Τὸ περὶ τῆς ἀμωμήτου καὶ εἰλικρινοῦς ἡμῶν πίστεως ἐξανύοντες στάδιον, καὶ τὸ τῶν ἀπαυθαδιζομένων πρὸς τὴν ἀλήθειαν ἐξελέγχοντες μάταιον, τὸν τῆς εὐσεβείας προασπιστήν, τῇ μαχαίρᾳ τοῦ Πνεύματος ταῖς θεοπνεύστοις φωναῖς καθωπλίσαμεν, ὡς ἂν ἄτρωτος διαμένοι, τῶν δυσσεβούντων ταῖς ἀκίσι τοῦ ψεύδους συχνῶς βαλλόντων, καὶ ταῖς βολίσι τῆς γλωσσαλγίας κατατοξευόντων τὸν ὀρθὸν τῆς πίστεως λόγον· ἐπειδὴ δὲ καὶ τρόπος ἡμῖν πρόκειται, καὶ οἷον κανὼν νενομοθέτηται, καθ’ ὃν χρὴ τῷ τῆς πίστεως ἡμῶν προσφέρεσθαι λόγῳ τοὺς ἐπιεικεῖς, καὶ μετ’ εὐλαβείας ἱερᾶς τὰ ἱερὰ ἡμῶν μεταχειριζομένους δόγματα, καὶ τοῦτον τοῖς φιλοκάλοις καὶ φιλοπόνοις καὶ θερμοῖς περὶ τὴν εὐσέβειαν ὡς ἔνι μάλιστα συντομώτατα ἐκθησόμεθα, ἔκ τε τῶν θεοπνεύστων Γραφῶν κἀνταῦθα ἐρανισάμενοι, ἔκ τε τῆς τῶν ἐκκρίτων καὶ εὐσημοτέρων Πατέρων ἡμῶν διδασκαλίας ἀρυσάμενοι, πρὸς ὑπόμνησιν καὶ ὠφέλειαν τῶν εὐπειθῶς τε καὶ ἐμμελῶς τούτοις ἐντυγχανόντων χρησιμεύσοντα, καὶ χρήσεις τινὰς τῷδε τῷ γράμματι διὰ βραχέων ὑποτεθεῖσθαι ἐσπουδάσαμεν, ὅπως μὴ ταυτὸν τοῖς ἀπειθοῦσι τῇ ἀληθείᾳ πάθοιεν· ἐκεῖνοι γὰρ τοῦ ψεύδους ὄντες ἐρασταί, καὶ πρὸς τοὺς ἐλέγχους τῆς ἀληθείας ἀεὶ δυσχεραίνοντες, οἱ μὲν τῇ ἀπιστίᾳ, οἱ δὲ τῇ ἀμαθίᾳ προκατειλημμένοι, τῷ τῆς δυσσεβείας ὀλέθρῳ περιπεπτώκασι· τοῖς γὰρ ἑαυτῶν θελήμασι δουλούμενοι, τὴν ἰδίαν δόξαν ἐκ πολλῆς ἄγαν ἀβουλίας καὶ ἀλογίας συνιστάνειν πειρῶνται, καὶ τὰ σαφῆ καὶ ὀρθὰ τῆς εὐσεβείας δόγματα, ἐφ’ ἃ μὴ προσῆκεν ἐκ περιέργων καὶ φαύλων ζητημάτων παρευθύνουσιν· ὅθεν καὶ πατέρας ἰδίους χειροτονοῦσι, καὶ διδασκάλους προκαθίζουσιν, οἳ τῆς ἀσεβείας καὶ ἀθεΐας προασπισταὶ πάλαι γεγόνασι, καὶ τῆς καθολικῆς Ἐκκλησίας ὡς ποῤῥωτάτω ἐκσεσοβημένοι τυγχάνουσιν· ἀθεΐαν γὰρ τὴν ἐκείνων αἵρεσιν, οἱ καθ’ ἡμᾶς θεολόγοι ἐνθέως ὁδηγούμενοι κατωνόμασαν, οὓς συνηγόρους ἔχοντες κατὰ τῆς Ἐκκλησίας ἠνδρίσαντο· οἱ δὲ χρηστοὶ ὡς εὐπειθεῖς καὶ τοῦ Εὐαγγελίου μαθηταί, μὴ πέρα τοῦ δέοντος πρὸς περιεργοτέρας ἐρεύνας ἀποφέροιντο, τοῦ καρδίᾳ ἁπλῇ παραδεχθῆναι δεδεημένου τῆς πίστεως λόγου· πίστεως γὰρ ἴδιον ἀπεριέργως πρὸς τὸ πιστευόμενον προσιόντα, ἁπλῇ τῇ γνώμῃ καὶ ὁρμῇ αὐθαιρέτῳ συντίθεσθαι, οὐ μὴν ἀποδείξεις ἐπιζητεῖν, καὶ λογομαχίαις εἰς οὐδὲν χρήσιμον συντελούσαις, μᾶλλον δὲ βλάβος οὐ μικρὸν ταῖς ψυχαῖς ἐντικτούσαις, συντρίβεσθαι· τοῦτο αἱρετικῶν ἀνθρώπων τὸ ἐπιτήδευμα· τοῦτο Ἑλλήνων τὸ τέχνασμα, οἳ ματαιολογίαις καὶ λέσχαις ἀηδέσι πονούμενοι, πολλῆς φλυαρίας ἑαυτούς τε καὶ τοὺς πέλας ἀποπληροῦσιν, εἰκῆ τὸν ἀέρα πλήττοντες, τῆς δὲ ἀληθείας ὁλοτρόπως ἀποτυγχάνοντες· τὸ γάρ τοι ζυγομαχεῖν τῶν ὁμολογουμένων καὶ φαινομένων εἵνεκεν, ὁπόσης ἀνοίας καὶ ἀβελτερίας ἄξιον, οὐδὲ ἐξειπεῖν ἔστιν· εὐγνωμονέστερον δὲ οἱ χρηστομαθεῖς προσαγόμενοι καὶ εὐπειθέστερον, εὐήκοον οὗς παρεχέτωσαν τοῖς διδάγμασι τοῦ Πνεύματος, τὴν περὶ τῶν τηλικούτων παραίνεσιν δέξασθαι· πίστις γὰρ μόνη ταῦτα χωρεῖ, λογισμοὺς ἀνθρωπίνους ἀποκρύπτουσα, καὶ ὁ πρὸς τὰ θεῖα τῶν ἐκθύμως περὶ αὐτὰ διακειμένων ἔνθεος ἔρως, ἵνα καὶ τῶν τῆς εὐπειθείας ὠδίνων πολύχουν ἀμήσωσι τὸν καρπόν, παρὰ τοῦ ταῦτα ἐπιμετρεῖν εἰδότος, εὐκλεεῖς τὰς ἀμοιβὰς ὡς εὐέλπιδες εὐκαίρως ἀποληψόμενοι.