Πίστει γάρ, εἴρηκεν, Ἄβελ παρὰ Θεῷ δίκαιος ἐμαρτυρήθη, οἵ τε περὶ Νῶε καὶ Ἀβραὰμ καὶ Μωσέα· καὶ μετ’ ἐκείνους οἱ κατ’ ἐκείνους ἅγιοι, ταύτῃ τῷ Θεῷ εὐηρέστησαν· ὧν οἱ μὲν βασιλείας κατηγωνίσαντο, ἐπαγγελιῶν τε ἐπέτυχον, πυρός τε καὶ θηρῶν καὶ πολέμων κρείττους ὤφθησαν· οἱ δὲ λιθαζόμενοι καὶ μαστιζόμενοι, καὶ διὰ πάσης τῶν δυσχερῶν πείρας ἀχθέντες, ἀνάλωτοι διέμειναν, καὶ ἑδραῖοι περὶ τὴν πίστιν ἐδείχθησαν· καὶ ταῦτα, οὐδὲ κομισάμενοι τὴν ἐπαγγελίαν, οὐκ ἂν δικαιωθέντες ἢ μαρτυρηθέντες, εἰ μὴ ἐπίστευσαν· ταύτῃ θάλασσα τέμνεται, ἥλιος ἵσταται, ποταμὸς ἀνακόπτεται, καὶ τείχη αὐτόματα κατασείεται, ὅσα τε ἄλλα διὰ πίστεως ἀκούομεν κατορθούμενα· οἱ δέ γε τῷ τοῦ ἐναντίου περιελκόμενοι, καὶ εἰς ἀπιστίας κατασυρέντες ὄλισθον, μακράν τε ἁγιωσύνης ἀπεληλαμένοι, καὶ τῆς ἐν ταύτῃ τελειότητος ὁλοτρόπως διημαρτηκότες, Ὡς νήπιοι κλυδωνίζονται, καὶ ἀνέμῳ παντὶ περιφέρονται, ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων, ἐν πανουργίᾳ, πρὸς τὴν μεθοδείαν τῆς πλάνης, ἐν ματαιότητι τοῦ νοὸς αὐτῶν περιπατοῦντες, ἐσκοτισμένοι τὴν διάνοιαν, καὶ ἀπηλλοτριωμένοι τῆς δόξης τοῦ Θεοῦ, διὰ τὴν ἄγνοιαν τὴν οὖσαν ἐν αὐτοῖς, διὰ τὴν πώρωσιν τῆς καρδίας αὐτῶν.