Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Ἀπολογητικὸς λόγος ὑπὲρ τῶν ἁγίων εἰκόνων

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Ανασκευή της αρχαίας μυθολογίας και η πνευματική λατρεία της Εκκλησίας

Έλεγχος των ειδωλολατρικών μύθων και ανάλυση της πνευματικής σημασίας της ίδρυσης της Εκκλησίας ως νέου ναού του Θεού σε αντικατάσταση των νομικών θυσιών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 6 από 12

λθʹ. Οὐκοῦν λεγέτωσαν ἡμῖν οἱ τῶν εἰδώλων θεραπευταί, ποῦ ποτε ἄρα καὶ παρὰ τίσι, τῶν εἰδώλων τὰ ἕδη καὶ ἀφιδρύματα; ποῦ αἱ τούτων τελεταὶ καὶ μυστήρια, καὶ οἱ ταῦτα τελοῦντές τε καὶ τελούμενοι; ποῦ δὲ οἱ παρ’ αὐτοῖς ἱεροφάνται, οἱ ταῦτα μυοῦντές τε καὶ μυούμενοι, οἱ ἱερεῖς τε τούτων οἱ χαμαιεῦναι καὶ ἀνιπτόποδες; ποῦ τῶν νεωκόρων τὸ εὔκοσμον περὶ τὰ τεμένη αὐτῶν καὶ φιλόκαλον, ἵνα σεσαρωμένους τοὺς βωμοὺς καὶ τὰ ἀνάκτορα καταλαμβάνοντα, συνεχέστερον ἐπιχωριάζῃ τῶν δαιμονίων τὰ στίφη, οἱ περὶ τὰ τοῦ σκότους ἐμβατεύοντες ἄδυτα, ὡς τοῦ σκότους ἀληθῶς ἄξιοι, τοῦ παραιτεῖσθαι τὸ φῶς καὶ οἰκεῖν ἄντρα νύχια; ποῦ αἱ τούτων ἑορταὶ πανηγύρεις, οἱ βουθυτοῦντές τε καὶ μηλοσφαγοῦντες, οἱ αἱμάτων προσχύσεσι χαίροντες, καὶ λύθροις ἐπιβωμίοις ἐπιγαννύμενοι, παιδοκτονίαις ἀνδροκτασίαις τε, ὃ δὴ πάντων ἀθλιώτερον; ποῦ παρ’ αὐτοῖς ὁ τιμώμενος Ζεύς, ὁ ὕπατος τῶν θεῶν καὶ ἐξοχώτατος, ὁ κοπροφόρος Θεός, ὡς εἰλυμένος κόπρῳ ἀνευφημούμενος;

εἰ μή ποτε ἄρα καὶ τοῖς ἐφ’ ἡμῶν κοπρολόγοις τετίμηται, ὃς τὴν γένεσιν ἄπιστος μὲν τοῖς σωφρονοῦσι μυθολογούμενος, αἴσχιστος δὲ τοῖς ἀνοηταίνουσι πιστευόμενος, ὑπὸ τῆς τεκούσης κλεπτόμενος, καὶ τῷ ἀντιδοθέντι λίθῳ σωζόμενος, καὶ δαιμονίων ὀρχήστραις καὶ ἤχοις δυσηχέσι τισὶ καὶ ὕθλοις φρουρούμενος, ὡς ἂν λάθοι πατραλοίας παῖς πατέρα παιδολετῆρα· ἀγάσαιτο δ’ ἄν τις αὐτὸν πεπαυμένον τῆς πολυμόρφου πλάνης, ἧς τά τε φευκτὰ καὶ ἀπατηλὰ γοητεύματα. Ὄρνις αὐτοῖς ὁ Θεὸς ὅταν ἐθέλῃ γίνεται, τὸν χρῶτα λάσιος καὶ κατάπτερος, καὶ ἴσως τοῦτο μᾶλλον ἦν αὐτῷ χαριέστερον, πτεροφόρον εἶναι τὴν φυὴν καὶ λαχνήεντα, ἵνα τῆς ἐρωμένης ὁ γυναιμανὴς μὴ ἀποτεύξηται.

Ταῦρος ἄλλοτε κερασφόρος φαινόμενος, ὁπλαῖς εὐπρεπέσι καὶ οὔασι μακροῖς ἐγκαλλωπιζόμενος, καθάπερ καὶ ἄλλως θεῶν τράγος γενόμενος, ὡς ἐφ’ ὁμοίοις τοῖς πάθεσιν ἁλισκόμενος, καὶ ἄλλοτε ἄλλος δεικνύμενος, ταῖς μαγγανείαις, φασί, χρώμενος καὶ πάντα ῥᾳδίως γινόμενος, πρὸς τὸ ποικίλον καὶ πολυειδὲς τῶν παθῶν τὰς μορφὰς συμμεταβαλλόμενος καὶ μεταπλασσόμενος, ὑφ’ ὧν αὐτῷ τὸ αἰσχρουργὸν καὶ ἀσελγὲς περιγίγνοιτο· εἴθε καὶ ἀλώπηξ τὸ εἶδος αὐτὸς κατεμορφάζετο· ἐξῆν γὰρ αὐτῷ πάντως που βουλομένῳ γε τὸ δολερὸν καὶ ἐπίκλοπον ἔχοντι· καὶ βάτραχος ὁ αὐτὸς ἡμῖν ἐγνωρίζετο, βορβόρων τέλμασιν ἰλυσπώμενος, ἵνα πολλοῖς ἐπιβουλεύειν ἐκμηχανώμενος μὴ φωραθῇ, ἀντεπιβουλευόμενος πρός τινος· οὕτω γὰρ ἂν αὐτῷ πλέον καὶ σπουδαιότερον σέβασμα, παρά γε τοῖς ἀνοήτοις καὶ πόῤῥω που τῆς ἀληθείας ἀποπλανηθεῖσι, καὶ ματαίοις ἀναπλασμοῖς χαίρουσι, καὶ δαίμοσι λαοπλάνοις ἀγομένοις, τοῦ ψεύδους εὑρεταῖς, καὶ τῆς κακίας ἐργάταις, καὶ εἰς τὸ ἴδιον τῆς ἀπάτης τοὺς πειθομένους περιέλκουσι πτῶμα.

Δεικνύτωσαν ἡμῖν Ἄρεα καὶ Διόνυσον, τὸν μὲν τοῖς πολεμίοις ἐπιστατοῦντα, καὶ ὀργῆς καὶ θυμοῦ πνέοντα· ἴδιον γὰρ τὸ θυμικὸν καὶ ὀργίλον τοῖς μαχομένοις ἐπαύξειν, καὶ ὑπὸ θνητῶν τιτρωσκόμενον, καὶ δεσμώτην γινόμενον, χαλκῷ κεράμῳ καὶ πάγαις ἐπιμοιχείαις, ἄλλου κατῃθαλωμένου Θεοῦ ἀγρευόμενον.

Τὸν δὲ τῆς μέθης ἐξάρχοντα, ὠδῖσι μὲν ἀλλοκότοις τοῖς φαύλοις κυοφορούμενον, οὐδέν τι μᾶλλον πλαττομέναις ἢ γελωμέναις, καὶ τιμὴν αἰσχρὰν καὶ ἀσχήμονα περιαπτέτωσαν· μαινάδας δέ τινας βακχευούσας, καὶ σατύρους ἐν ταῖς κατ’ αὐτὸν ἑορταῖς κτηνοπρεπῶς ἐξορχουμένους καὶ ἄλλα ὅσα τῆς μέθης ἄξια, οἱ ἀληθῶς μεθύοντες περὶ τὸν ἀνδρόγυνον θεὸν ἐπιμαίνονται. Παρίτω αὐτοῖς Ἑρμῆς τάχα φίλτατος θεῶν, ἐπείπερ αὐτὸν Θεὸν κερδῷον δοξάζουσι, καὶ ἐμπολαῖον ἱδρύουσι· καὶ οὗτοι γὰρ καθάπερ φιλοδοξίᾳ· οὕτω δὴ καὶ φιλοκερδείᾳ καταπνίγονται, καὶ ἕρμαιον αὐτοῖς μᾶλλον τῇ ὕλῃ καὶ τοῖς περικοσμίοις χαίρειν, ἢ περὶ τὸ Θεῖον ὑγιῶς διακεῖσθαι σέβας. Μυθολογείτωσαν ἢ θαυμαζέτωσαν Ἡρακλέος τὴν κύησιν, καθ’ ἣν ὠνομάσθη τριέσπερος, καὶ τοὺς πολλοὺς ἐκείνους ἄθλους ἀπαριθμείτωσαν, ἐξ ὧν θεὸς τοῖς ἀθέοις νενόμισται.

Παραγέσθω αὐτοῖς ἡ φίλοπλος καὶ φιλοπόλεμος θεὸς Ἀθηνᾶ, ἡ Αἰγίδ’ ἔχουσ’ ἐρίτιμον, ἀγήραον, ἀθανάτην τε, καὶ τὴν ἄλλην αὐτῆς ἐνόπλιον σκευήν, ἢ δείμασι καὶ ἐκπλήξεσι πάντοθεν ἐστεφάνωτο, ἐξαίσιον τοῖς ὁρῶσιν ἐμποιοῦσα τὸ δέος, ῥᾷστά τε ἐπιοῦσα τῶν πολεμίων τὰς φάλαγγας· οἷς μὲν ἐπικουρήσειν, ὧν ἐπετρόπευεν· οὓς δὲ ἀμυνεῖσθαι, ἀφ’ ὧν ἀπετρέπετο· πολὺ δ’ ἂν τὸ μάχιμον καὶ σοβαρὸν τοῖς ἄλλοις θεοῖς, οἳ τῶν ἀντιπάλων ἐκήδοντο, ἐπιφέρουσα· πόθεν δὲ ἡμῖν ἡ ταύτης κύησις παραστήσεται, εἰ μὴ τῷ βουπλῆγι τοῦ παραπλῆγος Διὸς τὴν κεφαλὴν Ἥφαιστος κλυτοτέχνης εὐτέχνως διατέμοι; κἂν ὁ τεμὼν περὶ τὴν ὑπόσχεσιν τοῦ πεπληγότος διήμαρτε· τέκοι δ’ ἂν αὕτη παρθένος εὐπειθέστερον, τὸν Ἐριχθόνιον τὸν διφυᾶ, τέρας ἄλλο τῶν προτέρων γελοιωδέστερόν τε καὶ ἀπιστότερον· σοφὸς παρ’ αὐτοῖς καὶ μέγας ὁ Σαλμωνεύς, θεῶν καταλαζονευόμενος καὶ κάτωθεν ὑπηχῶν, καὶ ξένην ἐπινοῶν βροντῶν καὶ ἀστραπῶν μηχανουργίαν· ἀλλὰ τῆς πρὸς αὑτοὺς μεγαλαυχίας εὗρεν ἀντέκτισιν ὑπὸ Διὸς κεραυνούμενος.

Τὴν Ῥέαν ἡμῖν τὴν τῶν θεῶν μητέρα γνωριζέτωσαν, καὶ τὰς περὶ αὐτὴν ἀσέμνους καὶ ἀτίμους τελετὰς καὶ μυστήρια, ἐπ’ ἀσέμνοις πάθεσι παρὰ Φρυξὶν ἐνθουσιῶσι καὶ μαινομένοις αὐτῇ προσφερομένας· καὶ τούτων τοὺς μὲν τὸ σῶμα τεμνομένους τοῖς ξίφεσιν, ἵνα καθῃμαγμένοι τοῖς δαίμοσι προφαινόμενοι, περιδοξότερον τὸ σέβας ἀνάπτοιεν· τοὺς δὲ καταυλοῦντας αὐτοῖς καὶ καταθέλγοντας, ὡς ἂν κηλούμενοι οἱ τεμνόμενοι ῥᾷον τοὺς πόνους φέροιεν, περὶ δὲ τὰς ἐκτομὰς διεγείροιντο, καὶ πρὸς ἀκαθάρτους καὶ μυσαρὰς πράξεις ὁρμῷεν. Τὰ κατὰ τὴν Δήμητραν μυθολογούμενα μὴ παρείσθωσαν, θεσμοὺς μυστηρίων συμμυοῦσαν τοῖς σπέρμασι, τελεῖσθαί τε νύκτωρ τοῖς ἑορτάζουσι (νυκτὸς γὰρ ἦν ἄξια), καλεῖσθαί τε Δημήτρια καὶ Ἐλευσίνια, καὶ μυστήρια, ὡς μὴ δεῖν τινα τῶν τετελεσμένων, ἢ μεμυημένων, ἔκφορα ποιεῖσθαι τὰ τῶν τελετῶν τοῖς ἀμυήτοις.

Ἥρα ὀφθήσεται δυσὶν ἄκμοσιν ἐξημμένη τοὺς πόδας, χερσὶ δὲ πέδας ἀλύτους περικειμένη, οὕτως ἐξ οὐρανοῦ αἰωρουμένη τε καὶ τιμωρουμένη παρὰ Διός, ποινὴν ταύτην τίνουσα τῆς εἰς τὸν Ἡρακλέα ζηλοτυπίας, ἡνίκα αὐτῷ τὸν θαλάττιον ἐπανετείνατο κλύδωνα· ᾗ καὶ ἀνέμοις ἐπιτάττειν διδόασι, καὶ ὕπνῳ βάλλειν Θεὸν γοητευόμενον, ἵνα μὴ νήφων βοηθοίη τῷ κινδυνεύοντι· πόθεν ἡμᾶς τὰ ἑκαταῖα καὶ ἐμπουσσαῖα ἔκτοπα, καὶ εἰ δεχθῇ ἐκφοβήσουσι φάσματα, ἃ καὶ ἐκ μόνης θέας τὴν κατάπληξιν καὶ τὰ δείματα ἐπιφέρουσι, κἂν μεγέθει δὲ δοκῶσιν ὑπεραίρειν οἱ τερατώδεις φαινόμενοι, δρακοντείαις τισὶν ἐνηρμοσμένοι κεφαλαῖς, τῷ πλάσματι καὶ τῷ μύθῳ συνδιαφθαρήσονται.

Εἰσηγείσθωσαν καὶ κεραυνὸν προσκυνούμενον, καὶ πρὸς τοῦ κεραυνοβόλου Θεοῦ καταπιμπραμένην τὴν ἐρωμένην, ἡνίκα ἡ ἀντίζηλος Ἥρα Σεμέλῃ συνεβούλευσε, μᾶλλον δὲ ἐπεβούλευσε, τοῦ ἐραστοῦ τῆς ὁμιλίας ὑποτιθεμένη τὸν τρόπον, ἵνα χάριν ἀντιλάβῃ παρ’ αὐτοῦ, τὸν πρηστήριον ὄλεθρον. Δοκοῦσί μοι καὶ αὐτοὶ παρήσειν, εἴ γε μικρὸν γοῦν παρ’ αὐτοῖς σωφροσύνης ἔναυσμα ὑπολέλειπται, ἢ μνήμης ἀξιοῦν τὴν πάντων φευκτὴν καὶ ἀποτρόπαιον, φευκτότερόν τε καὶ ἀσχημονέστερον, καὶ γεννωμένην καὶ τιμωμένην ἑορταῖς ἐκτόποις καὶ κατεστυγημέναις, ἧς οἱ πάλαι τὴν αἰσχρουργίαν ὑπερεκπληττόμενοι, μαχλάδα καλῶς κατωνόμαζον, πολύκοινόν τε! καὶ ἀνδρεράστριαν. Τάχα καὶ πάλιν τὸν Δωδωναῖον ἡμῖν θεὸν ἀναπλάσειαν, καὶ τὴν δρῦν ἐκείνην ὑπηχοῦσαν τὰ μάταια, καὶ ταῖς προμάντεσι παραφθέγγεσθαι τὰ δεδογμένα θεσπίζουσαν· καὶ πάλιν ἀνδριὰς ἱδρυμένος μετέωρος, καὶ ῥάβδῳ παίων τὸ χαλκούργημα, καὶ τὸ ἀπηχούμενον ἐναρμόνιον, ἵνα μηκέτι ἄφωνος ἀλλ’ εὔφωνος ἢ πολύφωνος πρὸς αὐτῶν δογματίζηται.

Ποῦ τοῦ Δελφικοῦ τρίποδος τὰ φασματώδη ληρήματα; πόθεν αὐτοῖς ἡ Πυθόμαντις παραφθέγξαιτο, τοὺς δειλαίους καὶ ἄφρονας φαινακίζουσα; Ποῦ τῆς Κασταλίας πηγῆς τὰ μυθώδη καὶ ἀπατηλὰ φάσματα, παρὰ τῶν προσεδρευόντων δαιμόνων ὑποπνεόμενα, καὶ ἐν ἴσῳ πνοαῖς καὶ αὔραις τῷ ὄντι λυόμενα; Πῶς ἡ Δάφνη κρυφθήσεται, καὶ ποία γῆ ταύτην ὡς μήτηρ τοῖς κόλποις κατελεήσασα δέξεται, ἵνα φυγοῦσα τὸν ἐραστὴν τὴν σωφροσύνην διασώσηται, καὶ φυτὸν τῇ κόρῃ ὁμώνυμον αὐτῷ ἀναβλαστήσῃ, πρὸς ψυχαγωγίαν τῆς ἀποτεύξεως τοῦ ἐρωμένου περιγινόμενον; Ποῦ νῦν τοῦ Λοξίου θεοῦ τοῦ χρησμολόγου τὰ λοξότερα χρησμῳδήματα, οἷς οἱ πυθόμενοι ἀγνοίᾳ καὶ ἀνοήτως ἀρχὰς καταλύουσιν ἠγνοημένας;

μʹ. Καὶ ἵνα τὰ λοιπὰ παρῶμεν (τοῖς γὰρ πλείστοις ἐπεξιοῦσι συμβήσεται καὶ ἡμῖν, τοῖς ἐναγέσι καὶ βδελυροῖς συγκαταχραίνεσθαι καὶ μολύνεσθαι), αὐτοῦ που τὸν περὶ τούτων περιγράψωμεν λόγον, ἐπειδὴ καὶ ταῦτα πάλαι περιγέγραπται καὶ σεσίγηται· δῆλον δὲ ὅπως καὶ ὅθεν, παραγεγονότος τῷ κόσμῳ τοῦ διὰ τοῦ προφήτου προειρηκότος· Ἐξολοθρεύσω τὰ ὀνόματα τῶν εἰδώλων ἀπὸ τῆς γῆς, καὶ οὐκέτι ἔσται αὐτῶν μνεία· ὅταν ἡ τοῦ σωτηρίου σταυροῦ χάρις διέλαμψε, καὶ τὸ θεῖον ἁπανταχόσε διέδραμε κήρυγμα, ἆρα γὰρ οὐ πάντα ἐκ ποδῶν γέγονε, καὶ ἀπελήλαται, καὶ λήθης βυθοῖς παραδέδοται; εἰ μὲν γάρ εἰσι, δεικνύτωσαν ποῦ καὶ παρὰ τίσι ταῦτα· εἰ δὲ οὐκ εἰσὶν (οὐ γὰρ εἰσὶ), τί μάτην διαλοιδοροῦνται Χριστιανοῖς, ἐπιφημίζοντες αὐτοῖς οἱ συκοφάνται καὶ τῆς ἀληθείας κατήγοροι, ἃ μήτε ἔδρασαν, μήτε διενοήσαντο πώποτε; εἰ δὲ αὐτοὶ πεπλάνηνται καὶ εἰσὶ δεισιδαίμονες, ἑαυτῶν κατηγορείτωσαν, ἑαυτοὺς μωμείσθωσαν οἱ ἐξάγιστοι καὶ διαγελάτωσαν· ἡ γὰρ τοῦ Θεοῦ Ἐκκλησία, ἄσπιλος καὶ μώμου παντὸς ἐλευθέρα τυγχάνει· ἀλλὰ σιωπᾶται ταῦτα· σιωπῆς γὰρ ὄντως καὶ λήθης βαθείας ἄξια· ὡς ὄφελόν γε καὶ αὐτοὶ τὴν σιωπὴν ὡσαύτως ἐκείνοις ἠσπάσαντο·

Ὅμοιοι γὰρ αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτά, καὶ πάντες οἱ πεποιθότες ἐπ’ αὐτοῖς· ὅτι σιγᾷν ἄμεινον καὶ λυσιτελέστερον, ἢ λαλεῖν δυσσεβῶς καὶ ἀθέως, ἃ μήτε λέγειν μήτε ἐννοεῖν θέμις τοῖς γε ὡς ἀληθῶς ἐρῶσι τοῦ κρείττονος. Τίς γὰρ οὕτως ἐπὶ ματαιότητι βεβοημένος ἐστίν, ὅστις αὐτῶν τοὺς εἰκαίους καὶ ἀσυνέτους ἀποδέξαιτο λόγους; τίς οὕτως ἠμοιρηκὼς αἰσθήσεως, καὶ παρενηνεγμένος τὰς φρένας; οὐδεὶς οὕτω κτηνώδης καὶ πάσης βοσκηματώδους ἀνοίας ἀνοητότερος, μᾶλλον δὲ οὐδὲ δαιμονώντων ἢ ἐξεστηκότων τις, ὥστε τῶν βληχημάτων αὐτῶν, καὶ ληρημάτων ἀνέχεσθαι· ἀλλὰ ταῦτα μὲν παῖδες Ἑλλήνων παιζέτωσαν, οἵ τε πάλαι, καὶ οἱ παρ’ ἡμῖν νῦν Ἑλληνίζοντες· ἡμῖν δὲ τιμάσθω Χριστὸς ὁ Θεὸς ἡμῶν, καὶ προσκυνείσθω ἐν ἀληθείᾳ καὶ πνεύματι, ὡς Θεὸς ὀμοῦ χρηματίζων καὶ ἄνθρωπος· προσκυνείσθω δὲ καὶ τὸ σεβάσμιον αὐτοῦ ἀπεικόνισμα, προσκυνεῖσθαι χρεών, καὶ γραφέσθω· γραπτὸν γὰρ ὡς ἀληθῶς καὶ περίγραπτον καὶ παθητόν, ὅπερ ἐκ τῆς ἁγίας Ἀειπαρθένου Θεοτόκου προσείληφε σῶμα· εἴπερ καὶ αὐτὴ γραπτή τε καὶ περιγραπτὴ ἐτύγχανε, κἂν μὴ θέλωσιν οἱ παράφρονες· οὐ χωριζόμενον δέ, κἂν γράφοιτο, τοῦ συνηνωμένου αὐτῷ καθ’ ὑπόστασιν Θεοῦ Λόγου, ὥσπερ οὐδὲ τὰ ὑπὲρ ἡμῶν ὑπομένον πάθη, ἀπ’ αὐτοῦ διέστηκεν· οὐδὲν γὰρ τούτων πρὸς διάστασιν ἐνεργῆσαι δύναται.

μαʹ. Ἀλλὰ ταῦτα μὲν ἐπὶ τοσοῦτον· ἔπειτα δὲ τῶν θεοπτῶν ἄλλος, πρὸς τοὺς ἐν νόμῳ καὶ σκιαῖς λατρεύοντας, τῷ θείῳ ἐμπνεόμενος κεκράξεται Πνεύματι· Οὐκ ἔστι μου θέλημα ἐν ὑμῖν, λέγει Κύριος παντοκράτωρ· θυσίας οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν· διότι ἀπὸ ἀνατολῶν ἡλίου ἕως δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσάγεται τῷ ὀνόματί μου, καὶ θυσία καθαρά· διότι μέγα τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσι, λέγει Κύριος παντοκράτωρ.

Ὁρᾶτε ὡς τὰ παλαιὰ ἐκβάλλεται, καὶ τὰ νέα ἡμῖν προδιαγράφεται; Θυσίαν γὰρ καὶ προσφορὰν οὐκ ἠθέλησας, ὁ μέγας ψάλλει Δαβίδ. Καί· Οὐ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους, οὐδὲ ἐκ τῶν ποιμνίων σου χιμάρους. Καί· Τὰς νουμηνίας ὑμῶν καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου, ὁ θεῖος διακέκραγεν Ἡσαΐας. Διὰ τούτων δὲ τάς τε ἐναίμους θυσίας ἐκτρέπεσθαι ἡμῖν αἰνίττεται, τάς τε τῶν μηνῶν καὶ καιρῶν ἀκαίρους παρατηρήσεις τε καὶ παραδόσεις· δῆλον τοίνυν κἀντεῦθεν, ὡς τὴν καθαρὰν καὶ εἰλικρινῆ θυσίαν τὴν ἐν πνεύματι καὶ ἀληθείᾳ λατρείαν προεισκεκόμικεν ὁ τῶν ὅλων Θεός, ᾗ δὴ καὶ χαίρει καὶ ἥδεται· ταύτην πᾶσα ἡ ὑφ’ ἡλίῳ οἰκείαν αὐτῷ καὶ φιλαιτάτην προσάγειν οἶδεν, ὡς ὀσμὴν εὐωδίας ἀνιεροῦσα ἑκάστοτε· ποῦ οὖν ἐνταῦθα τόπον ἕξει τὸ τῶν εἰδώλων σέβας, καὶ οὐχὶ δὴ μᾶλλον ἀθέτησις παντελὴς καὶ ἀφάνεια; Τί λέγετε; Πείθεσθε τοῖς ἱεροῖς λόγοις τούτοις; Ἀπόχρη γὰρ καὶ ταῦτα ἐκδυσωπῆσαι καὶ μαλάξαι τὴν ἀπιστίαν καὶ σκληροκαρδίαν ὑμῶν· ἢ βούλεσθε καλῶμεν καὶ ἄλλους τῶν θεηγόρων εἰς τὴν τῶν λόγων τούτων ἄρσιν;

Οἳ συλλήψονταί γε καὶ συνεργάσονται τοῖς προπεπονηκόσιν, ἐκφανεστέραν δὲ ὑμῶν τὴν παράνοιαν καὶ δυσσέβειαν ἀποφανοῦσι, βαρυτέραν τε καὶ ἐπιπονωτέραν τὴν δίκην ἐπιψηφιοῦνται· κοινὴν γοῦν ὥσπερ ἔσχον τὴν ἐνηχοῦσαν αὐτοῖς παρὰ τοῦ Πνεύματος δωρεὰν καὶ σοφίαν, οὕτω δὴ κἀν τοῖς περὶ τῆς σωτηρίας ἡμῶν διακονουμένοις αὐτοῖς παρὰ Θεοῦ λογίοις, ὁμογνώμονές τε καὶ σύνδρομα θέοντες δείκνυνται.

Εἶεν δὴ οὖν, καὶ ἑτέρας ταῖς εἰρημέναις ἐπισυμπλέκοντες τῶν θεοφόρων ῥήσεις, τὴν μὲν τοῦ Χριστοῦ Ἐκκλησίαν διαβολῆς ἁπάσης καὶ μώμου παντὸς ἀπαλλάξομεν· τῶν δὲ δι’ ἐναντίας τὰ δόγματα, πάσης ἐμπληξίας καὶ ἀπάτης γέμοντα παραστήσομεν· καλείσθω τοίνυν πρὸς τὸν ἱερὸν τοῦτον σύλλογον Ἡσαΐας τῶν προφητῶν ὁ μεγαλοφωνότατος, καὶ συμφθεγγέσθω πόῤῥωθεν τοῖς τῆς διανοίας ὀφθαλμοῖς, ἅτε τὴν ψυχὴν τῷ θείῳ κεκαθαρμένος ἄνθρακι τὰ ἐσόμενα προορώμενος, καὶ λεγέτω· Ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου, καὶ ὁ οἶκος τοῦ Θεοῦ Ἰακὼβ ἐπὶ τῶν ὀρέων, καὶ ὑψωθήσεται ὑπεράνω τῶν βουνῶν, καὶ ἥξουσιν ἐπ’ αὐτὸν πάντα τὰ ἔθνη, καὶ πορεύσονται ἔθνη πολλὰ καὶ ἐροῦσι· Δεῦτε, ἀναβῶμεν εἰς τὸ ὅρος Κυρίου καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ ἡμῶν, καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν αὐτῇ· ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος Κυρίου ἐξ Ἰερουσαλήμ· καὶ κρινεῖ ἀνὰ μέσον ἐθνῶν πολλῶν, καὶ ἐλέγξει ἔθνη πολλά.

Τίνες ἄρα εἶεν αἱ ἐσχάται ἡμέραι, σαφηνιεῖ πάλιν ὁ μακάριος Παῦλος Ἑβραίοις γράφων ὡδί· Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ’ ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ, ὃν ἔθηκε κληρονόμον πάντων, δι’ οὗ καὶ τοὺς αἰῶνας ἐποίησε. Καὶ αὖθις· Νῦν δὲ ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων, εἰς ἀθέτησιν ἁμαρτίας διὰ τῆς θυσίας αὑτοῦ πεφανέρωται. Καὶ πάλιν Γαλάταις ἐπιστέλλων· Ὅτε ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ. Καὶ Ἐφεσίοις ὡσαύτως· Γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ, κατὰ τὴν εὐδοκίαν αὐτοῦ, ἣν προέθετο ἐν αὐτῷ εἰς οἰκονομίαν τοῦ πληρώματος τῶν καιρῶν, ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ, τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς. Καὶ μὴν καὶ ὁ θεῖος Πέτρος τὸ τῆς Ἐκκλησίας στήριγμα, οὕτω πού φησιν· Ὅτι οὐ φθαρτοῖς ἀργυρίῳ ἢ χρυσίῳ ἐλυτρώθητε ἐκ τῆς ματαίας ὑμῶν ἀναστροφῆς πατροπαραδότου, ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ, προεγνωσμένου μὲν πρὸ καταβολῆς κόσμου, φανερωθέντος δὲ ἐπ’ ἐσχάτου τῶν χρόνων δι’ ἡμᾶς τοὺς δι’ αὐτοῦ πεπιστευκότας εἰς Θεόν.

Καὶ ὁ τὰ θεῖα ἀπαστράπτων ὁ υἱὸς τῆς βροντῆς, Παιδία ἐσχάτη ὥρα ἐστί, φησί· καὶ καθὼς ἠκούσατε ὅτι ὁ Ἀντίχριστος ἔρχεται, καὶ νῦν Ἀντίχριστοι πολλοὶ γεγόνασιν, ὅθεν γινώσκομεν ὅτι ἐσχάτη ὥρα ἐστίν. Ἀλλ’ ὧδε μὲν τελευτάτω τὰ τῶν ἐσχάτων· ὅτε μέντοι πρὸς λῆξιν ἰόντος τοῦ χρόνου, καὶ πρὸς δυσμαῖς ὥσπερ καταφοιτῶντος τοῦ καιροῦ, ὡς ἐγγυτάτω τῷ τοῦ κόσμου ἀφίγμεθα πέρατι, τότε δή, τότε τὸ εὐκλεὲς καὶ περίοπτον ὅρος καὶ οἶκος τοῦ Θεοῦ, οὕτως ἐμφανὴς ἀναδέδεικται.

Τί δὲ δὴ βούλεται διασημαίνειν ἐνταῦθα τῷ θείῳ τούτῳ προφήτῃ ὁ λόγος, ἢ δῆλον ὡς ἐπὶ θειότερά τε καὶ ὑψηλότερα ἡμᾶς ἄντικρυς καλεῖ; ὅτῳ πείθεσθαί τε καὶ ἕπεσθαι τοὺς τὸ Πνεῦμα παραδεξαμένους προσήκει μάλιστα, μὴ μὴν ἔτι τῷ γράμματι προσκαθεδεῖσθαι καὶ τοῖς αἰσθητοῖς κατασύρεσθαι, ὑψοῦ δὲ μᾶλλον διᾴττειν τὸν νοῦν, καὶ πρὸς τὰ κρείττω ἀπερείδειν καὶ τελεώτερα τὴν διάνοιαν, καὶ τῶν γηΐνων καὶ χαμερπῶν ἀπανισταμένους, ἐπέκεινα τῶν φαινομένων ὡς ἄριστα ἐπανάγεσθαι· ὅρος τοίνυν Κυρίου ἐμφανὲς ὑποληπτέον, ὡς ἐν συντόμῳ εἰπεῖν, τῆς ἱερᾶς Ἐκκλησίας τὸ περιφανὲς καὶ λαμπρὸν καὶ περίοπτον, καὶ ὅπερ αὐτὴν καταχρυσοῖ καὶ κατακαλλύνει φαιδρῶς καὶ μάλα κοσμίως τῶν εὐαγγελικῶν διδαγμάτων τὸ διαφανὲς καὶ ὑπερύψηλον καὶ ἐπηρμένον ἐν δόγμασι, καὶ πᾶν ὑπεραῖρον ὑψηλὸν καὶ μετάρσιον· ᾧ τὰ ἀπηχήματα καὶ κηρύγματα διαῤῥήδην κέκραγε, καὶ ταῖς ἁπάντων ἀκοαῖς ἐμβοᾷ διαπρύσια, τὴν ἔκφανσιν τοῦ θείου μυστηρίου ποιούμενα· χρόνοις μὲν αἰωνίοις σεσιγημένου, φανερωθέντος δὲ διὰ Γραφῶν ἁγίων· τὸ δέ ἐστιν ἡ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ οἰκονομία, ἣν φιλανθρώπως περὶ τὸ γένος ἐπεδείξατο τὸ ἀνθρώπειον, καὶ τῶν ἐντεῦθεν ἡμῖν πεφορημένων ἀγαθῶν τήν τε γνῶσιν καὶ τὴν ἐλπίδα, καὶ τίνι προσερχόμεθα τοῦ εὐαγγελιστοῦ τῶν τοιούτων ἀκουσόμεθα λέγοντος·

Οὐ γὰρ προσεληλύθατε ψηλαφωμένῳ ὄρει, καὶ κεκαυμένῳ πυρί, καὶ σκότῳ, καὶ θυέλλῃ, καὶ σάλπιγγος ἤχῳ, καὶ φωνῇ ῥημάτων, ἧς οἱ ἀκούσαντες παρῃτήσαντο μὴ προστεθῆναι αὐτοῖς λόγον (οὐκ ἔφερον γὰρ τὸ διαστελλόμενον), ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων πανηγύρει, καὶ Ἐκκλησίᾳ πρωτοτόκων ἐν οὐρανοῖς ἀπογεγραμμένων, καὶ κριτῇ Θεῷ πάντων, καὶ πνεύμασι δικαίων τετελειωμένων, καὶ διαθήκης νέας μεσίτῃ Ἰησοῦ, καὶ αἵματι ῥαντισμοῦ κρεῖττον λαλοῦντι παρὰ τὸν Ἄβελ· οὕτως οὖν ὅ τε προφητικὸς λόγος, καὶ τὸ ἀποστολικὸν κήρυγμα ἐπὶ τὰ οὐράνια τὸν νοῦν ἡμῶν πτεροῖ, καὶ τὰ ἐκεῖσε περινοεῖν καὶ καταθεᾶσθαι κάλλη, καὶ τὴν τῶν ἐναυλιζομένων καὶ εὐφραινομένων ἐν αὐτοῖς ἁγίων παρεγγυᾷ περισκοπεῖσθαι πανήγυριν, καὶ τὰ εὐαγγελικὰ ἡμῖν εἰσηγεῖται καὶ κατεπαγγέλλεται θεαυγῆ καὶ εὔσημα δόγματα· οἶκος Θεοῦ ἡ τοῦ Θεοῦ Ἐκκλησία δηλαδή, καθὰ δοκεῖ καὶ τῷ θείῳ.

Παύλῳ Τιμοθέῳ ἐπιστέλλοντι, ἐν οἷς εἰδέναι ἔφασκε, Πῶς δεῖ ἐν οἴκῳ Θεοῦ ἀναστρέφεσθαι, ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος. Τοιαῦται τῶν πεπιστευκότων αἱ ψυχαί, διὰ λόγου ὀρθοῦ καὶ πολιτείας ἀρίστης καθαιρόμεναι, τὸν ἐπὶ πάντων Θεὸν ἔνοικον ἐν αὐταῖς ἔχουσαι καθ’ ὃ εἴρηται· Ἐνοικήσω ἐν αὐτοῖς, καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν Θεός, καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν.

Οὕτω δὴ θεοειδὴς ὢν ὁ οἶκος ἐπ’ ἄκρων τῶν ὀρέων τῶν ὑψηλῶν καὶ διαβεβηκότων ἐν θεωρίᾳ καθίδρυται, ὧν τὰ φρονήματα καὶ νοήματα τῶν ἐπιγείων καὶ ταπεινῶν ὑπερανεστήκεσαν, προφητῶν τε ἁγίων καὶ ἀποστόλων, λαμπρῶς διαφαινόμενα, ἐφ’ ὧν ὡς θεμελίων τῆς πίστεως ἡ Ἐκκλησία τοῦ Θεοῦ οἰκοδομουμένη ἐπεστήρικται. Πρὸς οὖν τοῦτο τὸ ὅρος καὶ τὸν οἶκον πόῤῥωθεν οἱ ἐξ ἐθνῶν ἐπειγόμενοι, μονονοὺ σαφῶς καὶ εἰς προβούλιον καθίστανται, τὴν ἐνταῦθα ἀλλήλοις ἀνάβασιν διακελευόμενοι, ἐφ’ ᾧ ἀναγγελήσεσθαι αὐτοῖς τὴν ὁδὸν ἐκείνην, ἢ ἐσπούδαζον καταλήψεσθαι· τίς δὲ δὴ πάλιν ἐστὶν ἡ ὁδός;

Αὐτὸς ὁ Κύριος ἐν Εὐαγγελίοις βοᾷ· Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια. Καί· Αἱ ὁδοὶ Κυρίου εὐθεῖαι καὶ αἱ τρίβοι ἀληθεῖς. Εἰς ἣν καὶ ὁδηγεῖσθαι οἱ ἅγιοι, πάλαι πρὸς τὸν τῶν ὅλων Θεὸν ἀνεκεκράγεσαν· ταύτην οὖν τὴν ὁδὸν καὶ τὴν τρίβον εὐστιβῆ τε καὶ εὐεπίβατον ἡ ἐξ ἐθνῶν Ἐκκλησία διαστείχουσα, ἐκ τῆς χαμόθεν ἀπιστίας ἐπὶ τὴν ὑψηλὴν ἀναφοιτᾷ τῆς θείας ἐπιγνώσεως ἄνοδον, καὶ πρὸς τὴν ἄνω πόλιν Ἱερουσαλήμ, τὴν ἀκατάλυτον καὶ τῶν ἁγίων μητρόπολιν, ἐνθένδε ἰοῦσα καὶ τὸν παρόντα ἐξανύουσα χρόνον, σαββατίσαι καὶ καταπαῦσαι διὰ πίστεως ἀπεκδέχεται· κατίδοι δ’ ἄν τις καὶ μάλα εὐπετῶς, καὶ οὕτω τῆς προφητικῆς ῥήσεως τὸ ἀπλανές τε καὶ ἀψευδέστατον· καὶ γὰρ καὶ ἐν τοῖς ἱεροῖς οἴκοις ἤτοι τοῖς θείοις ναοῖς, πανταχοῦ τῆς οἰκουμένης κατεσπαρμένοις, ἁγιασμῷ τε καὶ δόξῃ ἐκπρεπῶς ἠγλαϊσμένοις τε καὶ κατεστεμμένοις, καὶ ὄρεσιν ἀμφιλαφέσιν ἀπεικασμένοις, καὶ ὕλαις βαθείαις καὶ εὐθαλέσι πεπυκασμένοις, καθαίρονται μὲν ἁμαρτίας, ἁγιάζονται δὲ ψυχάς τε καὶ σώματα, καὶ θείας ἅπαντες ἀποπληροῦνται τῆς χάριτος οἱ πόθῳ προσιόντες ἄνθρωποι καὶ σεβάσματι.

Ἐν τούτοις οὖν ἐκ πασῶν γλωσσῶν τε καὶ γενεῶν περιαγειρομένοις ἑκάστοτε, τὰ θεῖα μυστήρια ἐκκαλύπτεται παρὰ τῶν ἱερῶν ἀναγνωσμάτων καὶ κατηχήσεων, καὶ τὸ σωτήριον θῦμα καὶ παντὸς τοῦ κόσμου καθάρσιον σφαγιαζόμενον, τὴν ἐκ τῶν ἁμαρτάδων αὐτοῖς ἐλευθερίαν, πίστει καὶ λογισμῶν προστρέχουσι καθαρότητι καὶ μεταλαγχάνουσιν, ὡμολόγηται παρεχόμενον· ἐξ ὧν δὴ πληθυνομένων τε καὶ κατευρυνομένων, τὰ τῶν εἰδώλων τεμένη καὶ οἱ βωμοὶ κραταιῶς κατεσείσθησάν τε καὶ καταβέβληνται, οὐδὲ ὅσον εἰδωλικῆς βδελυρίας εἰς μνήμην πιστοὺς ἰέναι, παντὸς ἐθνικοῦ καὶ θνητοῦ φρονήματος ἀνεπιδέκτους εἰσαεὶ διαμένοντας· Ἐκ Σιὼν δὲ ἐξελεύσεται νόμος καὶ Λόγος Κυρίου ἐξ Ἱερουσαλήμ.

Ἐκ γὰρ ταύτης τῆς αἰσθητῆς, οἷα τύπου οὔσης τῆς ἄνω Ἱερουσαλήμ, ὁ θεῖος λόγος ἐμφανῶς ἐξελήλυθε, πάντα διαλαβὼν τῆς οἰκουμένης τὰ πέρατα· ἐνταῦθα γὰρ ἅπαντα τὰ τῆς σωτηρίας ἡμῶν ἐπράχθη μυστήρια· κατὰ τοσοῦτον δὲ τοῦ ἐν σκιαῖς καὶ ἐν γράμμασι κειμένου νόμου, ὃς ἐν τῷ ὄρει ἐκείνῳ τῷ Σινᾷ δι’ ἀγγέλων λελάληται ὑπερανίσχειν πεπίστευται, καθ’ ὅσον τῶν ὑλικῶν ὑπεραίρει τὰ ἄϋλα· ἐντεῦθεν καὶ οἱ ἱεροὶ ἀπόστολοι, τὰ ἔθνη ὡς μαθητεύσοντες, ἐξεπέμφθησαν ἐκπορεύεσθαι, τὴν λείαν ἐκείνην καὶ εὐθυτάτην καὶ σωτήριον ὁδὸν αὐτοῖς ἀνακαθαίροντες·

Καὶ κρινεῖ ἀνὰ μέσον ἐθνῶν πολλῶν. Οἱ γὰρ ἄρτι τῷ λόγῳ τῆς χάριτος προσερχόμενοι, καὶ τὸ δέον μεταμανθάνοντες, τῆς πρὶν κεκρατηκυίας ἀπιστίας, ὑπ’ αὐτῆς τῶν πραγμάτων ἀληθείας εἰς συναίσθησιν ἐρχόμενοι καταγινώσκουσιν, οἴκοθεν τοὺς ἐλέγχους τῶν οὐχ ὁσίως πεπραγμένων ἐπιφερόμενοι, καὶ αὐθαίρετον τῶν ἀποῤῥήτων τὴν γραφὴν δημοσιεύοντες· ὧν συνετῶς καὶ ἐχεφρόνως τὸ βλαβερὸν καὶ κινδυνῶδες διαπτύοντες, ἐπὶ τὰ κρείττω καὶ συμφέροντα καὶ σωτηρίας ἐχόμενα ταῖς σπουδαῖς χρώμενοι μετατίθενται· ὅτι δὲ οἱ περὶ τὰ χειροποίητα πόνοι καὶ ἡ ἐλπὶς ἐξηφάνισται, καὶ τῶν δι’ αὐτῶν τιμωμένων δαιμόνων ἡ θεραπεία κατήργηται, ἀπὸ προσώπου τῆς δόξης τῆς ἰσχύος τοῦ παραγεγονότος Σωτῆρος, θραύοντος ὥσπερ καὶ καταῤῥηγνύντος τὰ γήϊνα καὶ χοϊκὰ φρονήματα τῶν τοῖς εἰδώλοις προσκειμένων, τὰ μικρὸν ὕστερον ἐπαγόμενα τῷ θεοφόρῳ δηλώσει. Φησὶ γάρ· Καὶ τὰ χειροποίητα πάντα κατακρύψουσιν, εἰσενέγκαντες αὐτὰ εἰς τὰ σπήλαια καὶ εἰς τὰς σχισμὰς τῶν πετρῶν, καὶ εἰς τὰς τρώγλας τῆς γῆς, ἀπὸ προσώπου τοῦ φόβου τοῦ Κυρίου, καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν· δι’ αὐτῶν γὰρ ἤδη πᾶσιν ἐναργὴς καθέστηκε τοῖς ὀρθὰ φρονεῖν ᾑρημένοις, τῶν δαιμονικῶν ἀγαλμάτων ἥ τε ἀναίρεσις καὶ ἀφάνεια· ὡσαύτως δὲ καὶ τὰ τούτοις ἑπόμενα, τῆς αὐτῆς ἐννοίας ἔχεται.

Ἐπάγει γοῦν· Τῇ γὰρ ἡμέρᾳ ἐκείνῃ ἐκβαλεῖ ἄνθρωπος τὰ βδελύγματα αὐτοῦ τὰ ἀργυρᾶ καὶ χρυσᾶ, ἃ ἐπεθύμησαν προσκυνεῖν τοῖς ματαίοις καὶ ταῖς νυκτερίσι, τοῦ εἰσελθεῖν εἰς τὰς τρώγλας τῆς στερεᾶς πέτρας, καὶ εἰς τὰς σχισμὰς τῶν πετρῶν, ἀπὸ προσώπου τοῦ φόβου Κυρίου, καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν.

μβʹ. Ζητήσαι δ’ ἄν τις τὴν ἡμέραν ὁποία ποτ’ ἂν εἴη, καθ’ ἣν ἐκβαλεῖ ἄνθρωπος τὰ βδελύγματα αὐτοῦ τὰ ἀργυρᾶ καὶ τὰ χρυσᾶ, εὕροι δ’ ἂν καὶ μάλα σαφῶς ταύτην ἐκείνην εἶναι, ἐν ᾗ ὁ τῶν ὅλων τῷ κόσμῳ ἐπιδεδήμηκε Κύριος, ὃς αὐτοῦ τῇ παρόδῳ δήσας τὸν ἰσχυρόν, ᾐχμαλώτευσε καὶ διήρπασεν αὐτοῦ τὰ σκεύη, τοὺς κεκρατημένους ὑπὸ τῆς ἐκείνου τυραννίδος δηλαδή, καθὰ γέγραπται· Διότι, φησί, πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται δύναμιν Δαμασκοῦ, καὶ τὰ σκύλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυρίων.

Μητροπόλεις δὲ αὗται Δαμασκὸς καὶ Σαμάρεια, ἡ μὲν Συρίας τὸ τηνικαῦτα προκαθεζομένη, καὶ τὴν τῶν Σύρων περιβεβλημένη δυναστείαν· ἡ δὲ τῶν δέκα φυλῶν τῶν ἐξ Ἰσραὴλ καταγόντων τὸ γένος ἐξάρχουσα· ἀμφότεραι δὲ ἄγαν κατείδωλοι, καὶ τοῖς τοῦ διαβόλου ζυγοῖς ὑποβεβλημέναι, δύναμίν τε καὶ κτῆσιν πᾶσαν καὶ εἰδώλων ἰδέαν πεπορισμέναι, καὶ πλάνῃ κακοδαιμονίας μάλιστα ἐνισχημέναι, καὶ ὥσπερ ἀνάκτορόν τι καὶ ἀνάθημα οἰκεῖόν τε καὶ ἰδιαίτατον, τῷ τοῦ πονηροῦ ἀνατεθειμέναι κράτει· διὰ δὴ τούτων τῶν πόλεων οἷα ἐξόχων οὐσῶν καὶ ὑπερφερουσῶν ἐν κακίᾳ, ὡς ἀπὸ μέρους τὸ πᾶν ἡμῖν ὁ προφητικὸς κατεσήμηνε λόγος, τῆς τε ἐθνικῆς μοίρας, καὶ τῶν ἐκ περιτομῆς πεπιστευκότων· οὕτως τὸ γεννηθὲν ἡμῖν παιδίον, καὶ νηπιάσαι δι’ ἡμᾶς εὐδοκῆσαν, καταληΐζεται καὶ ἀφαιρεῖται τὰ σκύλα τοῦ ἐχθροῦ καὶ τὴν δύναμιν· τοὐτέστιν ἀφήρπασεν ἐκ τῆς χειρὸς αὐτοῦ πᾶν τὸ κατεζευγμένον αὐτῷ καὶ κατισχημένον καθ’ ὧν ἐδυνάστευεν· ἐντεῦθεν τὸν λόγον Σαμάρεια δέδεκται, ἀποσεισαμένη τὰ πάτρια ἔθη καὶ νόμιμα· οὕτω Χριστιανοὶ καὶ εἶναι καὶ ὀνομάζεσθαι οἱ τὴν Ἀντιόχου ἔχοντες ἐχρημάτιζον, καίτοι πρὸς τὴν εἰδωλικὴν πλάνην τὸ ἄστυ περιφανέστατον, καὶ τῶν πολλῶν ἐν κακίᾳ ἐπισημότατον· καὶ γὰρ οὖν περὶ αὐτὸ καὶ ἱερὸν τοῦ Ἀπόλλωνος ἵδρυτο, καὶ ἡ ἐκεῖθεν ἐνεργοῦσα τοῦ ἐμφωλεύοντος δαίμονος ἐξαπάτη περίπυστος, ὅμως τὸν κακῶς ἐντεθησαυρισμένον τοῦ Σατανᾶ πλοῦτον καλῶς ἐσκυλεύοντο, καὶ τὰ χρυσᾶ καὶ ἀργυρᾶ διεῤῥίπτουν ἀγάλματα.

Οὕτως ὁ τῶν ἐθνῶν ἀπόστολος Κορινθίους πρὸς τὴν γνῶσιν τῆς ἀληθείας ἀντεπανήγαγε· καὶ τοῦτο δεδήλωκε γεγραφὼς ὠδὶ πρὸς αὐτούς· Οἴδατε ὅτι ὅτε ἔθνη ἦτε, πρὸς τὰ εἴδωλα τὰ ἄφωνα ὡς ἂν ἤγεσθε ἀπαγόμενοι.