Εἰρηκὼς τοίνυν ὁ θεῖος προφήτης τῷ συγκριτικῷ τοῦ λόγου χρησάμενος σχήματι, ἐδίδαξεν ἡμᾶς ἐπιψηφιζόμενος καὶ τὴν τοῦ προτέρου οἴκου ἔνδοξον ὑπάρχουσαν διασκευήν· ἐπειδὴ γάρ ποτε πεπαρῴνηκε καὶ ἐξήμαρτεν εἰς τὸν κτίσαντά τε καὶ εὐεργετοῦντα Θεὸν ὁ πάλαι Ἰσραηλίτης λαός, τῶν δοθέντων αὐτῷ διὰ Μωσέως κατολιγωρήσας θεσμῶν, παράνομον δὲ βιοτὴν καὶ Θεῷ ἀπᾴδουσαν τῆς νενομισμένης ἀνθῃρημένος, λελύπηκε τὴν θείαν δίκην, ταύτῃ τοι καὶ τὰ ἐκ τῆς ἄνωθεν ὀργῆς διέφερε δυσχερῆ, καὶ δίκας τῶν ἡμαρτημένων ἐδίδοσαν· πολέμιοι γὰρ κατὰ διαφόρους ἐπιόντες χρόνους, αὐτάνδρους τὰς πόλεις αὐτῶν ἀνήρπαζον· ὑπὸ βαρβάροις γοῦν ἐχθροῖς γενόμενοι, καὶ τῶν πατρίων ἐθῶν μετανιστάμενοι, τὴν ἀλλοτρίαν νέμεσθαι οἱ δορίληπτοι κατεδικάζοντο· ὑστάτην οὖν τιμωρίαν ἐξέτισαν, ὁπότε ἐπέστησαν Βαβυλώνιοι, καὶ ἡ περίοπτος ἐκείνη καὶ πολυθρύλητος πόλις πορθουμένη κατέστραπτο, τά τε περικαλλῆ αὐτῆς καὶ κράτιστα δώματα βαρβαρικοῦ πυρὸς ἐγένετο παρανάλωμα, τά τε βασίλεια καὶ ὁ περιώνυμος τοῦ Σολομῶντος νεὼς συγκαθῄρητο, καὶ τὰ παρ’ αὐτοῖς ἅγια ὑπὸ χερσὶ βεβήλοις τῶν ἐχθρῶν διεφέρετο· θείας δὲ φιλανθρωπίας τετυχηκότες οἱ ἑαλωκότες, καὶ τοὺς ἄνωθεν καθωρισμένους ἐπ’ αὐτοῖς ἐξανύσαντες τῆς αἰχμαλωσίας χρόνους, ἀνίεντο τῶν δεσμῶν, καὶ τὴν ἐλευθερίαν εἰσαῦθις κατεπλουτίζοντο, καὶ πρὸς τὸ πατρῷον ἀνεσώζοντο ἔδαφος, καὶ ἡγεμόσιν οἰκείοις καὶ ἄρχουσι κατὰ τὰς προαγούσας ἐπ’ αὐτοῖς προφητείας ἀπεκέχρηντο, ἡνίκα καὶ ὁ τοῦ Σαλαθιὴλ Ζοροβάβελ, καὶ ὁ τοῦ Ἰωσεδὲκ Ἰησοῦς, ὃς μέγας ἀρχιερεὺς ἐλέλεκτο, τοῦ λαοῦ ἐξάρχοντες ἡγεμόνευον· τούτοις οὖν τηνικαῦτα παρὰ Θεοῦ διὰ τῆς προφητικῆς φωνῆς προσετέτακτο, σπουδῇ χρησαμένους καὶ προθυμίαις, καινίζειν καὶ ἀνιστᾷν τήν τε πόλιν καὶ τὸν ναὸν ἀναδείμασθαι· καὶ δὴ αὐτίκα τὰ προσταττόμενα ἀμελλητὶ κατὰ καιροὺς ἐπεραίνετο, ἐξ ὧν ὅ τε καιρὸς συνεισήνεγκεν, ἥ τε Περσῶν μεγαλοψυχία πεφιλοτίμητο, ὅ τε τῶν περὶ τὴν οἰκοδομίαν σπουδαζόντων πόνος, οἷα δὴ ἄρτι τῆς πατρῴας καὶ φίλης ἐπιβαινόντων γῆς· ἀλλ’ ἐκεῖνος μὲν οὕτως ἀπήρτιστο, καὶ μόνος ὢν ὁ οἶκος ἐθαυμάζετο, καὶ πρὸς αὐτὸν οἱ ἁπανταχοῦ γῆς συνῄεσαν, καὶ ἐν αὐτῷ τὰ τῶν θυσιῶν ἐπετελεῖτο, καὶ τῆς θρησκείας ἁπάσης ἡ λατρεία περιεγέγραπτο, οὕτω τοῦ διὰ Μωσέως νόμου θεσπίσαντος· τὰ δὲ περὶ αὐτὸν τελούμενα, ζώων ἀλόγων σφάγια, καὶ πρόχυσις αἵματος, καὶ ἁγνισμοὶ περιῤῥαντήριοι, καὶ σποδὸς δαμάλεως τοὺς κεκοινωμένους περικαθαίρουσα· παχύτητι γὰρ ἐδούλευον γράμματος, οὐ θεωρίᾳ προσεῖχον τηνικαῦτα τοῦ πνεύματος, καὶ ὅμως δεδόξαστο.