Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Ἀπολογητικὸς λόγος ὑπὲρ τῶν ἁγίων εἰκόνων

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Η νίκη του Χριστού επί του θανάτου και η Καινή Διαθήκη

Περιγραφή της νίκης του Σωτήρος κατά της δαιμονικής εξουσίας και σύγκριση της ευαγγελικής χάριτος με τον μωσαϊκό νόμο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 8 από 12

Ἀλλὰ τῆς συνέσεως αὐτοῦ οὐκ ἔστιν ἀριθμός· οὐδὲ ἔγνω τις νοῦν Κυρίου· εἰ δὲ ὡς οὐκ ἐπιστρεπτικὸν ἢ κηδεμονικόν, καὶ τίς ἐστιν ὁ λέγων διὰ φωνῆς ἁγίων, ὅτι Οὐ βούλομαι τὸν θάνατον τοῦ ἀποθνήσκοντος, ὡς τὸ ἐπιστρέψαι αὐτὸν ἀπὸ τῆς ὁδοῦ αὐτοῦ, καὶ ζῇν τὴν ψυχὴν αὐτοῦ· καὶ ἐν τῷ με εἰπεῖν τῷ ἀσεβεῖ, Θανάτῳ θανατωθήσῃ, καὶ ἀποστρέψει ἀπὸ τῆς ὁδοῦ αὐτοῦ, καὶ ποιήσει κρῖμα καὶ δικαιοσύνην, καὶ ἐν προστάγμασι ζωῆς διαπορεύσεται, ζωῇ ζήσεται, καὶ οὐ μὴ ἀποθάνῃ· πᾶσαι αἱ ἁμαρτίαι αὐτοῦ ἃς ἥμαρτεν, οὐ μὴ ἀναμνησθῶσιν; Ἢ ὡς σοφίας γοῦν καὶ δικαιοσύνης κατά τι γοῦν ἀπολειπόμενον; καὶ τίς ἐξαριθμήσαιτο τὴν ἄβυσσον τῆς σοφίας ἢ μᾶλλον αὐτοσοφίας; τῇ γὰρ σοφίᾳ ἐξέτεινε τὸν οὐρανόν, τὴν γῆν ἐθεμελίωσε καὶ ἁπαξαπλῶς πάντα ἐν σοφίᾳ ἐποίησεν. Ἀγαθὸς δ’ ὅτι ἐστί, καὶ τἄλλα πάντα οἷς παρὰ πάντων ἐξυμνεῖταί τε καὶ δοξάζεται· τί δεῖ τῶν ὑπὲρ ἔννοιαν καὶ λόγον τοῦ Θεοῦ μεγαλείων ἐφάπτεσθαι, καὶ τῶν ἀνεφίκτων κατατολμᾷν;

Μήποτε λάθοιμεν ἑαυτοὺς ἀπονοίᾳ καὶ δυσβουλίᾳ τοῖς ἀσεβέσιν ὡσαύτως ἀνοητότατα περιπίπτοντες. Τίνι οὖν ὁ ἠθετημένος ἠλάττωται καὶ δεδέηται, γλωσσαλγείτωσαν καὶ λεγέτωσαν· ἵνα ὀκλάσας καὶ ἀπειπὼν πρὸς τὴν σπουδὴν καταπροΐξηται τὴν ἀρχήν· μᾶλλον δέ, ὡς ὁ ἡμέτερος λόγος, τίσιν οὐχ ὑπερῆρται καὶ ὑπεραναβέβηκε; ποῖος λόγος τὸ ὑπεραῖρον παραστήσεται τῆς μεγαλειότητος καὶ τῆς δυνάμεως τὸ ἀπρόσιτον, ἢ τῆς ἐξουσίας τὸ ἀμέτρητον, καὶ τοῦ κατὰ πάντων κράτους ἀπειροδύναμον; καὶ ἵνα μὴ τοῖς ταπεινοῖς τούτοις ἀποσεμνύνειν τὸ ὑψηλὸν δόξαντες, κατασμικρύνοιμεν τῆς κυρείας ἁπάντων καὶ δεσποτείας τὸ ἀνέκφραστον, ἢ πάντα ἀπαραβλήτως τε καὶ ἀσυγκρίτως ὑπερθρώσκει καὶ ὑπερίδρυται, καὶ πᾶσιν ὁμοίως ἄβατός τέ ἐστι καὶ ἄληπτος, καὶ ἀποκέκρυπται νῷ καὶ λόγῳ παντί, οἷα δὴ πάντων ἐξῃρημένη ὁρατῶν τε καὶ ἀοράτων, καὶ παντὸς ὀνόματος ἐν τῷ αἰῶνι τούτῳ κατονομαζομένου καὶ ἐν τῷ μέλλοντι, τῶν τοιούτων ὡς ὑπὲρ ἡμᾶς ἀφεξώμεθα· εἰ δὲ οὐχ ἑκὼν ὁ ἐκκεχωρηκὼς τὸ ὑπήκοον δὴ τοῦτο μετετάξατο, βεβίασται πάντως, καὶ τὸ ἡγεμονοῦν τετυράννηται· καὶ τίς ὁ τῇ τυραννίδι ἐπιθέμενος, καὶ τὸ κρατεῖν ἀφελόμενος;

καὶ ἔσται ὁ τυραννήσας εὐσθενέστερός τε καὶ ἐπικλεέστερος, καὶ τοσοῦτον ὅσον καὶ τὸ τῆς νίκης ὑπερτεροῦν, καὶ τὰ δι’ ὧν ἂν ἡ νίκη τὸ περιὸν ἔχοι· ἐν μὲν γὰρ τοῖς ὁρωμένοις καὶ ἀνθρωπίνοις, ὁπηνίκα τὸ ἐναντίον καὶ μάχιμον τὰ πρὸς τὸν πόλεμον ἐξαρτύηται, καὶ εἰς ἀλλήλων χεῖρας ἥκωνται, τέλος τῶν ὅπλων καὶ τῶν πόνων οἱ τὸ κρεῖττον ἀπενεγκάμενοι ἴσχουσιν, ἢ ἐν τῇ μάχῃ κρατήσαντες, χειρώσασθαι τρεψάμενοι τὸν ἀντίπαλον, ἐξ οὗ συμβαίνει σκύλων τε καὶ λαφύρων πόρον ὅτι πλεῖστον ἐνέγκασθαι, ὅπλων τε κτῆσιν ὡς μεγίστην περιβαλέσθαι, ἢ χώραν καταδῃῶσαι τὴν πολεμιωτάτην, καὶ σφίσιν αὐτοῖς κατήκοον ποιήσασθαι, καὶ δασμοφορεῖν εἰς τὸ λοιπὸν τοὺς κεκρατημένους ὡς δουλουμένους καταβιάσασθαι· ὁ δὲ παρὰ τῶν ἀοράτων κινούμενος πόλεμος, ὑφ’ ὧν ἡμῖν νῦν ὁ κατὰ τῆς πίστεως σάλος ἐπανασείεται, τούτων οὐδὲν ἐν ἐλπίσι κατορθωθήσεσθαι τίθεται· οὐ γὰρ δή που τοῦτο τηλικοῦτον, ἡλίκον ἐκείνου τοῦ πολέμου τὸ κίνημα· οὐχ ὅπως γάρ τι τῶν ἡμετέρων καὶ ἐκτός, ὁ ἐχθρὸς σφετερίσηται, καθ’ ἡμῶν ἐπιφύεται, ἀλλ’ ὅπως ὅλους ἡμᾶς αὐτούς, ψυχὰς λογικὰς καὶ τὸν ἡγεμόνα νοῦν καταληΐσαιτο καὶ ὑπὸ χεῖρα ἀγάγοι, ἀναπείσῃ τε βασιλέα καλεῖν, καὶ Θεὸν ὁμολογεῖν τὸν ἀντίθεον, καὶ τοῖς ψυχοφθόροις καὶ βδελυκτοῖς εἴκειν προστάγμασιν· ἵνα δὴ μὴ αὐτὸς μόνος γεέννῃ καταδικάζοιτο, ἤδη δὲ καὶ τοὺς συγκληρονομήσοντας τῷ πυρὶ τῷ αἰωνίῳ συνεπαγάγοιτο· τοῦτο γὰρ ἔργον ἐξ ἀρχῆς τῷ βασκάνῳ καὶ ἀλιτηρίῳ δαίμονι, τῶν ηὐτρεπισμένων ἀγαθῶν τῷ γένει τῷ καθ’ ἡμᾶς φθονερῶς ἐπιόντι ἀποστερήσειν, καὶ τοῦ ἑαυτοῦ συμμεθέξειν πτώματος· ὁ τοίνυν ἀφῃρημένος τὸ ὑπήκοον, γεγύμνωται τῆς ἀρχῆς καὶ ἀπεστέρηται τοῦ ἀξιώματος, καὶ τῆς ἐξουσίας ἐκβέβληται· ψιλὸν αὐτῷ μόνον ἐπιφημισθήσεται τοὔνομα, ἢ καὶ αὐτὸ κατὰ τὸ εἰκὸς πάμπαν οἰχήσεται· συνενεχθήσεται δὲ αὐτῷ ἐντεῦθεν εἰς τὸ πενιχρὸν καὶ ἀκαλλὲς τὸ τῆς δόξης περιστήσεσθαι· οὗ γὰρ μὴ ὑπάρχει κατήκοον, οὐκ ἂν συσταίη τὸ βασιλευθὲν οὐδαμῶς· πόθεν;

οὐ γάρ τοι ἕξει ὧν ἂν κατάρξειεν· τοιαῦτα οἱ κακοδαίμονες τῷ δαίμονι χαριζόμενοι φιλοτίμως, οἴονται τῆς Χριστοῦ κατανδρίζεσθαι βασιλείας, καὶ τῆς καθ’ ἡμᾶς κατανεανιεύεσθαι πίστεως, καὶ τῶν ἱερῶν ἡμῶν καταθέειν δογμάτων· ἀλλὰ τῶν θεολέκτων φωνῶν ἀκουέτωσαν, ὅτι Ὁ μωρὸς μωρὰ λαλήσει, καὶ ἡ καρδία αὐτοῦ μάταια νοήσει.

νʹ. Καὶ τί τούτων ἀνοητότερον ἢ ματαιότερον; κενὰ γὰρ τῷ ὄντι κατὰ Χριστοῦ ἐμελέτησαν, καὶ μάταια αὐτῶν τὰ βουλεύματα καὶ διανοήματα, καὶ φρενὸς ἀλόγου καὶ ἀλλοκότου κυήματα, καὶ μωρίας ὡς ἀληθῶς καὶ σκαιότητος, μᾶλλον δὲ ἀθεΐας καὶ ἀσεβείας τῆς ἁπασῶν ἐσχάτης ἐπέκεινα, ὧν οὐ θεμιτόν τι κἂν γοῦν μόνον εἰς νοῦν ἐπιέναι ἀνθρώπῳ δοξάζειν ἀνοητότατα, καὶ δρᾷν τὰ ἀνοσιώτατα, εἰς τοῦτο ἀσθενείας καὶ ἀκλειΐας τὴν τῶν ὅλων ὑποβιβάζειν ἀρχήν· οὗ τί ἂν γένοιτο ἀτοπώτερον ἢ ἀθεώτερον;

Ἀλλὰ καινή τις, ὡς ἔοικε, κατὰ τῆς Χριστοῦ βασιλείας παρὰ τῶν ἀνομούντων ἀνέφυ γραφή· δέον γὰρ αὐτὴν ταῖς ἀπασῶν ὑψηλοτέραις καταγεραίρειν τιμαῖς, εἰς ἔσχατον ἀδοξίας καὶ εὐτελείας περιέλκειν οὐ κατερυθριῶσιν, ἵνα τὸ προσὸν ὡς Θεῷ ἀξίωμα περιελόμενοι, ἡττημένον αὐτὸν παραδείξωσι, καὶ τῶν θείων πλεονεκτημάτων ἀπογυμνώσωσι, καὶ ψιλὸν αὐτὸν ἄνθρωπον καὶ τῶν καθ’ ἡμᾶς ὄντα καταστήσωνται, καὶ τῆς ἐνούσης αὐτῷ κατὰ πάντων ἐξουσίας ὑπερορίσωσιν· εἰς τοιαύτην ἀτοπίαν καὶ ἀθεΐαν τὰ παρ’ αὐτοῖς δογματιζόμενα, κατὰ τὸ ἀκόλουθον περιέστησαν· ἀλλὰ πῶς ταῦτα πείσεται, οὐ συνῆκαν οἱ ἀμαθεῖς καὶ ἀνόητοι· ὁ τὸν ἰσχυρὸν δήσας καὶ διαρπάσας αὐτοῦ τὰ σκεύη, καὶ τῆς καθ’ ἡμῶν λύσσης ἀπείρξας, πῶς ὁ τὸν ἀόρατον αἰχμαλωτεύσας τύραννον, καὶ καθελὼν τὸ δυσάντητον κράτος, ἀντεσυλήθη πάλιν ἡττώμενος; Ἐξ ἀτονίας ἄρα πεπονθὼς τοῦτο, ἢ κατολιγωρήσας τοῦ προσκτηθέντος, καὶ ταῦτα ἐπὶ τοσούτοις ἱδρῶσι καὶ πάθεσιν, ἵνα μετὰ τοῦ δύνασθαι παραιρήσωνται αὐτόν, καὶ τῆς προσούσης περὶ ἡμᾶς κηδεμονίας καὶ προνοίας αὐτῷ;

Κενὸς οὖν αὐτῷ ὁ ἀγὼν κατ’ αὐτούς, καὶ μάτην ἡ πρὸς τὸν ἀντίπαλον διαμάχη ἐξήνυσται· τάχα που καὶ δευτέρων ἀγώνων αὐτῷ δεήσει, καὶ πράγματα ἕξει, καὶ φροντίδων τῶν πρὸς ἐχθρὸν οὐκ ἀπολήξει, καί ποτε καὶ ἄλλης αὐτῷ μελήσει σαρκώσεως, καὶ σταυρὸν ἄλλον καὶ πάθος ἐκδέξεται· ἐξ οὗ συμβήσεται ἀνάλογον τούτοις ἕξειν καὶ τὴν θρησκείαν· εἰ γὰρ κατήργηκε τὴν εἰδωλολατρίαν Χριστός, καὶ τοῦτο ὑπῆρξεν ἡμῖν ψυχῶν ἰατρεία, εἶτα ἐπανῆκεν ἀναπνεῦσαν τὸ βλαβερόν, ἑτέρας αὖθι; θεραπείας δεήσεται· ὅπερ δὴ ἐπὶ τῶν κατὰ τὸ σῶμα νοσημάτων εὐρεῖν ἔστιν· ὡς εἴ τις ἰατρῶν τὴν παροῦσαν ἐξιάσασθαι νόσον τοῦ κάμνοντος βούλοιτο, κεράννυσι μὲν τῇ νόσῳ κατάλληλα φάρμακα· εἶτα ὃ ἐδόκει ἀλεξητήριον, περιτραπὲν εἰ τύχοι γέγονε δηλητήριον, ὡς οὐδέν τι ῥᾷον, χεῖρον δὲ μᾶλλον σχούσης τῆς διαθέσεως· ἀναγκαίως οὖν ἀγωνιάσει καὶ διασπεύσει, ἑτέροις ἐπιχειρήμασι μεθοδεύων διαθεῖναι τὸ ἴαμα· εἰ γοῦν καὶ τούτων μὴ ἐπιτεύξοιτο, προσθείη δήπου καὶ ἕτερα, καὶ εἰς ἄπειρον τὴν πεῖραν κενώσειεν, ἔστι δὲ λοιπὸν οὐκ ἰατρεία τὸ δρώμενον, ἀλλ’ ἀπορία καὶ ἀτευξία, καὶ τῆς τοῦ νοσοῦντος κακοπαθείας ἐπίδοσις· τὸν αὐτὸν τρόπον καὶ τὰ κατὰ τὴν τοῦ Σωτῆρος ἡμῶν οἰκονομίαν Χριστοῦ διαχλευάζοντες, διορίζεσθαι οἱ ἄθλιοι βούλονται, ὡς οὐδὲν οὐδαμῆ ἐνεργὸν ἢ βεβηκὸς ἔχειν αὐτὴν διανοούμενοι.

Παίζεται οὖν παρ’ αὐτοῖς τὰ καθ’ ἡμᾶς μυστήρια, καὶ τῶν ἐπὶ σκηνῆς οὐδέν, ὡς ἔοικε, διενήνοχεν.

Ἡμεῖς δὲ ταῖς ἀληθείαις χρώμενοι, καὶ τῆς τῶν πραγμάτων αὐτῶν πίστεως καὶ δυνάμεως ἀντεχόμενοι λέγομεν· Τοσούτῳ περιέσται τῷ νικητῇ τοῦ τυράννου καὶ τοῦ θανάτου Χριστῷ τὰ τῆς νίκης· ὡς ἤδη καὶ ὁ δράκων ὁ πανώλης ἐξ ἀπληστίας καὶ αὐτῷ προσβαλὼν τῷ Χριστῷ, καὶ τῷ φαινομένῳ ἐπιδραμών, ἐπείπερ οἱονεὶ δέλεαρ αὐτῷ προὐβάλετο τὸ ἀνθρώπινον, καὶ μάλα ἐλπίσας θηράματι ὥσπερ τινὶ περιτυχὼν κατεδηδοκέναι τὸ προσπεσόν, τῷ ἀγκίστρῳ περιπίπτει δελεασθεὶς τῆς θεότητος, καὶ οὓς πάλαι λαφύξας καταπεπώκει, πρὸς τὸ δυσάντητον ἀπαυδήσας τῆς θοίνης, καὶ οὐκ ἐθέλων ἀπήμεσε.

Ταῦτά τοι καὶ οἱ πρὶν πρὸς θήραν ἑτοίμην καὶ ἐδωδὴν ἡδίστην αὐτῷ ὑπεκκείμενοι ἔλαβον ἐξουσίαν παρὰ τοῦ τὸν κόσμον νικήσαντος, καὶ τὴν ὑπερήφανον καὶ δυσμενῆ καθελόντος τοῦ Πονηροῦ δυναστείαν, πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν τοῦ Ἐχθροῦ δύναμιν· ἀλλὰ καὶ ἄξουσιν ἐν ἀγκίστρῳ τὸν δράκοντα, ἀφάψουσι δὲ φορβειὰν περὶ ῥῖνας αὐτοῦ, δήσουσι δὲ κρίκον ἐν τῷ μυκτῆρι αὐτοῦ, καὶ ψελλίῳ τὸ χεῖλος αὐτοῦ διατρήσουσι· κἂν οἱ ταῖς πάγαις τῆς πλάνης συνειλημμένοι, τῷ δεσμώτῃ καὶ τετρημένῳ καὶ μαστιγίᾳ τὸ σέβας, ὡς αὐτοί φασιν, ἀνοήτως προσάγωσιν· ὄντως οὐκ ἐφρόνησαν συνιδεῖν ἢ συνιέναι οἱ τάλανες· διὰ τοῦτο τῆς ἀληθείας καταλαζονεύονται, τολμῶσί τε ἃ οὐδ’ ἂν βαρβάροις ἢ Ἕλλησι τολμητέα εἶναι· τί φήσουσιν ἀκούοντες οἷα ἐν Εὐαγγελίοις ὁ ἡμέτερος διαῤῥήδην βασιλεὺς καὶ ποιμὴν διακέκραγε· Τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει, καὶ οὐδεὶς ἁρπάσει αὐτὰ ἐκ τῆς χειρός μου; Καὶ ὅτι ὁ Πατὴρ δέδωκεν αὐτῷ ἐξουσίαν κατὰ πάσης σαρκός· καὶ πάντα ὅσα ἔχει ὁ Πατήρ, ἔχει καὶ ὁ Υἱός· Τὰ γὰρ ἐμὰ πάντα, φησί, σά ἐστι, καὶ τὰ σὰ ἐμά, καὶ δεδόξασμαι ἐν αὐτοῖς. Μετεῖναι γὰρ τῷ Μονογενεῖ πάντων τῶν τοῦ Πατρὸς πεπιστεύκαμεν· πῶς οὖν δεδόξασται, εἰ νενίκηται καὶ ἥττηται; πῶς δὲ τῆς ἐξουσίας ἀφῄρηται, ὁ ἐν τοῖς πατρικοῖς ἐναγλαϊζόμενος ἀξιώμασι, καὶ συμμετέχων τῆς κατὰ πάντων ἐνυπαρχούσης ἐξουσίας αὐτῷ;

ταῦτα οἱ τοῦ Κυρίου ἐχθροὶ οὐ λογίζονται· ὑφ’ ἑτέρῳ γὰρ τελοῦσι τῷ τοῦ αἰῶνος τούτου ἄρχοντι· τοῦτο γὰρ αὐτοῖς βούλεται τὸ εἰδώλοις προσκεκυνηκέναι, τὸ ἐξ ἀρχῆς ὠδίνουσι κατὰ τοῦ εὐαγγελικοῦ λόγου τὰς ἀντιθέσεις· ἡμεῖς δὲ οὐκ ἄν ποτε ἀποκνήσαιμεν θριαμβεύειν αὐτῶν τὸ ἐμμανὲς καὶ τὸ ἐμβρόντητον.

Τί οὖν φησιν ὁ Σωτήρ; Ὁ εἰσερχόμενος διὰ τῆς θύρας, ποιμήν ἐστι· καὶ ὅταν τὰ ἴδια πρόβατα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται, καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασι τὴν φωνὴν αὐτοῦ· ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ’ αὐτοῦ, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν. Εἶτα πάλιν· Ἐγώ εἰμι ἡ θύρα· δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὐρήσει. Τί δὲ οἱ παράφρονες; τὸν μὲν τοιοῦτον ποιμένα, ἠῤῥωστηκότα καὶ ἄτονον, καὶ ἀπείρως τῆς ποιμαντικῆς εἰσάγουσιν ἔχοντα, ἢ ἀσθενείᾳ τοῦ διέπειν τὰ πρόβατα, ἢ ἀκουσίως διηρπάσθαι ὑπὸ τοῦ λύκου, ἢ ἐθελοντὴν καταπροέσθαι τὸ ποίμνιον· μάτην δέ, ὡς ἔοικεν, ἡ θύρα προβέβληται, οὐδαμόθεν τὸ ἀσφαλὲς ἔχουσα· οὔτε εἴ τις εἰσελεύσεται δι’ αὐτῆς ἢ ἐξελεύσεται, εἰς τὸ σώζειν οἵα τε ὑπάρχουσα· τὸ δὲ ταῦτα φλυαρεῖν καὶ λέγειν, ποίας κολάσεως καὶ ἀπωλείας οὐκ οἴσει δίκην; Εἶτα· Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμά, καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν, καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων.

Τοῖς δέ γε ἑκατέρωθεν ἐν τούτοις ὁ τῆς βλασφημίας περιορώρυκται βόθρος, ὁμοῦ τε τοῦ ποιμένος Χριστοῦ καὶ τῶν προβάτων τὴν ἄγνοιαν ἀνοήτως καταψηφιζομένοις· διαπιστήσουσι δέ που πάντως αὐτῷ, καὶ τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων τιθέναι λέγοντι· ἵνα ἢ μηδόλως γεγενῆσθαι τὸ σωτήριον Χριστοῦ πάθος δογματίσωσιν, ἢ ὡς παραπεπλασμένον καὶ φασματῶδες παραφανέν, καὶ εἰκῆ συντεθεῖσθαι δραματουργούμενον παρὰ τῶν ἐξηγησαμένων ἡμῖν τὰ Εὐαγγέλια, εἰσηγήσωνται· ταῦτα δὲ τίνων ἄλλων, ἢ τῆς ἐκείνων ἀνοίας καὶ ἀσεβείας ἄξια; καὶ ὁ μὲν Χριστὸς λέγει· Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσι, καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν.

Οἱ δὲ καὶ τῶν ἤδη δι’ ἐπιγνώσεως τῆς πρὸς αὐτὸν συνηγμένων, τῆς ἐξουσίας καὶ οἰκειότητος ἐξείργειν φιλονεικοῦσι, καὶ τῷ τῆς πλάνης αὐτῶν ἀρχηγῷ διαβόλῳ περιποιούμενοι μετοχετεύειν· φαίη δ’ ἂν καὶ πρὸς αὐτοὺς ὁ Χριστὸς τὴν Ἰουδαίων νοσοῦντας μανίαν·

Ὑμεῖς οὐ πιστεύετε· οὐ γάρ ἐστε ἐκ τῶν προβάτων τῶν ἐμῶν· τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει, καὶ γινώσκω αὐτά, καὶ ἀκολουθοῦσί μοι· κἀγὼ ζωὴν αἰώνιον δίδωμι αὐτοῖς, καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα, καὶ οὐχ ἁρπάσει τις αὐτὰ ἐκ τῆς χειρός μου· ὁ Πατήρ μου ὃς δέδωκέ μοι, μείζων πάντων ἐστί, καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ Πατρός μου. Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν. Οὗτοι δὲ τὰ Ἰουδαίων ὄντως καὶ φρονοῦντες καὶ πράσσοντες, τοῖς τῶν δυσφημιῶν λόγοις οἷα λίθοις καταλεύουσι, βάλλοντες τὸν Χριστόν· οὕτω γάρ, τό γε ἐφ’ ἑαυτοῖς, κατεψίλωσαν μὲν τὸν Χριστόν, καὶ τοῦ κατὰ πάντων ἀφείλοντο κράτους, καὶ τὸ ἧττον ἀπενέγκασθαι ἤδη κατεψηφίσαντο, τά τε ἄλλα καὶ τὰ τῶν Εὐαγγελίων ψευδῆ τιθέμενοι λόγια· τῷ δὲ Πατρὶ αὐτῶν τῷ Ἀντιχρίστῳ τὸ κλέος διδόασι καὶ τὰ νικητήρια, τρόπαιον αὐτῷ λαμπρόν, τὸν ἴδιον στησάμενοι ὄλεθρον.

ναʹ. Ἤδη δὲ καὶ τὸν Πατέρα καὶ τῶν ὅλων Θεόν, κατὰ τὸ εἰκός, βεβιάσθαι ἀποφανοῦνται, καὶ τῆς τῶν ἁπάντων δεσποτείας ἀλλοτριώσουσι, συνδιηρπάσθαι τῷ Υἱῷ τῆς ἐξουσίας αὐτὸν εἰσηγούμενοι· εἴπερ ὁ Υἱός φησιν, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν. Συμβασιλεύει δὲ τῷ Πατρὶ εἰς τοὺς αἰῶνας· καὶ τὸ Πνεῦμα ἐψεῦσθαι τὸ ἅγιον τὸ ἐν ἀποστόλοις φθεγγόμενον, ἐπεὶ τῷ μὲν ἐνέπνευσε λέγειν· Ὅτι ἐῤῥύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους, καὶ μετέστησεν εἰς τὴν βασιλείαν τοῦ Υἱοῦ τῆς ἀγάπης αὑτοῦ, ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν, τὴν ἄφεσιν τῶν ἁμαρτημάτων· ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως· τῷ δὲ ἐνήχησε γράφειν· Ὑμεῖς δὲ γένος ἐκλεκτόν, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν, ὅπως τὰς ἀρετὰς ἐξαγγείλητε τοῦ ἐκ σκότους ὑμᾶς καλέσαντος εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς· οἱ ποτὲ οὐ λαός, νῦν δὲ λαὸς Θεοῦ· καὶ οἱ οὐκ ἠλεημένοι, νῦν δὲ ἐλεηθέντες. Μεθ’ ὧν ὁ εὐαγγελικὸς λόγος, Ὅτι τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβε, βοᾷ.

Οἱ δὲ τοῦ σκότους ἄξιοι, ὡς οἴονται, καὶ ἐδιώχθη καὶ κατελήφθη· εἰκῆ ταῦτα εἴρηται, καὶ ἀδολεσχεῖ ὁ λέγων τοὺς ἐκ τοῦ σκότους εἰς τὸ θεῖον καὶ θαυμαστὸν κεκλῆσθαι φῶς· καὶ τὸν οὐ ποτὲ λαὸν νῦν λαὸν χρηματίζειν Θεοῦ· καὶ τοὺς οὐκ ἠλεημένους, ἠλεημένους· μάτην ἄρα, ὡς ἔοικε, τὸ τοῦ Χριστοῦ αἷμα καταβέβληται, καὶ λύτρον ὑπὲρ ἡμῶν εἰσενήνεκται, καθὰ πιστεύομεν καὶ κηρύσσομεν· οὕτως αὐτοὺς εἰς βυθὸν ἀπωλείας ὁ τῆς βλασφημίας καὶ δυσσεβείας κατωθεῖ λόγος· ἐπὶ τούτοις τῶν θεηγόρων ἄλλος, εἰς τόνδε τὸν πόνον συνεισελάσας, συλλήψεταί γε εὖ μάλα τοῖς προκεκηρυγμένοις, τοιάδε τινὰ λέξειεν· Ἔσται ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἐν τῷ καιρῷ ἐκείνῳ, καλέσουσι τὴν Ἱερουσαλὴμ θρόνον Κυρίου, καὶ συναχθήσονται ἔτι ὀπίσω τῶν ἐπιθυμημάτων τῆς καρδίας αὐτῶν τῆς πονηρᾶς. Τοιαῦτα μὲν ὁ θεῖος προφήτης· πολλάκις δὲ τῶν τοιῶνδε λόγων προδιηυκρινημένων, οὐκ ἔγωγε οἶμαι παλινοστήσαντας ἐπὶ τὰς αὐτὰς ἐξηγήσεις ἴεσθαι· ἀλλὰ τά γε εἰς τὸ ἔπειτα αὐτῷ ῥηθησόμενα, οὐκ ἂν ἑκὼν ὑπερβήσομαι· πολὺ γὰρ ἡμῖν ὠδίνει ταυτηνὶ τὴν ἀλήθειαν πρὸς τὴν τῶν προκειμένων ὑπόθεσιν, τὸ συμφυὲς καὶ ὁμόγνωμον, ἃ δὴ καὶ ἰσχνῶς κατοπτεύοντες εἰσόμεθα.

Τί ποτε ἄρα Θεός, καὶ τίσι κατὰ καιροὺς διάθοιτο, καὶ τί τῶν ἐκκεισομένων νόμων τὸ καινὸν καὶ ἀπεξενωμένον, καὶ τῶν πάλαι νενομισμένων ἐπικρατέστερον, καὶ πολὺ δὲ πλείονα φέρον τὴν ὄνησιν, καὶ ὅποι ποτὲ τὰ τῶν νόμων ἐνσημανθήσεται, καὶ ὁποίᾳ δὴ δυνάμει τὸ ὑπ’ αὐτῶν διδασκάλιον πρόεισιν;

νβʹ. Ἔχει δὲ ὧδε· Ἰδοὺ ἡμέραι ἔρχονται, φησὶ Κύριος, καὶ διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ καὶ τῷ οἴκῳ Ἰούδα διαθήκην καινήν, οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν, ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου· καὶ αὐτοὶ οὐκ ἐνέμειναν τῇ διαθήκῃ μου, καὶ ἐγὼ ἠμέλησα αὐτῶν, φησὶ Κύριος. Ὅτι αὕτη ἡ διαθήκη ἣν διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ μετὰ τὰς ἡμέρας ἐκείνας, φησὶ Κύριος, διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ καρδίας αὐτῶν γράψω αὐτούς, καὶ ἕσομαι αὐτοῖς εἰς Θεόν, καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν, καὶ οὐ μὴ διδάξωσιν ἕκαστος τὸν πολίτην αὐτοῦ, καὶ ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ λέγων· Γνῶθι τὸν Κύριον· ὅτι πάντες εἰδήσουσί με ἀπὸ μικροῦ αὐτῶν καὶ ἕως μεγάλου αὐτῶν· ὅτι ἵλεως ἕσομαι ταῖς ἀδικίαις αὐτῶν, καὶ τῶν ἁμαρτιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι. Καὶ ὁ μὲν τοῦ Πνεύματος ὑποφήτης τοιαῦτα. Τίς δὲ τῶν θεοπνεύστων λογίων τούτων ἀνήκοος; Ἁπανταχοῦ γὰρ γῆς καὶ θαλάσσης, τῶν θεοφόρων ἀνδρῶν ὁρᾶται κατεσκεδασμένον τὸ κήρυγμα· τίς δὲ οὕτως ἀσύνετος καὶ ἠλίθιος, ὥστε παρ’ οὐδὲν μὲν τίθεσθαι τὰ τοῦ Πνεύματος λόγια, τοῖς ἐκ τῆς μεθοδείας δὲ τοῦ διαβόλου ἐξευρημένοις προστίθεσθαι; ποίας οὐκ ἂν εἶεν κατηγορίας καὶ κολάσεως ἄξιοι, λεγέτω τις τῶν ἐρώντων τῆς τοῦ λόγου εὐθύτητος· τί τούτων εὐθύτερον ἢ τηλαυγέστερον; ἆρ’ οὐκ ἐλέγχει τῶν ἀνοήτων τὴν ματαιότητα;

ἆρα τὸν καθ’ ἡμᾶς λόγον ὡς εὐσεβείας ἐχόμενον οὐ συνίστησιν; οὐ τὴν καινὴν διαθήκην ἡμῖν προανεβόησεν, ἣν ὁ σωτήριος Λόγος ἐπιφανεὶς παραδέδωκεν; οὐ τῆς κατὰ Θεὸν πολιτείας τοὺς νόμους προϋποτίθεται, τῶν τε δεξομένων τὰς διανοίας καταυγασθήσεσθαι καὶ φωτισθήσεσθαι, καὶ τῶν προσελευσομένων τὰς καρδίας, τοῦ παλαιοῦ ῥύπου καὶ τῆς ἁμαρτίας ἀποκαθαρθήσεσθαι; καθ’ ἃς καὶ ἐγγραφήσεσθαι τὸν θεῖον νόμον προανεκήρυξεν· οὐ τὸν παλαιὸν ἄνθρωπον ἀποθήσεσθαι, καὶ τὸν νέον τὸν ἀνακαινούμενον ἐν πνεύματι προϋπέγραψεν; οὐ τὴν πρὸς Θεὸν ἡμῖν οἰκειότητα διατυποῖ καὶ ἐγγύτητα; ὡς εἶναι αὐτῷ λαὸν καὶ κλῆρον ἅγιον, αὐτόνομον καὶ αὐτεπάγγελτον τὴν θείαν γνῶσιν ἕξειν προϋποφαίνων; οὐ προῖκα χρηστευόμενον ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἀμνηστίαν ἐπὶ ταῖς ἀνομίαις ἡμῶν ἐνδειξόμενον, τόν τε ἔλεον καὶ τὴν φιλανθρωπίαν ἣν περὶ ἡμᾶς κέκτηται προανακέκραγεν; οὐ τὸ κεφάλαιον πάντων, ὡς συνελόντα εἰπεῖν, τῆς ἱερᾶς ἡμῶν πίστεως τά τε βάθρα καὶ τὴν κρηπῖδα προϋπεστήριξε;

ταῦτα κατακροτεῖν καὶ ταῖς ἀμείνοσι στεφανοῦν ψήφοις, πάντων ἂν εἴη δικαιότερον· τῆς γὰρ ἀσεβείας καθαιρεῖ τὴν ὀφρύν, καὶ τῶν ἀναισχυντούντων ἀποφράττει τὰ στόματα· ὄντως ἔδει τούτοις καὶ ὑπηρετήσασθαι καὶ διακονήσασθαι, τὸν καλῶς καὶ ἀξίως τῶν προφητῶν προσαγορευθέντα τὸν συμπαθέστατον, ἀφ’ ὧν ἐπεδείκνυτο τὸ πολυπενθὲς καὶ φιλόδακρυ· ὃς ἔγνωστο τῷ Θεῷ καὶ πρὸ πλάσεως, καὶ ἐκ μήτρας αὐτῆς ἡγίαστο· τί γὰρ τῆς ἱερᾶς ἐκείνης ψυχῆς συμπαθέστερον ἢ καθαρώτερον;

Ἀλλ’ ἐπὶ τὴν τῶν προηγορευμένων ἀνάπτυξιν, εὐκαίρως καὶ δὴ τρεψώμεθα· Ἰδοὺ ἡμέραι ἔρχονται, φησὶ Κύριος, καὶ διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ καὶ τῷ οἴκῳ Ἰούδα διαθήκην καινήν. Ἡμέραι δὲ οὐκ ἂν ἕτεραι ὑποληφθεῖεν, ἢ ἅσπερ ἐσχάτας τῶν προφητῶν ἕτεροι ἐκδιδάσκουσιν, εἰ καὶ ἀδιορίστως ἐνταῦθα εἴρηται, καθ’ ἂς ὁ ποῦ Θεοῦ Λόγος ἀνθρώποις σαρκὶ προσωμίλησεν· ἐπὶ συντελείᾳ γὰρ τῶν αἰώνων τὸ τοῦ Χριστοῦ μυστήριον πεφανέρωται· τούς τε νόμους καὶ τὴν διαθήκην ἡμῖν τὴν καινὴν εἰσηγήσατο· ἐπεὶ γνωριζέτωσαν ἡμῖν οἱ ἀπεναντίας ἡμῖν καὶ τῇ ἀληθείᾳ ἱστάμενοι, χρόνον ἕτερον καὶ τοῦ προφητικοῦ τουτουῒ λόγου μεταγενέστερον, καὶ διαθήκην ἄλλην ἐμφανιζέτωσαν, καὶ ἡμεῖς γε σιωπήσομεν.

Ἕως δ’ ἂν παραδεῖξαι οὐκ ἰσχύσωσιν (οὐ γάρ τοι δυνήσοιντο), τὰ ἡμέτερα κρατείτωσαν, καὶ ὁ τῆς ἀληθείας λόγος παῤῥησιάσαιτο· οἶκος δὲ Ἰσραὴλ καὶ Ἰούδα, τίνες ἂν εἷεν ἕτεροι, ἢ οἵ γε τῷ καθαρωτάτῳ νῷ καθορᾷν ὡς ἐφικτὸν ἀνθρώπῳ Θεὸν δύναιντο, καὶ καθαρᾷ καὶ εἰλικρινεῖ ἐξομολογήσει διὰ πίστεως αὐτῷ προσερχόμενοι; οὕτω γὰρ ἂν οἰκειότερον Ἰσραὴλ καὶ Ἰούδας ἀποδοθείη· εἰ καὶ περὶ τῶν ψιλαῖς προσηγορίαις τέως ἐπικεχρεωστημένων, τηνικάδε ὁ λόγος προενήνεκται, ὡς μὴ δόξαι τὰ τῆς ἐπαγγελίας διαπεσεῖσθαι τῆς πρὸς τοὺς πατέρας τοῖς ἔτι σαρκικοῖς, καὶ τῷ τῆς περιτομῆς φιλοτιμουμένοις σημείῳ· καθὰ καὶ ὁ Σωτὴρ τῇ γυναικὶ τῇ Φοινικίσσῃ προσδιελέγετο· Οὐκ ἀπεστάλην, εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Ὧν ἀπογνόντων, ἐπὶ τὰ ἔθνη λοιπόν, πρὸς οὓς ἡ ἐπαγγελία τῶν πατέρων καὶ ἡ εὐλογία μετακεχώρηκεν.

Εἰ δοκεῖ δὲ καὶ εἰσαῦθις, ὁ τῆς καινῆς διαθήκης λειτουργός, ὁ βαστάσας τὸ τοῦ Χριστοῦ ὄνομα ἐνώπιον ἐθνῶν καὶ βασιλέων, ὃς δὴ ἄγαν εὐφυῶς καὶ εὐκαίρως καὶ εἰς δέον, τοῖς θείοις τούτοις χρησμοῖς Ἑβραίοις γράφων, αὐταῖς λέξεσι συνεχρήσατο, καλείσθω καὶ νῦν χρειωδέστατα, καὶ εἰς μέσους ἀγέσθω, καὶ ἀμφοῖν ταῖς διαθήκαιν συμβάλλων καὶ δοκιμάζων τὴν δύναμιν, λεγέτω· Εἰ γὰρ ἡ πρώτη ἐκείνη ἦν ἄμεμπτος, οὐκ ἂν δευτέρας ἐζητεῖτο τόπος· πῶς οὖν οὐκ ἄμεμπτος ἡ πρώτη; Ὅτι τοι, φησίν, ὁ νόμος οὐδὲν ἐτελείωσεν, ἐπεισαγωγῇ δὲ κρείττονος ἐλπίδος, δι’ ἧς ἐγγίζομεν τῷ Θεῷ.

Οὐκοῦν διὰ τοῦτο δευτέρας ἐδέησε καὶ τῆς κρείττονος, ἧς πάνυ τὸ χρειῶδες καὶ ἀναγκαῖον εἰς τὸ σώζειν τὸν ἄνθρωπον, καὶ δικαιοῦν τὸν διὰ πίστεως προσερχόμενον, καὶ τῶν ἀρχαίων πλημμελημάτων χαρίζεσθαι τὴν ἀπόνιψιν· ἦν δ’ ἄρα αὕτη τῆς εὐαγγελικῆς θεσμοθεσίας ἡ ἐπανθήσασα χάρις, καὶ τῶν ἐν ταύταις μεσιτευσάντων τὸ διενέγκαν ὁπόσον· ὅτι ἐκεῖ μὲν οἱ ἱερεῖς προσέφερον τὰ δῶρα, καὶ τὰς ἐναίμους θυσίας ὑπέρ τε ἑαυτῶν, καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων· αἵπερ οὐκ ἠδύναντο περιελεῖν ἁμαρτίας· ἐν ὑποδείγματι γὰρ ἔτι καὶ σκιαῖς ἐλάτρευον τῶν ἐπουρανίων, καθὰ Μωσεῖ κεχρημάτισται· ἐνταῦθα δὲ διαφορωτέρας τετύχηκε λειτουργίας καὶ ἀσυγκρίτως ἀμείνονος ἐπὶ κρείττοσι ταῖς ἐπαγγελίαις, καθ’ ὅσον σκιᾶς ἡ ἀλήθεια. Ὁ γάρ τοι ἡμέτερος ἀρχιερεύς, ὁ ἔξαρχος καὶ ἀπόστολος τῆς ὁμολογίας ἡμῶν Χριστὸς ὁ Θεὸς ἡμῶν, ἅπαξ ὑπὲρ τῆς τῶν ἁμαρτωλῶν σωτηρίας ἑαυτὸν ἀνενέγκας, ἱερευθέντα τε καὶ τυθέντα σαρκί, μένει εἰς τὸν αἰῶνα ἀρχιερεύς, ἐκάθισέ τε ἐν δεξιᾷ τοῦ Θεοῦ, τὸ λοιπὸν ἐκδεχόμενος, ἕως ἂν τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ· μιᾷ γὰρ προσφορᾷ ἐτελείωσεν εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζομένους. Μαρτυρεῖ δὲ ἡμῖν, φησί, τὸ Πνεῦμα τὸ ἅγιον.

Ἀλλ’ οἵ γε ἐναγεῖς καὶ βέβηλοι, τῶν τοῦ Πνεύματος οὐδαμῶς ἀνέχονται λογίων, πολλὴν δὲ τὴν ἀκαθαρσίαν καὶ τὸ δυσῶδες ἐκ τῆς βδελυρᾶς καρδίας ἀπερευγόμενοι, καταῤῥαψῳδοῦσι τῆς ἀληθείας, μήτε Χριστὸν τετελειωκέναι μηδέν, μήτε καθηγιάσθαι τοὺς ἠξιωμένους τῆς χάριτος· οὕτως οὖν νοοῖντο καὶ λίαν εὐστόχως, ἐκ τοῦ ἀκαθάρτου ἀποφθεγγόμενοι πνεύματος, οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν, ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν, ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου. Ταῦτα ἄνωθεν ἠρέμα πως, τῆς παλαιᾶς διαθήκης τὴν παῦλαν προϋπῃνίσσετο· καθάπερ καὶ τῶν πλακῶν τὸ παλαιὸν ἐδήλου τὸ σύντριμμα· ὅτε μὲν γὰρ τῆς Αἰγυπτιακῆς τυραννίδος ὁ Ἰσραὴλ ἀπηλλάττετο, πλαξὶ λιθίναις ὁ νόμος ἐνεχαράττετο, καὶ ὅρος ἐδείκνυτο καπνιζόμενον, καὶ δείματα ἐξαίσια διεφαίνοντο ἄνωθεν· οἷα εἰκὸς τοὺς ἔτι νηπιώδεις, καὶ στοιχείων διὰ τοῦτο δεδεημένους μορμολυττόμενα· ὡς τοὺς ἄρτι τῆς ἀλλοδαπῆς ἀπανισταμένους, τῆς βαρβαρικῆς μεταπλάττεσθαι δυστροπίας, καὶ πρὸς θεογνωσίαν μεταῤῥυθμίζεσθαι, τὴν ἐθνικὴν δεισιδαιμονίαν ἀποδιδράσκοντας· τῇ τῶν πλακῶν τυχὸν παραλήψει, τῆς λιθίνης αὐτῶν καρδίας τυποῦντος τοῦ λόγου τὸ σκληρὸν καὶ ἀτίθασσον· ταύτῃ γὰρ καὶ λαὸς σκληροτράχηλος, καὶ νεῦρον σιδηροῦν ἔχων τὸν τράχηλον, καὶ πρὸς πᾶσαν ἀπείθειαν καὶ τραχύτητα εὐπαράφορος ὢν ὠνειδίζετο.

Ὅτε δὲ ὁ Κύριος ἡμῶν καὶ Θεός, τῆς ἐξουσίας τοῦ πονηροῦ τυράννου ἐλευθεροῦν ἤμελλε, καὶ τοῦ ζυγοῦ τῆς ἁμαρτίας ἡμᾶς ἐξαιρήσεσθαι, οὐδὲν ἐκείνων ὤφθη τερατουργούμενον· ὁ γὰρ τὴν σωτηρίαν πρυτανεύων τὴν ἡμετέραν, ἐκπεριιὼν τὴν γῆν, ὁ πρᾶος καὶ ταπεινὸς τὴν καρδίαν, θορύβων καὶ δέους παντὸς ἄνευ, τὸ ἐπιεικὲς δὲ μᾶλλον ἐπιδεικνὺς καὶ εὐπρόσιτον, ἐν ταῖς συναγωγαῖς τὸν λόγον ἐδίδασκε τὸν σωτήριον, καὶ παντοδαπῶν εὐεργετημάτων κατεπίμπλα τοὺς εἰσακούειν ἐθέλοντας, οὐ νόμους γραπτοὺς διετίθετο, οὐ γῆς τῆς ὁρωμένης καὶ πατουμένης ἐκνέμων σχοινίσματα, οὐδέ τι τῶν ἐπικήρων τε καὶ ῥεόντων κληροδοτῶν εἰς κατάσχεσιν, ἀλλὰ βασιλείαν ἐκήρυσσε τὴν οὐράνιον, καὶ πλοῦτον ἀναφαίρετον ἐχαρίζετο, καὶ χαρὰν εὐηγγελίζετο ἀνεκλάλητον, πᾶσάν τε νόσον καὶ μαλακίαν ἐν τῷ λαῷ ἐθεράπευε, καὶ πάντα πορίζων ὅσα ἦν τῆς θείας φιλανθρωπίας τοῖς πίστει προσερχομένοις, παρέχεσθαι ἄξια. Τί χρὴ λέγειν; Πνεύματος χορηγίαν ἄφθονον ἐπιδαψιλευόμενον, δι’ ὧν ἁπάντων ἡ χάρις καὶ δύναμις τοῦ ἐνεργοῦντος καὶ δωρουμένου ἐδείκνυτο.

Διὸ καὶ προηγορεύετο· Οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν. Τὰ γάρ τοι τῆς εὐαγγελικῆς νομοθεσίας ἑξῆς ἐπάγει, Διδοὺς νόμους μου εἰς διάνοιαν αὐτῶν, καὶ ἐπὶ καρδίας αὐτῶν ἐπιγράψω αὐτούς. Οἱ νόμοι τῆς χάριτος, οὐκ ἐν χάρτῃ καὶ μέλανι· οἷόν τι καὶ ὁ Ἀπόστολος αἰνίττεται λέγων· Ἡ ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστε, ἐγγεγραμμένη ἐν ταῖς καρδίαις ὑμῶν· καὶ φανερούμενοι ὅτι ἐστὲ ἐπιστολὴ Χριστοῦ, διακονηθεῖσα ὑφ’ ὑμῶν, ἐγγεγραμμένη οὐ μέλανι, ἀλλὰ Πνεύματι Θεοῦ ζῶντος· οὐκ ἐν πλαξὶ λιθίναις, ἀλλ’ ἐν πλαξὶ καρδίας σαρκίναις.

Οὐ γὰρ ἐν ἀψύχοις ὕλαις ἐγγράφονται, ἀλλ’ ἐπὶ ταῖς διανοίαις τῶν λογικῶν δακτύλῳ Θεοῦ καὶ καλάμῳ τυποῦνται τῷ Πνεύματι· τῶν ἐν ἀληθείᾳ καὶ εἰλικρινείᾳ τούτων περιεχομένων, καὶ ψυχὴν καὶ νοῦν ἐκκαθαίροντες· οὐδὲν γὰρ ἔγγραφον ὁ ἡμέτερος παραδέδωκε νομοθέτης· πράγμασι γάρ, οὐ γράμμασι, καὶ δυνάμεσιν, οὐ χαράγμασιν, οἱ θεῖοι νόμοι ὡς ἐν ἀποδείξει Πνεύματος ταῖς ψυχαῖς ἐγκαθίδρυνται· οὕτως ἐν ἐκείνοις τὰ εὐαγγελικὰ προδιεσημαίνετο χαρίσματα.

Ἢ οὐχὶ ταῦτά ἐστιν ἡ καλή τε καὶ γόνιμος γῆ, ἡ εὐθαλής τε καὶ εὔκαρπος ἄρουρα, ἡ τὸν θεῖον ὑποδεξαμένη σπόρον, ὁπηνίκα ὁ σπείρων ἐξῆλθε καταβαλεῖν τοῦ λόγου τὰ σπέρματα, ἡ καρποφοροῦσα εἰς τριάκοντα καὶ ἑξήκοντα, καὶ δὴ καὶ εἰς ἑκατόν, ὃ μέγιστον καὶ ἀκρότατον; τούτων ἀκριβεῖς τῶν νόμων ὑπογραφεῖς καὶ μύσται, οἱ θεῖοι ἀπόστολοι ὤφθησαν, κρείττονος ἢ κατὰ Μωσέα τῆς θεοπτίας τε καὶ ὑπηρεσίας τετυχηκότες· οἳ δὴ καὶ θαῤῥαλέῳ φιλοτιμοῦνται τῷ φρονήματι λέγειν· Θεοῦ ἐσμεν συνεργοὶ τοῖς πιστεύουσι· Θεοῦ γεώργιον, Θεοῦ οἰκοδομή ἐστε. Εἰ οὖν ταῦτα ἀληθῆ, ὥσπερ δὴ καὶ εἰσί, πῶς οὐ κατερυθριῶσι τῶν ἀποστολικῶν καὶ προφητικῶν φωνῶν καταφλυαρεῖν οἱ παράφρονες, ὡς τὴν τοῦ Θεοῦ οἰκοδομὴν κατασκάψαντα χειρώσασθαι τὸν ἀντίθεον, καὶ καταληΐσασθαι τὸ γεώργιον, καὶ διδόναι τῷ ἐνεργοῦντι δι’ αὐτῶν τὰ νικητήρια; ὄντως τῶν οἰκείων γεωργίων ἀμήσουσι τὰ δράγματα οἱ δείλαιοι· εἶτα, Ἐπὶ καρδίας αὐτῶν ἐπιγράψω αὐτούς.

Ἐνταῦθα τῶν τὰ εὐαγγελικὰ δεδεγμένων ἐντάλματα, ἀντὶ πλακῶν λιθίνων τὰς καρδίας, καθάπερ τινὰς λαμπρὰς καὶ διαφανεῖς στήλας ὑπέθετο, καθ’ ἂς οἱ θεῖοι νόμοι οὐκ ἐξ ἐπιπολῆς ἐγχαράσσονται, ἀλλὰ διὰ βάθους εἰσδύονται διικνούμενοι εἰς τὰ μυχαίτατα τῆς καρδίας πυκτία, ἐν οἷς ἀνεξάλειπτα συντηρεῖται διαιωνίζοντα, καὶ τῷ παντὶ χρόνῳ ἀνάλωτα διαμένοντα· ἔνθα συνιδεῖν πρόσεστι τῷ βουλομένῳ παντί, ὅτι παρόσον τῶν νόμων τὸ διάφορον, παρὰ τοσοῦτον καὶ τῶν κατηχημένων τὸ ἀξίωμα διενήνοχε· κατὰ ταύτην ὗν ἡμεῖς ἑστηκότες τὴν διαθήκην, καὶ ἐν αὐτῇ ἐστηρίχθαι καὶ φρουρεῖσθαι πιστεύοντες, λαὸς Θεοῦ χρηματίζειν ἠξιώμεθα, καὶ Θεὸν τὸν Θεὸν ἡμῶν ἐπιγράφεσθαι καὶ ὁμολογεῖν θαῤῥούντως καὶ ἀνακεκαλυμμένῳ προσώπῳ, καὶ καθαρᾷ καρδίᾳ καὶ ἀναμφηρίστῳ τῇ γνώμῃ ἀποφαινόμεθα.

Εἰ τοίνυν οὐκ ἄμεμπτος τῶν διαθηκῶν ἡ πρώτη, δι’ ἃς εἴρηται αἰτίας, χρὴ δήπου τὸ ἄμεμπτον καὶ κατὰ πάντα τρόπον ἀδιάβλητον, μᾶλλον δὲ τὸ εὐκλεὲς καὶ ἐπίσημον, καὶ τὸ δόξῃ κατεστέφθαι, τῇ ἀνωτάτω· τὴν μετ’ ἐκείνην ἀποφέρεσθαι, ὡς λοιπὸν καινοποιοῦσαν καὶ τελειοῦσαν, καὶ τὸ κεφάλαιον τῶν ἀγαθῶν, τὴν δικαιοσύνην καὶ σωτηρίαν ἡμῖν βραβεύουσαν· ἐῤῥέτωσαν οὖν οἱ ἀνομοῦντες διακενῆς, καὶ βλασφημίας πάσης καὶ τερθρείας παυσάσθωσαν, καὶ ἐμφραττέσθω πᾶν στόμα λαλοῦν κατὰ τῆς σωτηρίας ἡμῶν ἄδικα· εἰ δὲ ταύτην οὐκ ἀφιᾶσι μέμψεως οἱ τῆς εὐσεβείας πολέμιοι, ζητείτωσαν ἑτέραν ταύτην ἀντίθετον, καὶ ἐφ’ ἑαυτοῖς συντιθέτωσαν, καὶ τὸν ταύτης εὑρέτην καὶ νομοθέτην διασκοπείτωσαν, ἐξ οὗ τὰ τῆς πλάνης ἀπόῤῥητα μυηθήσονται· ὅστις ποτέ ἐστιν οὗτος, Ὁ ἀντικείμενος καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον Θεὸν ἢ σέβασμα· οὗ ἡ παρουσία κατ’ ἐνέργειαν τοῦ Σατανᾶ, ἐν πάσῃ δυνάμει, σημείοις καὶ τέρασι ψεύδους, καὶ ἐν πάσῃ ἀπάτῃ τῆς ἀδικίας ἐν τοῖς ἀπολλυμένοις· ὃν ὁ Κύριος ἀναλώσει τῷ πνεύματι τοῦ στόματος αὐτοῦ, καὶ καταργήσει τῇ ἐπιφανείᾳ αὐτοῦ. Ἡμᾶς δὲ τοσοῦτον ἡ χάρις φιλοτίμως καὶ ἐκ περιουσίας, τῆς θείας ἐπιγνώσεως τὴν δωρεὰν κατεπλούτισεν, ὥστε θαῤῥούντως, καθὰ καὶ προκεκήρυκται, λέγειν· Οὐ μὴ διδάξωσιν ἕκαστος τὸν πολίτην αὐτοῦ, καὶ ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ, λέγων· Γνῶθι τὸν Κύριον.

Καὶ πόθεν τοῦτο εἴσονται; Ὅτι, φησίν, ἔσονται πάντες διδακτοὶ Θεοῦ. Καί, Πᾶν ὅ τι ἂν ποιῆτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε. Καὶ τὸ αἴτιον·

Ὅτι πάντες εἰδήσουσί με ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν. Ἐκνήψατε, οἱ μεθύοντες, ἐξ οἵνου τῆς ἀσεβείας ὑμῶν, καὶ ἐνωτίσασθε τοῦ προφήτου ἀκούοντες μέγα καὶ λαμπρὸν ἐκβοῶντος· ὅτι οὐχ εἷς ἢ δύο, ἢ δοῦλος ἢ ἐλεύθερος, ἢ πλούσιος ἢ πένης, ἢ ἄρχων ἢ ἀρχόμενος, ἢ βασιλεὺς ἢ ἰδιώτης, ἢ ἀπλῶς ὁ δεῖνα καὶ ὁ δεῖνα, ἀλλὰ πάντες, φησίν, εἰδήσουσί με, ἀπὸ μικροῦ αὐτῶν ἕως μεγάλου αὐτῶν. Τίνα; τὸν Ποιητὴν καὶ Δεσπότην αὐτῶν, τὸν δόντα αὐτοῖς πνοὴν ζωῆς, τὸν κηδεμόνα, τὸν συνοχέα τοῦ παντός, τὸν εὐεργέτην, τὸν ἐν τῇ σοφίᾳ αὐτοῦ κυβερνῶντα τὰ πάντα καὶ διεξάγοντα, τὸν πᾶσι τὸ εἶναι καὶ τὸ εὖ εἶναι δωρούμενον· οὐ θεοὺς ἀλλοτρίους γνωριοῦσιν, οὐ τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν προσκυνήσουσιν, οὐ μὴ εἴπωσι τῷ λίθῳ καὶ τῷ ξύλῳ· Σὺ ἡμᾶς ἐποίησας· ἀλλ’ ἐμὲ πάντες εἰδήσουσιν, ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν ἐμὲ εἰδήσουσιν, οὐκ ἀγνοήσουσιν, οὐδὲ τῷ διαβόλῳ προσκυνήσουσιν, οὐδὲ τῇ κτίσει παρὰ τὸν κτίσαντα τὸ σέβας ἀπονείμαιεν· ἀλλ’ ὁ ἐνεργῶν διὰ τῶν ὑπηρετούντων αὐτῷ ἀποφθέγγεται, ἵνα τοῖς οὕτω λαμπροῖς καὶ διαφανέσι τῆς ἀληθείας λόγοις, τὴν οἰκείαν ψευδηγορίαν καὶ πλάνην ἀνταναστήσωσι· πῶς γὰρ ἐξῆν τοὺς τὴν καινὴν ταυτηνὶ διαθήκην πολλῷ τῆς προτέρας ὑψηλοτέραν δεξαμένους, ἐπὶ τὴν τῶν ματαίων ἀπολισθῆσαι προσκύνησιν;

Πάντες οὖν εἰδήσουσί με, φησίν· ὥσπερ γὰρ ὁ αἰσθητὸς οὗτος ἥλιος πᾶσαν ὅσην ἐφορᾷ καταφωτίζει γῆν, οὕτως ὁ τῆς δικαιοσύνης ἥλιος Χριστὸς ὁ Θεὸς ἡμῶν πᾶσι τὰς τῆς θεογνωσίας ἀκτῖνας διὰ τοῦ Εὐαγγελίου ἐξέλαμψε, καὶ τὰς διανοίας πάντων ἡμῶν κατηύγασε, τῆς θείας ἐμπιμπλῶν γνώσεώς τε καὶ χάριτος.

Τίνες δὲ εἷεν οὗτοι, εἰπάτωσαν αὐτοί· εἰ μὲν γὰρ τὴν ἡμετέραν ἔλθοιεν, τῇ ἀληθείᾳ καὶ ἡμῖν συμφήσαιεν, ὡς οἱ τῷ τοῦ Χριστοῦ καὶ Θεοῦ ἡμῶν κατεσφραγισμένοι καὶ ἐπικεκλημένοι ὀνόματι· εἰ δὲ τὴν ἐναντίαν πορεύσονται, σαφῶς τοῦ ἀκαθάρτου πνεύματος ἡ ἐνέργεια· διδασκέτωσαν τοὺς ἀμαθεῖς καὶ ἀπαιδεύτους οἱ ἐν τῷ ἱερῷ παῖδες, αὐτεπάγγελτοι ἤκοντες ἐφ’ οἷς ταῦτα συνεπεραίνετο, Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, ἐκβοῶντες· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Καταισχυνέτωσαν αὐτοὺς Ἑλλήνων παῖδες, ὃ καὶ θαυμάζειν ἄξιον, οἵαν σπουδὴν ἐποιοῦντο, τῆς Ἰησοῦ ὁμιλίας ἐρῶντες, καὶ τοὺς αὐτοῦ μαθητὰς ἄγειν ὡς αὐτὸν ἱκετεύοντες· τὸν μὲν οὖν Ἰουδαϊκὸν δῆμον διὰ φωνῆς προφητῶν ὁ τῶν ὅλων Θεὸς ἐν αἰτίαις μεγίσταις ἐποιεῖτο λέγων·

Ἔγνω βοῦς τὸν κτησάμενον, καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ· Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός με οὐ συνῆκεν· ὡς δὴ τὴν ἀλόγοις ζώοις κτηνωδίαν, τὴν ἐκείνων ἀβελτερίαν καὶ ἀλογίαν ἑωρακὼς παρελαύνουσαν· ἡμᾶς δὲ ἐφ’ οὓς ἄνωθεν τὸ τῆς γνώσεως δῶρον καταπεφοίτηκεν, ἐν εὐκληρίαις τε καὶ εὐλογίαις τιθείς, τὸ ἀσύνετον ἐκείνων καὶ ἀλογῶδες διωσαμένους, εἰδήσειν αὐτὸν ἐναργῶς προτεθέσπικε· καὶ βεβαιοῖ τοῦ λόγου τὸ ἀσφαλές, τῆς ἀληθείας ἐμφαινομένης τοῖς πράγμασιν αὐτοῖς τὸ ἀπαράγραπτον· αἰσχυνέσθωσαν λοιπὸν οἱ τοῖς ψευδέσιν ἐπερειδόμενοι, καὶ ἀνοσίως καὶ ἀμαθῶς τῆς τῶν Χριστιανῶν κατακεκραγότες ὀρθῆς ὑπολήψεως·

Ἐνεπλήσθη γὰρ ἡ σύμπασα γῆ τοῦ γνῶναι τὸν Κύριον· καὶ πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης αὐτοῦ. Πανταχοῦ γὰρ τῆς οἰκουμένης ἀπάσης τὰ τῆς εὐαγοῦς ἡμῶν ᾄδεται πίστεως. Τὰ δὲ ἐπὶ τούτοις τῷ προφήτῃ ἐπαγόμενα, τὴν τοῦ Θεοῦ ἀνέκφραστον φιλανθρωπίαν, καὶ τὸν ἀνεξιχνίαστον πλοῦτον τῆς χρηστότητος αὐτοῦ ἡμῖν προμηνύει. Ἵλεως ἕσομαι ταῖς ἀδικίαις αὐτῶν.

Τί τούτων ὑψηλότερον ἢ σεβασμιώτερον; Τί τούτων ἥδιον ἢ χαριέστερον; Παρὸν γὰρ κολάζειν καὶ τὸ γεέννης ἀπευρύνειν στόμα, μυρίας τε καὶ ἀνυποίστους ἐπάγειν πληγάς, θανάτους τε ἐξαισίους καὶ παραδόξους, ἐπὶ μυρίοις καὶ ἀπείροις τοῖς παραπτώμασιν οὐκ ἠπείλησεν, οὐκ ἐκόλασεν, οὐ προσέταξε μέγα διαστῆναι τὴν γῆν καὶ ἄρδην καταπιεῖν ἅπαντας, ἀλλὰ νικᾷ τὸ φιλάνθρωπον. Ἵλεως γὰρ ἔσομαι, φησί, ταῖς ἀδικίαις αὐτῶν. Καὶ ἡμεῖς οἱ ταῦτα καὶ παθόντες καὶ πιστεύσαντες, τὸν ἐπινίκιον ὁμοῦ καὶ χαριστήριον τῷ σεσωκότι αἶνον καὶ τὴν εὐχαριστίαν προσφέρομεν ἑκάστοτε, ᾄδοντες καὶ ψάλλοντες· Τίς λαλήσει τὰς δυναστείας Κυρίου, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ; Τίς ἱκανὸς ἀναγγεῖλαι τὰ ἐλέη αὐτοῦ καὶ τὰ θαυμάσια; ποία γλῶσσα ἐπαξίως τοῦ μεγέθους τῶν εὐεργετημάτων φθέγξαιτο; ποῖος λόγος ἐξευρεθείη τῇ μεγαλειότητι τῶν κεχαρισμένων ἡμῖν ἀγαθῶν παρισούμενος; ἄρα γὰρ οὐκ ἐκόλασε μόνον οὐδὲ γεέννῃ παραδέδωκεν, ἵλεως δὲ ἐγένετο ταῖς ἀδικίαις ἡμῶν, ἢ καὶ τὸ πάντων ἐπέκεινα καὶ πέρα λόγου παντός, μυστήριον τῆς σωτηρίου οἰκονομίας ἡμῖν ἐξειργάσατο· πῶς δέ, καὶ τίνα τρόπον; οὐκ ἐκόλασεν, ἀλλ’ ἐκολάσθη, οὐκ ἐπήνεγκε τὴν πληγήν, ἀλλ’ ἐπλήγη ἐν τῷ οἴκῳ τῷ ἀγαπητῷ· τὸν νῶτον αὐτοῦ ἔδωκεν εἰς μάστιγας, καὶ τὰς σιαγόνας αὐτοῦ εἰς ῥαπίσματα.

Καὶ τέλος τὸν διὰ σταυροῦ αἴσχιστον εἵλετο θάνατον, αἰσχύνης καταφρονήσας, ἐν αὐτῷ προσηλώσας τὸ καθ’ ἡμῶν χειρόγραφον, ἵνα ἡμᾶς ἐξέληται τῆς ἁμαρτίας, καὶ τῆς ἐξουσίας τοῦ σκότους ἐλευθερώσῃ· αὐτὸς γοῦν καὶ ἱερεὺς καὶ ἱερεῖον, αὐτὸς καὶ θύων καὶ σφαγιαζόμενος ὑπὲρ ἡμῶν, καὶ θυόμενος καὶ προσάγων τῷ Θεῷ καὶ Πατρὶ λαὸν περιούσιον· ἐντεῦθεν ἡμεῖς τῆς καταδυναστείας τοῦ Ἐχθροῦ λελυτρώμεθα, καὶ τὸν Πατέρα δι’ Υἱοῦ ἐπέγνωμεν, καὶ προσκυνηταὶ γνήσιοι τῆς Τριάδος ἀναδεδείγμεθα· οἱ δὲ δωρεᾶς ταύτης ἀλλότριοι, πάντων τούτων λήθην λαβόντες, καὶ τὰ ὦτα καὶ τοὺς ὀφθαλμοὺς τῆς καρδίας πρὸς τὰ οὕτω σεπτὰ καὶ ἀξιάγαστα κακῶς ἀπομύσαντες, ὅ τι καὶ βούλονται προσκυνείτωσαν καὶ σεβέσθωσαν· τὸ δὲ ἑξῆς τῷ θεοφόρῳ προσκείμενον ἡλίκον καὶ ὅσον;

Καὶ τῶν ἁμαρτιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι. Ἐν τούτοις ἰλιγγιάσας ὁ νοῦς, καὶ ἀπορίᾳ πολλῇ συσχεθείς, καὶ ἀφθεγξίαν μᾶλλον καὶ σιωπὴν προτιμήσας, πρὸς τὸ ἀδιεξίτητον τῶν θείων κριμάτων ἥκιστα ἐφικνούμενος· μίαν δὴ ταύτην καὶ μόνην τῶν ἀπόρων ἐξεύροι ἂν μηχανήν, τῷ τῶν ἀποῤῥήτων θεατῇ καὶ μύστῃ συμφθεγγόμενος· Ὢ βάθος πλούτου καὶ σοφίας, λέγων, καὶ γνώσεως Θεοῦ! ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ!