Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Ἀπολογητικὸς λόγος ὑπὲρ τῶν ἁγίων εἰκόνων

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Αναίρεση της αίρεσης των Αγνοητών και η αναγκαιότητα της πίστεως

Αντίκρουση των κακοδοξιών περί αγνοίας του Χριστού, διακήρυξη της παντογνωσίας Του, και η διδασκαλία για την καθαρότητα της κτίσεως και τη δύναμη της πίστεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 11 από 12

εἰ μὲν παρ’ ἄλλου βεβίασται ἡρπασμένος τὴν γνῶσιν, καὶ ἔσται ὁ ἀφῃρηκὼς ἀλκιμώτερός τε καὶ εὐσθενέστερος· εἰ δὲ φύσει ἀγνοεῖ, οὐδὲ εἴσεταί ποτε· τὰ γὰρ φύσει τινὶ αὐτόθεν προσόντα, καθ’ ἑαυτά γε ὄντα, οὐκ ἔξωθεν ἐπεισιόντα, οὐ μεταβάλλει συμπεφυκότα· φύσεως γὰρ ἴδιον ἀμεταπτώτως ἔχειν ἐν τοῖς φυσικοῖς ἰδιώμασιν· οὐκοῦν οὔ ποτε αὐτοῖς τὰ τῆς σωτηρίας ἐλπισθήσεται, εἰ μὴ ἐν ἑτέρῳ κείσεται· ὁ γὰρ νῦν οὐκ εἰδὼς σώζειν, οὐδὲ ἐν τοῖς ἔπειτα εἵσεται· πῶς δ’ οὖν ἕξουσι τὸ ἀκαταιτίατον καὶ ἀνεύθυνον, τῇ τῶν λεγομένων Ἀγνοητῶν ἀνοσίᾳ περιπεπτωκότες αἱρέσει, οἳ δοξάζουσιν ἀγνοεῖν τὸν Χριστὸν τὴν ὥραν τε καὶ ἡμέραν, καθ’ ἣν τοῦδε τοῦ παντὸς ἥξει τὸ πέρας; ὅπερ τὸ κατ’ αὐτὸν ἀνθρώπινον πιστούμενος ὁ Σωτήρ, τοῖς θεσπεσίοις μαθηταῖς ἔλεγεν, ἢ τῷ μὴ συμφέρειν αὐτοῖς ἀκοῦσαι καὶ ἀναμαθεῖν ἀναβαλλόμενος, ὡς οὐ δεόντως διαπυνθανομένοις, καὶ μείζονα ἢ καθ’ ἑαυτοὺς μαθητιῶσιν, ἣ οἰκονομικῶς σχηματισάμενος μὴ εἰδέναι δόξαι μᾶλλον, ἣ εἰδότα καὶ ἀποκρυψάμενον λυπεῖν, ἢ ἕτερόν τι χρησίμως καὶ θεοπρεπῶς οἰκονομῶν· ἐπεὶ Θεὸς ὢν ὁ αὐτὸς καὶ Λόγος καὶ Σοφία, πάντων εἶχε τὴν γνῶσιν· οὐδὲν δὲ θαυμαστόν, εἰ ἐν πᾶσι τοῖς διδασκάλοι; αὐτῶν τοῖς Ἀρειομανίταις ἑπόμενοι, κἀν τούτῳ τῷ ἀσεβήματι ἐπακολουθήσωσι· μετὰ γάρ τοι τῶν ἄλλων αὐτῶν δυσσεβημάτων, καὶ τὴν ἄγνοιαν ἐπὶ Χριστοῦ καταγορεύουσιν.

οζʹ. Εἰ δὲ εἰδὼς σώζειν οὐκ ἠβουλήθη, βασκανίας πάλιν αὐτῷ πάθος προστρίψονται, τοῦ προτέρου πολλῷ χαλεπώτερον· καὶ πῶς Θεός, εἰ πάσχει τι; τῷ γὰρ πάσχειν, καὶ τροπὴ παρέπεται· τῇ δὲ τροπῇ πάντως καὶ ἀλλοίωσιν πείσεται· καὶ πῶς Θεὸς τὸ ἀλλοιούμενον; εἰ δὲ οὐκ ἠβουλήθη σώζειν, πῶς παράγει ἐκ τοῦ μὴ ὄντος; ἃ γὰρ οὐ βούλεται σώζειν, οὐδὲ παράγειν ἔδει· εἰ δὲ παράγει μέν, οὐ σώζει δέ, ὡς ἐκ μεταμελείας εἰς τοῦτο ἐλθών, ἐναντίος αὐτὸς ἑαυτῷ φανεῖται· καὶ πῶς ἔστι τοῦτο; εἰ γὰρ τὸ παράγειν ἀγαθοῦ, καὶ τὸ σώζειν δήπου· τὸ φθείρειν γὰρ καὶ ἀπολλύειν, οὐκ ἀγαθοῦ, ἀλλὰ κακοῦ· ἀντίκειται δὲ τῷ ἀγαθῷ τὸ κακόν· περὶ ἒν δὲ καὶ τὸ αὐτὸ καὶ κατὰ ταυτὸν τὰ ἀντικείμενα ἅμα συνυπάρξαι, ἀδύνατον· πῶς οὖν ἔσται παρὰ Θεῷ, ὅπου γε οὐδ’ ἐν τοῖς γενητοῖς τοῦτ’ ἂν εὕροι τις; πολλοῖς γὰρ τὸ εὐδόκιμον ἐν ἀμφοτέροις πάρεστι, καὶ ἐργαζομένοις τινὰ καὶ ἐπιμελομένοις, καὶ εἰς τὸ σώζειν καὶ διαμένειν ταῦτα, ταῖς σπουδαῖς χρωμένοις καὶ ταῖς εὐσθενείαις· εἰ μὴ καὶ τούτων τὸν Υἱὸν ἐλαττώσουσι· πῶς δὲ καὶ αἴτιος τῶν ἀγαθῶν ῥηθείη ἄν, εἰ τὸ πρώτιστον τῶν ἀγαθῶν τὸ σώζειν οὐ βούλεται; ἔτι εἰ οὐ βούλεται σώζειν, οὐδὲ προνοεῖ· τίνων γὰρ ἂν εἵη πρόνοια, οὐκ ὄντος τοῦ σωζομένου;

τῶν γὰρ ἕνεκά του, ἡ πρόνοια· εἰ γὰρ προνοεῖ, σώζειν οὐ βουλόμενος, ἑαυτῷ ἀντικείσεται· τοῦτο δὲ οὐδὲν ἕτερόν ἐστι λέγειν, ἢ ὅτι ἃ βούλεται οὐ βούλεται· εἶτα εἰ οὐ προνοεῖ, οὐδὲ ἀγαθός ἐστι· καὶ εἰ οὐκ ἀγαθός, μεθέξει τι τῶν ὄντων αὐτοῦ, καὶ ταύτῃ οὐδὲ αἴτιος ἔσται τῶν ὄντων· ἐκποδὼν οὖν ἡ πρόνοια· προνοίας δὲ ἀνῃρημένης, πῶς ἂν συσταίη τὰ ἀνθρώπεια; καὶ εἴ τις κτίσις ἑτέρα ἐστὶν (οὐδὲ γὰρ τάξις ἐν τοῖς οὖσιν ἔσται, ἢ ἁρμονία ἢ συμμετρία ἐπιτεθήσεται), πόθεν τῶν γινομένων ἡ εὔτακτος καὶ ἀνάλογος διαδοχή, προνοίας οὐκ οὔσης; πῶς δὲ οἱ σπουδαῖοι μὲν δοξασθήσονται, οἱ φαῦλοι δὲ κολασθήσονται; καὶ πῶς τὰ ἁμαρτανόμενα ἐλεγχθήσεται, ἀποδεχθήσεται δὲ τὰ κατορθούμενα; ἀργοῦσι νόμοι καὶ τὰ θεῖα δικαιωτήρια· οἴχεται δὲ βασιλεία καὶ γέεννα, ἡ μὲν διὰ τοὺς χρηστούς, ἡ δὲ διὰ τοὺς πονηροὺς εὐτρεπισθεῖσα· ἢ οὕτω γε οὔτε ἀγαθὸν ὀφθήσεται καὶ ἐπαινεθήσεται, οὔτε κακὸν γνωσθήσεται καὶ καταγνωσθήσεται· σύγχυσις οὖν καὶ ἀταξία τῷ παντί· εἰ δὲ φαῖεν πρόνοιαν εἶναι, εἰ μὴ ὁ παράγων προνοεῖ. ἀνάγκη ἑτέραν αἰτίαν αὐτῆς διδόναι, καθ’ ἣν τὰ ὄντα προνοούμενα διεξάγεται· καὶ ταύτην ἢ ὁμοίαν ἐκείνῳ ἢ ἀντικειμένην καὶ εἰ ὁμοία, οὐδὲ ἄλλης δεῖ· εἰ δὲ ἀντικειμένη, ἀναιρετικὰ δὲ ἀλλήλων τὰ ἀντικείμενα, καὶ ἀλλήλοις μαχόμενα, πῶς τῶν ὄντων στήσεταί τι ἢ σωθήσεται;

καὶ τί διοίσει ταῦτα τῆς Μανιχαίων ἀθεότητος, δύο ἀθέως εἰσηγουμένων ἀρχάς; εἰ δὲ καὶ εἰδὼς καὶ βουληθεὶς οὐκ ἠδυνήθη σῶσαι, ἢ τῶν φυσικῶν ἕξεων καὶ ἐνεργειῶν ἀτονουσῶν τοῦτο πέπονθε, καὶ ἔσται τῶν ἄλλων παθῶν ἐμπαθέστερον· ἢ ὑφ’ ἑτέρου του πάντως ἀπείργοιτο, καὶ τετυράννηται, καὶ ἡττηθήσεται τὴν ἰσχύν, καὶ ἔσται ὁ κωλύων εὐσθενέστερός τε καὶ περικλεέστερος· κἀκεῖνος μᾶλλον ὁμολογείσθω τὴν θείαν ἀποφερόμενος δόξαν, καὶ τὸ βλάσφημον ἀπεῤῥίφθω εἰς κεφαλὰς τῶν Χριστομάχων· τὸ γὰρ μὴ δύνασθαι, οὐ Θεοῦ· καὶ εἰργέσθω μὴ τοῦ σώζειν μόνον, ἀλλά γε καὶ τῆς ἄλλης θεοπρεποῦς δόξης, ὅπερ αὐτοῖς δυσσεβῶς ἐσπούδασται.

οηʹ. Τὰ μὲν οὖν ἐκ τῶν ἀθέσμων λόγων αὐτῶν φυόμενα, παρανομίας καὶ ἀθεΐας πλήρη, ὡς ἐν συντόμῳ εἰπεῖν, τοιαῦτα· ἵνα μὴ τοῖς πλείοσιν ἐνδιατρίβοντες, καὶ αὐτοὶ συμπαρανομοῦντες φαινοίμεθα· ταῦτα γοῦν παρέντες, καὶ πρὸς τὸ τῶν ἐμέτων αὐτῶν ἀηδὲς καὶ δύσφορον δυσχεραίνοντες, ἐπὶ τὴν τῶν ἀληθῶν δογμάτων εὐθύτητα, καὶ τὸ τῆς ἀληθείας φῶς ἀνανεύωμεν· ὁμολογοῦμεν οὖν καὶ μεγαλοφώνως κηρύσσομεν, ὅτι κατὰ φύσιν Θεός ἐστιν ἀληθῶς ὁ Χριστός, καὶ Θεοῦ Υἱός· καθίκετο δὲ εἰς τὸ τῶν ποιημάτων μέτρον, δι’ ὑπερβολὴν ἀγαθότητος· καὶ εἰδὼς καὶ βουλόμενος καὶ δυνάμενος σώζειν, ἔσωσεν ἡμᾶς καὶ τῆς διαβολικῆς πλάνης ἐῤῥύσατο, καὶ τῆς θεογνωσίας τὸ δῶρον ἡμῖν ἐχαρίσατο· σοφία δὲ ὢν τοῦ Θεοῦ καὶ Πατρός, ἥκιστα ἄν τι τῶν ὅλων ἀγνοήσειε· τῶν ὄντων γὰρ πάντων ποιητής ἐστι, καὶ οὐδὲν τῶν ὑπ’ αὐτοῦ πεποιημένων, ἐκτὸς τῆς γνώσεως αὐτοῦ κείσεται· Ὁ Θεὸς γάρ, φησί, τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν, ἡτοίμασε δὲ οὐρανοὺς ἐν φρονήσει. καὶ πάντα ἁπλῶς ἐν σοφίᾳ ἐποίησε. Καί, Ἐν αὐτῷ πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι. Καὶ αὐτός ἐστιν ὁ τῆς σοφίας χορηγός, καὶ πᾶσαν λογικὴν τῇ σοφοποιῷ δυνάμει σοφίζων φύσιν, ὅτι τῆς σοφίας καὶ τῆς συνέσεως αὐτοῦ οὐκ ἔστιν ἀριθμός· εἰ δὲ αὐτός ἐστιν ὁ λέγων.

ὅτι Πάντα ὅσα ἔχει ὁ Πατήρ, ἐμά ἐστι· καὶ Καθὼς ὁ Πατὴρ γινώσκει με, κἀγὼ γινώσκω αὐτόν, καὶ οὐδεὶς οἶδε τὸν Πατέρα εἰ μὴ ὁ Υἱός· τὸ μεῖζον ἁπάντων εἰδώς, σχολῇ γε ἄν τε τῶν ἐλαττόνων ἀγνοήσειε· τὸ γὰρ μὴ οὕτω καὶ κατὰ ταῦτα καὶ φρονεῖν καὶ δοξάζειν. πρὸς τῷ βλασφήμῳ καὶ τὸ ἀδύνατον ἔχει· ὁ τοίνυν πάντα εἰδὼς πρὸ γενέσεως, τί ποτε ἄρα ἐστὶν ἔξω τῶν πάντων ὃ οὐκ εἵσεται; οὐκοῦν καὶ τὸ σώζειν καὶ πρό γε τῶν ἄλλων ἐπίσταται· ἔνθεν παρὰ πᾶσι τοῖς Θεὸν εἰδόσι, συμφώνως καὶ ὁμοφρόνως τὸ Σωτὴρ ὄνομα αὐτῷ ἀποκεκλήρωται· τοῦτο γὰρ καὶ τὸ Ἰησοῦς δύναται, ἐκ τῆς τῶν πραγμάτων ἀληθείας τὴν δύναμιν καὶ βεβαίωσιν δεξάμενον.

Ὅτι δὲ εἰδὼς σώζειν, καὶ βούλεται σώζειν, πειθέτω αὐτοὺς πρῶτον μὲν τό, Πάντα ὅσα ἠθέλησεν ὁ Κύριος, ἐποίησεν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ· ἔπειτα δέ, ὅτι τὴν τοῦ Πατρὸς βουλὴν ἀρχαίαν ἀληθινήν, ἢ τὸ σώζειν ἐστί, πεπλήρωκεν ὁ τῆς μεγάλης βουλῆς Ἄγγελος οὗ ἡ βουλὴ κατ’ οὐδὲν τῆς τοῦ Πατρὸς διενήνοχε· μᾶλλον δὲ αὐτὸς ἐκείνη τυγχάνων ἐστίν, ὥσπερ δὴ καὶ σοφία καὶ δύναμις καὶ τὰ παραπλήσια· πῶς δὲ οὐχ ἑκούσιον εἶχε τὸ σώζειν ὁ λέγων·

Τὴν ψυχήν μου ἀπ’ ἐμαυτοῦ τίθημι, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν; ὁ ποιμὴν ὁ καλός, ὁ τιθεὶς τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων· πῶς δέ, εἰ μὴ ἔσωζεν, οὐ θέλει τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἀποστρέφειν αὐτὸν ἐκ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς καὶ ζῇν αὐτόν; Διὸ σώζειν βουλόμενος, καὶ προνοεῖ· οὐκοῦν καὶ πρόνοιά ἐστιν ἄχρι καὶ τῶν ἐσχάτων ἀναλόγως ἐφ’ ἑκάστῳ διήκουσα· παρίστησε δὲ καὶ ἡ αἴσθησις αὐτή, καὶ ὁ ἔμφυτος ἐν ἡμῖν νόμος καὶ λόγος, καθ’ ὃν τοῖς οὖσιν ἐπιβάλλοντες κατανοοῦμεν τὴν ἐν αὐτοῖς εὔτακτον καὶ ἐναρμόνιον τάξιν καὶ θέσιν καὶ κίνησιν, ἐξ ὧν ἀναλόγως τοῦ γενεσιουργοῦ τὸ μεγαλεῖον ἀνυμνοῦντες δοξάζομεν· ὅτι δὲ εἰδὼς καὶ βουλόμενος σώζειν καὶ δύναται, τίς οὕτως ἐμμανὴς καὶ ἀπόπληκτος, καὶ ἀπιστίας μέθῃ βεβαπτισμένος, ὥστε μὴ πείθεσθαι; ἀκούων τοῦ λέγοντος, Χριστὸν Θεοῦ ὥσπερ σοφίαν, οὕτω δὴ καὶ δύναμιν. Καί, Μέγας ὁ Κύριος ἡμῶν, καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ. Καί, Ὁ Θεὸς ἡμῶν ὁ Θεὸς τοῦ σώζειν. Καί, Κύριος κραταιὸς καὶ δυνατός.

Καί, Θεὸς τῶν δυνάμεων. Καί, Ἰδοὺ ὁ Θεὸς ἡμῶν μετὰ ἰσχύος ἔρχεται. Καί, Ὁ βραχίων αὐτοῦ μετὰ κυρείας. Καί, Μὴ οὐκ ἰσχύει ἡ χείρ μου τοῦ ῥύσασθαι; Καί, Μὴ οὐκ ἰσχύω τοῦ ἐξελέσθαι ὑμᾶς; Καί, Ὁ ποιήσας τὴν γῆν ἐν τῇ ἰσχύϊ αὐτοῦ, ὁ κατορθώσας τὴν οἰκουμένην ἐν σοφίᾳ αὐτοῦ, καὶ ἐν τῇ φρονήσει αὐτοῦ ἐξέτεινε τὸν οὐρανόν.

Πῶς οὖν σωθήσεται τό, Πάντα δι’ αὐτοῦ ἐγένετο, εἰ μὴ σώζειν δύναται; εἰ γὰρ σώζειν μὴ δύναται, οὐδὲ ποιεῖν ἐκ μὴ ὄντος τὰ πάντα. Καὶ τό, Πάντα δι’ αὐτοῦ καὶ εἰς αὐτὸν ἐκτίσθησαν· καὶ αὐτός ἐστι πρὸ πάντων· καὶ πόντα ἐν αὐτῷ συνέστηκε.

Πῶς δὲ φέρει τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ. σώζειν μὴ δυνάμενος; πῶς δήσει τὸν ἰσχυρόν, καὶ διαρπάσει αὐτοῦ τὰ σκεύη; τί δὲ ὁ μακάριος καὶ μόνος δυνάστης; τίς οὖν ταῦτά ἐστιν, ἀλλ’ ἢ ὃν ὁ ἄγγελος μετὰ τῶν ποιμένων ἡμῖν εὐαγγελίζεται, Ὅτι ἐτέχθη ὑμῖν σήμερον Σωτήρ, ὅς ἐστι Χριστὸς Κύριος ἐν πόλει Δαβίδ; Οὐ γὰρ πρέσβυς, οὐκ ἄγγελος, ἀλλ’ αὐτὸς ὁ Κύριος ἔσωσεν ἡμᾶς, ὃς καὶ οἶδε καὶ βούλεται καὶ δύναται σώζειν ἡμᾶς· ταῦτα μὲν ἡμῖν καὶ ὁμολογείσθω καὶ πεπείσθω, καὶ εἰς τὸν ἅπαντα χρόνον ἐπικρατύνεσθαι ηὔχθω· πῶς δ’ οὖν, ἵνα τῶν πολλῶν ἀφέμενοι λόγων μὴ πέρα τοῦ μέτρου φερώμεθα, οἱ ἀπεναντίας τῆς τῶν ἱερῶν δογμάτων εὐθύτητος ἱστάμενοι, καὶ τῆς προσπαθείας τῶν περικοσμίων τῷ οἴστρῳ νυττόμενοι, ἐπὶ τὸ τραχὺ τῆς δυσσεβείας καὶ πρόσαντες ἐξεκώμασαν; Αὗται γὰρ αἱ ὁδοί εἰσι τῶν συντελούντων τὰ ἄνομα· ὅτι, Ἐὰν μὴ πιστεύσητε, οὐδὲ μὴ συνῆτε γέγραπται· διά τοι τοῦτο καὶ αὐτοὶ μὴ πιστεύσαντες, οὐ συνῆκαν τοῦ κατὰ Χριστὸν μυστηρίου τὴν δύναμιν, καὶ ὅτι Ἐγγύς σου τὸ ῥῆμά ἐστι τῆς πίστεως, ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου· οὐκ ἠβουλήθησαν· ἀλλ’ Ἔδωκεν αὐτοῖς ὁ Θεὸς πνεῦμα κατανύξεως, ὀφθαλμοὺς τοῦ μὴ βλέπειν, καὶ ὦτα τοῦ μὴ ἀκούειν. Διὸ οὐκ ἐπέγνωσαν ὅτι χωρὶς πίστεως ἀδύνατον εὐαρεστῆσαι Θεῷ.

Πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμενον Θεῷ ὅτι ἔστι, καὶ τοῖς ἐκ ζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται.

οθʹ. Ἔστι τοίνυν πίστις, φησίν, ἐλπιζομένων ὑπόστασις, πραγμάτων ἔλεγχος οὐ βλεπομένων· ἀλλ’ ὅσοι μὲν Πνεύματι Θεοῦ ἠγμένοι, ἐρηρεισμένον τε καὶ βεβηκότα τὸν νοῦν πρὸς πᾶν ὁτιοῦν τῶν ἀρίστων ἔχοντες, ἆθλον ὥσπερ ἀριστεῖον εὐγνωμοσύνης τὴν πίστιν δεχόμενοι, Πίστει νοοῦσι κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι Θεοῦ, εἰς τὸ μὴ ἐκ φαινομένων τὰ βλεπόμενα γεγονέναι, καθὰ τῷ μυσταγωγῷ τῶν τοιούτων δοκεῖ.

Πίστει γάρ, εἴρηκεν, Ἄβελ παρὰ Θεῷ δίκαιος ἐμαρτυρήθη, οἵ τε περὶ Νῶε καὶ Ἀβραὰμ καὶ Μωσέα· καὶ μετ’ ἐκείνους οἱ κατ’ ἐκείνους ἅγιοι, ταύτῃ τῷ Θεῷ εὐηρέστησαν· ὧν οἱ μὲν βασιλείας κατηγωνίσαντο, ἐπαγγελιῶν τε ἐπέτυχον, πυρός τε καὶ θηρῶν καὶ πολέμων κρείττους ὤφθησαν· οἱ δὲ λιθαζόμενοι καὶ μαστιζόμενοι, καὶ διὰ πάσης τῶν δυσχερῶν πείρας ἀχθέντες, ἀνάλωτοι διέμειναν, καὶ ἑδραῖοι περὶ τὴν πίστιν ἐδείχθησαν· καὶ ταῦτα, οὐδὲ κομισάμενοι τὴν ἐπαγγελίαν, οὐκ ἂν δικαιωθέντες ἢ μαρτυρηθέντες, εἰ μὴ ἐπίστευσαν· ταύτῃ θάλασσα τέμνεται, ἥλιος ἵσταται, ποταμὸς ἀνακόπτεται, καὶ τείχη αὐτόματα κατασείεται, ὅσα τε ἄλλα διὰ πίστεως ἀκούομεν κατορθούμενα· οἱ δέ γε τῷ τοῦ ἐναντίου περιελκόμενοι, καὶ εἰς ἀπιστίας κατασυρέντες ὄλισθον, μακράν τε ἁγιωσύνης ἀπεληλαμένοι, καὶ τῆς ἐν ταύτῃ τελειότητος ὁλοτρόπως διημαρτηκότες, Ὡς νήπιοι κλυδωνίζονται, καὶ ἀνέμῳ παντὶ περιφέρονται, ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων, ἐν πανουργίᾳ, πρὸς τὴν μεθοδείαν τῆς πλάνης, ἐν ματαιότητι τοῦ νοὸς αὐτῶν περιπατοῦντες, ἐσκοτισμένοι τὴν διάνοιαν, καὶ ἀπηλλοτριωμένοι τῆς δόξης τοῦ Θεοῦ, διὰ τὴν ἄγνοιαν τὴν οὖσαν ἐν αὐτοῖς, διὰ τὴν πώρωσιν τῆς καρδίας αὐτῶν.

Διὸ οὐδὲ εἰς τὴν ἑνότητα τῆς πίστεως κατηντήκασι, τῆς ἐπιγνώσεως τοῦ Υἱοῦ τοῦ Θεοῦ, κατ’ ἐκείνους τοὺς ἀπειθήσαντας τὴν γνώμην ὄντες καὶ τὴν διάθεσιν· οἷς ὤμοσεν ὁ Θεός, μὴ εἰσελεύσεσθαι εἰς τὴν κατάπαυσιν αὐτοῦ διὰ τὴν ἀπείθειαν αὐτῶν· δικαίως δ’ οὖν παρὰ τῷ τοῦ Σωτῆρος καταγνωσθήσονται μαθητῇ δίψυχοι καὶ ἀκατάστατοι ἐν πάσαις ταῖς ὁδοῖς αὐτῶν· κλύδωνι ἐοικότες θαλάσσης ἀνεμιζομένῳ καὶ ῥιπιζομένῳ· οἷς δὴ καὶ ταλαιπωρεῖσθαι καὶ πενθεῖν καὶ κλαίειν προστέταχε, καὶ τὸν γέλωτα μεταστραφήσεσθαι εἰς πένθος, καὶ τὴν χαρὰν εἰς κατήφειαν· ἀλλ’ οὐ παρὰ τὴν ἀπιστίαν αὐτῶν καὶ ἀσέβειαν ἡ καθ’ ἡμᾶς μωμηθήσεται πίστις, οὐδὲ παρὰ τοῦτο αἱ ἱερογραφίαι φευκτέαι.

πʹ. Ἀλλ’ ἐπειδὴ ἱεραί τέ εἰσι καὶ ἅγιαι, καὶ ἡ πίστις ἡμῶν ὀρθὴ καὶ ἀμώμητος, αὐτοὶ δὲ πρὸς τὸ φῶς τῆς ἀληθείας ἀναβλέψαι χαλεπαίνουσι, καθάπερ οἱ τὰς ὅψεις λελωβημένοι πρὸς τὰ λαμπρὰ τῶν ἀπαυγασμάτων, καὶ οἱ τὴν ἀκοὴν κεκακωμένοι πρὸς τοὺς ἤχους καὶ τοὺς ψόφους ἀεὶ δυσχεραίνουσι, διὰ τοῦτο κατάκριτοι καὶ τῆς Χριστιανῶν μοίρας ἔκπτωτοι καὶ ἀλλότριοι· δεικνύσθω δὲ τὰ τῆς ἀπιστίας αὐτῶν σαφέστερον, μεταχειριζομένοις ἡμῖν, τὸν λόγον πάλιν ἐκ τῆς τῶν ἀποστολικῶν λογίων συμβάλλουσι παραθέσεως· ὁ γάρ τοι τοῖς πᾶσι πάντα γινόμενος, τὸν τῶν πιστῶν ῥυθμίζων βίον, καθάπερ τἄλλα πάντα ὅσα πρόξενα ζωῆς καὶ σωτηρίας ἐχόμενα εἰσηγήσατο, οὕτω δὴ κἀκ τῆς τῶν ἐδωδίμων χρήσεως, συμβιβάζων ἐξομαλίζει αὐτῶν τά τε ἤθη καὶ τὸν τρόπον· ὡς τό γε μὴ εἰς δέον χρῆσθαι, πρὸς κακοῦ πέρας ἥκειν, ἡνίκα ταῦτα τοῖς μὲν τελεωτέροις καὶ ἀρτίως πρὸς τὴν πίστιν διακειμένοις τὴν εὐαγγελικήν, σκανδάλων γίγνοιτο ἀφορμή, ἀφ’ ὧν ἀπόλλυσθαι μέλλοιεν οἱ δι’ οὓς Χριστὸς ἀπέθανεν· τοῖς δὲ περὶ ταύτην ἀσθενεστέροις, ἐμποδὼν ἱσταῖτο πρὸς τὴν τελειότητα, καὶ τοῦ μὴ κεκαθάρθαι τὸν λογισμὸν σαφὴς ἔνδειξις· ἃ δὴ συνέβαινε τηνικαῦτα τοῖς ἐκ περιτομῆς πεπιστευκόσι, καὶ ἔτι περὶ τὰ βρώματα ἐκ τῶν Μωσαϊκῶν ὁρμωμένοις θεσπισμάτων παρατετηρημένως πως διακεῖσθαι· φησὶ τοίνυν·

Οἶδα καὶ πέπεισμαι ἐν Κυρίῳ Ἰησοῦ, ὅτι οὐδὲν κοινὸν δι’ αὐτό, εἰ μὴ τῷ λογιζομένῳ τι κοινὸν εἶναι, ἐκείνῳ κοινόν. Ὧδε δέ πως ἔχειν, εὖ ἐξεπίστατο καὶ τὸ εὐαγγελικὸν λόγιον τὸ φάσκον· Ὅτι οὐ τὰ εἰσερχόμενα εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον.

Ἐῶμεν λέγειν τὰ νῦν ἃ τῷ θεσπεσίῳ ἐκκαλύπτεται Πέτρῳ, ὁπηνίκα τέσσαρσιν ἐξημμένην ἄκροις καθιεμένην ἄνωθεν τὴν ὀθόνην τεθέαται, φωνῆς αὐτῷ ἐκπεποιημένης, ἀναστάντα καὶ θύσαντα φαγεῖν τῶν ἐν αὐτῇ· καὶ τὸν ἀποφήσαντα, ἐπεὶ ἐδόκει οἱ ἀκάθαρτα εἶναι, καὶ τῷ ἀσυνήθει ἀπήχθετο, κεχρηματίσθαι πάλιν, μηδὲν τούτων κοινοῦν, ἃ Θεὸς διεκάθαρεν.

Ἐκ τῆς οὖν τούτων παραθέσεως, σκοπείτω τις ὅποι αὐτοῖς ἀκαθαρσίας καὶ μώμου τὰ τοῦ κεκιβδηλευμένου αὐτῶν δόγματος ἐκφέρεται· εἰ γὰρ τὰ μὲν γαστρὸς εἴσω χωροῦντα, καὶ διὰ τῶν ἐκ φύσεως διαπεπλασμένων ταῖς ἀποκριτικαῖς δυνάμεσιν ἐκχωροῦντα καὶ ἐκκρινόμενα πόρων, οὐκ ἄν τις τῶν ἱερῶν διδαγμάτων ἐν μεθέξει γενόμενος, καὶ τῆς τῶν ἀληθῶν καταλήψεως οὐκ ἠμοιρηκώς, κοινὰ οὔτε μὴν ἀκάθαρτα λογίσαιτο, τό γε ἧκον ἐπὶ τῇ ἰδίᾳ αὐτῶν φύσει· κεκοίνωται δὲ μᾶλλον καὶ μεμόλυνται τὴν ψυχήν, ὁ κοινόν τι τῶν εἰς βρῶσιν ἡμῖν παρὰ Θεοῦ ἐφειμένων οἰόμενος, τὸ ἀδρανὲς ἐθελοντὴς νενοσηκὼς τῆς πίστεως, καὶ χωλεύων περὶ τὴν τῆς ἀληθείας εὕρεσιν, ἀπὸ τοῦ διεψευσμένην τὴν περὶ αὐτῶν δόξαν ἔχειν, καὶ εἰς διακρίσεις ἴεσθαι· ἃ τὸν τύπον τοῦ Κυριακοῦ σώματος ἡμῖν ἐμφανίζει καὶ τὸ ἀπείκασμα, καὶ εἰς μνήμην ἄγει τῆς θείας καὶ σωτηρίου αὐτοῦ σαρκώσεως, εἴ τις κοινὰ ἡγήσαιτο, πῶς οὐ κοινωθήσεται καὶ βεβηλωθήσεται τὴν ψυχὴν καὶ τὸ σῶμα, ἐξάγιστός τε καὶ ἀκάθαρτος ἐντεῦθεν χρηματίσειεν, οὐδὲ ἐν ἴσῳ τοῖς εἰρημένοις ταῦτα τιθείς, ἀλλ’ ἐν χείρονι πολλῷ μοίρᾳ ποιούμενος;

εἶτα εἴ τις τοῖς κεχρημένοις ἐκείνοις μολυσμοῦ τινος ἢ ἀκαθαρσίας πρόστριμμα οἴσειν τολμήσειεν, αὐτῷ ἐπιγράψειε τῷ Κτίσαντι καὶ πρὸς ὕπαρξιν ἐκ μὴ ὄντος παρενεγκόντι ἀναθεὶς τὰ μωμήματα· ὁ τοῖς προσεοικόσιν αὐτῷ τῷ Δημιουργῷ τῶν ἁπάντων, καθ’ ὃ πέφηνεν ἄνθρωπος καθ’ ἡμᾶς, ἱεροῖς καὶ ἀμωμήτοις μορφώμασι προσπταίων, ὅποι ποτὲ τὴν τόλμαν καὶ τὴν ὕβριν προστρίψαιτο, οὐκ ἄδηλον εἴη.

Ὅτε τοίνυν οἱ περὶ τὰ βρώματα διεσφαλμένην τὴν γνώμην κεκτημένοι, οὐκ ἔξω μώμου καὶ αἰτιαμάτων κείσονται, οἱ περὶ τὸ κεφάλαιον αὐτὸ τῆς πίστεως προσκρούοντες Θεῷ, τί μὴ οὐχὶ τῶν δεινῶν πείσονται; οὐκοῦν τὰ μὲν ἅγια, καθὰ πρέπει, πάσης τιμῆς παρὰ τῶν εὐσεβούντων εἰκότως ἀξιωθήσονται· οἱ δὲ ἀνοήτως περὶ ταῦτα σκάζοντες, ἐναγεῖς καὶ ἀκάθαρτοι ἐν δίκῃ νομισθήσονται, κοινοῦντες ἃ ὁ Θεὸς ἐδόξασε, καὶ ἀπεναντίας τῶν ἀποστολικῶν δογμάτων ἐρχόμενοι· καὶ ὁ μὲν διακρινόμενος, ἐὰν φάγῃ, κατακέκριται· διότι μετὰ διακρίσεως προσερχόμενος, πῶς οὐκ ἂν ἀπίστου χείρων λογισθείη;

εἶτα, πᾶν τὸ μὴ ἐκ πίστεως, ἁμαρτία ἐστί, καὶ ὅσον μὲν βρωμάτων εἵνεκεν· ὅτι οὐ παρὰ τὴν τοῦ ἐδηδεσμένου φύσιν, ἀλλ’ ὅτι τοῦ ἐδηδοκότος τὸ ἀνελεύθερον καὶ περὶ τὴν πίστιν ἀδόκιμον δοκιμάζεται· οὐδὲν γὰρ παρὰ τοῦ Δημιουργοῦ τῶν ὅλων παρῆκται, ὃ μὴ τοῦ παντὸς ἐπαίνου ἐστὶν ἄξιον, παρά γε τῶν ἀπλανῆ καὶ εὐθυτάτην περὶ τὰ ὄντα κεκτημένων τὴν διάληψιν· τὸ γοῦν βέβηλόν τι τῶν παρ’ αὐτοῦ γεγενημένων οἴεσθαι, ἀπόπληκτον κομιδῇ, εἴπερ πάντα καλὰ λίαν τὰ παρ’ αὐτῷ δεδημιουργημένα· ὅσον δὲ δογμάτων χάριν, ὅτι οὐ παρὰ τὴν ἱστορίαν τῆς εὐαγγελικῆς διδασκαλίας (ἀβέβηλος γάρ ἐστι καὶ ἱερὰ καὶ ἔνθεος), ἀλλὰ παρὰ τὴν τῶν ἀνοηταινόντων ἀλογίαν καὶ ἀπείθειαν, τὸ ἐκ τῆς ἀπιστίας ἁμάρτημα καθορᾶται· ἐπεὶ οὖν οὐκ ἐκ πίστεως τοῖς ἱεροῖς προσίασιν, ἥμαρτον, κοινόν τε τὸ ἅγιον ἐλογίσαντο, ταύτῃ τοι καὶ μάλα προσηκόντως εἰδωλοθύται ἂν αὐτοὶ καλοῖντο, ἀνὰ μέσον ἁγίου καὶ βεβήλου διακρῖναι οὐχ οἷοί τε γενόμενοι· οὐκ ἄρα οὖν διὰ τὴν τῶν δυσσεβῶν ἀπιστίαν παραιτητέαι αἱ ἱεροτυπίαι· πίστιν δὲ ἄπιστον αὐτοὶ εἰσηγείσθωσαν· ἡμεῖς γὰρ μέχρι καὶ σήμερον οὐκ ἴσμεν· ὁπόσον δὲ ἐν τοῖς δόγμασι καὶ βρώμασι τὸ διηλλαγμένον, τοσοῦτον δήπου καὶ τῶν περὶ ταῦτα ἁμαρτανόντων, τὸ διάφορον τῆς κατακρίσεως· ἐκκήρυκτοι οὖν εἰκότως καὶ τῶν θείων ἐκπεπτωκότες, ὡς τὸ συνοῖσον συνιδεῖν οὐκ ἐθελήσαντες, καὶ θεοστυγεῖν λογισθήσονται.

παʹ.

Δέδεικται οὖν διὰ πάντων, ὡς ἐξ ἀλογίας καὶ ἀμαθίας ἄπιστοί τέ εἰσι, καὶ τὸν νοῦν ἀδόκιμοι καὶ βεβηλωμένοι τυγχάνουσι, καὶ πόῤῥω τῆς Χριστιανῶν θεοσεβείας αὐλίζονται, καὶ ὡς ἀπερίτμητοι τῇ καρδίᾳ εἰς συναγωγὴν Κυρίου οὐκ εἰσελεύσονται· πρὸς πάντα γὰρ ἀπαναισχυντοῦντες, καὶ τὸ μέτωπον χαλκοῦν θέμενοι, καὶ τὴν καρδίαν ἀπειθῆ καὶ ἀτεράμονα τάξαντες, πολέμιοι Χριστιανοῖς κατέστησαν, τοῖς ἄνωθεν παραδεδομένοις καὶ ἐγγράφως καὶ ἀγράφως τεθεῖσι θεσμοῖς καὶ μυστηρίοις ἐν αὐτοῖς αὐθαδείᾳ καὶ ἀπονοίᾳ πάσῃ μαχόμενοι, καὶ πάντων ὑπερόπται τῶν εἰς εὐσέβειαν ἡκόντων δεικνύμενοι· οὐ γὰρ εὐαγγελικόν, οὐκ ἀποστολικόν, οὐ προφητικὸν αὐτοὺς πέπεικε λόγιον, οὐ τὰ δόγματα τῶν Πατέρων καὶ διδασκάλων τῆς Ἐκκλησίας αὐτοὺς δεδυσώπηκεν, οὐδ’ ὁτιοῦν ἄλλο τῶν τοῦ Πνεύματος διδαγμάτων προϊὸν νενουθέτηκεν, οὐ Πατέρων πνευματικῶν καὶ σαρκικῶν παραίνεσις κατεμάλαξεν, οὐκ αὐτῶν τῶν θείων ναῶν ἡ πληθὺς ἁπανταχοῦ γῆς ὑπερηπλωμένη καὶ ἀρχαιότητι καὶ ἁγιότητι ἐπιπρέπουσα, οὐ τῶν ἱερῶν σκευῶν τὸ εἰς πλῆθος ἄφατον καὶ ἀνεξερεύνητον ταῖς ἱερομορφίαις ταύταις ἐκπρεπῶς ἐγκαλλωπιζόμενον, οὐ τῶν δειμαμένων ἢ κτησαμένων ἥ τε πίστις καὶ ὁ πρὸς Θεὸν πόθος, καὶ τῶν προσενηνοχότων κατῄδεσεν ἡ σπουδή, ἅπερ ἅπαντα ὑπ’ ὄψιν πάντων προκείμενά τε καὶ προφαινόμενα, μονονουχὶ φωνὴν ἀφιᾶσι τρανῶς καὶ διαῤῥήδην κηρύσσοντα τῆς Χριστοῦ οἰκονομίας τὸ μέγα τε καὶ σεβάσμιον μυστήριον, καὶ τῆς εἰς αὐτὸν ἀγάπης καὶ πίστεως τὸ σπουδαῖον καὶ θερμόν· ὃ δὲ πάντων μάλιστα θαυμάζειν ἄξιον, ὡς τοῦ χρόνου τὸ ἄπειρον αὐτούς, εἰ μή τι ἄλλο, οὐ κατέπληξεν, ᾧ πάντα κρατύνεται καὶ ἰσχὺν λαμβάνειν εὑρίσκεται φύσεως· τὴν γὰρ ὀκτακοσιετηρίδα νῦν προϊὼν τῇ παρακμῇ παρελαύνει ὁ χρόνος, ἐξ οὗ ταῦτα καὶ παραδέδοται καὶ κεκράτηκε, καὶ τὸ κράτος ἔχει μέχρι τῆς τοῦδε τοῦ παντὸς παρατάσεως· κἂν ἐκθέσμως ἐπ’ αὐτοῖς ἐπιμαίνωνται οἱ παράνομοι.

πβʹ. Ἆρα γὰρ οὐ σαφὴς ταῦτα μανία καὶ ἐμπληξία; τί γὰρ φήσουσι περὶ τῶν ἤδη προβεβιωκότων, ἐνθένδε τε ἀποιχομένων; ἆρά γε πάντες εἰδωλολάτραι γεγόνασι, καὶ τῆς σωτηρίας τέλεον ἀποπεπτώκασι; πῶς οὖν ἀληθεύσει Χριστὸς παρ’ αὐτοῖς ἡ ἀλήθεια; ἢ πῶς αὐτῷ πεισθεῖεν εἰρηκότι, Πολλαὶ μοναὶ παρὰ τῷ Πατρί; ἤτοι πολλαὶ ἀξιωμάτων διανομαὶ ἢ διαφοραί· ὡς γὰρ πολλαὶ βίων αἱρέσεις, οὕτω καὶ τῶν βεβιωμένων ἑκάστῳ ἡ ἀντίδοσις, ἀξίαις ταῖς ἀμοιβαῖς ἐπιμετρουμένη παρὰ τοῦ ἐξερευνῶντος ταῦτα, καὶ τὰ κατ’ ἀξίαν ἅπασιν ἐπινέμοντος· καὶ πολλὰς ἂν σχοίη καὶ διαφόρους τὰς ἀποκληρώσεις κατὰ τὴν μέλλουσαν μακαριότητα· ἀλλ’ ἵσως καὶ ταῦτα οἱ πάντα ἄπιστοι ὡς λῆρον ἀποπεμψάμενοι διαγράψονται· πῶς γὰρ οἵ γε εἰς αὐτὸ τοῦ αἰῶνος τὸ ἔσχατον, καὶ οἷον τὸ τέρμα ἥκοντες τὸ τοῦ βίου, παρὰ πολὺ τῶν προειληφότων ἐλαττονούμενοι, τὴν ἀπείρονα τῶν μονῶν ἐκείνων πληθὺν ἀποπλήσουσι; ποῦ τὰ ἆθλα τῶν ἤδη ἐπ’ εὐσεβείᾳ μέχρις αἵματος διηγωνισμένων ἐκνεμηθήσεται καὶ οἱ στέφανοι; οἶμαι καὶ Ἰουδαίων γε αὐτῶν παῖδες, μέγα ἐπ’ αὐτοῖς ἐπικαγχάσουσι καὶ γελάσονται, καὶ τῶν ἄλλων ἐθνῶν οἱ ἀκούοντες· ἅπαντες γὰρ τὴν ἑαυτῶν θρησκείαν κρατύνειν σπουδάζουσι, κατὰ τὸ γεγραμμένον· Εἰ ἀλλάξονται ἔθνη θεοὺς αὐτῶν; καὶ οὗτοι οὐκ εἰσὶ θεοί, καὶ οὐχὶ ἔθνος πρὸς Θεὸν αὐτοῦ.

Μόνοι δὲ ἀνθρώπων Χριστιανοὶ (εἰ δεῖ Χριστιανοὺς καλεῖν, ὀνόματος γὰρ μόνου, οὐ πράγματος Χριστιανῶν μεταποιοῦνται), τὴν τῶν Χριστιανῶν πίστιν ὑπάρχουσαν, ἀθέως καὶ αὐθαδῶς ἐκπολιορκοῦσιν οἱ δείλαιοι, καὶ ταύτης τὰ ἱερὰ σύμβολα καθαιροῦσιν ἀνιέρως οἱ ἀνόσιοι· ἀλλ’ ὦ θεοστυγέστατε καὶ ἀθεώτατε, ἀκουέτω πᾶς ὁ κατὰ ταῦτα φρονῶν καὶ οὕτω δοξάζων, οὕτω σε δεῖ περὶ τὸν Δημιουργὸν διακεῖσθαι; ἐκεῖνος δι’ ἄφατον ἀγαθότητα ἐκ μὴ ὄντος εἰς τὸ εἶναι παρήγαγε, καὶ πεσόντα σε ὑπὸ τὴν ἁμαρτίαν πάλιν ἀνέστησε, πάθει σαρκὸς θανάτῳ προσομιλήσας, καὶ τὸν αἴσχιστον ὑπέμεινε διὰ σὲ θάνατον· μέχρι γὰρ θανάτου, θανάτου δὲ σταυροῦ, ἑαυτὸν ἐκένωσε, καὶ τὸ αἷμα τὸ οἰκεῖον ἐξέχεεν· ἵνα σε δι’ αὐτοῦ ἐξαγοράσῃ τὸν πεπραμένον τῇ ἁμαρτίᾳ, ἵνα καταλύσῃ τὰ εἴδωλα καὶ τῆς εἰδωλικῆς σε ἀπαλλάξῃ μανίας καὶ πλάνης, καὶ τῆς τοῦ ἐχθροῦ τυραννίδος ἐλευθερώσῃ, καὶ τῆς φθορᾶς ἀνακαλούμενος σώσῃ, καὶ τὴν ἀρχαίαν εὐγένειαν δωρήσηται· τοιαῦτα κατὰ τοῦ σεσωκότος τολμᾷς; ἐκεῖνος ὑπὲρ σοῦ πάσχει, καὶ σὺ ὑβρίζεις; ἐκεῖνος σταυροῦται, καὶ σὺ ὀνειδίζεις; τί σοι τὸ διαφέρον τῶν σταυρωσάντων; τί δὲ τῶν θεοκτόνων διενήνοχας; τί δὲ οὐ μᾶλλον ἐπὶ κακίᾳ παρήλασας;

ἐκεῖνοι ἅπαξ κατεδίκασαν, καὶ σταυρώσαντες ἀπεκτόνασι, σὺ δὲ παρὸν προσκυνεῖν τὸν εὐεργέτην, καὶ ὁμολογεῖν τῆς τηλικαύτης εὐεργεσίας τὸ μέγεθος, καθ’ ἑκάστην ἡμέραν σταυροῖς καὶ ὀνειδίζεις, τὰ χείρονα φρονῶν κατ’ αὐτοῦ, καὶ παλιμφήμοις βάλλεις φωναῖς, ἢ ἐκεῖνοι τοῖς λίθοις, καὶ οὐδὲν ὅ τι τῶν ἀπηχεστάτων καὶ εἰς ἀσέβειαν ἡκόντων, πράσσων καὶ λέγων καὶ παρανομῶν εἰς Θεὸν καταλέλοιπας.

Ἀστείως δὲ μάλα καὶ ὁ μέγας Ἡσαΐας τὴν πήρωσιν τῶν ψυχῶν ὑμῶν προδιέγραψε λέγων· Οὐκ ἔγνωσαν φρονῆσαι, ὅτι ἀπημαυρώθησαν τοῦ βλέπειν τοῖς ὀφθαλμοῖς αὐτῶν, καὶ νοῆσαι τῇ καρδίᾳ αὐτῶν, καὶ ἐλάλησαν ἀδικίαν, καὶ ἠπείθησαν, καὶ ἐμελέτησαν ἀπὸ καρδίας αὐτῶν λόγους ἀδίκους· ἀλλ’ οὗτοι μέν, οὕτως τὴν ὅλην τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ οἰκονομίαν ἐξουδενοῦντες καὶ πλύνοντες, εἰδωλολάτρας τῷ ὄντι ἑαυτοὺς ἀποδεικνύουσιν· ἡμεῖς δὲ οἱ περὶ ταύτην ὑγιῶς καὶ εὐσεβῶς διακείμενοι, καὶ τὰ θεῖα θεοπρεπῶς σέβομεν, καὶ τὰς ἄνωθεν ἡμῖν παραδοθείσας ἱερογραφίας ἀποσεμνύνομεν, καὶ τῆς προσηκούσης τιμῆς ἀξιοῦμεν· ὅτι ἅγιαί εἰσι, καὶ τὴν τῶν προσκυνουμένων τιμὴν τοῖς ἀρχετύποις ἀνάπτομεν· ἐφ’ ὕβρει δὲ ἐννοεῖν τι περὶ αὐτῶν οὐδ’ ὁπωστιοῦν ἀνεχόμεθα· διὸ οὐκ ἂν ὑφελώμεθά τι τῆς προσηκούσης αὐταῖς σεβασμιότητος· ἐκ γὰρ πίστεως καὶ πληροφορίας τοῖς ἁγίοις πρόσιμεν, καὶ διὰ τοῦτο, οὐδὲ εἰδωλολάτραι κατὰ τοὺς θεοστυγεῖς καὶ ἀπιστίᾳ κατισχημένους εἰκότως νομισθείημεν, ἀλλὰ μετὰ τοῦ μεγάλου τῆς ἀληθείας καὶ ἡμεῖς ἐκβοῶμεν μυσταγωγοῦ, ὅτι· Ὁμολογουμένως μέγα ἐστὶ τὸ τῆς εὐσεβείας μυστήριον· Θεὸς ἐφανερώθη ἐν σαρκί, ἐδικαιώθη ἐν πνεύματι, ὤφθη ἀγγέλοις, ἐκηρύχθη ἐν ἔθνεσιν, ἐπιστεύθη ἐν κόσμῳ, ἀνελήφθη ἐν δόξῃ.

Ταῦτα εἰ μὲν ὀφθείημεν ὑπὲρ τῆς καθ’ ἡμᾶς ἱερᾶς καὶ ἀμωμήτου πίστεως ἀξίως διηγωνισμένοι, τῷ Θεῷ χάρις τῷ διδόντι λόγον τοῖς αἰτοῦσιν ἐν ἀνοίξει τοῦ στόματος αὐτῶν· εἰ δὲ καὶ διωχθείημεν, καλὸν τῷ Χριστῷ συνδιώκεσθαι, εἰ μή που μέγα τοῦτο εἰπεῖν, κατ’ ἴχνος ἰέναι τοῖς ἱεροῖς διδασκάλοις ἡμῶν ἀξιούμενοι· εἰς δόξαν αὐτοῦ Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν, καὶ τιμὴν τῆς ἁγίας Ἐκκλησίας αὐτοῦ, ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, ἅμα τῷ συνανάρχῳ Πατρί, καὶ τῷ παναγίῳ καὶ ζωοποιῷ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.