Ἐχρῆν οὖν ὑμᾶς, ὦ ἄνθρωποι, τοὺς πρὸς τὴν ὥραν τὴν ἐσχάτην ἐλάσαντας, καὶ ἐφ’ οὓς τὰ τέλη τῶν αἰώνων κατὰ τὴν ἀποστολικὴν ῥῆσιν κατήντηκε (κοινὸς γὰρ ἡμῖν ὁ λόγος πρὸς ἅπαντας), ὅσοι τε τούτων δι’ ἀπροσεξίαν ἢ φιλαυτίαν πόῤῥω που θέοντες ἀποπεπτώκατε, μὴ ἂν ἄλλο τι ἐν μελέτῃ καὶ λογισμῷ τίθεσθαι, ἢ τὴν τελευταίαν ἐκείνην καὶ μεγίστην ἡμέραν, καθ’ ἣν τοῦδε τοῦ παντὸς ἥξει τὰ πέρατα, καὶ ὡς ἤδη παρεστηκυῖαν περιαθρεῖν, καὶ τὴν μεγάλην ἐκείνην καὶ φοβερὰν προσεγγίζουσαν ἐννοεῖν σάλπιγγα, ἄνωθεν ὥσπερ τρανῶς ταῖς ἁπάντων ἀκοαῖς ἐνηχοῦσαν φρικτόν τι καὶ ἐξαίσιον· μεθ’ ἣν τὸν ἁπάντων Κριτὴν καὶ Δεσπότην καὶ τῶν ὅλων Θεὸν ἀπεκδέχεσθαι, ἅμα τῇ πληθύϊ τῶν μακαρίων καὶ ἀσωμάτων δυνάμεων, μετὰ δόξης τῆς πατρικῆς ἐξ οὐρανῶν ὡς δὴ κηρύσσεται κατερχόμενον, καὶ ἄξοντα εἰς κρίσιν σύμπαν τὸ ποίημα, καὶ ἀποδώσοντα ἑκάστῳ καθὰ ἐβιότευσεν· εἴτε σαρκὸς μόνον πάθεσι δουλούμενός τις ὑπενήνεκται, καὶ μηδὲν τῶν ὁρωμένων λογισάμενος ὑψηλότερον εἰς γῆν ἀπονένευκεν, εἴτε τῷ πνεύματι συνεπαιρόμενος, τοῖς μέλλουσι καὶ πρὶν ἐνθένδε μεταναστῆναι, ὡς ἤδη παροῦσι, συνεγένετο, καὶ τῷ θείῳ πόθῳ πτερούμενος, τῶν ἄνω λήξεων τὸ μακάριον κατοπτρίζεται· προσέχειν τε ἑαυτοῖς μάλιστα, καὶ τῶν ἐν ἡμῖν ὁρμημάτων καὶ κινημάτων αἱρεῖσθαι τὰ βελτίω τε καὶ συμφέροντα· νήψει δὲ νοός, καὶ λογισμῶν καθαρότητι, καὶ τῶν τῆς ψυχῆς ὀμμάτων ἐγρηγόρσει πᾶν ὁτιοῦν εἰς δόξαν Θεοῦ καὶ εὐαρέστησιν κατεργάζεσθαι· καὶ συνελόντα εἰπεῖν ὅσα εἰς σωτηρίαν ψυχῆς ἧκε, πᾶσαν σπουδὴν τιθεμένους, διὰ τῆς τῶν ἐντολῶν τηρήσεως διαπράττεσθαι· δι’ ὧν προσάγεσθαί τε αὐτῷ καὶ οἰκειοῦσθαι, τοῖς ταῦτα κατορθωκόσιν ἀξιοπρεπῶς περιγίνεται· μιμουμένους τὰς φρονίμους τῶν παρθένων ἐκείνας, καὶ τὰς λαμπάδας δαψιλεῖ τῷ ἐλαίῳ κοσμουμένας ἀνάπτοντας, ὡς δὴ ὑπαντήσοντας ηὐτρεπισμένους τῷ νυμφίῳ ἀωρὶ τῶν νυκτῶν ἥκοντι, κἀντεῦθεν ἀνενδύαστον κεκτημένους τὸ εὔελπι, εἰς τοὺς ὀρεκτοὺς ἐκείνους καὶ ἀναπεπταμένους τῶν πατριαρχῶν κόλπους, τὰς μακαρίας ἐκείνας μονὰς καὶ ἀποκληρώσεις, αἵτινές ποτέ εἰσιν, ἀνακλιθήσεσθαι· ταῦτα στέργειν, ἐν τούτοις ἀπασχολεῖσθαι τὸν νοῦν, καὶ μηδὲν τῶν ἐπισφαλῶν καὶ βλαπτόντων περιεργάζεσθαι· ἂν οὕτω φιλοσοφῶμεν καὶ οὕτω βιοῦν ἑλοίμεθα, καὶ μελέτην θανάτου τὴν παροῦσαν ζωὴν ἡγώμεθα, τευξόμεθα τῶν παρὰ τοῦ ἀψευδοῦς ἐπηγγελμένων, καὶ τῆς ἀποκειμένης, τοῖς τηρήσασιν αὐτοῦ τὸν λόγον, εὖ οἶδα, μακαριότητος· περὶ μὲν δὴ τούτων εἰ καὶ βραχὺς ὁ λόγος, ὅμως ἱκανῶς καὶ ἀποχρώντως ἔχων· οὐ γὰρ ἐπὶ πλέον διεξιέναι χρή, ἐπεὶ μὴ τοῦτο τῶν πάνυ κατεπειγόντων τῷ καιρῷ πρόσεστι· περὶ δέ γε τῶν νῦν ἐπιφυομένων, παρὰ τοῦ μισοκάλου ἐχθροῦ καὶ ἀεὶ τὰ καλὰ βασκαίνοντος, καὶ τὴν εἰρήνην τῆς Χριστοῦ ποίμνης μὴ φέροντος, καὶ τῷ καθαρῷ τῆς ἐκκλησιαστικῆς ἀρούρας σίτῳ, ὃν λόγος εὐαγγελικὸς καὶ πατρικὸς ἐξέθρεψέ τε καὶ ηὔξησε, παρεσπαρμένων ζιζανίων καὶ ἀκανθοφορούντων ἤδη, καὶ τοὺς ἐν τῇ ὁδῷ τοῦ βίου παριόντας, τοῖς κέντροις τῆς δυσσεβείας ἀνηλεῶς κατατιτρώσκειν ὑπαρξαμένων διαλεξόμεθα.