Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Ἀπολογητικὸς λόγος ὑπὲρ τῶν ἁγίων εἰκόνων

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Η Σκηνή του Μαρτυρίου, τα Χερουβίμ και η περιγραπτότητα του Λόγου

Τυπολογική ανάλυση της Παλαιάς Διαθήκης, η θεία εντολή για την κατασκευή των υλικών Χερουβίμ, και η θεολογική κατοχύρωση της περιγραπτότητας της σάρκας του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 10 από 12

ξηʹ. Ἄκουε, οὐρανέ, καὶ ἐνωτίζου, ἡ γῆ, καὶ ἡ κτίσις ἡ σύμπασα, πρόσεχε· ὁ νόμος ἅγιος, καὶ ἡ ἐντολὴ ἁγία, καὶ δικαία, καὶ ἀγαθή· καλῶς· ἀλλ’ εἴ γε ταῦτα ἅγια, τά γε ἀμυδρότερόν πως καὶ μετριώτερον, καὶ ὡς ὑπὸ παραπετάσματι τῷ γράμματι καὶ ταῖς σκιαῖς τὴν θείαν γνῶσιν ἡμῖν ὑποφαίνοντα, ἡ χάρις πόσον ἁγιωτέρα καὶ θεοειδεστέρα, ἡ διὰ τοῦ Θεοῦ Λόγου εἰς ἡμᾶς γεγενημένη; ἀσυγκρίτως τὸ ὑπεραναβεβηκὸς τοῦ νόμου ἔχουσα ἐκτυπώτερόν τε καὶ ἐνθεέστερον, τὴν τῆς Τριάδος ἡμῖν φανέρωσιν ἐν πνεύματι καὶ ἀληθείᾳ ἐκπαιδεύουσα, καὶ τὴν εἰς τὸν ἕνα καὶ μόνον Θεὸν ἀληθῆ καὶ εἰλικρινῆ μυοῦσα καὶ διατρανοῦσα γνῶσίν τε καὶ προσκύνησιν, ἀναγεννῶσα δὲ εἰς υἱοθεσίαν διὰ τοῦ Πνεύματος κρείττονα, καὶ βασιλείας οὐρανῶν ἐλπίδα σαφῶς κατεπαγγέλλουσα· ἀλλ’ οἱ τῆς χάριτος ἐχθροὶ εἰδωλολατρίαν ταῦτα πάντα ἀπέφηναν· τοιαῦτα γὰρ τῆς ἐκείνων παρανομίας τὰ ἄτοπα! Οὕτως εἰς ἀβούλητα καὶ μάταια ἐξ ἀθλίων σκεμμάτων κατενηνεγμένοι, λογισμοῦ τοῦ πρέποντος διαμαρτάνουσιν!

Ἔτι ὁ νόμος σκιὰν ἔχων τῶν μελλόντων ἀγαθῶν, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων, κατ’ ἐνιαυτὸν ταῖς αὐταῖς θυσίαις ἃς προσφέρουσιν εἰς τὸ διηνεκές, οὐδέ ποτε δύναται τοὺς προσερχομένους τελειῶσαι· ἐπεὶ οὐκ ἂν ἐπαύσαντο προσφερόμεναι· ἀλλ’ ὁ νόμος ἅγιος, καὶ ταῦτα μὴ δυνάμενος τοὺς προσερχομένους τελειῶσαι· καὶ ἡ ἐντολὴ ἁγία, καίτοι σκιὰν εἶχε τῶν μελλόντων οὐκ αὐτὴν εἰκόνα τῶν πραγμάτων· αὐτὰ δὲ τὰ πράγματα ὧν ὁ νόμος σκιά, τουτέστιν ἡ χάρις καὶ ἡ ἀλήθεια, ἥτις διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο, τί ἔσται, οἱ νέοι Ἕλληνες γλωσσαλγείτωσαν· εἶτα ὁ νόμος οὐδὲν ἐτελείωσεν, ἀλλ’ ἅγιος·

Χριστὸς δέ, ὂς μιᾷ προσφορᾷ τετελείωκεν εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζομένους (αὐτὸς γὰρ ὁ τῆς πίστεως ἡμῶν τελειωτής, εἰς ὃν ἀφορῶμεν), τί; Οἱ ἀρτιφανεῖς Ἰουδαῖοι ἀνασταυρούτωσαν. Τὰ δὲ ἑξῆς ὁποῖα, σκοπήσωμεν. Ἀλλ’ ἐπὶ τὰς Παύλου φωνὰς πάλιν ἡμῖν ἰτέον, καὶ ἡλίκον τῶν ἐν νόμῳ ἱερέων καὶ τῶν παρ’ αὐτοῖς ἱερευομένων, τὸ τῆς καθ’ ἡμᾶς λατρείας ὑπερτενές τε καὶ προφερέστατον, ὡς ἔνι μάλιστα καταθρήσωμεν. Οἱ ἐν νόμῳ καθιστάμενοι ἱερεῖς, ἐπεὶ καὶ αὐτοὶ περιέκειντο ἀσθένειαν ἄνθρωποί γε ὄντες, οὐχ ὑπὲρ τοῦ λαοῦ μόνου, ἤδη δὲ καὶ ὑπὲρ ἑαυτῶν τὰς νενομισμένας θυσίας προσέφερον. Ὁ δὲ ἡμέτερος ἀρχιερεὺς καὶ ἀπόστολος τῆς ὁμολογίας ἡμῶν, οὐκ ἔχει ἀνάγκην, ὥσπερ ἐκεῖνοι, πρότερον καθ’ ἡμέραν ὑπὲρ τῶν ἰδίων ἁμαρτημάτων τοῦτο ποιεῖν, ἔπειτα τῶν τοῦ λαοῦ· τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ ἑαυτὸν ἀνενέγκας, καὶ ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς· πρόδρομος ὑπὲρ ἡμῶν εἰσελθὼν εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος, ἀρχιερεὺς εἰς τὸν αἰῶνα γενόμενος κατὰ τὴν τάξιν Μελχισεδέκ. Καὶ οἱ μὲν πλείονες ὄντες ὑπῆρχον, τῷ τῷ θανάτῳ διακοπτομένους κωλύεσθαι διαμένειν· ὁ δέ γε διὰ τὸ μένειν εἰς τὸν αἰῶνα, ἀπαράβατον ἔχει τὴν ἱερωσύνην, ὅθεν σώζειν εἰς τὸ παντελὲς δύναται τοὺς προσερχομένους δι’ αὐτοῦ τῷ Θεῷ.

Καὶ οἱ μὲν ὑποδείγματι καὶ σκιᾷ τῶν ἐπουρανίων ἐλάτρευον, καὶ κατ’ ἐνιαυτὸν εἰσήρχοντο εἰς τὰ ἅγια ἐν αἵματι ἀλλοτρίῳ· ὁ δὲ διαφορωτέρας τετύχηκε λειτουργίας, ὅσῳ καὶ κρείττονος διαθήκης ἐστὶ μεσίτης, ἀρχιερεύς τε τῶν μελλόντων ἀγαθῶν, διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς οὐ χειροποιήτου, οὐδὲ δι’ αἵματος τράγων καὶ μόσχων, διὰ δὲ τοῦ ἰδίου αἵματος εἰσῆλθεν ἐφάπαξ εἰς τὰ Ἅγια τῶν ἁγίων, αἰωνίαν λύτρωσιν εὑράμενος. Ὁ αὐτὸς γὰρ ἦν καὶ ἱερεὺς καὶ ἱερεῖον· καὶ ταῦτα ἡμῖν ἀπεκάλυψε τὰ ἅγια, τὰς πύλας τὰς οὐρανίους ἅπασιν ἀνοιγνύς, βατά τε, καὶ εὐπρόσιτα, καὶ εἰσιτητὰ ποιησάμενος.

Ὅσον οὖν τῶν προσώπων τὸ ἐξηλλαγμένον, Χριστοῦ τε καὶ τῶν περὶ τὸν Ἀαρών, τῶν πάντη διῳκισμένων! καὶ ὧν τὸ ἐν μέσῳ εἰς ἄπειρον ἐκβαῖνον καὶ ἀόριστον, καὶ τῶν θυσιῶν τὸ διάφορον! Ἐκεῖ μὲν γὰρ ζώων ἀλόγων αἷμα εἰσενήνεκτο, ἐνταῦθα δὲ τοῦ ἀμώμου ἀμνοῦ τοῦ αἴροντος τὴν ἁμαρτίαν τοῦ κόσμου προσφέρεται· πρὸς δέ, καὶ τῶν διαθηκῶν καὶ τῆς σκηνῆς τὸ διεστηκός· τὰ μὲν γὰρ χειροποίητά τε ἦν καὶ πρόσκαιρα, καὶ τῷ χρόνῳ διακοπτόμενα, καὶ ἥκιστα στάσιν ἔχοντα, καὶ τὸ πᾶν εἰπεῖν, ἤδη πεπαλαίωται καὶ γεγήρακε, ταύτῃ τοι καὶ ἠφάνισται· τὰ δὲ οὐ χειροποίητα οὐδὲ πρόσκαιρα, ἀΐδια δὲ καὶ αἰώνια καὶ ἀεὶ καινιζόμενα καὶ νεούμενα, καὶ οὗ ποτε ἀπολήγοντα, οὐδὲ πεφυκότα μειονεκτεῖσθαι καὶ φθείρεσθαι· ἀνάγκη λοιπὸν διενηνοχέναι καὶ τὴν λατρείαν καὶ τὰ θυόμενα· τὰ μὲν γὰρ παχύτερά τε ἦν καὶ σαρκικώτερα, καὶ ὡς ἐν τύποις, τῶν μελλόντων καὶ τῆς ἀληθείας προχαρασσόμενα καὶ διαγραφόμενα, καὶ οὔπω δεξάμενα τὴν τελείωσιν· τὰ δὲ ἡμέτερα ἐν πνεύματι καὶ ἀληθείᾳ τελούμενα, τελειοῖ τοὺς δι’ αὐτῶν προσφέροντας τῷ Θεῷ θυσίαν αἰνέσεως, δι’ ὧν ἀνεπιλήπτως κεκράξονται, Ἀββὰ ὁ Πατήρ.

Εἰ μὲν γὰρ ἦν τελείωσις διὰ τῆς Λευϊτικῆς ἱερωσύνης, φησὶν (ὁ λαὸς γὰρ ἐπ’ αὐτῇ νενομοθέτητο), οὐκ ἦν ἔτι χρεία κατὰ τὴν τάξιν Μελχισεδὲκ ἕτερον ἀνίστασθαι ἱερέα· ὅτι ὁ νόμος οὐδὲν ἐτελείωσεν, ἐπεισαγωγὴ δὲ κρείττονος ἐλπίδος· δι’ ἧς ἐγγίζομεν τῷ Θεῷ. Οὐδ’ αὖ αἱ θυσίαι καὶ τὰ δῶρα ἠδύναντο κατὰ συνείδησιν τελειῶσαι τὸν λατρεύοντα.

Εἶτα τὸ μὲν αἷμα ταύρων καὶ τράγων καὶ σποδὸς δαμάλεως τοὺς κεκοινωμένους ῥαντίζουσα, ἁγιάζουσι πρὸς τὴν τῆς σαρκὸς καθαρότητα. Τὸ δὲ αἷμα Χριστοῦ καθαῖρον συνείδησιν ἀπὸ νεκρῶν ἔργων, εἰς τὸ λατρεύειν Θεῷ ζῶντι καὶ ἀληθινῷ, τί παρὰ τοῖς ἐχθροῖς λογισθήσεται; Ἁγιάζον μὲν οὐδαμῶς ἢ καθαῖρον; τολμήσουσι δὲ πάντως που φάναι ἀκάθαρτοί γε ὄντες τὴν συνείδησιν, καὶ νενεκρωμένοι τοῖς ἔργοις τυγχάνοντες. Τὸ αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν· ταῦτα μὲν οὖν ἐκεῖνοι καὶ φραζέτωσαν καὶ πρασσέτωσαν, ἡμεῖς δὲ πρὸς τὰ ἑξῆς τοῦ λόγου ἴωμεν.

ξθʹ. Εἷχε μὲν οὖν, φησί, καὶ ἡ πρώτη σκηνὴ δικαιώματα λατρείας· τίνα ταῦτα καὶ ὁποῖα; Λυχνίαν εἷχε καὶ τράπεζαν, καὶ τῶν ἄρτων τὴν πρόθεσιν· τί δὲ ἐλέγετο; Ἁγία. Ἡ δὲ καθ’ ἡμᾶς σκηνὴ τίς οὖσα; τί παρὰ τοῖς ἐχθροῖς τῆς ἐν Χριστῷ χάριτος λέγεται; Ὡς μὲν οὖν ἀμείνων πολλῷ ἐκείνης ἐστὶ καὶ ἱερωτέρα. Τί ἄλλο γε εἰπεῖν χρή, ἢ καθ’ ὅσον τῶν τύπων καὶ τῆς σκιᾶς ἡ ἀλήθεια, καὶ τῶν μεσιτευσάντων τὸ διοῖσον ἐν ἀξιώματι; τί δὲ παρ’ αὐτοῖς ὀνομάζεται;

Οὐχ ἁγία, φεῦ τῆς βλασφημίας!

ἀλλ’ ἐναγὴς καὶ ἀκάθαρτος· οὐδὲ δικαιώματα λατρείας ἔχουσα, ἀλλὰ φάσματα εἰδωλολατρίας· τοιαῦτα γὰρ τῶν θεομάχων γλωσσῶν τὰ τολμήματα, οἵ γε οὐδὲ τῶν ἴσων γερῶν τῷ νόμῳ τὴν χάριν ἂν τιμήσαιντο, τῶν αἰσχίστων δὲ πάντων καὶ βδελυρωτέρων· καίτοι ἐκεῖ μὲν μεσίτης καὶ ὑπηρέτης ὁ δοῦλος καὶ θεράπων Μωσῆς, ἐνταῦθα δὲ ὁ Μωσέως δεσπότης καὶ τῶν ὅλων Κύριος, ὁ τῶν ἁγίων λειτουργὸς καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ Κύριος, καὶ οὐκ ἄνθρωπος· ὁ κἀκεῖνα νομοθετήσας ὡς Θεός, καὶ ἐν τούτοις μεσιτεύσας ὁ αὐτὸς ὡς ἄνθρωπος καὶ καθ’ ἡμᾶς γενόμενος· κακεῖ μὲν ἀρχιερεὺς Ἀαρών τε καὶ οἱ περὶ Ἀαρών, ἐνταῦθα δὲ αὐτὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, ὁ πρῶτος καὶ μέγας ἀρχιερεὺς παρ’ ἡμῖν ὁμολογούμενός τε καὶ πιστευόμενος· καὶ λυχνία μὲν ἐκεῖ ἐκ χρυσοῦ κατεσκευασμένη, τοῖς ἔτι ἐν σκιᾷ καὶ νόμῳ προφαίνουσα· ἐνταῦθα δὲ τὸ φῶς τὸ ἀληθινὸν τὸ εἰς τὸν κόσμον ἐρχόμενον, ὃ ὑπὸ τῆς σκοτίας διώκεται μέν, οὐ καταλαμβάνεται δέ· ἀλλὰ φωτίζει πάντα ἄνθρωπον εἰς τὸν κόσμον ἐρχόμενον, καὶ καταυγάζει τοὺς ἐν τῷ φωτὶ πορευομένους, καὶ τῇ λάμψει τῆς χάριτος· τράπεζα ἐκεῖ μὲν ἐκ ξύλων ἀσήπτων διειργασμένη, καὶ χρυσίῳ καθαρῷ περιαληλιμμένη, ἐνταῦθα δὲ ἐξ ὕλης μὲν τῆς παρ’ ἡμῖν τιμιωτέρας, ὑπ’ αὐτοῦ δὲ τοῦ θείου θύματος καθαγιαζομένη, καὶ τῷ ἁγίῳ λαμπρυνομένη Πνεύματι, ἐν ᾗ τὰ τῆς ἐν πνεύματι καὶ ἀληθείᾳ λατρείας ἐπιτελεῖται μυστήρια· ποιοῖτο δ’ ἂν τῶν πιστῶν ἕκαστος τὴν ἑαυτοῦ καρδίαν ὅτι μάλιστα σαρώσας καὶ διακαθάρας, πνευματικὴν τράπεζαν· ἵνα ἥκοντα τὸν Λόγον καθαρῶς ὑποδέχηται, νοερῶς αὐτῇ ἐναναπαυόμενον καὶ μυστικῶς ἐσθιόμενον· καὶ ἄρτος ὅπου μὲν ὁ ἄζυμος ἐπὶ πικρίδων παραλαμβάνεται, τοῖς ποηφαγεῖν κατὰ τὸ Πάσχα τὸ τυπικὸν προσταχθεῖσιν, οἷάπερ ὄψῳ τινὶ τῇ πόᾳ ἡδυσμένος· ὅπου δὲ ὁ ἐξ οὐρανοῦ καταβὰς Λόγος, καὶ τροφὴν ἀθανασίας πρόξενον τοῖς ἀνθρώποις δωρούμενος, δι’ οὗ ζωῆς τῆς αἰωνίου μετέχουσιν· ὃς τὸ καθ’ ἡμᾶς ἐν ἑαυτῷ ἀνεζύμωσε φύραμα, καὶ πρὸς τὴν ἰδίαν λαμπρότητα τῆς θεότητος ἀτρέπτως μετεκεράσατο· κἀκεῖ μὲν ζώων ἀλόγων θυσία τὰ σφάγια, ὧν τὸ αἷμα περιεῤῥεῖτο τοῖς παροῦσιν ἤδη, καὶ πρὸς σώματος ἁγνισμὸν καὶ κάθαρσιν κατεσκίδνατο, καὶ τοῖς βουθυτοῦσιν ἢ μηλοσφαγοῦσιν, ἀφαιρέματα εἰς δικαιώματα ἀπετέτακτο· ἐνταῦθα δὲ τὸ ὑπὲρ ἡμῶν σφαγιαζόμενον καλλιέρημα, οὗ τῷ ἀχράντῳ καὶ τιμίῳ αἵματι σφραγιζόμεθα, καὶ πάσης κηλῖδος καὶ ῥύπου παντὸς ψυχῆς τε καὶ σώματος καθαιρόμεθα;

Εἰ τοίνυν τὰ σύμβολα ἅγια, πῶς αὐτὰ τὰ πράγματα, ὧν ἐκεῖνα σύμβολα, οὐκ ἐκ παντὸς ἱερώτερα πολλῷ καὶ ἁγιώτερα; ἀλλ’ ἐπειδὴ οὐ συνῆκαν οἱ ἀσύνετοι, οὐδὲ ἴσασιν εἰπεῖν τίς κοινωνία Χριστῷ πρὸς Βελίαρ, ἢ φωτὶ πρὸς σκότος, ἢ τίς συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων (οὔπω γὰρ αὐτοῖς τῆς τε εὐθυτάτης ἡμῶν πίστεως, καὶ τῆς παρὰ τῶν πατέρων ἡμῶν παραδεδομένης τῶν δογμάτων ὀρθότητος, καὶ τῆς τῶν θεοπνεύστων Γραφῶν ἐρεύνης ἐμέλησε)· διὰ τοῦτο εἰδωλεῖον τὸ καθ’ ἡμᾶς ἰατρεῖον φάναι οὐ δεδίασιν· ἐπὶ δὲ τὴν σκηνὴν παλινδρομοῦντες καὶ εἰσαῦθις οἰχώμεθα.

Μετὰ δὲ τὸ δεύτερον καταπέτασμα, φησί, σκηνή· ἐν ᾗ τά τε ἄλλα, καὶ μὴν καὶ ἡ κιβωτὸς καὶ τὸ ἱλαστήριον, ἐκ ξύλων μὲν ἀσήπτων καὶ αὐτὰ διεσκευασμένα· χρυσίῳ δὲ τῷ καθαρωτάτῳ περιεκέχρωστο, Ἅγια δὲ ἁγίων ἐλέγετο· ἡ δὲ καθ’ ἡμᾶς, τῶν Ἁγίων ἁγιωτέρα τε καὶ ἐνθεεστέρα, κιβωτὸν μὲν τὴν τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ παναγίαν καὶ ζωοποιὸν σάρκα φέρει, δι’ ἐκείνης ὥσπερ ἐν ξύλοις ἀσήπτοις τυπικῶς πάλιν διαγραφομένην, ἐξ ὧν ἡμῖν τὸ κατ’ αὐτὴν ἀναμάρτητον ὡς ἐν σκιᾷ διασημαίνεται, καὶ τὸ πρὸς ἀφθαρσίαν καὶ ἀπάθειαν μεταπεπλάσθαι, ὁπηνίκα τῇ τοῦ συνηνωμένου Λόγου δυνάμει, τοῦ τὸν θάνατον καταργήσαντος καὶ τὴν φθορὰν καθελόντος, τοῖς τοῦ ᾄδου χωρίοις προσομιλήσασα, θανάτου κρείττων ὤφθη, καὶ ἐν τοῖς φθοροποιοῖς γενομένη τόποις, τὴν τῆς ἀφθαρσίας ἀπηνέγκατο δόξαν· χρυσίῳ δὲ ὥσπερ τῷ διαφανεστάτῳ, τῇ οὐσιωδῶς συνημμένῃ θεότητι, κατακαλυπτομένη καὶ λελαμπρυσμένη· ἱλαστήριον δὲ πάλιν ἡμῖν, αὐτὸν τὸν Χριστὸν ὁ Θεὸς καὶ Πατὴρ ἔθετο· αὐτὸς γάρ ἐστιν ὁ ἱλασμὸς ἡμῶν· οὕτω γὰρ ὁ Πατὴρ ἠγάπησεν ἡμᾶς, καὶ ἀπέστειλε τὸν Υἱὸν αὐτοῦ ἱλασμὸν περὶ τῶν ἁμαρτιῶν ἡμῶν· ἀλλὰ τί ταῦτα παρὰ τοῖς κατεφθαρμένοις τὴν γνώμην, καὶ τὴν ψυχὴν τεθνηκόσι τῇ ἁμαρτίᾳ;

Αἰδοῖ καὶ φόβῳ τῇ πρὸς τὰ ἅγια σιωπῇ τὰ πολλὰ τιμητέον· αὐτοὶ γὰρ τὰ φίλα καὶ συνήθη τῆς τόλμας φθεγγέσθωσαν· ἐνταῦθα δὲ γενομένοις ἡμῖν, οὐκ ἄκαιρον, ὥς γε οἶμαι, νενόμισται προσδιατρίψαι τῷ λόγῳ, κἄν τισι παρεκβατικώτερον εἶναι δόξειε, καὶ μικρά τινα τῶν κατὰ τὴν σκηνὴν χάριν διειπεῖν, ἅπερ εἰς ἔλεγχον μὲν τῆς τῶν ἀνοήτων ἀλογίας καὶ δυσσεβείας, συνηγορίαν δὲ τοῖς πιστοῖς καὶ τῇ ἀληθείᾳ διαφανεῖται.

οʹ. Εἴρηται τοίνυν τῷ Ἀποστόλῳ, ὑπεράνωθεν τῆς κιβωτοῦ Χερουβὶμ εἶναι δόξης κατασκιάζοντα τὸ ἱλαστήριον· πρὸς ὃν ἀνθυποφέρων διαπορήσειεν ὁ τοιόσδε λόγος καὶ ἐρεῖ· Τί φής, ὦ Παῦλε, Χερουβίμ εἰσι ταῦτα; Ὁποῖα δὲ ἐκεῖνα ἀκούομεν; ἃ τὴν πρωτίστην τε καὶ προσεχῆ Θεῷ, καὶ τῶν μακαρίων καὶ ὑπερουρανίων διακόσμων, διέλαχε παρὰ Θεοῦ τάξιν τε καὶ ἀποκλήρωσιν, ἵνα δὴ δικαίως μάλα καὶ ἀξιόλογον τὸ τῆς δόξης αὐτοῖς περιάπτοιτο γέρας, ἅτε δὴ πλησιαίτατα Θεῷ οὖσι, καὶ τὰ πρῶτα ἐκεῖθεν ἐλλαμπομένοις, καὶ τῆς ἀΰλου ἐκείνης καὶ ὑπερφώτου καταγλαϊζομένοις λαμπρότητος; Οὐ μὲν οὖν εἴποις ἄν. Τί δ’ ἂν εἶεν; εἴ σοι βουλομένῳ γε εἶναι, φράζε σαφῶς, καὶ τόν γε περὶ τούτων ἡμῖν ὡς ἄριστα διατίθει λόγον, τὸ παχὺ τῆς διανοίας τῆς ἡμετέρας καὶ ὑλικὸν καὶ κάτω βρίθον, ἐπὶ τὰ ἁπλᾶ καὶ θεῖα ὡς ἐφικτὸν ἡμῖν ἀνάγων θεάματα, ἀφ’ ὧν σοι ἡ μέχρι τοῦ τρίτου οὐρανοῦ ἁρπαγὴ καὶ ἀνάβασις μυήσασα παρέσχετο· ἢ τάχα καὶ θειότερόν τι Μωσέως καὶ ὑψηλότερον παραδέδειχεν, ἃ καὶ τοῖς σοῖς θεοσόφοις φοιτηταῖς ἐναυγάσας καταλέλοιπας πρὸς ἐνθεεστέραν διδασκαλίαν, τῶν τὴν γνῶσιν τῶν τηλικούτων χωρεῖν ἐξισχυόντων;

λέξαις γὰρ ὧδέ πη, εὖ ἴσμεν, ὡς οἱ θεῖοι Χερουβίμ, αὐτὸ μὲν ὅτι ποτέ εἰσι τὴν φύσιν ἀνείδεοί τε ὑπάρχουσι, καὶ ἀνθρωπείᾳ ἥκιστα καθορᾶσθαι φύσει πεφύκασι· δυνάμεις δὲ ὅμως εἰσὶν ἀσώματοι καὶ πανάγιαι, περὶ Θεόν τε ἱδρυμέναι καὶ τὰ πρῶτα ἐκ Θεοῦ ἐλλαμπόμεναι, καὶ λειτουργοὶ τῆς πρώτης λαμπρότητος, νοερὰ πνεύματα, ἢ πῦρ οἷον ἄϋλον καὶ ἀσώματον· Ὁ ποιῶν γάρ, φησί, τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πῦρ φλέγον. Κοινῶς γὰρ ταῦτα καὶ ὁμοίως πασῶν τῶν οὐρανίων καταφάσκεται δυνάμεων· αἳ τῇ φύσει τῇ ἑαυτῶν, τὸ ἀνώλεθρον καὶ ἀθάνατον τῇ τοῦ δημιουργήσαντος κέκτηνται χάριτι· τὰ καθύπερθεν δὲ τῆς κιβωτοῦ ὑπεριπτάμενα, ἃ τοῖς σκιάσμασι τῶν πτερύγων καταπυκάζει τὸ ἱλαστήριον, ὑλικὰ μέν εἰσι τὴν οὐσίαν καὶ σώματα· ἐκ χρυσοῦ γὰρ τοῦ καθαρωτάτου διεσκεύασται, σφυρήλατα δὲ καὶ ἐκτετορνευμένα, καὶ χερσὶν ἀνθρωπείαις σοφίᾳ τῇ ἄνωθεν καὶ ἐπιστήμῃ τοῦ τεκτηναμένου, εὖ μάλα ἐκμεμηχανημένα, ἐξ εὐφυῶν τε καὶ εὐτέχνων διησκημένα τῶν ἐλασμάτων· διὸ πλείοσι διαφοραῖς τετυχήκασι τῶν δοξασμάτων.

Προσθείης δ’ ἂν λιπαίνων τὸν λόγον εὐμούσως ἄγαν, ὅτι ἐκεῖνοι μέν, οἷς κυρίως τοὔνομα πρόσκειται, οὐσίαι εἰσὶ νοεραί τε καὶ νοηταί, ἐκ τῆς ὑπερουσίου καὶ τῶν ὅλων παρακτικῆς αἰτίας ἀΐδιον καὶ νοερὰν τὴν ζωὴν κεκτημένοι, οὐσιωδῶς ταύτης ἐν τῷ νοεῖν μεταλαχόντες, καὶ δυνάμεις νοεραὶ καὶ ἐνέργειαι ἐνυπόστατοι, καὶ νόες εἰσὶν ὑπερκόσμιοι, ἀϋλίᾳ καὶ ἀπαθείᾳ καὶ ἀσωματότητι νοούμενοι, καὶ νοοῦντες ὑπερκοσμίως πάντα ἁπλῶς καὶ ἑνοειδῶς τὰ παρὰ Θεοῦ ἐλλαμπόμενα, ὁμοῦ τε καὶ κατὰ ἀθρόαν ἐπιβολήν· ἀλλὰ καὶ πολυομμάτους αὐτοὺς εἶναι παραδέδοται, τῷ πρὸς Θεὸν ἐστράφθαι, καὶ τὰ προσεχῶς αὐτοῖς ἐκεῖθεν ἐκκαλυπτόμενα ἀμέσως κατοπτεύειν· ἁπλοῖ δὲ ὄντες καὶ ἀνείδεοι, μορφῆς καὶ σχήματός εἰσιν ὑπερέκεινα καὶ ἀμέθεκτοι· οἷα δὲ δὴ ἄϋλοι καὶ ἀσώματοι νοούμενοι, τὸ ἀδιάστατον ἔχουσι καὶ ἀναφές, ἄποσόν τε καὶ ἀμέγεθες καὶ ἀπήλικον, καὶ διὰ ταῦτα φθορᾶς εἰσιν ἀπηλλαγμένοι, καὶ τοῦ ἠλλοιῶσθαι κατά τι γοῦν πάμπαν καθαρεύοντες· τὰ δὲ κατὰ τὴν σκηνὴν καθιστάμενα χρυσότευκτα, οὔτε νόες εἰσίν, οὔτε νοερά, οὔτε νοοῦσιν, οὐκ αἰσθήσεως μετέχουσιν, οὔτε οὐδὲν τούτων εἰσί· ζωῆς δὲ τῆς ὁπωσοῦν δυνάμεώς τε καὶ ἐνεργείας ἠμοιρήκασι, σώματα δέ εἰσι καὶ ἔνυλα, εἰ καὶ τῆς καθαρωτάτης καὶ διαυγοῦς ὕλης τυγχάνει τὸ ἔλασμα· σώματα δὲ ὄντα ἐξ ὕλης καὶ εἴδους πεποιημένα, εἰκότως καὶ μεμόρφωται καὶ ἐσχημάτισται, ὅθεν φθορᾶς καὶ ἀλλοιώσεως οὐκ ἠλευθέρωται· τὸ δὲ τριχῆ διαστατὸν ἔχοντα, πεποσωμένα εἰσὶ καὶ ὄγκοις καὶ πηλικότησι διειλημμένα τυγχάνουσιν.

Ἔτι ἐν τοῖς ἁγιωτάτοις Χερουβὶμ καὶ κίνησίς ἐστι· κινοῦνται γὰρ περὶ τὰς νοήσεις ἐνεργοῦντες, καὶ περὶ τὸν θεῖον ἔρωτα συντεταμένως καὶ ἀῤῥεπῶς τὸ ἀεικίνητον ἔχουσι καὶ ἀκατάληκτον, καὶ τὴν πρὸς Θεὸν ἔφεσιν ἀπαρέγκλιτον κέκτηνται, καὶ τὰς μαρμαρυγὰς τῆς θεαρχικῆς ἀκτῖνος ἀμέσως καὶ πρωτοφανῶς ὑποδέχονται· τῷ τε εἰς ἀλλήλους χωρεῖν ἀσυγχύτως καὶ ἀποχωρεῖν, προϊέναι δὲ καὶ ἐπὶ τὰ ὑφειμένα, προνοίας τε καὶ τοῦ εὐεργετεῖν εἵνεκεν· ἐπιστρεπτικοὶ γάρ εἰσι τῶν καταδεεστέρων, καὶ χειραγωγικοὶ καὶ ἀνατατικοὶ πρὸς τὰ θειότερα καὶ ὑψηλότερα· ἀλλὰ καὶ στάσις ἐν αὐτοῖς ἐστι, τῷ ἱδρύσθαι καὶ ἐστράφθαι πρὸς Θεὸν ἀπαρεγκλίτως, καὶ τῆς ἑαυτῶν θεοειδοῦς ἕξεως καὶ μονιμότητος μὴ ἐξίστασθαι, ἐν ταυτότητι δὲ μένειν περὶ τὸ ταυτὸν καὶ ἀεὶ ὡσαύτως ἔχον ἀγαθὸν περιχορεύοντας· τοῖς δὲ οὐδ’ ὁπωστιοῦν μέτεστι κινήσεως, οὔτε ἐπί τι πρόοδος, οὔτε νοητή, οὔτε αἰσθητὴ ἐν αὐτοῖς ἐστιν, οὐδὲ ἔφεσις, οὐδὲ ὁρμή, οὐδὲ βούλησις· ἀμετάβατα δὲ μᾶλλον καὶ ἀκίνητα, καὶ τῆς ἑτέρων δεόμενα πρὸς τὸ κινεῖσθαι δυνάμεως· ἑστᾶσι γοῦν ἐφ’ οὗπερ ἵδρυταί τε καὶ ἀποτέτακται, μηδὲ παρ’ αὐτοῖς τὴν τοιαύτην ἔχοντα στάσιν· ἄψυχά γε ὄντα καὶ ἀναίσθητα, τοῦ δὲ ἱστάντος καὶ ἀπερείδοντος ἐφ’ ὅπερ ἂν νεύοι αὐτῷ τὰ τῆς βουλήσεως δεήσονται· καὶ μὴν καὶ λόγος ἐν ἐκείνοις ἐστίν, ἐπείπερ λογικοί εἰσιν, οὐχ οἷοσπερ ὁ ἡμέτερος, ἐκ τοῦ ἐν ἡμῖν φυσικοῦ καὶ ζωτικοῦ πνεύματος, διὰ τῶν φωνητικῶν ὀργάνων προϊὼν καὶ διαρθρούμενος, τῇ πληγῇ τε τοῦ ἀέρος τυπούμενος, καὶ διαβιβαζόμενος πρὸς ἀντίληψιν τῆς τῶν ἀκουόντων αἰσθήσεως, ἀλλὰ τῷ ἀΰλους εἶναι, καὶ ἀσυνθέτους, καὶ ἁπλοῦς τε καὶ ἀσωμάτους περιχωρεῖν ἐν ἀλλήλοις, καὶ τὰς ἀλλήλων ἐγκατοπτεύειν νοήσεις, καὶ κοινωνεῖν τῷ λόγῳ διὰ σιγῆς ἐναργέστερον ἢ ὁ πᾶς προϊὼν λόγος.

Τὰ δὲ ἐπειδὴ χρυσήλατά ἐστι, καὶ ὕλης ἀψύχου καὶ ἀλόγου μετέσχηκεν, ἄλογά τέ εἰσι, καὶ τὸν περὶ λόγου λόγον ἐπ’ αὐτοῖς ποιεῖσθαι, ἄλογον· κἀκεῖνοι τῆς θεαρχικῆς φωτοδοσίας ἀφθόνως ἐν μετουσίᾳ γινόμενοι, πρὸς τὸ θεοειδὲς καὶ θεομίμητον ὡς ἐφικτὸν ἀποτυποῦνται, καὶ πρὸς τὸ ἐμφερὲς τῆς θείας ἀρχετυπίας νοητῶς καὶ ὑπερκοσμίως ἑαυτοὺς ἀνατείνουσι· ταῦτα δὲ λαμπρότητος μόνης τῆς ἐκ τῆς ὕλης ἑνούσης αὐτοῖς μετειλήφασιν· ἀνόμοιον δὲ ἔχουσι τὴν πρὸς τὸ ἀρχέτυπον ὁμοιότητα· κἀκείνοις δηλοῖ τοὔνομα τὸ ὑπερπλῆρες τῆς γνώσεως καὶ ἀνελάττωτον· καὶ τὸ ὑπερβλύζον ἐν αὐτοῖς ἐν σοφίᾳ, ἐκ τῆς πολυχύτου καὶ πηγαίας φωτοχυσίας, ἐξ ὧν καὶ τὸ θεωρητικὸν αὐτοῖς πρόσεστιν, ἐπὶ τὸ πάσης ἐπέκεινα θεωρίας καὶ γνώσεως ὕψος, θεοειδῶς ἀνατεινομένοις, καὶ τοῦ θείου καὶ ὑπερκάλλου φωτὸς ἀεὶ καταπίμπλανται· ἐντεῦθεν καὶ μύησις αὐτοῖς πρώτως ἐναυγάζεται τῶν παρὰ τῆς θεαρχίας ἐπὶ τὰ προνοούμενα προϊόντων ἐπιστημονικῶν λόγων, ἐν μεθέξει τε τῆς θεουργικῆς γνώσεως ὡς θεμιτὸν γινόμενοι, πολλὰ τῶν θείων καὶ ὑπερτάτων γινώσκουσιν ὑπερκειμένως, καὶ τροφὴ αὐτοῖς ἐστιν ἡ τῶν ἁπλῶν καὶ μακαρίων φωτοφανειῶν ἔλλαμψις, προσεχῶς αὐτοῖς καὶ πρώτως ἐκ τῆς ὑπερφώτου ἀκτῖνος ἐναστραπτούσης· ἤδη δὲ τὴν πασῶν ὑπερτάτην τῶν ὑπερκοσμίων νόων, ἅτε θεοειδέστατοι, διακληροῦνται ταξιαρχίαν· ὅθεν καὶ θεολογικῆς ἐπιστήμης παρὰ τῆς θεαρχικῆς ὑπερουσιότητος ἐν μετουσίᾳ πρώτως γινόμενοι, ἐπὶ τοὺς μετ’ αὐτοὺς ἑξῆς διαπορθμεύουσιν· ἐξαγγελτικοὶ γοῦν εἰσι τῆς θείας σιγῆς, ἐκφαίνοντες ἐν ἑαυτοῖς τῆς ὑπερουσίου κρυφιότητος τὴν ἀφθεγξίαν· ὑμνοῦσί τε ἀκαταλήκτως καὶ ἀσιγήτως τὴν θείαν ἀγαθότητα, τὸ σεβάσμιον ἐκεῖνο καὶ τρισσοφαὲς τῆς θεολογίας μελῴδημα.

Τὰ δέ, ὅτιπέρ εἰσι χειρόκμητα, ψιλῆς μὲν μόνης μετείληφε τῆς προσηγορίας, μυήσεως δὲ καὶ γνώσεως καὶ τῶν ἄλλων ἁπάντων, ἃ εἴρηται, οὔ τί που μετέσχηκε· πρὸς δέ, καὶ εἰκόνες εἰσὶν ἐκεῖνοι τῆς θεαρχίας, τὸ κρύφιον καὶ ἀφανὲς φῶς ἐν ἑαυτοῖς ἐμφανίζοντες, καὶ πρὸς τὸ θεοειδὲς ὡς θεμιτὸν ἀφομοιούμενοι, καὶ τὴν ὅλην τοῦ θείου φωτὸς ἀκτῖνα θεοειδῶς εἰσδεχόμενοι· τοῦτο ἐν μεθέξει ὑπάρχοντες ἑπομένως, ὅπερ κατ’ οὐσίαν ἐστὶ τὸ μετεχόμενον προηγουμένως· φῶτα δεύτερα φιλανθρωπότατα καὶ ἀγαθοειδῆ, τοῦ πρώτου φωτὸς ἀμαρύγματα ἄχραντα καὶ ἀκηλίδωτα, τὸ ἐμφερὲς τῆς πρωτοφανοῦς θεοειδείας ἀγαθοπρεπῶς ἀποφερόμενοι· καὶ δὴ καὶ γινώσκουσι, ὅτι μὴ τὰ καθ’ ἑαυτοὺς νοητὰ μόνον, ἤδη δὲ καὶ τὰ ἐν αἰσθήσει οὐκ αἰσθητῶς ἀλλὰ νοητῶς, κατὰ τὴν οἰκείαν τῆς ἐνούσης αὐτοῖς τοῦ θεοειδοῦς δυνάμεως ἐπιστήμην, ἀΰλως καὶ γνωστῶς αὐτοῖς ἐπιβάλλοντες· τὰ δὲ χρυσόκμητα, εἰκόνων εἰκόνες εἰσὶν ἀμυδρότεραι καὶ ἀνομοιότεραι, καὶ παρὰ πολὺ τοῦ παραδειγματικοῦ αἰτίου ἀπολειπόμενα· ἴσασι δὲ οὐδὲν ὁτιοῦν· πῶς γὰρ τοιαῦτά γε ὄντα, καὶ οὕτως ἔχοντα; κἂν σφόδρα ᾖ ἀπεξεσμένα καὶ ἐκτετορνευμένα, καὶ μαρμαρυγὰς διαφανεῖς καὶ λαμπηδόνας ταῖς περιαστραπτούσαις στίλψεσιν ἀποπέμπωσι· πόθεν οὖν σοι ταῦτα καὶ τίνος ἕνεκεν εἴρηται Χερουβίμ, κατ’ οὐδένα τρόπον τῶν οὐσιωδῶς ἐνυπαρχόντων ταῖς ὑπερκοσμίοις μετεσχηκότα δυνάμεσιν;

Οὐκ ἐμός, φημί, ὁ λόγος, οὐδὲ παρ’ ἐμοὶ πρώτῳ ἡ τοιαύτη προσηγορία τούτοις ἐξεύρηται ἢ ἐπιτέθειται· Μωσέως ἐστὶ τοῦ θεόπτου καὶ νομοθέτου ἡ φωνή, καὶ πάλαι προανιστόρηται, καὶ μαρτυρουμένην ἔχει διὰ τῶν ἱερῶν Γραμμάτων τὴν πρεσβυγένειαν, καὶ τὸ πρὸς ἀξιοπιστίαν εὐπαράδεκτον· εἰ δὲ χρὴ τἀληθέστερον φάναι, Θεοῦ τοῦ προστεταχότος τῷ οἰκείῳ θεράποντι, ἡνίκα τῆς σκηνῆς αὐτῷ τῆς παλαιᾶς ἐκείνης διετύπου καὶ παρεδείκνυ τὴν σύμπηξιν· ἐπειδὴ γὰρ τῶν κατ’ οὐρανοὺς καὶ τῶν ἄνω διακόσμων, ἀμυδρά τινα μιμήματα καὶ ἀπεικάσματα σκιοειδέσι τύποις προβεβλημένα ἔφερεν ἡ σκήνη·

Ὅρα γάρ, φησί, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει. Ἵνα οὖν καὶ τῶν Χερουβὶμ ὀφθείη Κύριος ὁ τῶν ὅλων Θεός, καὶ καθάπερ αὐτοὶ ἀμέσως καὶ πρώτως ἐλλαμπόμενοι, τὰς λειτουργίας ἐν τοῖς ὑπερουρανίοις οἰκετικῶς ἀποπληροῦσι, καὶ τὰς ἀγαθουργοὺς τῆς θείας Προνοίας προόδους τοῖς μετ’ αὐτοὺς διαπορθμεύουσι, κατὰ ταυτὰ καὶ τοῖς ἐπὶ γῆς μιμητικῶς ὑπὸ τῶν ἀφομοιουμένων αὐτοῖς, θείᾳ οἰκονομεῖται συγκαταβάσει γινόμενον· ταύτῃ τῷ νομοθέτῃ ἐκπεποιῆσθαι, τουτῒ δὴ τὸ φιλοτέχνημα διατέτακται· ἐκεῖθεν γὰρ τὰς θεοφανείας ὁ τῆς θεοπτίας ἠξιωμένος ὑπεδέχετο· ἤδη γὰρ ἐγκεχείριστο πρὸς τὴν τοῦ λαοῦ κηδεμονίαν ὑπηρετήσειν, τὴν τοῦ λαοῦ ἡγεμονίαν καὶ προστασίαν πεπιστευμένος. Γέγραπται τοίνυν ἐν τοῖς μετὰ τὴν κιβωτὸν διατεταγμένοις, κατὰ τὴν καλουμένην τῆς Ἐξόδου τῶν υἱῶν Ἰσραὴλ ἱερὰν βίβλον, ὧδέ πως θεσμοθετοῦντος Θεοῦ· Καὶ ποιήσεις ἱλαστήριον ἐπίθεμα χρυσίου καθαροῦ· δύο πήχεων καὶ ἡμίσεος τὸ μῆκος αὐτοῦ, καὶ πήχεως καὶ ἡμίσους τὸ πλάτος αὐτοῦ· καὶ ποιήσεις δύο Χερουβὶμ χρυσᾶ τορευτά, καὶ ἐπιθήσεις αὐτά, ἐξ ἀμφοτέρων τῶν κλιτῶν τοῦ ἱλαστηρίου ποιηθήσονται·

Χερουβὶμ εἷς ἐκ τοῦ κλίτους τούτου· καὶ Χερουβὶμ εἷς ἐκ τοῦ δευτέρου τοῦ ἱλαστηρίου· καὶ ποιήσεις τοὺς δύο Χερουβὶμ ἐπὶ τὰ δύο κλίτη αὐτοῦ· ἔσονται οἱ Χερουβὶμ ἐκτείνοντες τὰς πτέρυγας αὐτῶν ἐπάνωθεν, συσκιάζοντες ταῖς πτέρυξιν αὐτῶν ἐπὶ τὸ ἱλαστήριον· καὶ τὰ πρόσωπα αὐτῶν εἰς ἄλληλα εἰς τὸ ἱλαστήριον ἔσονται τὰ πρόσωπα αὐτῶν Χερουβίμ· καὶ ἐπιθήσεις τὸ ἱλαστήριον ἐπὶ τὴν κιβωτὸν ἄνωθεν· καὶ εἰς τὴν κιβωτὸν ἐμβαλεῖς τὰ μαρτύρια ἃ ἐὰν δῶ σοι· καὶ γνωσθήσομαί σοι ἐκεῖθεν, καὶ λαλήσω σοι ἄνωθεν τοῦ ἱλαστηρίου, ἀνὰ μέσον τῶν δύο Χερουβὶμ τῶν ὄντων ἐπὶ τῆς κιβωτοῦ τοῦ μαρτυρίου, κατὰ πάντα ὅσα ἐντείλωμαί σοι πρὸς τοὺς υἱοὺς Ἰσραήλ.

Ἀνοιγνύτωσαν τὴν ἀκοὴν οἱ ἀναίσθητοι, προσεχέτωσαν τὸν νοῦν οἱ ἀνόητοι· Θεοῦ φωναὶ ταῦτά ἐστι καὶ ἐντάλματα οὐκ ἔχουσιν εἰπεῖν, ὅτι Μωσέως ἐστὶ τὸ ἐγχείρημα· ἀνθρώπινον τὸ ἐπιτήδευμα, τέχνης ἔργον τῆς καθ’ ἡμᾶς τὸ ἀποτέλεσμα, Θεός ἐστιν ὁ προστάττων, Θεὸς ὁ κελεύων· τίς ὁ ἀμφιβάλλων;

Σκοπείτωσαν ὅτι οὐδὲν ἐνταῦθα αἴνιγμα, οὐδὲν ἀσαφές, οὐδὲν πλαγίως ἐμφαινόμενον, ἢ ἐν ἀλληγορίαις ἐκκείμενον, τὰ ἄψυχα ταῦτα, τὰ ἀναίσθητα, τὰ πάντη ἀκίνητα, τὰ ἐξ ὕλης ἀψύχου καὶ ἀλόγου ἐκμεμηχανημένα, τορείᾳ δὲ μόνον καὶ στίλψει τῆς θέας καὶ ὕλης καθαρότητι καὶ τοῦ τεκτηναμένου σοφίᾳ διαφέροντα, τῆς αὐτῆς τοῖς ἁγιωτάτοις Χερουβίμ, ταῖς ζώσαις καὶ ἐνεργούσαις καὶ ἀεικινήτοις δυνάμεσι, προσηγορίας ὁ τῶν ὅλων Θεὸς ἠξίωσεν· οὐκ εἰκόνας Χερουβίμ, οὐχ ὁμοιώματα, οὐκ ἐκτυπώματα, ἀλλὰ τῇ ὁμωνυμίᾳ χρησάμενος ὁ ἐντελλόμενος Θεός, καθαρᾷ καὶ τρανῇ τῇ φωνῇ Χερουβὶμ κατωνόμασε· δυσωπείτω τοὺς ἀπειθεῖς καὶ ἀγνώμονας τῇ ἀληθείᾳ τῶν λεγομένων ἕπεσθαι, ἑπτάκις ἐνταῦθα τῶν Χερουβὶμ τοὔνομα παραληφθὲν καὶ ἐκπεφωνημένον, καὶ τῷ τιμίῳ κατὰ τὴν Γραφὴν τὴν θεόπνευστον ἀριθμῷ, καὶ τοῦτο δεδοξασμένον· ἵνα διά τε τοῦ ἐπηγγελκότος τὸ ἀπαραίτητον, διά τε τοῦ ἀριθμοῦ τὸ ἐπίσημον, ἀμφοτέρωθεν ἔχοι τὸ πρᾶγμα τὸ ἀπαράγραπτον· εἰ οὖν τὰ Χριστιανῶν παραιτοῖντο οἱ ἄθλιοι, τοὺς γοῦν Ἰουδαίους μιμείσθωσαν, μήποτε καὶ αὐτῶν ὀφθεῖεν ἀπιστότεροί τε καὶ ἀγνωμονέστεροι· οὐδαμοῦ γὰρ παρὰ Ἰουδαίοις τετόλμηται εἰδώλων ὀνόματι ταῦτα περιυβρίσθαι, καίτοι πολλάκις τοῦ θείου σεβάσματος ἀλογήσαντες, εἰδώλοις ἐξαπατώμενοι λελατρεύκασι· πάντη δὲ παρ’ αὐτοῖς ταυτὶ τίμια καὶ προσκυνητὰ καὶ σεβάσμια· καὶ τοσούτῳ σεβάσμια, ὡς μηδένα τῶν ἄλλων δέει καὶ εὐλαβείᾳ τῶν ἁγίων προσιέναι· πλήν γε δὴ ὅτι εἰς μὲν τὴν πρώτην σκηνήν, διὰ παντὸς εἰσῄεσαν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες· βατὰ γὰρ ἦν ταῦτα τοῖς πολλοῖς καὶ εὐπρόσιτα· τὰ δὲ μετ’ ἐκείνην, ἀστιβῆ πᾶσι καὶ ἄψαυστα, ὅτι μὴ μόνον ἐφεῖτο τῷ ἀρχιερεῖ ἐφάπαξ τοῦ ἐνιαυτοῦ εἰσιτητέα εἶναι τὰ νενομισμένα ἐπ’ αὐτοῖς ἐπιτελέσοντι.

Ἐντεῦθεν αἱ πανάγιαι δυνάμεις θείοις προστάγμασιν εἰκονίζονται· ἐντεῦθεν τῆς τοιαύτης κλήσεως ὁμωνύμως τοῖς ἀρχετύποις ἁγίοις, τὰ πρὸς τὸ ἱλαστήριον ὑπεριδρυμένα τετύχηκε χρυσοτόρευτα· καὶ εἰκότως προβέβληνται τῶν ἀτυπώτων οἱ τύποι, καὶ τῶν ἀσχηματίστων τὰ σχήματα· ὡς θεμιτὸν φάναι, κατὰ τοὺς θεοσόφους ἡμῶν Πατέρας καὶ κλεινοὺς τῆς Ἐκκλησίας καθηγεμόνας, ἀδυνατούσης τῆς καθ’ ἡμᾶς ἀναλογίας ἀμέσως ἐπὶ τὰς νοητὰς ἀνατείνεσθαι θεωρίας, καὶ δεομένης οἰκείων καὶ συμφυῶν ἀναγωγῶν, αἳ τὰς ἐφικτὰς ἡμῖν μορφὰς προτείνουσι τῶν ἀμορφώτων καὶ ὑπερφυῶν θεαμάτων· τοῦτο γὰρ τῆς θείας ἀγαθότητος, καὶ τῆς περὶ ἡμᾶς πατρικῆς κηδεμονίας, τὰς τῶν ὑπερουρανίων δυνάμεων ἐντυπωτικοῖς συμβόλοις ἐκφαίνεσθαι μακαριότητας, τὸν ἡμέτερον ἀνάγουσι νοῦν, τῇ κατ’ αὐτὸν ὑλαίᾳ χειραγωγίᾳ χρώμενον, ἐπὶ τὴν τῶν οἰκείων ὡς ἐφικτὸν μίμησίν τε καὶ θεωρίαν. «Ἀλλὰ δεδόσθω παρὰ Θεοῦ μὲν τὴν κλῆσιν τοὺς ἐπὶ τῆς σκηνῆς Χερουβὶμ εἰληφέναι, πόθεν αὐτοῖς τὸ τῆς δόξης ἐπιφημισθήσεται χρῆμα;» Ὅτι γε δὴ πρῶτον μὲν Θεοῦ ἡ πρόσταξις· ὅσα δὲ ἐπήγγελται Θεὸς καὶ πεποίηκε τίμια· οὐδὲν γὰρ εἰκῆ οὐδὲ μάτην τῶν παρ’ αὐτοῦ τι πρόεισι· τοῦτο δ’ ἂν εὕροι τις καὶ κατὰ τὴν κοσμογένειαν ἱστορούμενον· Εἶδε γάρ, φησίν, ὁ Θεός, καὶ ἰδοὺ πάντα καλὰ λίαν. Ἔπειτα πῶς οὐ δεδόξασται ταῦτα, ὅθεν ἐπιφαίνεται Θεὸς καὶ γινώσκεται;

τί γὰρ τῆς θείας ἐπιστασίας περιδοξότερον; ἢ τῶν καθ’ οὓς οἰκονομικῶς ἐπιφοιτᾷ τόπων εὐκλεέστερον; πόθεν τὸ ὅρος τὸ Σινὰ δεδόξασται, καὶ φοβερὸν καὶ ἀπρόσιτον ἀναδέδεικται; πῶς ἤκουε Μωσῆς τῆς θεοστιβοῦς ἐπιψαύων γῆς· Ὁ τόπος ἐν ᾧ ἕστηκας γῆ ἁγία ἐστί; τῶν γηΐνων καὶ σαρκικῶν ἀπολύεσθαι προσταττόμενος, ἃ ἐδήλου τά τε ἄλλα, καὶ τῶν ὑποδημάτων ἡ ἀφαίρεσις.

οαʹ. Πῶς, ἵνα τἄλλα παρῶμεν, τὰ κατὰ τὴν Ἱερουσαλὴμ σεβάσμια, ἐν οἷς ἐπιδημήσας ὁ Σωτὴρ τάς τε μεγαλουργίας ἐκείνας τὰς θείας ἐπετέλει, καὶ τὰ πάθη ὑπὲρ ἡμῶν ἤνεγκε, καὶ πᾶσιν ἐπέραστα καὶ τριπόθητα; ὅτι δὲ καὶ τοὔνομα προσκείμενόν τισι, δύναται εὐκλείας μεταδιδόναι, καὶ χάριτος, ἀκούομεν τοῦ Κυρίου ἐν Εὐαγγελίοις λέγοντος· Ὁ δεχόμενος προφήτην εἰς ὄνομα προφήτου, μισθὸν προφήτου λήψεται· καὶ ὁ δεχόμενος δίκαιον εἰς ὄνομα δικαίου, μισθὸν δικαίου λήψεται· καὶ ὃς ἑὰν ποτίσῃ ἕνα τῶν μικρῶν τούτων ποτήριον ψυχροῦ μόνον εἰς ὄνομα μαθητοῦ, ἀμὴν λέγω ὑμῖν οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὑτοῦ. Οὐκοῦν καὶ ταῦτα μετασχόντα τῆς κλήσεως, καὶ δόξης τῆς ἐπ’ αὐτοῖς κεκοινώνηκε· μανθανέτωσαν οἱ ἀμύητοι καὶ ἀπαίδευτοι τὴν ἐκ τῆς δυνάμεως τοῦ ὀνόματος τοῖς κεκλημένοις μετειλημμένην χάριν τε καὶ ἐνέργειαν· οὕτω γὰρ οἱ παρ’ ἡμεῖν θεῖοι ναοὶ καὶ οἶκοι, περίδοξοι καὶ σεβάσμιοι, ὅτι Θεῷ ἀνιερώθησαν, καὶ τὸ ὄνομα αὐτοῦ ἐπικέκληται ἐν αὐτοῖς, συμπαρομαρτούσης ἤδη καὶ τῆς τῶν ἐν ἑκάστῳ τούτων ἀποτεταγμένης τῶν ἁγίων μνήμης· ἐπιτηρητέον δὲ κἀκεῖνο ὡς, εἰ τὰ ἐν μείοσι κείμενα, τὰ κατὰ τὴν πρώτην σκηνήν φημι Ἅγια ἐλέγετο, τὰ μετ’ αὐτὴν δὲ ἐνδότερά γε ὄντα καὶ Ἅγια ἁγίων λεγόμενα, οἷς συνυπῆρχε ταῦτα καὶ συγκατηρίθμητο, πόσον ἐν ἀμείνοσι κείσεται καὶ δοξασθήσεται;

εἰ δὲ οἱ τῆς αἰσχύνης κληρονόμοι πρὸς ταῦτα ἀντιλέγοιεν, ὥρα αὐτοῖς μηδὲ τὸ Μωσέως πρόσωπον δεδοξάσθαι δοξάζειν.

Τίνι οὖν πειστέον; Μωσεῖ καὶ Παύλῳ τοῖς θεοπτίας ἠξιωμένοις, καὶ τῆς ὑψηλῆς θεολογίας τὰ μυστήρια πεπιστευμένοις, ἢ τοῖς ἐκ τῆς κοπρίας παραφθεγγομένοις κίβδηλα καὶ ὀδωδότα ληρήματα, καὶ τὰ ἐκ νόθης διανοίας ἀποτεταγμένα τῶν ἀλόγων ψόφων ἐπισφαλῶς ἀμβλωθρίδια; εἰ μὲν οὖν οὐ πείθονται Παύλῳ, οὕτω τὰ περὶ τούτων διεξιόντι, οὐχ ὡς Χριστιανοί· εἰ δὲ οὐδὲ Μωσεῖ, οὐδὲ ὡς Ἑβραῖοι· εἰ δὲ οὐδὲ Θεῷ αὐτῷ, οὐδ’ ὡς Ἕλληνες ἢ Βάρβαροι, πολλῷ δὲ τούτων ἔτι δυσσεβέστεροι καὶ ἀθεώτεροι· ταῦτα δὲ ὡς ἐν βραχεῖ διεξήλθομεν· ἤδη γὰρ τῶν ἀποστατούντων τινὲς τῆς πίστεως, ἐπείπερ εἰς παράδειγμα τῆς τοῦ Σωτῆρος ἡμῶν εἰκόνος παρὰ τῶν εὐσεβούντων καὶ ταῦτα παραλαμβάνεται, συγκαθυβρίσαι καὶ συνεκφαυλίσαι οὐκ ἀπώκνησαν· πολλὰς μὲν δυσφημίας αὐτῶν καταχέοντες, παντὸς δὲ μώμου καὶ ἀδοξίας τὰ παρὰ Θεοῦ διατεταγμένα, οἱ θεοστυγεῖς ἀποπληροῦντες· εἰ τοίνυν τὰ τῶν οἰκετῶν ἐκτυπώματα, τῶν θείων Χερουβίμ, λέγω (δοῦλα γὰρ Θεοῦ καὶ αὐτὰ καὶ κτίσματα παρὰ τῷ μεγάλῳ Ἀποστόλῳ, καὶ τοῖς εὐσεβεῖν εἰδόσιν ἅπασι, κατὰ τοὺς εἰρημένους τρόπους δεδοξασμένα τέ ἐστι καὶ λέγεται), εἰπάτωσαν ἡμῖν οἱ ἀνόητοι, πῶς τοῦ Δεσπότου τῶν ὅλων, ὃς καὶ τῶν Χερουβίμ ἐστι Κύριος, καὶ πάσης κατεξουσιάζει τῆς κτίσεως, τὸ ἱερὸν ἀπεικόνισμα παρευδοκιμηθήσεται ἢ παροραθήσεται; μᾶλλον δέ, πῶς οὐ δόξης καὶ τιμῆς μεγίστης ἀξιωθήσεται;

ἄρα ὁ τὴν τῷ μείζονι ἐποφειλομένην ἀποστερῶν τιμήν, καὶ μηδὲ τὴν τῷ ἐλάττονι προσήκουσαν ἐπινέμων, πόσης κατηγορίας οὐκ ἄξιος; πῶς τῆς ἐσχάτης ἀβελτερίας οὐκ ἀνάμεστος; ταῦτα οὐδ’ οἵ γε νηπιώδεις τὴν φρένα καὶ τὴν γλῶσσαν ψελλίζοντες, καὶ ὀρθὰ λαλεῖν οὐκ εἰδότες διενοήσαντο· τὸ δὲ καὶ ἀτιμίας ἀπάσης ἀποπληροῦν, οὐδ’ ἂν οἱ λαμπρᾶς μελαγχολίας νόσῳ ἑαλωκότες ἔδρασαν· καίτοι οἱ θεῖοι Χερουβίμ, ἁπλοῖ τε ὄντες καὶ ἄϋλοι, ἀνείδεοί τε καὶ ἀσχημάτιστοι καὶ διὰ τοῦτο ἀσώματοι, καὶ τόπῳ αἰσθητῷ περιγράφεσθαι ὡς ἀσώματοι φύσιν οὐκ ἔχουσι, καθὰ καὶ πρόσθεν ἡμῖν λέλεκται· εἰ γάρ που ἐν σώματι τοὺς θείους ἀγγέλους ἀκούσειέ τις ὁρᾶσθαί ποτε, μὴ ἂν ἄλλο τι ὑπολήψοιτο, ἢ τό γε τοῖς ἐν οἷς εἴδεσι πρὸς τὰς ἐγκεχειρισμένας διακονίας τοῖς ἐπὶ γῆς τὰς ἐπιστασίας ποιοῖντο, τῷ ἀγνώστους ἡμῖν εἶναι τὴν φύσιν, συμβολικῶς σχηματιζομένους φαίνεσθαι· καθ’ ὃ καὶ ἐν τόπῳ εἶναι, τῷ μὴ ἑτέρωθί που χρησμῳδοῦντας κατ’ αὐτὸν ἐνεργεῖν λέγονται, ὅπερ μόνῃ τῇ θείᾳ καὶ ὑπεραγνώστῳ πρόσεστι φύσει· ἃ οὐδ’ οὕτω τῷ λόγῳ τῆς αὐτῶν ἀσωματότητος λυμαίνεται· μηδὲ γὰρ ἂν οἴεσθαι χρῆναι θηριώδεσί τισι καὶ κτηνοπρεπέσι μορφαῖς ἢ ὀρνιθείαις πτεροφυΐαις, τῶν ὑπερκοσμίων δυνάμεων τὴν οὐσίαν χαρακτηρίζεσθαι· ὅμως δ’ οὖν θείοις νεύμασιν, ἐπείπερ τοῦτο Θεὸς ἐβούλετο, οὗ πάντα ἐν ὀφθαλμοῖς κοῦφα καὶ ῥᾴδια, ἐγράφησάν τε καὶ εἰκονίσθησαν.

Χριστὸς δὲ ὁ Θεὸς ἡμῶν, ὁ τὴν ἡμετέραν πτωχείαν ἀμφιεσάμενος, καὶ τὸ παχὺ τοῦτο καὶ ὑλικὸν φορέσας τὸ ἀπὸ γῆς σαρκίον, τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν, καὶ τὴν τοῦ δούλου μορφὴν ἑνώσας ἑαυτῷ, φθαρτήν τε οὖσαν καὶ γραπτὴν καὶ περιγραπτὴν φύσιν, πῶς οὐ γραφήσεται καὶ περιγραφήσεται; καθ’ ὃ οὖν πέφηνε καθ’ ἡμᾶς ἄνθρωπος, καὶ ἐν σώματι τοῖς ἐπὶ γῆς πεφανέρωται, καὶ συμπεπολίτευται, καὶ γράφεται, καὶ εἰκονίζεται, οὐδενὸς τὸ παράπαν ἐπινοουμένου τρόπου, τοῦ δυναμένου τὴν ἅπαξ ἑνωθεῖσαν αὐτῷ καθ’ ὑπόστασιν σάρκα, ἐκ τοῦ γεγράφθαι, ἀποδιιστᾷν ἢ διορίζειν αὐτοῦ τῆς θεότητος, κἂν μυρία ληρωδῶσιν οἱ παράφρονες· ποῖος γὰρ λόγος τοῦτο συναναγκάσειεν; ἐπεὶ οὐδαμῶς γε φύσιν ἔχων ἐπιδειχθήσεται· ἢ οὕτω γε καὶ πάθοι ἂν ὁ λόγος παθούσης τῆς σαρκός, καὶ περιτμηθείσης συμπεριτμηθήσεται, καὶ συντεθνήξεται, καὶ τἄλλα ὅσα τῆς παθητῆς καὶ θνητῆς ἐστι φύσεως, διὰ τὴν ἕνωσιν πείσεται· ὧν τί ἀλογώτερον ἢ ἀσεβέστερον; ἢ καινουργείτωσαν ἑτέραν παρὰ τὴν ἡμετέραν αὐτῷ ἀνειλῆφθαι φύσιν, ἵνα ἐν οὐδενὶ αὐτῷ κοινωνήσαντες, ἀνέλπιστα αὐτοῖς καὶ ἀνεπιχείρητα τὰ τῆς σωτηρίας γένοιτο· ἢ φασματώδη καὶ πεπλασμένην τὴν οἰκονομίαν κατὰ τοὺς Μανιχαίων λήρους, οἷς ἐξηκολούθησαν, δογματιζέτωσαν οἱ παραπλῆγες, τέλεον αὐτὴν ἀποσκευαζόμενοι· τί δέ;

οὐχὶ παρὰ πᾶσι Χριστιανοῖς τοῖς εὐσεβεῖν εἰδόσιν, ἐξ οὗ τὰ τῆς θείας ἐπιφανείας καὶ σωτηρίου οἰκονομίας ἐνῆρκται, γράφεται καὶ εἰκονίζεται, ὡς δηλοῦσιν αὐτὰ τὰ πράγματα καὶ ἡ ἀλήθεια; μαρτυρεῖ δὲ καὶ τὸ μήκιστον τοῦ διελάσαντος χρόνου, ἥ τε ἄπειρος τῶν εἰκονισάντων καὶ εἰκονισθέντων πληθὺς ὑπ’ ὄψιν πάντων ἐκκειμένη εὐσεβῶς μάλα καὶ εὐπρεπέστατα, μονονοὺ σαφῶς ταῖς ἁπάντων ἀκοαῖς ἐμβοῶσα τήν τε περὶ ἡμᾶς τοῦ Σωτῆρος ἀγαθότητα γεγενημένην, καὶ τῆς οἰκονομίας αὐτοῦ καὶ συγκαταβάσεως διατρανοῦσα τὸ μυστήριον, καὶ οὐδὲν ἧττον ἢ τὸ ἱερὸν διδάσκουσα Εὐαγγέλιον, τάς τε τῶν ἁγίων ἀριστείας, καὶ τοὺς ἀξιαγάστους ἄθλους αὐτῶν κηρύττουσα, καὶ τὴν τῶν ἀθετούντων ταῦτα ἀγνωμοσύνην καὶ ἀπιστίαν ἐμφανῶς στηλιτεύουσα· Πάντα γὰρ ἐνώπια τοῖς συνιοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν.

Καὶ τίς οὕτως ἄθλιος καὶ πεπωρωμένος τὴν ψυχὴν καὶ ἠλίθιος, ὡς ἀντωπῆσαι πρὸς τὴν οὕτω λαμπρὰν καὶ διαφανεστάτην ἀλήθειαν; πῶς δὲ ἄρα τοιαύτης προσηγορίας τυχοῦσα ἡ γραφή, οὐ τιμία καὶ ἔνδοξος; οὐδὲν γὰρ ἀπεικὸς καὶ τοῦτο Χριστὸν ὀνομάζεσθαι καθάπερ ἐκεῖνα Χερουβίμ· τίς γὰρ λόγος ὁ τοῦτο κωλύσων τῷ ἐπιγεγράφθαι μάλιστα;

Χριστὸς γὰρ τοῖς ἐντυγχάνουσιν ἀναγινώσκεται τοὔνομα, καὶ τοῦ εἴδους τὸ ἐμφερὲς ἔχουσα, καθ’ ὅσον ἡ χεὶρ τοῦ γραφέως ταῖς εὐφυΐαις καὶ ταῖς ἐκ τῆς τέχνης τῆς γραφικῆς ἐπιδόσεσιν ἀπευθύνεται· ἡμῖν δὲ καὶ τὰ χρυσότευκτα Χερουβίμ, κατὰ τὴν ἀποστολικὴν φωνὴν τιμητέα, καὶ ὁ περὶ τούτων λόγος βραχύς τε καὶ εὐπερίγραπτος ὢν ἐνταυθοῖ περιγεγράψεται· ὁ δὲ περὶ τῶν ἀμαθαινόντων ἔτι σφριγῶν καὶ ἐπακμάζων ἐπὶ τὸ πρόσω προενεχθήσεται· ἐκπλαγείη γὰρ ἄν τις καὶ σφόδρα γε εἰκότως αὐτῶν κἀνταῦθα τῆς ἀνοίας καὶ ἀφροσύνης τὸ μέγεθος, ὡς οὐδ’ αὐτὴ τῶν πραγμάτων ἡ φύσις καὶ ἡ ἐνάργεια.

καὶ τὰ παρὰ πᾶσι συμφώνως ὁμολογούμενα, καὶ ταῖς κοιναῖς ἐννοίαις τὸ ἀναμφίλεκτον ἔχοντα, τὸ δέον αὐτοὺς συνιδεῖν πέπεικεν· εἴπερ γὰρ αὐτοῖς δογμάτων εὐθύτητος μετῆν, διασχοῦσι ἀμαθίας τὸ πάχος, ἐχρῆν ἐκ τῶν ἐναργῶς προφαινομένων καὶ ταῖς αἰσθήσεσι πάντων ὑποπιπτόντων, συλλογισαμένους περὶ τῶν προκειμένων, ἐπεγνωκέναι τἀληθῆ καὶ δοξάσαι τὰ εὐθῆ· ὡς γὰρ κὰν ταῖς σκιαγραφίαις ἰδεῖν ἔνεστιν, αἳ μὴ τῶν ἀρχετύπων αὐτῶν μόνον, ἤδη δὲ καὶ τῶν κεχρωματουργημένων, καὶ ταῖς διαφανέσι τῆς εὐχροίας βαφαῖς διηνθισμένων, καὶ πρὸς τὴν ἐμφέρειαν τοῦ πρὸς ὃ γέγονεν ἀκριβῶς ἐξειργασμένων, πολλῷ καταδεέστεραι οὖσαι τυγχάνουσιν, οὕτως ἐκ παραλλήλου θεμένους τὰ σχέσει θεωρούμενα, καὶ ὥσπερ ἀναλογίᾳ τινὶ χρωμένους, ἐννοῆσαι ὅτι σκιὰν ἔχοντα τοῦ νόμου, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων, τίμια δὲ ταῦτα καὶ ἄγια κατὰ τὴν ἀποστολικὴν εἰσήγησιν, πῶς οὐχὶ μᾶλλον τὰ τὸ πλέον ἔχοντα, τὰ παρ’ ἡμῖν ἱερά, φημί, ἃ τὴν ἀλήθειαν αὐτὴν πεφόρεκε, διαφερόντως τιμιώτερά τε καὶ ἐνδοξότερα;

ἀλλ’ οἱ ματαιόφρονες οὐδὲ τῆς ἴσης ἐκείνοις ἀξιοῦσι τιμῆς· τοσούτου δέουσι τὴν τοῦ κρείττονος καὶ συμφέροντος ἐκλογὴν πεπιστεῦθαι, ἐπεὶ καὶ τῇ τῶν ἐναντίων ἐκτόπως πλεονεκτοῦσιν αἱρέσει· ἐοίκασι γὰρ οἱ τῇ ματαιότητι καὶ τῷ ψεύδει κατισχημένοι, τοῖς ἐν σκότῳ βαθεῖ τραχεῖάν τινα καὶ προσάντη καὶ πολλαῖς ἀκάνθαις καὶ σκόλοψι κατεστορεσμένην ἰοῦσιν ὁδόν, οἷς συμβαίνει ἀπείροις τοῖς ἐκ τῶν διαπταισμάτων τῆς ἀβλεψίας κινδύνοις, καὶ ἀνηκέστοις ὀδύναις περιπείρεσθαι· οὕτω γὰρ καὶ αὐτοὶ τῇ ἀχλύϊ τῆς ἀπιστίας ὁμοῦ καὶ ἀμαθίας περιπεσόντες, καὶ πλείοσι προσκόμμασι δυσφημιῶν καὶ ὕβρεων, ὧν κατὰ τῆς τοῦ Σωτῆρος οἰκονομίας ὥσπερ λίθους οἱ τάλανες βάλλουσιν ἐναλόντες, ταῖς ἀκίσι τῆς ἁμαρτίας, τὰς ψυχάς, οἷάπερ πρὸς τὰ εὐθύτατα τῆς εὐσεβείας ἀποτυφλώττοντες δόγματα, περιφανῶς κατατιτρώσκονται.

οβʹ. Ἀλλὰ τὰ μὲν κατὰ Μωσέα, καὶ τὰ τῶν παλαιῶν ἐκείνων πέρας ἐχέτω· ἐπὶ δὲ τὰ πολλοῖς ὕστερον χρόνοις κατὰ τὴν Ἰουδαίων περιφάνειαν ἐπίσημα νῦν εἷμι· δεδοξασμένος ὁ Σολομῶντος νεώς, πῶς γὰρ οὔ; ἐπεὶ Θεοῦ οἶκος καὶ αὐτὸς καὶ διάταγμα, καὶ ἡλίκος ἐκεῖνος τοῦ σοφοῦ καὶ κρατίστου ὁ παμποίκιλος καὶ διαβόητος δόμος· καὶ τί γὰρ ἢ Σολομῶντος ἔργον; φιλοτιμίᾳ γὰρ καὶ πολυτελείᾳ καὶ ἀναλώμασι πλείστοις ὅσοις ἀποχρώμενος, τῆς ἐπ’ αὐτῷ εὐκλείας καὶ δόξης ὡς ἄριστα μετεποιεῖτο τῶν σπουδασμάτων· εἶτα ἐπειδὴ ἐκεῖνος καθῄρητο, ὁ μετ’ ἐκεῖνον ἀνιστάμενος, δόξῃ καὶ λαμπρότητι οἰκοδομίας τε εἵνεκεν, καὶ τῶν ἄλλων δήπου περιφανέστερος διεφαίνετο· δηλώσει δὲ καὶ ὁ προφητικὸς ταῦτα λόγος· Μεγάλη γάρ, φησίν, ἔσται ἡ δόξα τοῦ οἴκου τούτου ἡ ἐσχάτη ὑπὲρ τὴν πρώτην· καὶ ἐν τῷ τόπῳ τούτῳ δώσω εἰρήνην, λέγει Κύριος παντοκράτωρ, καὶ εἰρήνην ψυχῆς εἰς περιποίησιν παντὶ τῷ κτίζοντι τοῦ ἀναστῆσαι τὸν ναὸν τοῦτον.

Εἰρηκὼς τοίνυν ὁ θεῖος προφήτης τῷ συγκριτικῷ τοῦ λόγου χρησάμενος σχήματι, ἐδίδαξεν ἡμᾶς ἐπιψηφιζόμενος καὶ τὴν τοῦ προτέρου οἴκου ἔνδοξον ὑπάρχουσαν διασκευήν· ἐπειδὴ γάρ ποτε πεπαρῴνηκε καὶ ἐξήμαρτεν εἰς τὸν κτίσαντά τε καὶ εὐεργετοῦντα Θεὸν ὁ πάλαι Ἰσραηλίτης λαός, τῶν δοθέντων αὐτῷ διὰ Μωσέως κατολιγωρήσας θεσμῶν, παράνομον δὲ βιοτὴν καὶ Θεῷ ἀπᾴδουσαν τῆς νενομισμένης ἀνθῃρημένος, λελύπηκε τὴν θείαν δίκην, ταύτῃ τοι καὶ τὰ ἐκ τῆς ἄνωθεν ὀργῆς διέφερε δυσχερῆ, καὶ δίκας τῶν ἡμαρτημένων ἐδίδοσαν· πολέμιοι γὰρ κατὰ διαφόρους ἐπιόντες χρόνους, αὐτάνδρους τὰς πόλεις αὐτῶν ἀνήρπαζον· ὑπὸ βαρβάροις γοῦν ἐχθροῖς γενόμενοι, καὶ τῶν πατρίων ἐθῶν μετανιστάμενοι, τὴν ἀλλοτρίαν νέμεσθαι οἱ δορίληπτοι κατεδικάζοντο· ὑστάτην οὖν τιμωρίαν ἐξέτισαν, ὁπότε ἐπέστησαν Βαβυλώνιοι, καὶ ἡ περίοπτος ἐκείνη καὶ πολυθρύλητος πόλις πορθουμένη κατέστραπτο, τά τε περικαλλῆ αὐτῆς καὶ κράτιστα δώματα βαρβαρικοῦ πυρὸς ἐγένετο παρανάλωμα, τά τε βασίλεια καὶ ὁ περιώνυμος τοῦ Σολομῶντος νεὼς συγκαθῄρητο, καὶ τὰ παρ’ αὐτοῖς ἅγια ὑπὸ χερσὶ βεβήλοις τῶν ἐχθρῶν διεφέρετο· θείας δὲ φιλανθρωπίας τετυχηκότες οἱ ἑαλωκότες, καὶ τοὺς ἄνωθεν καθωρισμένους ἐπ’ αὐτοῖς ἐξανύσαντες τῆς αἰχμαλωσίας χρόνους, ἀνίεντο τῶν δεσμῶν, καὶ τὴν ἐλευθερίαν εἰσαῦθις κατεπλουτίζοντο, καὶ πρὸς τὸ πατρῷον ἀνεσώζοντο ἔδαφος, καὶ ἡγεμόσιν οἰκείοις καὶ ἄρχουσι κατὰ τὰς προαγούσας ἐπ’ αὐτοῖς προφητείας ἀπεκέχρηντο, ἡνίκα καὶ ὁ τοῦ Σαλαθιὴλ Ζοροβάβελ, καὶ ὁ τοῦ Ἰωσεδὲκ Ἰησοῦς, ὃς μέγας ἀρχιερεὺς ἐλέλεκτο, τοῦ λαοῦ ἐξάρχοντες ἡγεμόνευον· τούτοις οὖν τηνικαῦτα παρὰ Θεοῦ διὰ τῆς προφητικῆς φωνῆς προσετέτακτο, σπουδῇ χρησαμένους καὶ προθυμίαις, καινίζειν καὶ ἀνιστᾷν τήν τε πόλιν καὶ τὸν ναὸν ἀναδείμασθαι· καὶ δὴ αὐτίκα τὰ προσταττόμενα ἀμελλητὶ κατὰ καιροὺς ἐπεραίνετο, ἐξ ὧν ὅ τε καιρὸς συνεισήνεγκεν, ἥ τε Περσῶν μεγαλοψυχία πεφιλοτίμητο, ὅ τε τῶν περὶ τὴν οἰκοδομίαν σπουδαζόντων πόνος, οἷα δὴ ἄρτι τῆς πατρῴας καὶ φίλης ἐπιβαινόντων γῆς· ἀλλ’ ἐκεῖνος μὲν οὕτως ἀπήρτιστο, καὶ μόνος ὢν ὁ οἶκος ἐθαυμάζετο, καὶ πρὸς αὐτὸν οἱ ἁπανταχοῦ γῆς συνῄεσαν, καὶ ἐν αὐτῷ τὰ τῶν θυσιῶν ἐπετελεῖτο, καὶ τῆς θρησκείας ἁπάσης ἡ λατρεία περιεγέγραπτο, οὕτω τοῦ διὰ Μωσέως νόμου θεσπίσαντος· τὰ δὲ περὶ αὐτὸν τελούμενα, ζώων ἀλόγων σφάγια, καὶ πρόχυσις αἵματος, καὶ ἁγνισμοὶ περιῤῥαντήριοι, καὶ σποδὸς δαμάλεως τοὺς κεκοινωμένους περικαθαίρουσα· παχύτητι γὰρ ἐδούλευον γράμματος, οὐ θεωρίᾳ προσεῖχον τηνικαῦτα τοῦ πνεύματος, καὶ ὅμως δεδόξαστο.

ογʹ. Τὰ δὲ ἐφ’ ἡμῶν ὁποῖα καὶ ὅπως ἔχοντα, τί ποτε ἄρα παρὰ τοῖς ἐχθροῖς τῆς ἀληθείας νενόμισται, καὶ αὖθις ἐπισκεψώμεθα· ἡνίκα γὰρ ὁ καιρὸς ἐφέστηκε, καθ’ ὃν ἡ θεία τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ χάρις ἐπέφανε, καὶ ὁ ναὸς ὁ τῶν ἁγίων ἅγιος παρὰ τῶν σταυρούντων ἐλύετο, καὶ τριήμερος πάλιν ἀνίστατο, καὶ πᾶς ὁ περὶ τὴν θείαν οἰκονομίαν διεπεπραγμάτευτο σκοπός, παρῴχηκε δὲ τὰ παλαιὰ καὶ ἀντεισήχθη τὰ νέα, παρῆλθεν ἡ σκιά, ἐπεισῆλθε δὲ ἡ ἀλήθεια (τύποι γὰρ ταύτης ἐκεῖνα ἐτύγχανε προμηνύματα)· οἴχεται μὲν ὁ ναός, πέπαυται δὲ ἡ δόξα, πέρας εἴληφεν ἡ λατρεία, διεκόπη τῶν θυσιῶν ὁ νόμος, τῶν ἀλόγων ζώων περιῃρέθη τὰ θύματα, ἔστη τῶν αἱμάτων ἡ χύσις, ἠφάνισται τοῦ καπνοῦ καὶ τῆς κνίσσης τὸ ἀηδές, καὶ τὸ πᾶν εἰπεῖν τὰ παλαιὰ πεπαλαίωται καὶ γεγήρακε· τὸ δὲ παλαιούμενον καὶ γηράσκον, οὐκ ἄδηλον ὅποι προσήγγικε· ταῦτα ἐπείπερ τὸ καινὸν σφαγιάζεται θῦμα, ἔναντι πάντων καὶ ὑπὲρ πάντα ἀντεισαγόμενον, καὶ τὸ αἷμα τὸ τίμιον τοῦ ἀμώμου ἀμνοῦ ὑπὲρ τῆς ἁπάντων σωτηρίας εἰσφέρεται προχεόμενον, σεσιώπηται καὶ κατήργηται· ἀλλ’ εἰ τὰ καταργούμενα δόξης ἔμπλεα, τὰ κατὰ τὴν ἀνατείλασαν χάριν καὶ ἀλήθειαν, ἥτις τὰ παλαιὰ ἐκεῖνα κατήργηκε, πῶς οὐκ εὐκλεέστερα καὶ πολλῷ μᾶλλον δόξῃ καὶ σεβάσματι διαφέροντα;

οἱ δὲ τῆς εἰδωλομανίας ἔξαρχοι, τῇ ἑαυτῶν ἀπάτῃ καὶ ἀγνωμοσύνῃ ἀγόμενοι, οὐδὲ παρατίθεσθαι ἐκείνοις δοξάζουσιν ἀνοηταίνοντες, ἀλλ’ ἐκ διαμέτρου τῆς ἀληθείας ἀποσφαλλόμενοι ἴενται, καὶ πρὸς τὴν οἰκείαν καὶ φίλην τοῦ ψεύδους πλάνησιν ἀβουλότατα κατωθούμενοι φέρονται· ναοὶ γὰρ οἱ παρ’ ἡμῖν, τί χρὴ καὶ λέγειν; ὡς μὲν πλεῖστοι, ὡς δὲ μέγιστοι, ὧν τινες καὶ κάλλει καὶ μεγέθει, τοῦ παλαιοῦ ἐκείνου ὑπεραίρουσι, μαρτυρεῖ τὰ ὁρώμενα, καὶ ἐν πάσῃ τῇ ὑφ’ ἡλίῳ ἐπ’ ἀπειρίᾳ κατευρυνόμενα· ὡς εἴ τις ἀριθμῷ διαλαβεῖν τὸ πλῆθος αὐτῶν ἐθελήσειε, λάθοι ἂν ἑαυτὸν τὴν ἐπὶ θαλάσσης ψάμμον ἀπαριθμούμενος, ἢ τῶν κυμάτων ἐπιὼν τὴν ἐπανάστασιν· χάριτος δὲ ὁπόσης καὶ ἁγιασμοῦ δαψιλῶς ὅπως καὶ πλουσίως μετειληχότες βρύουσιν, οὐδὲ παρεξετάζειν ὅλως ἐκείνῳ θεμιτόν· καὶ ταῦτα δηλοῖ τῶν πραγμάτων ἡ ἀλήθεια· τὰ δὲ οὕτως ἔνθεα, καὶ τῶν ἐνδόξων ἐνδοξότερα, καὶ τῶν θαυμασίων θαυμασιώτερα ἠγνόησαν παντελῶς· πῶς καὶ τίνα τρόπον;

ἐπειδὴ ἀνὰ μέσον ἁγίου καὶ βεβήλου οὐ διέστειλαν, οὐδὲ συνῆκαν ὅτι οὔτε συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων, οὐδὲ κοινωνία φωτὶ πρὸς σκότος· Διὰ τοῦτο περιεβάλοντο ἀδικίαν καὶ ἀσέβειαν ἑαυτῶν, καὶ διενοήθησαν καὶ ἐλάλησαν ἐν πονηρίᾳ, ἀδικίαν εἰς τὸ ὕψος ἐλάλησαν· ὡς οὐδέν τι μᾶλλον τὸ ἐν κόσμῳ ἀδόξως νοσοῦντες φιλήδονον, ἢ τὸ ἐν γλώττῃ ἀκόσμως ληροῦντες φιλείδωλον· καθάπαξ δὲ πρὸς πᾶν ὁτιοῦν τῶν καλῶν τὰς ἀκοὰς ἀποφράξαντες, οὐδὲ τῶν εὐαγγελικῶν ῥημάτων κατακούειν ἀνέχονται, δι’ ὧν τοῖς Φαρισαίοις, νομικῶν παρατηρήσεων ἕνεκεν, κατὰ τῶν θεσπεσίων ἐγκαλοῦσι μαθητῶν, ἐπιπλήττων ὁ Σωτὴρ ἔλεγεν· Ἢ οὐκ ἀνέγνωτε ἐν τῷ νόμῳ, ὅτι τοῖς Σάββασιν οἱ ἱερεῖς ἐν τῷ ἱερῷ τὸ Σάββατον βεβηλοῦσι, καὶ ἀναίτιοί εἰσι; Λέγω δὲ ὑμῖν ὅτι τοῦ ἱεροῦ μείζων ἐστὶν ὧδε. [Πρὸς δέ·] Λέγω δὲ ὑμῖν, ὅτι καὶ ἄνδρες Νινευῗται ἀναστήσονται ἐν κρίσει μετὰ τῆς γενεᾶς ταύτης, καὶ κατακρινοῦσιν αὐτήν, ὅτι μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ, καὶ ἰδοὺ πλέον Ἰωνᾶ ὧδε. Πρὸς δέ, ὅτι Καὶ βασίλισσα νότου ἐγερθήσεται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινεῖ αὐτήν, ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι σοφίαν Σολομῶντος· καὶ ἰδοὺ πλέον Σολομῶντος ὧδε.

οδʹ. Παρασημαντέον δὲ πρῶτον, ὅτι πλέον ὧδε ἐφ’ ἑκάστῳ τῶν εἰρημένων τρόπων προσκείμενον, οὐ τοπικήν τινα παρίστησιν ἔννοιαν, ἀλλ’ ὅσον ὑπεραίρει καὶ ὑπερίδρυται τὰ νέα καὶ παρὰ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ οἰκονομούμενα, καὶ ἀσυγκρίτως τὸ πλέον ἔχοντα τῶν τε κατὰ Σολομῶντα τεθαυμασμένων, καὶ τῶν ἐν τοῖς ἄλλοις παλαιοῖς, καὶ ταῖς τῶν πραγμάτων ὑπεροχαῖς, ἐν ἀμείνοσι μακρῷ κείμενα διαδείκνυσιν· ὧν τὸ ὑπερανεστηκὸς καὶ ἐξηλλαγμένον προσεχῶς εἴρηται· διὰ τούτων γὰρ ἡμῖν τὰ θεῖα τῆς οἰκονομίας μυστήρια παραδέδοται, τὰ οὐράνια τοῖς ἐπὶ γῆς ἐκκαλύπτεται, τῆς υἱοθεσίας ἡ χάρις προέρχεται, καὶ βασιλεία οὐρανῶν ἐντὸς ἡμῶν γίνεται, πᾶσα εἰδωλικὴ καὶ δαιμονικὴ ἀπάτη πάντοθεν ἀπελαύνεται· καὶ τί γὰρ ἄλλο, ἢ ὅτι Θεὸς μετὰ ἀνθρώπων; οὗ τί ἂν εἵη μεῖζον καὶ ὑψηλότερον; εἰ δὲ καὶ τόπον τις ὑπολήψεται, τί κρεῖττον καὶ ἐνθεέστερον, ἔνθα Θεὸς ἐν σαρκὶ παραγίνεται;

ὧν οὐδὲν τὰ παλαιὰ ἐκεῖνα διεκέκτητο πώποτε· ἀλλὰ καίπερ τοιαῦτά γε ὄντα, τῶν θαυμασίων ὁπόσον εἰπεῖν θαυμασιώτερά ἐστιν ἀμήχανον, ἃ παρὰ τοῖς ἐχθροῖς τοῦ Εὐαγγελίου ὁποῖα νῦν λελόγισται καὶ κατωνόμασται· πάλιν αὐτοὶ θεομαχείτωσαν, αὐτοὶ τὸ μυστήριον τῆς οἰκονομίας κωμῳδείτωσαν, αὐτοὶ τὸ κεφάλαιον τῆς σωτηρίας ἡμῶν διαφαυλιζέτωσάν τε καὶ χλευαζέτωσαν, αὐτοὶ τῆς ὕβρεως ἀπολαυέτωσαν· εἰδωλικῆς γὰρ πλάνης τὰς ἑαυτῶν ἀποπιμπλᾶσι ψυχάς· ἀξίως οὖν καὶ λίαν ἐνδίκως, καὶ γενεὰ ἄπιστος καὶ μοιχαλὶς νομισθήσεται, ὡς δὴ φίλην καὶ ἀδελφὴν τῆς τῶν Φαρισαίων ἀναισχυντίας καὶ ἀπονοίας, τήν τε γνώμην καὶ ἀπιστίαν κατακτησάμενοι· εἰ γὰρ τὰ παλαιὰ ἐκεῖνα καὶ προγενέστερα τίμια, πῶς οὐκ ἔδει ταῦτα ψῆφον ἐνέγκασθαι τὰ νέα καθ’ ἡμᾶς, τὴν πασῶν ἀμείνω τε καὶ προφερεστέραν, δόξης τε καὶ τιμῆς ἀξιωθήσεσθαι; ὅπερ ἤδη παρὰ τῶν εὐσεβούντων ἐπαξίως δὴ καὶ τετύχηκε· κἀκεῖνο δὲ σκοπεῖν ἄξιον, ὡς ὁ μὲν οἶκος ἐκεῖνος ὁ παλαιός, οὕτω θείοις δεδόμηται νεύμασι, καίτοι πρότερον παρὰ τῶν ἀνασεσωσμένων οὐκ εὐαγῶς παρεωραμένος.

Ἴδωμεν δὲ τί ποτε ἄρα τῷ τῶν ὅλων Θεῷ τὸ πρὶν ἐπ’ ἐρημίᾳ καὶ κατηδαφισμένον καθορῶντι κείμενον δοκεῖ· μέγα κατακέκραγεν Ἰουδαίων, ἠμεληκόσι περὶ τὴν δόμησιν· ἐπεγκαλεῖ διὰ τοῦ προφήτου· ἀπειλαῖς χαλεπαῖς καταζεύγνυσι· καὶ ὁποῖα δὴ ταῦτα;

ὀλίγων ἐπιμνησθῆναι καταλελοιπόσι τὰ πλείονα, οὐκ ἀπωτάτω σκοποῦ νενόμισται· γέγραπται γὰρ ὡδί· Διὰ τοῦτο τάδε λέγει Κύριος παντοκράτωρ· ἀνθ’ ὧν ὁ οἶκός μου ἐστὶν ἔρημος, ὑμεῖς δὲ διώκετε ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ, διὰ τοῦτο ἀνέξει ὁ οὐρανὸς ἀπὸ δρόσου, καὶ ἡ γῆ ὑποστελεῖται τὰ ἐκφόρια αὐτῆς· καὶ ἐπάξω ῥομφαίαν ἐπὶ τὴν γῆν, καὶ ἐπὶ τὰ ὅρη, καὶ ἐπὶ τὸν σῖτον, καὶ ἐπὶ τὸν οἶνον, καὶ ἐπὶ τὸ ἔλαιον, καὶ ὅσα ἐκφέρει ἡ γῆ, καὶ ἐπὶ τοὺς ἀνθρώπους, καὶ ἐπὶ τὰ κτήνη, καὶ ἐπὶ πάντας τοὺς πόνους τῶν χειρῶν αὐτῶν· καὶ ἤκουσε Ζοροβάβελ ὁ τοῦ Σαλαθιὴλ ἐκ φυλῆς Ἰούδα, καὶ Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ ὁ ἱερεὺς ὁ μέγας, καὶ πάντες οἱ κατάλοιποι τοῦ λαοῦ, τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ αὐτῶν, καὶ τῶν λόγων Ἀγγαίου τοῦ προφήτου, καθ’ ὅτι ἐξαπέστειλεν αὐτὸν Κύριος ὁ Θεὸς αὐτῶν πρὸς αὐτούς· καὶ ἐφοβήθη ὁ λαὸς ἀπὸ προσώπου Κυρίου, καὶ εἶπεν Ἀγγαῖος· Ἄγγελος Κυρίου τῷ λαῷ ἐγώ εἰμι μεθ’ ὑμῶν, λέγει Κύριος· καὶ ἐξήγειρε Κύριος τὸ πνεῦμα Ζοροβάβελ τοῦ Σαλαθιὴλ ἐκ φυλῆς Ἰούδα, καὶ τὸ πνεῦμα Ἰησοῦ τοῦ Ἰωσεδὲκ τοῦ ἱερέως τοῦ μεγάλου, καὶ τὸ πνεῦμα τῶν καταλοίπων πάντων τοῦ λαοῦ, καὶ εἰσῆλθον καὶ ἐποίουν τὰ ἔργα ἐν τῷ οἴκῳ Κυρίου παντοκράτορος.

Ἀλλὰ τοῖς μὲν πάλαι, καὶ ῥᾳθυμοῦσι περὶ τὸν οἶκον, ταῦτα ἠπείληται· καὶ σπουδάζουσι περὶ αὐτὸν ἱκανῶς, ἐκεῖνα ἀπήγγελται· νῦν δέ, καὶ τί συμβήσεται, τοῖς οἰκοδομεῖν μὲν οὐ σπουδάζουσιν, ἐκπορθεῖν δὲ καὶ καθαιρεῖν ἐπειγομένοις, ἃ διαπρεπῶς καὶ κοσμίως καὶ εὐσεβῶς ἕστηκε; καὶ οὐχ ἕνα οἶκον, ἀπείρους δὲ τῷ πλήθει καὶ ἀριθμὸν ὑπερεκβαίνοντας, οὐ τὸν ἐναίμοις ἀνειμένον θυσίαις καὶ λιβανωτοῖς καὶ τοῖς ἐσχαρίταις, καὶ λιπασμάτων κνίσσεσι τεθυμιαμένον, καὶ τοῖς τῷ γράμματι δουλεύουσι καὶ σαρκικοῖς ἔτι καὶ τῶν γηΐνων ἀντεχομένοις νενεμημένον, ἀλλὰ τοὺς ταῖς ἐν πνεύματι λατρείαις καὶ θυσίαις αἰνέσεως αἷς χαίρει Θεὸς εὐωδιάζοντας, καὶ τοῖς ἐν Πνεύματι Θεοῦ ἀγομένοις καὶ τῶν οὐρανίων μεταποιουμένοις ἀποκεκληρωμένους· εἰ δὴ οὖν ἐκείνοις τοῖς ἐπ’ ἐλάττοσιν ἑαλωκόσιν ἀπειλεῖ καὶ χαλεπαίνει Θεός, τοῖς ἐπὶ μείζοσιν ἁμαρτήμασι καὶ προσκρούσμασι πεφωραμένοις, πῶς οὐκ ὀργισθήσεται ἀμυνούμενος, πλείοσί τε καὶ χαλεπωτέραις ὑπαγάγοι ταῖς καταδίκαις;

τούτοις γὰρ παραπλήσια καὶ δι’ ἑτέρων ἁγίων προφητῶν, τῶν τῆς θεραπείας τοῦ θείου οἴκου κατολιγωρούντων, ὁ τῶν ὅλων καταβοᾷ Θεός, ὑφ’ ὧν δηλοῦται πεπεδῆσθαι μὲν τῶν νεφῶν τὰς ὠδῖνας, ἄγονον δὲ τὴν γῆν ἐφορᾶσθαι, θορύβους τε ἐπαλλήλους ἐπεγηγέρθαι, καὶ δύναμιν ὡσαύτως κολάζουσαν, καὶ ῥομφαίαν ἀναιροῦσαν, οἷα συμβαίνει κατά τε στάσιν ἐμφύλιον καὶ πολεμίων ἔφοδον γίνεσθαι· εὐκαίρως τούτοις καὶ ὁ παροιμιακὸς ἐποιμώξειε λόγος· «Ὢ οἱ εὐφραινόμενοι ἐπὶ κακοῖς, καὶ χαίροντες ἐπὶ διαστροφῇ κακῇ!» οεʹ. Ἐπὶ δὲ τὸν κολοφῶνα τῆς θεομάχου δόξης αὐτῶν ἄπιμεν· τί δὲ δὴ τοῦτό ἐστιν;

ὅτι τὸν Κύριον τῆς δόξης τὸν Χριστὸν καὶ Θεὸν ἡμῶν, τοῦ τῆς θεότητος ἀφαιροῦσιν ἀξιώματος, καὶ δόξης τῆς πατρικῆς περιφανῶς ἐκβάλλουσι, ψιλὸν δὲ μόνον καὶ τῶν καθ’ ἡμᾶς ἀνθρώπων ἕνα καταλιμπάνουσι· κατ’ οὐδένα τρόπον ἡμᾶς διὰ τῆς θείας ἐνανθρωπήσεως αὐτοῦ ὠφελῆσθαι ἢ σεσῶσθαι κηρύσσοντες, ἢ τῆς παλαιᾶς ἀρᾶς ἀπηλλάχθαι, καὶ τῆς τοῦ διαβόλου πλάνης καὶ δυναστείας ἠλευθερῶσθαι, τῇ ἀπάτῃ δὲ τῇ προτέρᾳ κεκρατῆσθαι, καὶ τῷ τῶν εἰδώλων προσκεῖσθαι σεβάσματι, καὶ τὴν τοῦ Κτίσαντος ἔτι νοσεῖν ἄγνοιαν· τοιούτῳ γὰρ ζόφῳ τῆς ἀσεβείας πάλιν ἐπισκοτίζονται, ὁπότε δὴ πρὸς τὸ αὐχμηρὸν τοῦ κατὰ τὸ ἀπερίγραπτον φαντασιώδους ὀκνήσειαν, ἵνα καθάπαξ τῆς σωζούσης ὁμολογίας ἀποσφαλλόμενοι, ἑνί γέ τῳ τρόπῳ εἰς τὸ τῆς εὐσεβείας κεφάλαιον ἐξαμαρτάνωσι, καὶ τριῶν ἕν· ἢ γὰρ οὐκ εἰδέναι, ἢ οὐ βουληθῆναι, ἢ οὐ δεδυνῆσθαι σώζειν· ὧν ἕκαστον, εἴ τις αὐτῷ περιάπτοι, τῷ τῆς θεότητος μεγαλείῳ λυμαίνεται· ἑνὶ γοῦν τούτων ἡττώμενος οὐ Θεός· αὐτὰ δὲ οὐδὲ μέχρι τῆς τοῦ Μονογενοῦς ὕβρεως τὸ βλάσφημον περιίστησιν, ἤδη δὲ καὶ πρὸς αὐτὸν τὸν ἐπὶ πάντων Θεὸν καὶ Πατέρα.

ἔτι τε καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, εἰκότως ἀναδραμεῖται· ὅτι ὁ μὲν εὐδόκησεν ἐπὶ τῇ σωτηρίῳ τοῦ Λόγου συγκαταβάσει, τὸ δὲ συνήργησε· μεμένηκε δὲ καὶ ἡ εὐδοκία τοῦ Πατρὸς ἀδόκιμος· ἀνενέργητος δὲ καὶ ἡ συνεργία τοῦ Πνεύματος· ἔσβεσται δὲ καὶ τὸ ἀποστολικὸν κήρυγμα· ταῦτα δὲ καὶ ψιλῶς εἰς νοῦν παραδέχεσθαι, ἀθεΐας ἐστὶ τῆς ἀνωτάτω, μήτι γε καὶ ὁμολογῆσαι καὶ διδάξαι.

οϛʹ. Πολλῶν δὲ ὄντων τῶν ἐντεῦθεν ἀναφαινομένων ἀτόπων (καὶ γὰρ πάμμεγα καὶ ὑπεραῖρον τὸ δυσσέβημα), ὀλίγα εἰπόντες, τὰ πλείονα καταλείψομεν· εἰ γὰρ σώζειν ἀγνοεῖ, ἥκιστα ἂν ἐκ μὴ ὄντων παράγειν ἠπίστατο· εἰ δὲ οὐ παρῆγεν, οὐδὲ ἀγαθός· εἰ μὴ γὰρ ἔσωζεν, οὐδὲ παράγειν δεήσεται· ἐν τίνι γὰρ ὀνήσει τὸ παραγόμενον, εἰ μὴ σώζεται; εἰ δὲ ἀγαθὸς οὐκ ἔστιν, οὐδὲ Θεός· οὐδ’ ἄν τι τῶν ἄλλων γνοίη· τὸ γὰρ παράγειν, ἀγαθοῦ· πῶς δὲ ἀγνοῶν σώζειν, τὸ τῆς ἀγνοίας διαφεύξεται πάθος; τί δὲ διοίσει τῶν ἐν κτίσμασιν, εἰ ἀγνοεῖ τι; οὐ γὰρ μόνον οὐ Θεός, ἀλλὰ καὶ τῶν κτισμάτων φανεῖται καταδεέστερος· εἴπερ προφῆται καὶ ἄνδρες ὅσοι θεοκλυτήσαντες, πολλὰ τῶν ὄντων καὶ ἐσομένων ἄνωθεν ἐνελάμφθησαν· ὧν, εἰ οὐκ οἶδεν, ἐλαττωθήσεται πάντως· καὶ εἰ πρὸς τὸν Θεὸν καὶ Πατέρα ὁ Υἱὸς καὶ Θεὸς λέγει, Τὰ ἐμὰ πάντα σά ἐστι, καὶ τὰ σὰ ἐμά, καὶ δεδόξασμαι ἐν αὐτοῖς· ἀγνοήσει δέ τι τῶν ὅλων, ἀνάγκη καὶ τὸν Πατέρα ἠγνοηκέναι, ὃ τῶν ἄλλων ἐστὶν ἀτοπώτερόν τε καὶ ἀθεώτερον· ἔπειτα φυσικῶς ἐστέρηται τῆς γνώσεως, ἢ παρ’ ἑτέρου τὴν στέρησιν παθὼν ἔσχεν;