν ἐπιχειρήσειεν.

Οὐκ ἔστιν οὖν αὐτοῖς οὐδαμόθεν, ὅθεν τὸ σκαιὸν καὶ ἄθεον δόγμα συσταίη, ἐπικουρίαν πορίσασθαι· ἀλλὰ τὸ κακῶς ἐν τῷ βίῳ εὐημερῆσαι, τοῦ καλῶς δυσπραγῆσαι προτιμήσαντες, ἀβούλως καὶ ἀνιέρως αἰσχύνην καὶ ἀδοξίαν αἰώνιον ἑαυτοῖς ἐπετρίψαντο· ταῦτα οὐδεὶς τῶν εὐσεβεῖν ᾑρημένων μὴ ὅτι γε φρονῆσαι καὶ δογματίσαι, ἀλλ’ ὅτι μηδ’ ὡς ἐν νῷ λαβεῖν εὔξαιτ’ ἄν ποτε.

Πῶς οὖν καὶ πότε καὶ παρὰ τίσι, τῶν μυσαρῶν εἰδώλων ἡ πανωλεθρία γεγένηται, πρότερον μὲν τῶν εὐαγγελικῶν λόγων ἀκούσονται, ἂν ἄρα πείθωνται· καὶ γὰρ ὁ τῶν εἰδώλων καθαιρέτης καὶ τῆς πλάνης καταλύτης, ὁ λυτρωσάμενος ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους, καὶ τῆς δουλείας τῆς φθορᾶς ἀπαλλάξας, τῆς ζωῆς ἡμῶν ἀρχηγός, ὁ τὴν γνῶσιν τῆς ἀληθείας ἡμῖν χαρισάμενος Χριστὸς ὁ Κύριος καὶ Θεὸς ἡμῶν, πρὸς τὸν τῶν ὅλων Θεὸν καὶ Πατέρα τοιάδε φησί· Πάτερ, ἐλήλυθεν ἡ ὥρα, δόξασόν σου τὸν Υἱόν, ἵνα καὶ ὁ Υἱός σου δοξάσῃ σε· καθὼς ἔδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκός, ἵνα πᾶν ὃ δέδωκας αὐτῷ, δώσῃ αὐτοῖς ζωήν· αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεόν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν. Εἶτα πάλιν· Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις. Καὶ αὖθις· Οὐ περὶ τούτων δὲ ἐρωτῶ μόνον, ὅ ἐστι τῶν μαθητῶν. ἀλλὰ καὶ περὶ τῶν πιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ, ἵνα πάντες ἓν ὦσι, καθὼς σύ, Πάτερ, ἐν ἐμοί, κἀγὼ ἐν σοί, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν· ἵνα ὁ κόσμος πιστεύσῃ ὅτι σύ με ἀπέστειλας. Τί τούτων τῶν ἱερῶν λόγων πρὸς τὴν θείαν γνῶσιν οἰκειότερόν τε καὶ ἐναργέστερον; ἆρ’ οὖν οὐκ ἐκβέβληται ἐντεῦθεν ἡ πλάνη; οὐ καταλέλυται τῶν δαιμόνων ἡ ἐπήρεια; οὐ διόλωλε τῶν εἰδώλων ἡ ἀπάτη; οὐκ οἴχεται τοῦ πονηροῦ τὸ κράτος;

τίς οὕτως ἠλίθιος καὶ ἀνόητος, ὃς μὴ οὐχὶ ταῦτα οὕτως ἔχειν συμφήσειεν; Ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεόν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν. Αὕτη ἡ φωνὴ τὴν φύσιν τὴν ἀνθρωπείαν ἐκαινοποίησεν, αὕτη τὸν ἀέρα ἐκάθηρε, τὰς πύλας τὰς οὐρανίους ἡμῖν ἀνεπέτασε, τὴν εἰς τὰ Ἅγια τῶν ἁγίων ἡμῖν εἰσδρομὴν προωδοποίησε, τοὺς ἀνθρώπους συνομίλους ἀγγέλοις πεποίηκε, τὸ μεσότοιχον τοῦ φραγμοῦ λέλυκε, τὸν Πατέρα ἡμῖν καὶ Θεὸν ἐκπεπολεμωμένοις δι’ ἁμαρτίας ἀποκατήλλαξεν.

Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις. Πρόσθες καὶ τὸ λειπόμενον· Ἐξολοθρεύσω τὰ ὀνόματα τῶν εἰδώλων ἀπὸ τῆς γῆς, καὶ οὐκέτι ἔσται αὐτῶν μνεία; Εἰ οὖν ἀληθῆ τὰ σωτήρια λόγια, καὶ ἡ τοῦ Θεοῦ γνῶσις καὶ τὸ ὄνομα πεφανέρωται, καὶ τῶν εἰδώλων ἡ πτῶσις τεθριάμβευται· οὐ γὰρ ἐνὸν τὴν Ἀλήθειαν ψεύσασθαι· πρόδηλον ὅτι ἐκ τοῦ ἐναντίου λαλοῦσιν οἱ ἀνόσιοι πνεύματος.

Ἑξῆς δ’ οὖν ὁ τοῦ Εὐαγγελίου εἰσήχθω διάκονος, τῷ θείῳ τούτῳ προφήτῃ συνεπηχῶν, ὥσπερ τῷ αὐτῷ ἐνεργούμενος Πνεύματι, ὃς δὴ περὶ τῆς τῶν εἰδωλοθύτων δογματίζων βρώσεως, τοιάδε τινὰ Κορινθίοις γράφει· Οἴδαμεν ὅτι οὐδὲν εἴδωλον ἐν κόσμῳ· καὶ οὐδεὶς Θεὸς ἕτερος, εἰ μὴ εἷς. Καὶ τὴν τοιαύτην γνῶσιν μέχρι παντὸς ἐκτείνεσθαι διϊσχυρίζεται· ἵνα δὲ μὴ δόξῃ τοῖς ἐναργέσι καὶ φαινομένοις ἀντικαθίστασθαι· ἦν γὰρ καὶ ξόανα παρὰ τοῖς ἀθέοις καὶ ἀνοήτοις, καὶ θεοὶ ὠνομάζοντο· διὰ τοῦτο ἐπήγαγεν· ὅτι Εἴπερ εἰσὶ λεγόμενοι θεοί, εἴτε ἐν οὐρανῷ εἴτε ἐπὶ τῆς γῆς, ἀλλ’ οὐκ ἐν πράγματι οὐδὲ ἐν ὑπάρξει εἰσίν, ἀλλ’ ἐν ψιλῇ τῇ προσηγορίᾳ, καὶ τῷ λέγεσθαι μόνον, οὐ τῷ εἶναι θεοί· οὐδὲ ἰσχύς τις ἐν αὐτοῖς ἐστι, λίθοι δέ εἰσι καὶ ξύλα καὶ δαίμονες· οὐ μόνον γὰρ τῶν ἐν οὐρανοῖς φωστήρων τὸ λαμπρὸν καὶ διαφανὲς κατεπλάγησαν ἄνθρωποι, καὶ διὰ τοῦτο ἡλίῳ τε καὶ σελήνῃ καὶ τῶν ἄλλων ἀστέρων τῷ χορῷ, ὡς θεοῖς προσεκύνησαν, ἀλλὰ δὴ καὶ ἐπὶ τῆς γῆς δαίμονάς τινας, καὶ ἀνθρώπων τοὺς ἐν πάθεσιν αἰσχίστοις καὶ πράξεσιν ὀνομαστοτάτους, Θεοῦ προσηγορίᾳ τιμῆσαι καὶ δοξάσαι, ἀλογώτατα διενοήθησαν.

ληʹ. Ἀλλὰ ταῦτα μὲν Ἕλληνές τε καὶ βάρβαροι· ἡμῖν δὲ τοῖς τελείοις καὶ βεβηκόσιν ἐν πίστει, εἷς ὁ φύσει καὶ ἀληθῶς γινώσκεται Θεός, ὁ ἐν Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, τῇ σεβασμίᾳ καὶ ζωαρχικῇ Τριάδι προσκυνούμενός τε καὶ δοξαζόμενος· καὶ οὐκ ἂν παρ’ αὐτῶν γνοίημεν ἕτερον Θεόν, ἄπαγε. Διὸ οὐδὲ λελόγισται παρ’ ἡμῖν εἴδωλόν τι εἶναι, ὥσπερ οὐδὲ εἰδωλόθυτον ἐν κόσμῳ· οὐκοῦν ἐξωλόθρευται, καθὰ δέδεικται, τὰ ὀνόματα τῶν εἰδώλων ἀπὸ τῆς γῆς· ἢ οὐχὶ καὶ σοφός τις πόῤῥωθεν μεγαλοφώνως προανακέκραγε λέγων, ὅτι Οὔτε ἦν ἐξ ἀρχῆς εἴδωλα, οὔτε εἰς τὸν αἰῶνα ἔσται. Πότε οὖν οὐκ ἔσται, εἰ μὴ νῦν οὐκ ἔστιν ὅτε ὁ ῥυόμενος ἐξ εἰδώλων ἧκε; τί οὖν δοκεῖ τοῖς εἰδώλου μνήμην πεποιημένοις; εἰ μὲν παρὰ Ἰουδαίοις εἴποιεν τὰς προφητικὰς ταύτας πεπλῆσθαι φωνάς, παρὰ Χριστιανοῖς πόσον;

Παρ’ ὅσον γὰρ ἡ τῶν Ἰουδαίων λατρεία τὴν τῶν ἐθνῶν δεισιδαιμονίαν ὑπεραναβέβηκε, παρὰ τοσοῦτον τὰ ἡμέτερα τῶν παρ’ ἐκείνοις ἐξῆρται, καὶ ὑπερίπταται κεκτημένα τὸ ὑπερφυὲς καὶ σεμνότατον· μέσος γὰρ τῆς καθ’ ἡμᾶς ἐν πνεύματι λατρείας, καὶ τῆς τῶν ἀπίστων εἰδωλομανίας ὁ νόμος ἀπῃώρηται· εἰ δὲ παρ’ Ἕλλησι καὶ βαρβάροις, οἷς τὸ τῆς θεογνωσίας πάλαι οὐκ ἐνήστραπτε φῶς, δαιμόνων δὲ ἀκαθάρτων ὑπῆρχον θεραπευταί, τῆς ἐκείνων ὧς ἀληθῶς ἐμβροντησίας καὶ ἀπονοίας τὸ φρόνημα, ἀνθ’ ὅτου δὲ δὴ οἱ Χριστοῦ μάρτυρες, οἱ ἀξιόνικοι τῆς ἀληθείας ἀγωνισταί, τοὺς μυρίους ἐκείνους, καὶ ὧν οὐκ ἂν λόγος ἐφίκοιτο, ἄθλους καὶ πόνους διήνεγκαν τηλικούτους ἀγῶνας, ἡλίκους οὐκ ἂν φύσις ἄραιτο ἀνθρώπου, κατὰ τῆς εἰδωλικῆς πλάνης ἐνστησάμενοι· δι’ ὧν τοῦ πονηροῦ τὸ θράσος κατέλυσαν, καὶ τρόπαια λαμπρά, τῆς θείας συνεργούσης χάριτος καὶ δυνάμεως, κατὰ τῶν δυσμενῶν ἀνεστήσαντο, τούς τε βωμοὺς καὶ τὰ τεμένη ἀμογητὶ καὶ κραταιῶς καθαιροῦντες καὶ δίχα πόνου παντός· ἐξ οὗ δὴ καὶ τῶν στεφάνων τῶν ἀμαραντίνων παρὰ τοῦ ἀθλοθέτου Θεοῦ μάλα ἐνδίκως κατηξιώθησαν.

Τί δὲ δήποτε περί γε τῶν θαυμασίων ἐκείνων καὶ ἀοιδίμων ἀνδρῶν ὑπολήψοιντο, οἳ περὶ τὴν ἀσκητικὴν παλαίστραν ἐγγυμνασάμενοι, ἡδίω ταύτην μᾶλλον ἢ τῶν ἐν κόσμῳ τερπνῶν ἕτεροι τὴν τρυφὴν ἡγούμενοι, ἐνθένδε καὶ τῶν ὑπερφυῶν ἐκείνων καὶ ἐξαισίων σημείων τερατουργοὶ γεγόνασιν; ὅσοι τε τὰς ἐσχατιὰς τῆς γῆς κατειλήφασι, καὶ αὐτοῦ τῶν ἐν μέσῳ θορύβων τῶν βιωτικῶν δὴ τούτων ἀποπτάντες ηὐλίσαντο, καὶ πρὸς τὸ τραχὺ τῆς ἐρήμου καὶ δύσοιστον ἀπεδύσαντο, ὡς ἄσαρκοί τε ἐν σώματι πολιτευσάμενοι, καὶ ἀγγελικὴν πολιτείαν ζηλώσαντες, οὕτω τὸ ἐν βίῳ ἀμέμπτως ἐξήνυσαν στάδιον, διὸ καὶ φωστῆρες ἐν κόσμῳ πάντες ἐχρημάτισαν; ἐν τίνι τὰς νόσους αἳ κρείττους ἰατρείας ἀνθρωπίνης τυγχάνουσιν ἐθεράπευον; ἐν τίνι τὰ δαιμόνια ὥσπερ ἀνδράποδα κατὰ πολλὴν εὐκολίαν καὶ ἐξουσίαν ἀπήλαυνον; ἆρά γε εἰδωλοθυτοῦντες ἢ θεοκλυτοῦντες, καὶ τὸν τῶν ὅλων Κύριον καὶ Θεὸν σέβοντες, καὶ ἀρωγὸν ἐν τοῖς πρακτέοις ἐπικαλούμενοι; Ὡς μὲν οὖν ἡμῖν καὶ τῇ ἀληθείᾳ δοκεῖ, τῇ δυνάμει καὶ χάριτι τοῦ ἐνεργοῦντος, καὶ δεδωκότος ἐξουσίαν, καὶ εἰρηκότος τοῖς μαθηταῖς· Πορευόμενοι κηρύσσετε λέγοντες, ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν· ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, δαιμόνια ἐκβάλλετε. Καί, ὅτι Ἐν τῷ ὀνόματί μου δαιμόνια ἐκβαλοῦσι, γλώσσαις λαλήσουσι κεναῖς, ὄφεις ἀροῦσι.

Τοῖς δὲ ἀπεναντίας τῆς ἀληθείας ἰοῦσιν, οὐκ ἄδηλον ὅ τι καὶ ὑποληφθήσεται· τοῖς γὰρ πάντα τολμῶσι, καθάπερ ταῖς ἐπὶ τῷ Υἱῷ δυσφημίαις ἀπόλυτον ἔσχον τὸ στόμα, οὕτω κἀνταῦθα γείτονά πως καὶ φίλην τῶν Φαρισαίων τὴν διάνοιαν κεκτημένοις, οὐ χαλεπὸν ἀποφήνασθαι, ὡς ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ταῦτα δρῶντες διεδεικνύοντο.

Ἐπειδὴ δὲ τὸν νοῦν ἀδόκιμον ἔχοντες, καὶ ἐφ’ ἃ μὴ προσῆκεν ἀποφερόμενοι, εἰκαίοις λογισμοῖς ἐπινήχονται, εἰκότως ἀκούσονται· Γεννήματα ἐχιδνῶν, πῶς δύνασθε ἀγαθὰ λαλεῖν πονηροὶ ὄντες; Εἰ γὰρ τὸν οἰκοδεσπότην Βεελζεβοὺλ ἀπεκάλεσαν, πόσῳ μᾶλλον τοὺς οἰκειακοὺς αὐτοῦ; καθάπερ ὁ σωτήριος ἔφη λόγος. Πῶς οὖν τοὺς αὐτοὺς καὶ ὡς δεσπότας δυνατὸν σέβειν, καὶ ὡς μαστιγίας καὶ κακοὺς δούλους διώκειν καὶ ἐξοικίζειν; ἀφ’ ὧν βούλονται καὶ καταδεσμεῖν καὶ συγκλείειν ἐφ’ οἷς ἐθέλουσιν. Ἦ οὕτω γε καὶ μερισθήσεται ἐφ’ ἑαυτὴν ἡ τοῦ πονηροῦ δυναστεία.

Ἀλλὰ φανερὸν ὅτι ὥσπερ τὴν εὐαγγελικὴν παρωθοῦνται ἱστορίαν, οὕτω δὴ καὶ τῶν ἐνθέως βεβιωμένων ἢ πεπραγμένων τοῖς ἁγίοις, καὶ ἀναγεγραμμένων ἐν Βίβλοις ἱεραῖς, τὸ ἀληθὲς οἱ ἐναγεῖς οὐκ ἀποδέχονται. Εἰ δὲ καὶ ἀληθεύειν δοκοῦσι τὰς προφητικὰς προαγορεύσεις· φάναι γὰρ ψεύδεσθαι, μὴ δ’ ἂν αὐτὸν τὸν διάβολον οἶμαι τολμῆσαί ποτε· διὰ φροντίδος αὐτοῖς γινέσθω δεικνύειν, ποῦ καὶ πότε τὸ πέρας ἐδέξαντο. Εἰ γὰρ πρὸς τὸ μέλλον ἀπίδοιεν καὶ ἄλλον παρέσεσθαι Χριστὸν ὑποτοπήσαιεν, μόνοι τῶν ἐλπιζομένων ἀπόναιντο, καὶ τῶν ὑπειλημμένων τὸ εὔελπι προσηκόντως ἀποίσονται· ὅτι δὲ καταφοιτήσαντος πρὸς ἡμᾶς τοῦ τῶν ὅλων Θεοῦ, καὶ τὴν βασιλείαν κηρύξαντος τὴν οὐράνιον, ἡ πολύθεος ἠφάνισται πλάνη, καὶ εἷς Κύριος καὶ Θεὸς καὶ βασιλεὺς παρὰ πάντων συμφώνως προσκυνεῖται καὶ δοξάζεται, αὐτὸς οὗτος ὁ θεῖος προφήτης ἐν τοῖς μετέπειτα ἐρεῖ, καὶ οὐδεὶς τῶν εὖ φρονούντων ἀντερεῖ·

Ἔσται γὰρ Κύριος εἰς βασιλέα ἐπὶ πᾶσαν τὴν γῆν· ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται Κύριος εἷς, καὶ τὸ ὄνομα αὐτοῦ ἕν, κυκλοῦν πᾶσαν τὴν γῆν. Διὰ τούτων γὰρ ἡμῖν καὶ τῶν ἑξῆς εἰρημένων, οὐ μόνον τοὺς ἐκ τοῦ δήμου τοῦ Ἰουδαϊκοῦ δεξαμένους τὸν λόγον τὸν εὐαγγελικὸν ἐν πνεύματι προεσήμηνεν, ἀλλὰ καὶ τῶν ἐθνῶν τὰς ἀγέλας, ἅ ποτε ἠγνόει τὸν ἁπάντων Δεσπότην καὶ Κύριον, ὡς τῆς θεογνωσίας εἰσδέξονται τὴν ἀκτῖνα, καὶ τῶν εἰδώλων διαπτύσουσι τὴν ἀπάτην. Ποῖος γὰρ δὴ τόπος τῆς τοῦ θεοῦ δόξης ἀπολειφθήσεται, εἴ γε δὴ νῦν μᾶλλον ἢ πρότερον ἀληθὲς τό, Πλήρης ὁ οὐρανὸς καὶ πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ; Κἂν γὰρ τὴν Ἑλλάδα, κἂν τὴν βάρβαρον εἴποι τις, κἂν εἰς Ἰταλοὺς καὶ Γερμανοὺς ἐπιδράμοι τῷ λόγῳ, Κελτούς τε καὶ Βρεττανούς, κἂν εἰς Λίβυας καὶ τὴν Αἰγυπτίων ἀφίκοιτο, κἂν Ἄραβας καὶ Πέρσας ἐπέλθοι καὶ Αἰθίοπας, κἂν Ἰνδοὺς καὶ Σκύθας, καὶ πᾶσαν ἐσχατιάν, καὶ ὅλην ἤπειρόν τε καὶ θάλασσαν, τὸ τοῦ Χριστοῦ ὄνομα δοξαζόμενον καὶ προσκυνούμενον εὕροι.

Πάντας γὰρ τὸ εὐαγγελικὸν σαγηνεῦσαν ἐπηγάγετο κήρυγμα· καὶ ἡ τῆς σεβασμίας Τριάδος γνῶσις, διὰ τοῦ φθόγγου τῶν μαθητευόντων τὰ ἔθνη, τῇ ὑφ’ ἡλίῳ ὑπερήπλωται, καὶ πανταχοῦ τοῦ ἑνὸς καὶ μόνου ἀληθινοῦ Θεοῦ καὶ Δεσπότου τῶν ὅλων ἐμπολιτεύεται ἡ ἐπίγνωσις· καὶ μέγα καὶ αὐτοὶ ἐμβοῶσι μετὰ τοῦ Ψάλλοντος, τὸ κράτος καὶ τὴν παντεποπτικὴν αὐτοῦ μεγαλειότητα καταμαθόντες διὰ τῆς πίστεως· Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανόν, οὐ ἐκεῖ εἶ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει· ἐὰν ἀναλάβοιμι τὰς πτέρυγάς μου κατ’ ὄρθρον, καὶ κατασκηνώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης, καὶ γὰρ ἐκεῖ ἡ χείρ σου ὁδηγήσει με, καὶ καθέξει με ἡ δεξιά σου. Τούτων τί ἂν γένοιτο σπουδαιότερον. ἢ περιφανέστερον εἰς θεοσέβειαν;