Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Ἀπολογητικὸς λόγος ὑπὲρ τῶν ἁγίων εἰκόνων

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Πατερικό και αγιογραφικό ανθολόγιο περί της απλής πίστεως

Παράθεση χωρίων από την Αγία Γραφή και τους Πατέρες της Εκκλησίας, τα οποία προβάλλουν την αναγκαιότητα της ακέραιης πίστεως έναντι της ορθολογικής περιεργείας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 12 από 12

ΠΡΟΟΙΜΙΟΝ ΤΩΝ ΥΠΟΚΕΙΜΕΝΩΝ ΧΡΗΣΕΩΝ ΚϚʹ.

Τὸ περὶ τῆς ἀμωμήτου καὶ εἰλικρινοῦς ἡμῶν πίστεως ἐξανύοντες στάδιον, καὶ τὸ τῶν ἀπαυθαδιζομένων πρὸς τὴν ἀλήθειαν ἐξελέγχοντες μάταιον, τὸν τῆς εὐσεβείας προασπιστήν, τῇ μαχαίρᾳ τοῦ Πνεύματος ταῖς θεοπνεύστοις φωναῖς καθωπλίσαμεν, ὡς ἂν ἄτρωτος διαμένοι, τῶν δυσσεβούντων ταῖς ἀκίσι τοῦ ψεύδους συχνῶς βαλλόντων, καὶ ταῖς βολίσι τῆς γλωσσαλγίας κατατοξευόντων τὸν ὀρθὸν τῆς πίστεως λόγον· ἐπειδὴ δὲ καὶ τρόπος ἡμῖν πρόκειται, καὶ οἷον κανὼν νενομοθέτηται, καθ’ ὃν χρὴ τῷ τῆς πίστεως ἡμῶν προσφέρεσθαι λόγῳ τοὺς ἐπιεικεῖς, καὶ μετ’ εὐλαβείας ἱερᾶς τὰ ἱερὰ ἡμῶν μεταχειριζομένους δόγματα, καὶ τοῦτον τοῖς φιλοκάλοις καὶ φιλοπόνοις καὶ θερμοῖς περὶ τὴν εὐσέβειαν ὡς ἔνι μάλιστα συντομώτατα ἐκθησόμεθα, ἔκ τε τῶν θεοπνεύστων Γραφῶν κἀνταῦθα ἐρανισάμενοι, ἔκ τε τῆς τῶν ἐκκρίτων καὶ εὐσημοτέρων Πατέρων ἡμῶν διδασκαλίας ἀρυσάμενοι, πρὸς ὑπόμνησιν καὶ ὠφέλειαν τῶν εὐπειθῶς τε καὶ ἐμμελῶς τούτοις ἐντυγχανόντων χρησιμεύσοντα, καὶ χρήσεις τινὰς τῷδε τῷ γράμματι διὰ βραχέων ὑποτεθεῖσθαι ἐσπουδάσαμεν, ὅπως μὴ ταυτὸν τοῖς ἀπειθοῦσι τῇ ἀληθείᾳ πάθοιεν· ἐκεῖνοι γὰρ τοῦ ψεύδους ὄντες ἐρασταί, καὶ πρὸς τοὺς ἐλέγχους τῆς ἀληθείας ἀεὶ δυσχεραίνοντες, οἱ μὲν τῇ ἀπιστίᾳ, οἱ δὲ τῇ ἀμαθίᾳ προκατειλημμένοι, τῷ τῆς δυσσεβείας ὀλέθρῳ περιπεπτώκασι· τοῖς γὰρ ἑαυτῶν θελήμασι δουλούμενοι, τὴν ἰδίαν δόξαν ἐκ πολλῆς ἄγαν ἀβουλίας καὶ ἀλογίας συνιστάνειν πειρῶνται, καὶ τὰ σαφῆ καὶ ὀρθὰ τῆς εὐσεβείας δόγματα, ἐφ’ ἃ μὴ προσῆκεν ἐκ περιέργων καὶ φαύλων ζητημάτων παρευθύνουσιν· ὅθεν καὶ πατέρας ἰδίους χειροτονοῦσι, καὶ διδασκάλους προκαθίζουσιν, οἳ τῆς ἀσεβείας καὶ ἀθεΐας προασπισταὶ πάλαι γεγόνασι, καὶ τῆς καθολικῆς Ἐκκλησίας ὡς ποῤῥωτάτω ἐκσεσοβημένοι τυγχάνουσιν· ἀθεΐαν γὰρ τὴν ἐκείνων αἵρεσιν, οἱ καθ’ ἡμᾶς θεολόγοι ἐνθέως ὁδηγούμενοι κατωνόμασαν, οὓς συνηγόρους ἔχοντες κατὰ τῆς Ἐκκλησίας ἠνδρίσαντο· οἱ δὲ χρηστοὶ ὡς εὐπειθεῖς καὶ τοῦ Εὐαγγελίου μαθηταί, μὴ πέρα τοῦ δέοντος πρὸς περιεργοτέρας ἐρεύνας ἀποφέροιντο, τοῦ καρδίᾳ ἁπλῇ παραδεχθῆναι δεδεημένου τῆς πίστεως λόγου· πίστεως γὰρ ἴδιον ἀπεριέργως πρὸς τὸ πιστευόμενον προσιόντα, ἁπλῇ τῇ γνώμῃ καὶ ὁρμῇ αὐθαιρέτῳ συντίθεσθαι, οὐ μὴν ἀποδείξεις ἐπιζητεῖν, καὶ λογομαχίαις εἰς οὐδὲν χρήσιμον συντελούσαις, μᾶλλον δὲ βλάβος οὐ μικρὸν ταῖς ψυχαῖς ἐντικτούσαις, συντρίβεσθαι· τοῦτο αἱρετικῶν ἀνθρώπων τὸ ἐπιτήδευμα· τοῦτο Ἑλλήνων τὸ τέχνασμα, οἳ ματαιολογίαις καὶ λέσχαις ἀηδέσι πονούμενοι, πολλῆς φλυαρίας ἑαυτούς τε καὶ τοὺς πέλας ἀποπληροῦσιν, εἰκῆ τὸν ἀέρα πλήττοντες, τῆς δὲ ἀληθείας ὁλοτρόπως ἀποτυγχάνοντες· τὸ γάρ τοι ζυγομαχεῖν τῶν ὁμολογουμένων καὶ φαινομένων εἵνεκεν, ὁπόσης ἀνοίας καὶ ἀβελτερίας ἄξιον, οὐδὲ ἐξειπεῖν ἔστιν· εὐγνωμονέστερον δὲ οἱ χρηστομαθεῖς προσαγόμενοι καὶ εὐπειθέστερον, εὐήκοον οὗς παρεχέτωσαν τοῖς διδάγμασι τοῦ Πνεύματος, τὴν περὶ τῶν τηλικούτων παραίνεσιν δέξασθαι· πίστις γὰρ μόνη ταῦτα χωρεῖ, λογισμοὺς ἀνθρωπίνους ἀποκρύπτουσα, καὶ ὁ πρὸς τὰ θεῖα τῶν ἐκθύμως περὶ αὐτὰ διακειμένων ἔνθεος ἔρως, ἵνα καὶ τῶν τῆς εὐπειθείας ὠδίνων πολύχουν ἀμήσωσι τὸν καρπόν, παρὰ τοῦ ταῦτα ἐπιμετρεῖν εἰδότος, εὐκλεεῖς τὰς ἀμοιβὰς ὡς εὐέλπιδες εὐκαίρως ἀποληψόμενοι.

Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου. — Ἤκουσεν ὁ Ἰησοῦς ὅτι ἐξέβαλον τόν ποτε τυφλὸν ἔξω· καὶ εὑρὼν αὐτὸν εἶπεν αὐτῷ· Σὺ πιστεύεις εἰς τὸν Υἱὸν τοῦ Θεοῦ; Ἀπεκρίθη ἐκεῖνος καὶ εἶπε· Καὶ τίς ἐστι, Κύριε, ἵνα πιστεύσω εἰς αὐτόν; Εἶπε δὲ αὐτῷ ὁ Ἰησοῦς, Καὶ ἑώρακας αὐτόν, καὶ ὁ λαλῶν μετὰ σοῦ, ἐκεῖνός ἐστιν. Ὁ δὲ ἔφη· Πιστεύω, Κύριε· καὶ προσεκύνησεν αὐτῷ.

Τοῦ αὐτοῦ. —Διὰ τοῦτο οὐκ ἠδύναντο πιστεύειν, ὅτι πάλαι εἶπεν Ἡσαΐας· Τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμούς, καὶ πεπώρωκεν αὐτῶν τὴν καρδίαν, ἵνα μὴ ἴδωσι τοῖς ὀφθαλμοῖς, καὶ νοήσωσι τῇ καρδίᾳ, καὶ ἐπιστραφῶσι καὶ ἰάσωμαι αὐτούς. Ταῦτα εἶπεν Ἡσαΐας, ὅτε εἶδε τὴν δόξαν αὐτοῦ καὶ ἐλάλησε περὶ αὐτοῦ· ὅμως μέντοι καὶ ἐκ τῶν ἀρχόντων πολλοὶ ἐπίστευσαν εἰς αὐτόν, ἀλλὰ διὰ τοὺς Φαρισαίους οὐχ ὡμολόγουν, ἵνα μὴ ἀποσυνάγωγοι γένωνται· ἠγάπησαν γὰρ τὴν δόξαν τῶν ἀνθρώπων μᾶλλον, ἥπερ τὴν δόξαν τοῦ Θεοῦ.

Τοῦ αὐτοῦ. —Πιστεύετε εἰς τὸν Θεόν, καὶ εἰς ἐμὲ πιστεύετε. Τοῦ ἁγίου ἀποστόλου Παύλου ἐκ τῆς πρὸς Ῥωμαίους Ἐπιστολῆς. —Ἐπίστευσε δὲ Ἀβραὰμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην· τῷ δὲ ἐργαζομένῳ ὁ μισθὸς οὐ λογίζεται κατὰ χάριν, ἀλλὰ κατὰ ὀφείλημα· τῷ δὲ μὴ ἐργαζομένῳ, πιστεύοντι δὲ ἐπὶ τὸν δικαιοῦντα τὸν ἀσεβῆ, λογίζεται ἡ πίστις αὐτοῦ εἰς δικαιοσύνην· καθάπερ καὶ Δαβὶδ λέγει τὸν μακαρισμὸν τοῦ ἀνθρώπου, ᾧ ὁ Θεὸς λογίζεται δικαιοσύνην χωρὶς ἔργων· Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι, καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι· μακάριος ἀνὴρ ᾧ οὐ μὴ λογίσηται Κύριος ἀμαρτίαν. Καὶ πάλιν· Ἡ δὲ ἐκ πίστεως δικαιοσύνη, οὕτως λέγει· Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου, Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τουτέστι Χριστὸν καταγαγεῖν· ἤ, Τίς καταβήσεται εἰς τὴν ἄβυσσον; τουτέστι Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν. Καὶ πάλιν· Καρδίᾳ μὲν πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν. Καὶ πάλιν, περὶ βρωμάτων διαλεγόμενος, φησίν· Ὅτι ὁ διακρινόμενος, ἐὰν φάγῃ, κατακέκριται, ὅτι οὐκ ἐκ πίστεως· πᾶν δὲ ὃ οὐκ ἐκ πίστεως, ἁμαρτία ἐστίν.

Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Κορινθίους Ἐπιστολῆς. —Ἵνα ἡ πίστις ἡμῶν μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων, ἀλλ’ ἐν δυνάμει Θεοῦ.

Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Ἑβραίους Ἐπιστολῆς —Ἡμεῖς δὲ οὐκ ἐσμὲν ὑποστολῆς εἰς ἀπώλειαν, ἀλλὰ πίστεως εἰς περιποίησιν ψυχῆς· ἔστι δὲ πίστις ἐλπιζομένων ὑπόστασις, πραγμάτων ἔλεγχος οὐ βλεπομένων· ἐν ταύτῃ γὰρ ἐμαρτυρήθησαν οἱ πρεσβύτεροι· πίστει νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι Θεοῦ, εἰς τὸ μὴ ἐκ φαινομένων τὰ βλεπόμενα γεγονέναι· πίστει πλείονα θυσίαν Ἄβελ παρὰ Κάϊν προσήνεγκε τῷ Θεῷ, δι’ ἧς ἐμαρτυρήθη εἶναι δίκαιος, μαρτυροῦντος ἐπὶ τοῖς δώροις αὐτοῦ τοῦ Θεοῦ· καὶ δι’ αὐτῆς ἀποθανών, ἔτι λαλεῖται· πίστει Ἐνὼχ μετετέθη τοῦ μὴ ἰδεῖν θάνατον, καὶ οὐχ εὑρίσκετο διότι μετέθηκεν αὐτὸν ὁ Θεός· πρὸ γὰρ τῆς μεταθέσεως αὐτοῦ μεμαρτύρηται εὐηρεστηκέναι τῷ Θεῷ· χωρὶς δὲ πίστεως, ἀδύνατον εὐαρεστῆσαι· πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμενον τῷ Θεῷ ὅτι ἔστι, καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται· πίστει χρηματισθεὶς Νῶε περὶ τῶν μηδέπω βλεπομένων, εὐλαβηθεὶς κατεσκεύασε κιβωτὸν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ· δι’ ἧς κατέκρινε τὸν κόσμον, καὶ τῆς κατὰ πίστιν δικαιοσύνης ἐγένετο κληρονόμος· πίστει καλούμενος Ἀβραάμ, ὑπήκουσεν ἐξελθεῖν εἰς τὸν τόπον ὃν ἔμελλε λαμβάνειν εἰς κληρονομίαν, καὶ ἐξῆλθε μὴ ἐπιστάμενος ποῦ ἀπέρχεται· πίστει παρῴκησεν εἰς τὴν γῆν τῆς ἐπαγγελίας ὡς ἀλλοτρίαν, ἐν σκηναῖς κατοικήσας μετὰ Ἰσαὰκ καὶ Ἰακὼβ τῶν συγκληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς· ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός· πίστει καὶ αὐτὴ Σάῤῥα δύναμιν εἰς καταβολὴν σπέρματος ἔλαβε, καὶ παρὰ καιρὸν ἡλικίας ἔτεκεν, ἐπεὶ πιστὸν ἡγήσατο τὸν ἐπαγγειλάμενον· διὸ καὶ ἀφ’ ἑνὸς ἐγεννήθησαν, καὶ ταῦτα νενεκρωμένου, καθὼς τὰ ἄστρα τοῦ οὐρανοῦ τὸ πλῆθος, καὶ καθὼς ἡ ἄμμος ἡ παρὰ τὸ χεῖλος τῆς θαλάσσης ἡ ἀναρίθμητος· κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες, μὴ λαβόντες τὰς ἐπαγγελίας, ἀλλὰ πόῤῥωθεν αὐτὰς ἰδόντες καὶ ἀσπασάμενοι, καὶ ὁμολογήσαντες ὅτι ξένοι καὶ παρεπίδημοί εἰσιν ἐπὶ τῆς γῆς· οἱ γὰρ τοιαῦτα λέγοντες, ἐμφανίζουσιν ὅτι πατρίδα ἐπιζητοῦσι· καὶ εἰ μὲν ἐκείνης ἐμνημόνευον ἀφ’ ἧς ἐξῆλθον, εἶχον ἂν καιρὸν ἀνακάμψαι· νῦν δὲ κρείττονος ὀρέγονται, τουτέστιν ἐπουρανίου· διὸ οὐκ ἐπαισχύνεται αὐτοὺς ὁ Θεός, Θεὸς καλεῖσθαι αὐτῶν· ἡτοίμασε γὰρ αὐτοῖς πόλιν· πίστει προσενήνοχεν Ἀβραὰμ τὸν Ἰσαὰκ πειραζόμενος, καὶ τὸν μονογενῆ προσέφερεν ὁ τὰς ἐπαγγελίας ἀναδεξάμενος, πρὸς ὃν ἐλαλήθη ὅτι ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα, λογισάμενος ὅτι καὶ ἐκ νεκρῶν ἐγείρειν δύναται ὁ Θεός· ὅθεν αὐτὸν καὶ ἐν παραβολῇ ἐκομίσατο· πίστει περὶ μελλόντων εὐλόγησεν Ἰσαὰκ τὸν Ἰακὼβ καὶ τὸν Ἡσαῦ· πίστει Ἰωσὴφ τελευτῶν, περὶ τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ ἐμνημόνευσε, καὶ περὶ τῶν ὀστέων αὐτοῦ ἐνετείλατο· πίστει Μωσῆς γεννηθεὶς ἐκρύβη τρίμηνον ὑπὸ τῶν πατέρων αὐτοῦ, διότι εἶδον ἀστεῖον τὸ παιδίον καὶ οὐκ ἐφοβήθησαν τὸ διάταγμα τοῦ βασιλέως· πίστει Μωσῆς μέγας γενόμενος, ἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς Φαραώ, μᾶλλον ἑλόμενος συγκακουχεῖσθαι τῷ λαῷ τοῦ Θεοῦ, ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν· μείζονα πλοῦτον ἡγησάμενος τῶν Αἰγύπτου θησαυρῶν, τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ· ἀπέβλεπε γὰρ εἰς τὴν μισθαποδοσίαν· πίστει κατέλιπεν Αἴγυπτον, μὴ φοβηθεὶς τὸν θυμὸν τοῦ βασιλέως· τὸν γὰρ ἀόρατον ὡς ὁρῶν ἐκαρτέρησε· πίστει πεποίηκε τὸ Πάσχα καὶ τὴν πρόσχυσιν τοῦ αἵματος, ἵνα μὴ ὁ ὀλοθρεύων τὰ πρωτότοκα θίγῃ αὐτῶν· πίστει διέβη τὴν Ἐρυθρὰν θάλασσαν ὡς διὰ ξηρᾶς· ἧς πεῖραν λαβόντες οἱ Αἰγύπτιοι κατεπόθησαν· πίστει τὰ τείχη Ἱεριχὼ ἔπεσε κυκλωθέντα ἐπὶ ἑπτὰ ἡμέρας· πίστει Ῥαὰβ ἡ πόρνη οὐ συναπώλετο τοῖς ἀπειθήσασι, δεξαμένη τοὺς κατασκόπους μετ’ εἰρήνης· καὶ τί ἔτι λέγω;

ἐπιλείψει γάρ με διηγούμενον ὁ χρόνος, περὶ Γεδεών, Βαράκ τε, καὶ Σαμψών, καὶ Ἰεφθάε, Δαβίδ τε, καὶ Σαμουήλ, καὶ τῶν προφητῶν· οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρας, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων· ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν· ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς, ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος· ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσιν καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς· καὶ οὗτοι πάντες διὰ τῆς πίστεως μαρτυρηθέντες, οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν· τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι.

Τοῦ αὐτοῦ πρὸς Θεσσαλονικεῖς. —Ἄρα οὖν, ἀδελφοί, στήκετε, καὶ κρατεῖτε τὰς παραδόσεις, ἃς ἐδιδάχθητε, εἴτε διὰ λόγου, εἴτε δι’ ἐπιστολῆς ἡμῶν. Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Ἑβραίους Ἐπιστολῆς περὶ ἀπειθούντων. —Τίσι προσώχθισε τεσσαράκοντα ἔτη; οὐχὶ τοῖς ἁμαρτήσασιν, ὧν τὰ κῶλα ἔπεσον ἐν τῇ ἐρήμῳ; τίσι δὲ ὤμοσε μὴ εἰσελεύσεσθαι εἰς τὴν κατάπαυσιν αὐτοῦ, εἰ μὴ τοῖς ἀπειθήσασι; καὶ βλέπομεν ὅτι οὐκ ἠδυνήθησαν εἰσελθεῖν δι’ ἀπιστίαν.

Φοβηθῶμεν οὖν μήποτε καταλειπομένης ἐπαγγελίας εἰσελθεῖν εἰς τὴν κατάπαυσιν αὐτοῦ, δοκῇ τις ἐξ ὑμῶν ὑστερηκέναι· καὶ γάρ ἐσμεν εὐηγγελισμένοι, καθάπερ κἀκεῖνοι· ἀλλ’ οὐκ ὠφέλησεν ὁ λόγος τῆς ἀκοῆς ἐκείνους, μὴ συγκεκερασμένους τῇ πίστει τοῖς ἀκούσασιν.

Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Ῥωμαίους Ἐπιστολῆς. —Τοῖς μὲν καθ’ ὑπομονὴν ἔργου ἀγαθοῦ, δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν ζητοῦσι, ζωὴ αἰώνιος· τοῖς δὲ ἐξ ἐριθείας, καὶ ἀπειθοῦσι μὲν τῇ ἀληθείᾳ, πειθομένοις δὲ τῇ ἀδικίᾳ, θυμὸς καὶ ὀργὴ καὶ θλίψις καὶ στενοχωρία ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου τοῦ κατεργαζομένου τὸ κακόν.

Ἡσαΐου προφήτου. —Ἐὰν μὴ πιστεύσητε, οὐδὲ μὴ συνῆτε· καὶ προσέθετο λαλῆσαι Κύριος τῷ Ἄχαζ, λέγων· Αἴτησαι σεαυτῷ σημεῖον παρὰ Κυρίου τοῦ Θεοῦ σου εἰς βάθος ἢ εἰς ὕψος· καὶ εἶπεν Ἄχαζ· Οὐ μὴ αἰτήσω, οὐδὲ μὴ πειράσω Κύριον· καὶ εἶπεν·

Ἀκούσατε δή, οἶκος Δαβίδ· μὴ μικρὸν ὑμῖν ἀγῶνα παρέχειν ἀνθρώποις, καὶ πῶς Κυρίῳ παρέχετε ἀγῶνα; Ἀββακοὺμ προφήτου. —Ὁ δὲ δίκαιος, ἐκ πίστεως ζήσεται. Ἐκ τῶν Σολομῶντος Παροιμιῶν. —Ἐλεημοσύναι καὶ πίστεις μὴ ἐκλειπέτωσάν σε. —Καὶ βδέλυγμα Κυρίῳ χείλη ψευδῆ, ὁ δὲ ποιῶν πίστεις δεκτὸς παρ’ αὐτῷ. Καὶ πάλιν· Ἐλεημοσύναις καὶ πίστεσιν ἀποκαθαίρονται ἁμαρτίαι.

Τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου, ἐκ τοῦ εἰς τὸν Εὐαγγελισμὸν λόγου. —Ἀπεστάλη Γαβριήλ, δεικνὺς τὸν ἐν θρόνῳ καὶ ἐν τῷ σπηλαίῳ· ἀπεστάλη ὁ στρατιώτης, βοῶν τὸ τοῦ βασιλέως μυστήριον· μυστήριον γνωριζόμενον πίστει, οὐκ ἐρευνώμενον πολυπραγμοσύνῃ, μυστήριον πιστευόμενον, οὐχ ἑρμηνευόμενον, μυστήριον προσκυνούμενον, οὐ ζυγοστατούμενον, μυστήριον θεολογούμενον, οὐκ ἐρευνώμενον, μυστήριον ὁμολογούμενον, οὐ μετρούμενον.

Τοῦ αὐτοῦ ἐκ τῆς ἑρμηνείας τῆς πρὸς Ῥωμαίους Ἐπιστολῆς· «Ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτως λέγει,» καὶ τὰ ἑξῆς πρόκειται ἀνωτέρω. —Ἵνα μὴ εἴπωσιν Ἰουδαῖοι, Πῶς δυνάμεθα τὴν μείζονα δικαιοσύνην εὑρεῖν, τὴν ἐλάττω μὴ εὑρόντες; δείκνυσιν ὅτι κουφοτέρα ἡ ὁδὸς ἡ διὰ πίστεως, τὴν διὰ λόγων ἀπαιτοῦσα πίστιν ἐν καρδίᾳ· εἰδὼς δὲ ὅτι τῇ πίστει πολλάκις διαμάχονται λογισμοί, καὶ δεῖ αὐτοὺς νεανικῶς ἀποκρούσασθαι, εἶπε τό, Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου, ἀντὶ τοῦ, Μηδὲ ἐννοήσῃς ἀμφιβαλεῖν, καὶ εἰπεῖν κατὰ σαυτόν, Καὶ πῶς τοῦτο δυνατόν;

Τοῦτο γὰρ πίστεως ἴδιον, τὸ τὴν κάτω πᾶσαν ἀκολουθίαν ἀφέντας, τὸ ὑπὲρ φύσιν ζητεῖν, καὶ ἀπὸ τῆς τοῦ Θεοῦ δυνάμεως ἅπαντα παραδέχεσθαι. Τοῦ ἁγίου Κυρίλλου Ἀλεξανδρείας, ἐκ τῆς εἰς τὸ αὐτὸ ῥητὸν ἑρμηνείας. —Ὁρίζεται χρησίμως καὶ ὅπως ἂν γένοιτο πρὸς ἡμῶν ἡ πίστις, εἰ τὸ ἀμώμητον ἔχοι παρὰ Θεῷ, καὶ τό γε δὴ λίαν εὖ πεποιῆσθαι δοκεῖν· τὸ μὲν γὰρ ἐνδοιάζειν ὅλως καὶ καταδονεῖσθαι φιλεῖν εἰς ἀδρανῆ διψυχίαν, ἀπόβλητον παντελῶς· περιττὸν δὲ ἵσως καὶ τῶν ὅτι μάλιστα σφαλερωτάτων τὸ χρῆναι περιεργάζεσθαι τὰ καὶ λόγου πέρα παντός, νοῦ τέ ἐστι τοῦ καθ’ ἡμᾶς ἐν ἀμείνοσι· πῶς γὰρ ἂν εἷεν ἐμφανῆ τὰ ἀποῤῥήτως παρὰ Θεοῦ τεχνουργούμενα; καὶ μὴν καὶ καρδίας ὀφθαλμὸς τίς ἂν εἴη τοσοῦτος, ὡς καταθρῆσαι δύνασθαι Θεόν; μᾶλλον δέ, τίς ἄρα συνήσει, κἂν εἴ τις ἕλοιτο λέγειν καὶ ἀφηγοῖτο τὰ πολὺ λίαν ὑπὲρ ἡμᾶς;

Ὁ μὲν γὰρ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός, Νικοδήμῳ ποτὲ τοὺς περὶ τῆς πνευματικῆς ἀναγεννήσεως παρετίθει λόγους, καὶ δὴ καὶ ἔφασκεν· Ἀμήν, ἀμὴν λέγω ὑμῖν, ἐὰν μή τις γεννηθῇ ἄνωθεν, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Εἶτα τούτοις προσετίθει τὰ ἐφεξῆς· συνιέντος δὲ αὐτοῦ παντελῶς οὐδέν, τότε δὴ τότε Χριστός, τῆς τῶν ἐννοιῶν ἰσχνότητος ὡς ἀπωτάτω τιθεὶς τῆς ἀνθρώπου διανοίας τὸ πάχος, Εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν, φησί, καὶ οὐ πιστεύετε, πῶς ἐὰν εἴπω ὑμῖν τὰ ἐπουράνια πιστεύσετε; προσετίθει δὲ τούτοις· Ἀμήν, ἀμὴν λέγω ὑμῖν, ὃ οἴδαμεν λαλοῦμεν, καὶ ὃ ἑωράκαμεν μαρτυροῦμεν, καὶ τὴν μαρτυρίαν ἡμῶν οὐδεὶς λαμβάνει.

Οὐκοῦν ἀβασάνιστα τὰ ὑπὲρ ἡμᾶς· εἰ γάρ ἐστιν ἀληθὲς ὅτιπερ τὰ ἐν χερσὶν εὑρίσκομεν μετὰ βίας κατὰ τὸ γεγραμμένον, πῶς οὐκ ἀναγκαῖον ἐννοεῖν, ὡς ἕν γε τοῖς ὑπὲρ λόγον, χρησιμωτάτη λίαν ἡ πίστις, οὐκ ἀκολουθούσης ἐρεύνης, οὐ ζητήσεως εἰκαίας ἐπενηνεγμένης; συνέσει γὰρ τὰ τοιάδε τῶν πραγμάτων τιμᾶται λαμπρῶς.

Τοῦ αὐτοῦ, ἐκ τοῦ βʹ βιβλίου τῶν πρὸς Ἑρμείαν Διαλόγων. —Οὐ δεῖ τὸ πίστει παραδεχθέν, θρασυτέραις ὥσπερ ἐκβασανίζειν ἐρεύναις· πίστις γὰρ οὐκέτι τὸ ζητούμενον· ὡς γὰρ ἐλπὶς βλεπομένη, οὐκέτι ἐλπὶς (ὃ γὰρ βλέπει τις, τί καὶ ὑπομένει;) οὕτω πίστις ἐρευνωμένη, καὶ οὐκ ἔχουσα τὸ ἀζήτητον, πίστις οὐκ ἂν εἴη· κατὰ τὸν ἴσον ἐλπίδι λόγον· τὸ γὰρ πίστει τετιμημένον, βασάνου πάντως ἐλεύθερον.

Τοῦ ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου, ἐκ τῆς ἑρμηνείας τῆς πρὸς Ῥωμαίους Ἐπιστολῆς. —Τῷ δὲ δυναμένῳ ὑμᾶς στηρίξαι, κατὰ τὸ Εὐαγγέλιόν μου καὶ τὸ κήρυγμα Ἰησοῦ Χριστοῦ, κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου, φανερωθέντος δὲ νῦν διὰ Γραφῶν προφητικῶν κατ’ ἐπιταγὴν τοῦ αἰωνίου Θεοῦ, εἰς ὑπακοὴν πίστεως εἰς πάντα τὰ ἔθνη. Εἰπὼν τὸ κήρυγμα Ἰησοῦ Χριστοῦ, τουτέστιν ὃ αὐτὸς ἐκήρυξεν, ἔδειξε τὸ ἀξιόπιστον ὁ λόγος· αὐτοῦ γὰρ τὸ κήρυγμα, φησίν, οὐχ ἡμέτερα τὰ δόγματα εὐαγγελικά ἐστι. Καὶ οὐδενί, φησί, τῶν πρὸ ἡμῶν ἐγνωρίσθη τοῦτο τὸ μυστήριον.

Πάλαι μὲν γὰρ προώριστο, ἐφάνη δὲ νῦν διὰ Γραφῶν προφητικῶν μὴ οὖν δείσῃς ἀποστῆναι τοῦ νόμου· τοῦτο γὰρ βούλεται ὁ νόμος, τοῦτο ἄνωθεν προέλεγε. Μὴ οὖν περιεργάζου διὰ τί νῦν ἐφανερώθη· τοῦτο γὰρ κατ’ ἐπιταγὴν τοῦ Θεοῦ γέγονε, καὶ οὐ δεῖ πολυπραγμονεῖν τοῦτο τὸ μυστήριον, ἀλλ’ ὑπακούειν· ὑπακοῆς γὰρ ἡ πίστις δεῖται, οὐ περιεργίας, μάλιστα ὅταν Θεὸς ἐπιτάττῃ.

Τοῦ αὐτοῦ ἐκ τῆς ἑρμηνείας τῆς πρὸς Θεσσαλονικεῖς δευτέρας Ἐπιστολῆς. —Ἄρα οὖν, ἀδελφοί, στήκετε καὶ κρατεῖτε τὰς παραδόσεις ἃς ἐδιδάχθητε εἴτε διὰ λόγου, εἴτε δι’ ἐπιστολῆς ἡμῶν. Ἐντεῦθεν δῆλον, ὅτι οὐ πάντα δι’ ἐπιστολῆς παρεδίδοσαν, ἀλλὰ καὶ ἀγράφως· ὁμοίως δὲ καὶ ταῦτα κἀκεῖνά ἐστιν ἀξιόπιστα· ὥστε καὶ τὴν παράδοσιν τῆς Ἐκκλησίας ἀξιόπιστον ἡγούμεθα· παράδοσίς ἐστι, μηδὲν πλέον ζήτει· δείκνυσιν ἐνταῦθα πολλοὺς ὄντας τοὺς παρασαλευομένους.

Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Ἑβραίους ἑρμηνείας, εἰς τό, «Πᾶς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων λαμβανόμενος,» καὶ τὰ ἑξῆς. —Διὰ τοῦτο τὴν πίστιν παρελάβομεν, ἵνα μὴ ἀναγκαζώμεθα μυρίας ἐπιέναι αἱρέσεις, καὶ πράγματα ἔχειν· ἀλλ’ ὅπερ ἂν ἣ προσθεῖναι ἢ ἀφελεῖν τις ἐπιχειρήσῃ ἐκείνης, τοῦτο νόθον εἶναι νομίσωμεν· καθάπερ γὰρ οἱ τοὺς κανόνας διδόντες, οὐκ ἀναγκάζουσι μυρία μέτρα περιεργάζεσθαι, ἀλλὰ τὸ δοθὲν ἐκεῖνο κατέχειν κελεύουσιν, οὕτω καὶ ἐπὶ τῶν δογμάτων.

Τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Βασιλείου, ἐκ τῆς εἰς τὸν ριεʹ ψαλμὸν ἑρμηνείας. —Ἐπίστευσα, διὸ ἐλάλησα. Ἐγὼ δὲ ἐταπεινώθην σφόδρα· ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου, Πᾶς ἄνθρωπος ψεύστης. Πίστις ἡγείσθω τῶν περὶ Θεοῦ λόγων· πίστις ἡ ὑπὲρ τὰς λογικὰς μεθόδους τὴν ψυχὴν εἰς συγκατάθεσιν ἕλκουσα· πίστις οὐχ ἡ γεωμετρικαῖς ἀνάγκαις, ἀλλ’ ἡ ταῖς τοῦ Πνεύματος ἐνεργείαις γινομένη. Καὶ μετ’ ὀλίγα· Ἀνάγκη γὰρ ἑκάστης μαθήσεως ἀνεξετάστους εἶναι τὰς ἀρχὰς τοῖς μανθάνουσιν, ἐπεὶ ἀμήχανον τοὺς περὶ τὰς πρώτας ζυγομαχοῦντας, δυνηθῆναι ὁδῷ καὶ τάξει προελθεῖν εἰς τὸ τέλος· καὶ τοῦτο ἂν μάθοις παρ’ αὐτῶν τῶν ἔξωθεν· εἰ γὰρ μὴ συγχωρήσειας τὰς πρώτας ἀρχὰς τῷ γεωμέτρῃ, ἀμήχανον αὐτὸν τὰ ἐφεξῆς συμπεράνασθαι· καὶ τῆς ἀριθμητικῆς ὁ τοῖς πρώτοις καὶ στοιχειώδεσιν ἐνιστάμενος, τὴν εἰς τὸ πρόσω ὁδὸν διακόπτει· ὀμοίως δὲ καὶ αἱ ἰατρικαὶ ἀρχαὶ ἰατροῖς ἀναπόδεικτοι· καὶ ὅλως ἐν ὁποίῳ δήποτε ἐπιτηδεύματι τῶν ὁδῷ καὶ τάξει προϊόντων ἐπὶ τὸ τέλος, ἀδύνατον τῶν πρώτων ὑποθέσεων ἀποδείξεις ἐπιζητεῖν, ἀλλ’ ἀνάγκη τὰς τῶν λογικῶν τεχνῶν ἀρχὰς ἀνεξετάστως παραδεξάμενον, τὸ ἐκ τῶν ὑποτεθέντων ἀκόλουθον ἐν τοῖς ἐφεξῆς ἐπιβλέπειν· οὕτω δὴ οὖν καὶ τὸ τῆς θεολογίας μυστήριον τὴν ἐκ τῆς ἀβασανίστου πίστεως ἐπιζητεῖ συγκατάθεσιν.

Πιστεῦσαι γὰρ δεῖ, φησίν, ὅτι ἔστι Θεός, οὐ ζητῆσαι οὐδὲ ζυγομαχῆσαι τὸ τί ἐστι· καὶ ὅλως εἰ ἡ πίστις ἐλπιζομένων ἐστὶν ὑπόστασις, πραγμάτων ἔλεγχος οὐ βλεπομένων, μὴ φιλονείκει ἰδεῖν ἤδη τὰ μακρὰν ἀποκείμενα, μηδὲ τὰ ἐλπιζόμενα ἀμφίβολα καταστήσῃς, διὰ τὸ μὴ αὐτῶν δύνασθαι κατὰ τὴν γνῶσιν ἐφάπτεσθαι· ταῦτα μὲν οὖν καθ’ ὅλου περὶ πίστεως διὰ τοὺς λογομαχοῦντας, καὶ ἐν ῥήμασι κενοῖς ἔχοντας τὴν ἐλπίδα. Καὶ μετὰ βραχύ· Ὅλως δὲ ἡ ἄνευ πίστεως ἐπὶ τὸ λαλεῖν ἐρχομένη ψυχή, διὰ κενῆς ληρήσει, κατ’ οὐδενὸς ὑποκειμένου τὸν λόγον προάγουσα· ἀρχὴ τοίνυν λόγου ἔμφρονος, πίστις ἰσχυρῶς τῇ καρδίᾳ τοῦ λαλοῦντος ἐνιδρυμένη.

Τοῦ αὐτοῦ ἐκ τῶν κατ’ Εὐνομίου, ἐν οἷς καὶ πόθεν ἡ ἀπιστία δεικνύει. —Εὐθεῖαι αἱ ὁδοὶ Κυρίου, καὶ δίκαιοι πορεύσονται ἐν αὐταῖς· οἱ δὲ ἀσεβεῖς ἐν ταῖς εὐθείαις προσκόπτουσι· καὶ τὸ θαῦμα, ἀφ’ ὧν ὠφελοῦνται οἱ τῇ πίστει ὑγιαίνοντες, ἀπὸ τούτων βλάπτονται οἱ νοσοῦντες, περὶ ζητήσεις καὶ λογομαχίας ἀργάς, ὡς εἶπεν ὁ Ἀπόστολος, ἀσχολούμενοι· ὅτι δὲ ψυχῆς νόσημά ἐστι τὸ κακῶς καὶ περιέργως ζητεῖν περὶ Θεοῦ, καὶ μάλιστα μετὰ ἀπιστίας, πᾶσι φανερόν· εἰ γὰρ αὐτῷ τῷ παναγίῳ Θεῷ τὰ περὶ αὐτοῦ ἀπιστοῦσι, πῶς τῶν προφητῶν ἢ ἀποστόλων αὐτοῦ ἀκούσουσι λεγόντων ἐν θείαις Γραφαῖς τὰ περὶ αὐτοῦ, καὶ τῶν εἰς αὐτὸν μελλόντων ἐλπίζειν; Καὶ μετ’ ὀλίγα· Ζητεῖς ἵνα εὕρῃς, οὐ πίστιν, ἀλλ’ ἀπιστίαν· τοῦτο ἀληθὲς κατὰ τὸ γεγραμμένον·

Εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία. —Ἐπίστευσε δὲ Ἀβραὰμ τῷ Θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, καὶ φίλος Θεοῦ ἐκλήθη. Φίλος Θεοῦ ὁ μακάριος Ἀβραὰμ εἴρηται καὶ ἔστι, φίλος διὰ πίστιν, φίλος δι’ ὑπακοὴν Θεοῦ· σὺ δὲ ἐχθρὸς δι’ ἀπιστίαν καὶ παρακοὴν Θεοῦ· ἐπίστευσε δὲ Ἀβραὰμ τῷ Θεῷ, ἐπίστευσεν ὡς αὐτός, καὶ οὐκ ἠπίστησεν ὡς ὑμεῖς· διὰ τοῦτο αὐτὸς φίλος, ὑμεῖς δὲ ἐχθροί· οἱ ἐχθροὶ Κυρίου ἐψεύσαντο αὐτῷ, κατὰ τὸ γεγραμμένον.

Τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Γρηγορίου τοῦ Θεολόγου εἰς τὸ βάπτισμα λόγου. —Εἰ γὰρ τὰς πρὸς ἀνθρώπους ὁμολογίας ἐμπεδοῖ Θεὸς μέσος παραληφθείς, πόσος ὁ κίνδυνος, ὧν πρὸς αὐτὸν ἐθέμεθα τὸν Θεὸν συνθηκῶν, τούτων παραβάτας εὑρίσκεσθαι, καὶ μὴ μόνον τῶν ἄλλων ἁμαρτημάτων, ἀλλὰ καὶ αὐτοῦ τοῦ ψεύδους ὑποδίκους εἶναι τῇ ἀληθείᾳ; Καὶ μετά τινα· Μηδὲν σοφίσῃ, μηδὲν τεχνάσῃ κατὰ τῆς σῆς σωτηρίας· κἂν γὰρ τοὺς ἄλλους παραλογιζώμεθα, ἡμᾶς γε αὐτοὺς οὐ δυνησόμεθα· ὡς τό γε καθ’ ἑαυτοῦ παίζειν, λίαν ἐπισφαλὲς καὶ ἀνόητον. Καὶ μετ’ οὐ πολλά· Φύλασσέ μοι τὰ γεγραμμένα, ἐν καιροῖς τρεπτοῖς ἄτρεπτος μένων περὶ ἀτρέπτου πράγματος.

Τοῦ ἐν ἁγίοις Γρηγορίου ἐπισκόπου Νύσσης ἐκ τῶν εἰς τὴν τοῦ ἀνθρώπου κατασκευὴν κεφάλαιον κγʹ. —Καὶ γὰρ οἱ περὶ τὸν Ἀβραὰμ πατριάρχαι, τοῦ μὲν ἰδεῖν τὰ ἀγαθὰ τὴν ἐπιθυμίαν ἔσχον, καὶ οὐκ ἀνῆκαν ἐπιζητοῦντες τὴν ἐπουράνιον πατρίδα, καθώς φησιν ὁ Ἀπόστολος, ἀλλ’ ὅμως ἐν τῷ ἐλπίζειν ἔτι τὴν χάριν εἰσί· Τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν. Εἰ οὖν ἐκεῖνοι φέρουσι τὴν ἀναβολήν, οἱ πόῤῥωθεν διὰ μόνης πίστεως καὶ τῆς ἐλπίδος ἰδόντες τὰ ἀγαθὰ καὶ ἀσπασάμενοι, καθὼς μαρτυρεῖ ὁ Ἀπόστολος, τὸ ἀσφαλὲς τῆς τῶν ἐλπισθέντων ἀπολαύσεως, ἐν τῷ πιστὸν ἡγήσασθαι τὸν ἐπαγγειλάμενον, θέμενοι· τί χρὴ πράττειν τοὺς πολλοὺς ἡμᾶς, οἷς τυχὸν οὑδὲ ἡ πρὸς τὸ κρεῖττον ἐλπὶς ἐκ τῶν βεβιωμένων ἐστίν; Ἰστέον δὲ ὅτι ἐν τῷ ιθʹ κεφαλαίῳ φησί, τὴν ἀπιστίαν μετὰ τῶν λοιπῶν ὧν ἀπηριθμήσατο τῆς ψυχῆς παθῶν, συγγενῆ εἶναι τῇ τῶν ἀλόγων ὁρμῇ, αὐξανομένων δὲ τῇ τῶν λογισμῶν συμμαχίᾳ.

Τοῦ αὐτοῦ κεφάλαιον κδʹ. —Ἀλλὰ μὴν καὶ ἐκ τοῦ Θεοῦ τὰ πάντα, τῆς Γραφῆς λεγούσης ἀκούοντες πεπιστεύκαμεν, καὶ τὸ πῶς ἦν ἐν τῷ Θεῷ, τὸ ὑπὲρ τὸν ἡμέτερον λόγον εἶναι, οὐκ ἀξιοῦμεν περιεργάζεσθαι, πάντα τῇ θείᾳ δυνάμει χωρητὰ πεπιστευκότες· καὶ τὸ μὴ ὂν ὑποστήσασθαι, καὶ τῷ ὄντι πρὸς τὸ δοκοῦν ὑποβάλλειν τὰς ποιότητας· οὐκοῦν ἀκολούθως ἀρκοῦν ἡγούμεθα τοῖς οὖσι πρὸς τὴν ἐκ τοῦ μὴ ὄντος ὑπόστασιν, τὴν τοῦ θείου θελήματος δύναμιν· οὕτω καὶ τὴν ἀναστοιχείωσιν τῶν συνεστώτων εἰς τὴν αὐτὴν ἀνάγοντες δύναμιν, εἰς οὐδὲν ἕξω τοῦ εἰκότος τὴν πίστιν παραληψόμεθα.

Τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Διονυσίου ἐπισκόπου Ἀθηνῶν, ἐκ τοῦ περὶ θείων ὀνομάτων λόγου δʹ, κεφάλαιον κδʹ. —Ἐν γνώσει δὲ ἁμαρτάνοντας καλεῖ τὰ λόγια τοὺς περὶ τὴν ἄληστον τοῦ ἀγαθοῦ γνῶσιν, ἢ τὴν ποίησιν ἐξασθενοῦντας, καὶ τοὺς εἰδότας τὸ θέλημα καὶ μὴ ποιοῦντας· τοὺς ἀκηκοότας μέν, ἀσθενοῦντας δὲ περὶ τὴν πίστιν ἢ τὴν ἐνέργειαν τοῦ ἀγαθοῦ, καὶ ἀβούλητόν τισι τὸ συνιέναι τοῦ ἀγαθῦναι κατὰ τὴν παρατροπὴν ἢ τὴν ἀσθένειαν τῆς βουλήσεως.

Τοῦ ἁγίου Ἀθανασίου ἐκ τοῦ λόγου τοῦ κατὰ τῶν φρονούντων τὰ Σαμοσατέως, καὶ περὶ πίστεως, ὅτι εἷς ὁ Χριστός. —Χριστὸν γὰρ εὐθέως ἐξελθόντες ἐκήρυξαν οἱ ἀπόστολοι συμφώνως τὸν Υἱὸν τοῦ Θεοῦ. Καὶ μετά τινα· Τίς χρεία ζητεῖν καὶ λογομαχεῖν; πιστεύειν συμφέρει καὶ σέβειν καὶ προσκυνεῖν. Καὶ μετὰ βραχέα· Οὐ ζητῶ πῶς παθητὸς καὶ πῶς ἀπαθὴς ὁ αὐτός· πῶς Θεὸς καὶ πῶς ἄνθρωπος, μὴ τὸ πῶς περιεργαζόμενος, καὶ τὸν τρόπον ἀναζητῶν, ἐκπέσω τοῦ προκειμένου ἡμῖν ἀγαθοῦ· πιστεύειν γὰρ πρῶτον χρὴ καὶ δοξάζειν· δεύτερον ἄνωθεν τὴν σύστασιν τούτων αἰτεῖσθαι, καὶ μὴ κάτωθεν ταύτην πορίζεσθαι. Ἐν δὲ τῷ δευτέρῳ ἤτοι τρίτῳ κατὰ Ἀρειανῶν λόγῳ ὁ αὐτὸς Πατήρ φησιν· Ὅτι οὐδὲ εἰ ἀπορεῖ τις ζητῶν περὶ Θεοῦ, ὀφείλει καὶ ἀπιστεῖν τοῖς γεγραμμένοις· βέλτιον γὰρ ἀποροῦντας σιωπᾷν καὶ πιστεύειν, ἢ ἀπιστεῖν διὰ τὸ μὴ ἀπορεῖν.

Αὐτάρκη οἶμαι τὰ εἰρημένα πρὸς ὑπόμνησιν· οὐ μέγα δὲ εἰπεῖν, καὶ πληροφορίαν εἶναι τοῖς φιλακροάμοσι τῶν θείων, καὶ πρὸς εὐσέβειαν ἐπιθυμητικῶς ἔχουσι· δύναιτο δ’ ἄν τις τῶν πιστῶν καὶ ἐχεφρόνων φιλοπόνως τὰ τοιαῦτα ἐξερευνῶν, πλείους μαρτυρίας ἔκ τε τῶν θείων Γραφῶν, ἔκ τε τῶν ἱερῶν πόνων τῶν θεηγόρων Πατέρων ἡμῶν συναγεῖραι, προτρεπούσας τὸ ἁπλοϊκὸν τοῦ τρόπου τῆς πίστεως, καὶ ἀπανούργευτον ἐν συνειδήσει ἀγαθῇ ἐπιδεικνυμένας, τῇ εὐθύτητι τῶν ὀρθῶν δογμάτων προσφέρεσθαι, αὐτοτελεῖς τοὺς μισθοὺς τῶν τοιούτων πόνων εἰδότας ἀπολήψεσθαι, παρὰ τοῦ πάντων ἡμῶν Σωτῆρος καὶ Δεσπότου Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν.