Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Ἀπολογητικὸς λόγος ὑπὲρ τῶν ἁγίων εἰκόνων

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Η αιρετική πλάνη, οι διωγμοί των ορθοδόξων και η νόθευση της παραδόσεως

Ανασκευή των αρειανικών καταβολών της εικονομαχίας, στηλίτευση της παραποίησης των πατερικών κειμένων και περιγραφή του διωγμού των υπερασπιστών της ορθής πίστεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 2 από 12

ιʹ. Ἐπειδὴ καὶ πρὸς τῇ προτέρᾳ κατὰ Χριστοῦ δυσφημίᾳ, καὶ ἑτέραν οὐκ ἐλάττω ταύτης, τὸ ἀπερίγραπτον αὐτὸν ἀνειληφέναι σῶμα, ὥσπερ ὀνειροπολοῦντες, οἱ Χριστομαχοῦντες προσεπάγουσιν· ἂς δὴ κρατύνειν ἀποπειρῶνται, ἐκ τῶν τοῦ εὑρετοῦ καὶ Πατρὸς τῆς ἀποστασίας ἀφορμῶν, τὸ πᾶν τῆς ἐναγοῦς αὐτῶν εἰληφότες διδασκαλίας· ἐκεῖνος γὰρ τῇ μὲν προηγουμένῃ τῶν ἀσεβειῶν παριστάμενος, φωνὰς συναγήγερκε, παρά τε τῶν τοῦ Πνεύματος λογίων συγγραφείσας παρασπασάμενος, πρὸς δὲ καὶ τῶν μακαρίων Πατέρων ἡμῶν σοφῶς ἐκπονηθείσας, πρὸς ἔλεγχον μὲν τῆς τῶν βδελυρῶν εἰδώλων ἀπάτης, κατηγορίαν δὲ τῆς τῶν ἀγνοούντων τὸν τῶν ὅλων Θεὸν ἐθνῶν, ἀπιστίας καὶ ἀπονοίας παρατεμόμενος· ἃς δὴ κακῶς καὶ ἀνοήτως ἐξειληφώς, καὶ ὡς ἀληθῶς εἰπεῖν εἰδωλικαῖς μυσαρότησι τὴν ψυχὴν καταχραίνων τὴν ἑαυτοῦ, ταῖς ἱεραῖς εἰκόσιν ἐφήρμοσε· τῇ δ’ αὖ ἑπομένῃ τὸ κῦρος δίδωσιν, ἐκ τῆς ἐμμανοῦς τῶν Ἀρειανῶν δόξης, καὶ τῆς Μανιχαίων λυσσώδους θρησκείας ὁ ἔκφρων ὁρμώμενος.

ιαʹ.

Τούτοις πρὸς σύστασιν τῶν ἑαυτῶν οἱ γεννάδαι ἀποχρῶνται δογμάτων· ἐπειδὴ γὰρ οἰκεῖόν τι κατασκευάσαι οὐκ ἔχουσιν (οὐδὲ γὰρ ἂν πρὸς τὴν αἴγλην τῆς ἀληθείας ἀντωπεῖν δύναιντο), οὐκ αἰσχύνονται οἱ ἐν ἱερεῦσι τετάχθαι νομίζοντες, τῶν ἐν λαϊκοῖς τελούντων καὶ ταῦτα βεβήλων καὶ ἀκαθάρτων ξένα καὶ ἔκφυλα τοῦ τῶν Χριστιανῶν φρονήματος διδάγματα παραδέχεσθαι· οὕτω τῆς τοῦ Θεοῦ δόξης ἀποπεπτωκότες, τῇ ἀνθρωπίνῃ ματαιότητι ἐξανδραποδιζόμενοι κατεσύρησαν· διὰ τοῦτο τῇ εἰκόνι τῇ χρυσῇ καθάπαξ ὑποκύψαντες, τῇ εἰκόνι τοῦ Χριστοῦ προσκυνεῖν οὐκ ἀνέχονται· ἀλλὰ τὸν μὲν περὶ τῶν εἰδώλων λόγον, τίς τέ ἐστι, καὶ ἐπὶ τίσιν ἐφαρμόζεται, καὶ τοῦτον προφανῆ καὶ δεδημοσιευμένον ὑπάρχοντα, οὐκ οἶμαί τινα λανθάνειν τῶν ἐρώντων τοῦ κρείττονος, καὶ μικρὸν γοῦν ἐπῃσθημένων τῆς τῶν πραγμάτων φύσεως· ἡ δὲ τῶν συντεταγμένων τούτῳ Ἀρειανῶν ἀθεότης, ἀποκεκρυμμένον πως καὶ οὐ πάνυ καταφανῆ τὸν δόλον τῆς ἀσεβείας κέκτηται, καὶ ταύτῃ οὐ ῥᾳδίως τοῖς πολλοῖς καταλαμβάνεται· σεσοφισμένοις γὰρ τοῖς ῥήμασι καὶ πολυπλόκοις ἐπινοίαις εἰς τοῦτο αὐτοῖς ἐκμεμηχανημέναις, τῇ τῶν παραλογισμῶν ἀχλύϊ καὶ ταῖς ἐκ τῶν τῆς εὐγλωττίας στροφῶν πιθανότησι, συναρπάζειν καὶ ὑποσύρειν τοὺς ἁπλουστέρους ἐπὶ τὸ ἴδιον φρόνημα ἱκανῶς ἔχουσι· διὰ τοῦτο μικρά τινα περὶ αὐτοῦ τε καὶ τῶν προεστηκότων εἰπεῖν, πρὸς τὴν τῶν ἀγνοούντων εἴδησιν καὶ ὠφέλειαν, ἄξιον ὑπείληφα· τίνες δὲ αἱ βίβλοι αὗται, καὶ τῆς ποίας διδασκαλίας, ἐρῶν ἔρχομαι.

ιβʹ. Τίς οὐκ οἶδε τὴν θεομάχον τῶν δυσωνύμων Ἀρειανῶν ἀθεωτάτην αἵρεσιν, ἣν ὁ τῆς μανίας ὄντως ἐπώνυμος Ἄρειος ἐξεγέννησε, καὶ τοὺς τὸν μαινόλην τουτονὶ καὶ ἔκφρονα συναπαρτίζοντας θίασον; οἳ τὴν θεότητα τοῦ ζῶντος καὶ ὑφεστῶτος καὶ ἐνυποστάτου Θεοῦ Λόγου ἀθετοῦσιν ἀνοητότατα, ἑτεροφυᾶ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας αὐτὸν ἀποφαίνειν πειρώμενοι, καὶ τῆς δόξης τῆς πατρικῆς ἀποσχίζειν ἀθέσμως οἰόμενοι, καὶ τὰς τῆς δεσπότιδος φύσεως ἀσυγκρίτους ὑπεροχάς, ἐπὶ τὴν τῆς δούλης κτίσεως περιπέζιον τάξιν καταβιβάζοντες· οὐ μὴν δὲ ἀλλὰ καὶ τὴν θείαν καὶ ὑπερφυᾶ τοῦ Λόγου συκοφαντοῦσι σάρκωσιν, καὶ ὡς ἐν σκιαῖς καὶ ψιλαῖς φαντασίαις αὐτὴν πεφηνέναι ἀπισχυρίζονται φαντασιούμενοι, συνῳδὰ τῇ Μανιχαϊκῇ λύσσῃ, καὶ τοῖς ἀπὸ τῆς τοῦ Βαλεντίνου βακχείας καὶ αὐτοὶ δογματίζοντες· τίς οὐ μεμάθηκεν, ᾧ καὶ κατὰ βραχὺ γοῦν Λόγου μέτεστι, καὶ ἱστορίας εἰς πεῖραν ἀφίκετο, τὴν τούτων κορυφὴν καὶ ἀκρόπολιν;

Ὁ Καισαρεὺς δ’ οὗτός ἐστι δυσσεβὴς ὄντως Εὐσέβιος, ὅς γε πολλὰ μὲν κατὰ τῆς τοῦ Λόγου θεότητος δεδυσφημηκὼς πεφλυάρηκε, πολλὰ δὲ κατὰ τῆς θείας τοῦ Σωτῆρος οἰκονομίας ματαιοπονῶν δεδυσσέβηκεν· οὗ τὰ συγγράμματα μέχρι καὶ τήμερον τῶν ἐξαγίστων αὐτοῦ δογμάτων ὑπάρχει κατάπλεα· οὐ γὰρ Ἄρειον μόνον τὸν ἑαυτοῦ διδάσκαλον, καὶ τῆς ἀποστασίας ταύτης εἰσηγητήν, ἀλλ’ ἤδη καὶ πάντας τοὺς εἰς τὴν δόξαν τοῦ Μονογενοῦς προσκεκρουκότας ὑπερβαλέσθαι ἐφιλονείκησε· κτίσμασι γὰρ προσκυνῶν, καὶ τῇ κτίσει τὸ μόνῳ πρέπον Θεῷ σέβας ἀνάπτων ἐλέγχεται, λάτρις εἰδώλων ἐντεῦθεν σαφῶς ἐκδεικνύμενος, καθὰ καὶ παρὰ τῶν ἐκκρίτων τῶν θεοφόρων Πατέρων ἡμῶν μεμαρτύρηται· ἀναγκαίως οὖν καὶ οἱ προσκείμενοι αὐτῷ καὶ μαθητευόμενοι, τὴν τοῦ διδασκάλου δόξαν ἀναφερέσθωσαν· οὗτος γὰρ αὐτοῖς τὸ κατὰ Χριστὸν σῶμα, μὴ οἷόν τε εἶναι γράφεσθαι εἰσηγήσατο, ὡς ἀληθῶς φαντασιούμενος, καὶ ὠνείρωξε· τίνα δὲ τῶν ἁπάντων τὰ κατ’ αὐτὸν διαπέφευγε; μᾶλλον δὲ τίνι οὐκ ἔνδηλα καὶ καταφανῆ, κἂν ἀγροικικός τις ᾖ καὶ ἀπαιδοτρίβητος;

ὡς πεντακοσίοις πρότερον ἔτεσι, καὶ μικρόν τι πρός, ἡ πολυάνθρωπος ἐκείνη καὶ θεόλεκτος ὁμήγυρις, ἡ κατὰ Νίκαιαν, φημί, ἱερὰ τῶν θεοφόρων καὶ θαυμασίων ἀνδρῶν σύνοδος, πάντα ἐκ Πνεύματος θείου καὶ κινουμένη καὶ πράττουσα, τοὺς ἀντεχομένους τῆς Ἀρειανικῆς αἱρέσεως, τῆς Ἐκκλησίας καθελοῦσα ἐξώθησεν, ἐκκηρύκτους αὐτοὺς σὺν πᾶσι τοῖς ἐκφύλοις καὶ ὀθνείοις αὐτῶν δόγμασι καταστήσασα· κἄν που Εὐσέβιος μετὰ τοῦ πεπλασμένου ἤθους τῇ ὀρθῇ συνετίθετο δόξῃ, λανθάνειν βουλόμενος, καὶ πάλιν εἰς ἑαυτὸν ἐπανιών, καθάπερ οἱ ἑτεροκλινεῖς τῶν ὁρπήκων τῆς ἀντιπεριελκούσης χειρὸς ἐλευθεριάζοντες· ὁποῖον δή τι καὶ ὁ δυσδαίμων ἐσοφίζετο Ἄρειος, ὡς καὶ χρόνοις πλείοσιν ὕστερον, ἐπεὶ τὸ δολερὸν τῆς γνώμης τισὶν ἐκέκρυπτο, καὶ μνήμην αὐτοῦ ποιεῖσθαι ἠξίουν, τοῦ τῶν ὀρθοδόξων χοροῦ τυγχάνειν ὑπολαμβάνοντες· τούτους ἡ κατὰ τὴν Ἀλεξάνδρου μεγαλόπολιν συνελθοῦσα σύνοδος, κανονικοῖς δεσμοῖς ὑποβάλλει, μηδενὶ ἐξεῖναι τῶν εὐσεβούντων Χριστιανῶν εἰς μνήμην Εὐσεβίου ἰέναι καθορίσασα.

Τί δ’ ἄν τις εἴποι περί γε τῶν μετ’ ἐκείνους θεοφόρων Πατέρων, καὶ τῆς ὀρθῆς πίστεως καὶ διδασκαλίας εἰσηγητῶν, ὅπως γενναίως καὶ ἀνδρικῶς ἄγαν, κατὰ τῆς πλάνης ταύτης ἐνστάντες καὶ ἀποδυσάμενοι διηγωνίσαντο; ὧν τὰ συγγράμματα καὶ τὰς βίβλους, καὶ ἀριθμῷ διαλαμβάνειν, πολλῆς ἂν δεήσειε σχολῆς καὶ χρόνου· οὕτως μὲν οὖν τῷ ἀπείρῳ χρόνῳ, ἐκτὸς τῆς καθ’ ἡμᾶς ἱερᾶς αὐλῆς διεῤῥιμμένος Εὐσέβιος, σήμερον αὐτοῖς τῆς διδασκαλίας, ἢ ματαιοφροσύνης εἰπεῖν ἀληθέστερον, ἔξαρχος προκαθέζεται· καὶ τοῖς τούτου δόγμασι μέγα φρονοῦσι καὶ βρενθύονται οἱ ταλαίπωροι, καὶ αὐτῷ γε τούτῳ καττυθείσας χρήσεις προτίθενταί τινας ἀλλοκότους, μηδὲ τῇ ἀληθείᾳ μηδὲ ἀλλήλαις συμβαινούσας· τοιοῦτον γὰρ τοῦ ψεύδους τὸ ἴδιον· ἐνίων γὰρ ὁλοκλήρων βιβλίων ἕως τοῦ νῦν ἠμοιρηκότες τυγχάνουσι παντάπασιν, οὓς δὴ καὶ Πατέρας χειροτονεῖν ὥσπερ ἐξ ἐπιτάγματος οὐ δεδίασι, καὶ πρωτάρχους τῆς φλυαρίας αὐτῶν ἀνακηρύσσουσιν· ὧν τὸ ληρῶδες καὶ φαῦλον τῆς ἀπιστίας, ἐν τοῖς μετέπειτα ἐξελέγξομεν, εἴπερ εὐδοκοίη Θεός, καὶ τῷ πόνῳ συνεφάπτηται καὶ συναίρηται, ὃς οἶδε γλῶσσαν τρανοῦν μογιλάλου, καὶ τῶν μελῶν ἐπιῤῥωννύειν τὰ παρειμένα καὶ ἄῤῥωστα, ἵνα ἐξάλληται ὥσπερ ἔλαφος ὁ χωλός, καὶ οἱ πόδες ὡραῖοι καὶ ἄρτιοι τῶν εὐαγγελιζομένων τῆς τοῦ Θεοῦ ἡμῶν Ἐκκλησίας τὴν εἰρήνην διαφαίνοιντο. Ἐπὶ δὲ τὸ προκείμενον ἴωμεν.

ιγʹ. Ἐπεὶ οὖν αὐτοῖς δυσήνυστα ἐδόκει καὶ δυσκατόρθωτα τὰ βουλεύματα, μή ποτε ἐκ μόνης τῆς τῶν ἔξωθεν τῆς Ἐκκλησίας διδασκαλίας ὁρμώμενοι, ἀπίθανα τοῖς πολλοῖς λέγειν δόξαιεν, καὶ περὶ τὸν σκοπόν, ἀπρακτήσαιεν, τί δρῶσι; καὶ ποῖ τὰ τῆς πανουργίας αὐτοῖς ἐξοίχεται; τῷ θολερῷ καὶ πικρῷ τῶν αἱρετιζόντων ῥεύματι, τὸ γλυκὺ καὶ καθαρὸν τῆς ἀληθείας νᾶμα παραμιγνύουσιν, ὅπερ πάλαι οἱ κακοὶ κάπηλοι τὸν οἶνον ὕδατι μίσγοντες ὀνειδίζονται· καὶ τῶν θεολόγων Πατέρων ἡμῶν, οἳ τῷ κόσμῳ τὸ φῶς τῆς ἀληθείας ἐπύρσευσαν, ῥήσεις τινὰς τοῦ ὅλου σώματος τῶν βίβλων ἀποσπαράξαντες, τῇ ἐκείνων συγκατηρίθμησαν πλάνῃ· ἢ οὐδὲ συνεῖναι τάχα ἰσχύσαντες τὴν ἐγκειμένην τοῖς λόγοις διάνοιαν, ἡνίκα τὴν λήμην τῶν τῆς ψυχῆς ὀμμάτων ἀποκαθήρασθαι οὐ προείλοντο, ἢ κατὰ τὸ δοκοῦν ἐπ’ ἀπωλείᾳ ἑαυτῶν τε καὶ τῶν ἀπατωμένων, ταῦτα προϊσχόμενοί τε καὶ παρεξηγούμενοι, τὸν λόγον τῆς ἀληθείας δολοῦσι καὶ καπηλεύουσι, τῷ χαλκῷ τὸ δέλεαρ ἐνσκευασάμενοι, ἵνα τῷ ἀξιοπίστῳ τῶν προσώπων, τοὺς ἁπλουστέρους τῶν ἀκροωμένων βουκολοῦντες οἱ βωμολόχοι ἐπαγάγωνται, τῷ κεκρυμμένῳ δόλῳ τῆς ἀσεβείας περιπαρέντας· τὰς δὲ ἐμφανῶς καὶ ἀντιῤῥήτως καὶ εἰς γνῶσιν ἅπασιν ἐκκειμένας περιξέοντες καὶ περιγράφοντες, καὶ τοῖς εἰς πεῖραν αὐτῶν ἀχθεῖσι δολίως ἀποκρυπτόμενοι, ὢ τῆς τυφλώσεως! ὢ τῆς πωρώσεως!

οὐκ ἔγνωσαν οὐδὲ συνῆκαν· διὰ τοῦτο ἐν σκότῳ βαθεῖ διαπορεύονται, καὶ πρὸς τὰς αὐγὰς τῆς ἀληθείας ἀναβλέψαι οὐ βούλονται· εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐξουθένησαν.

ιδʹ. Τί τούτων τῶν ἐγχειρημάτων χαλεπώτερον ἢ βλαβερώτερον; Τί ταύτης τῆς διαιρέσεως δυσαχθέστερον ἢ ἀπηχέστερον; Πάλαι καλῶς τεθνηκυῖαν αἵρεσιν, καὶ φροῦδον ἐκ τῆς τῶν Χριστιανῶν γλώσσης γεγενημένην νῦν ἀναζωπυρεῖν καὶ τεθηλέναι οἱ παράφρονες ἐκβιάζονται· τοῦτο γὰρ αὐτῆς τοῖς σπουδασταῖς ἔργον τε καὶ ἀγώνισμα· καὶ τῷ ἐχθρῷ πάροδον τῆς καθ’ ἡμῶν ἐπηρείας διδόασιν, ἵνα ὅπερ πάλαι συμμάχους καὶ ὑπηρέτας τῆς ἑαυτοῦ κακίας εὑρηκὼς ἀπετέλεσε, κἂν διὰ τῶν σταυρωσάντων τὸν Κύριον ποιῆσαι οὐκ ἴσχυσε, τοῦτο ἐφ’ ἡμῶν αὐτῶν ἀπεργάσηται· ἤδη γὰρ καὶ νῦν ὁ ἄνωθεν καὶ δι’ ὅλου τῷ τιμίῳ αἵματι Χριστοῦ ἐξυφασμένος χιτὼν περιῤῥήγνυται καὶ μερίζεται, καὶ τὸ κράτιστον τῶν ἐν ἡμῖν καλῶν, ἡ εἰρήνη καὶ ὁμόνοια, λέλυται καὶ διόλωλε.

Δεινὸν μὲν τὰ πάλαι ἱστορούμενά τε καὶ ἀκουόμενα, ἡ βασιλεία Δαβὶδ καθ’ ἑαυτὴν μεριζομένη καὶ σχιζομένη, καὶ τῶν φυλῶν ἡ διάστασις, θρασύτητι καὶ αὐστηρίᾳ τοῦ ἐκγόνου γεγενημένη, καὶ Ἰσραὴλ ἀποτρέχων εἰς τὰ ἑαυτοῦ σκηνώματα, καὶ Ἱεροβοὰμ ἐν σκήπτροις ὁ δοῦλος καὶ ἀποστάτης ἐνθρονιζόμενος, τὸ παραδοξότατον· καὶ τῆς Ἱερουσαλὴμ ἀντιδιαιρουμένη Σαμάρεια, ὅθεν τῶν κακῶν ἡ κρηπὶς καταβέβληται, καὶ ὁ λαὸς ἀναπεπεισμένος προσκυνεῖν τῇ κτίσει παρὰ τὸν Κτίσαντα, ἐπὶ τὴν εἰδωλομανίαν ἀθέως ἐξεκυλίσθη· δεινότερον δὲ τὰ νῦν τελούμενα καὶ ὁρώμενα, ἐπείπερ ἡ Χριστοῦ βασιλεία τέμνεται καὶ διίσταται, καὶ τὰ μέλη τοῦ κατὰ Χριστὸν σώματος καὶ τῆς αὐτῆς κεφαλῆς, καθ’ ἑαυτὰ διαστασιάζει, καὶ τὸ ἔθνος τὸ ἅγιον, τὸ βασίλειον ἱεράτευμα, ὁ λαὸς ὁ εἰς περιποίησιν ἐξαγγέλλειν τὰς θείας ἀρετὰς κατάχρεως, καὶ τὸ μεγαλεῖον τῆς θείας οἰκονομίας λαμπρᾷ τῇ φωνῇ καὶ διαπρυσίῳ βοᾷν κηρύγματι, καὶ τὴν χάριν τῆς ἐλευθερίας ὁμολογεῖν καὶ ἀπολυτρώσεως, εἰς τοὐναντίον περιετράπησαν, καὶ κατὰ πλείονας τοῖς τῆς κακίας ὑπηρέταις δελεαζόμενοι, ὡς οὐδὲν ὠφελημένοι, ἀνατολῇ ἐξ ὕψους ἐπισκεφθέντες οἱ ἐσκοτισμένοι, τῷ κρημνῷ τῆς ἀπιστίας περιπίπτουσι, τὰ ἀχάριστα κτίσματα, οἱ νέοι Ἰουδαῖοι καὶ ἀγνώμονες· ὁπόσον δ’ ἂν τὸ ἐν μέσῳ τούτων, κατίδοι ἄν τις διασκοπούμενος· ὅτι ἐκεῖνα μὲν τῶν γηΐνων καὶ χαμερπῶν, καὶ ἀρχὴν ἐχόντων ἐπίκηρον, καὶ ἥκιστα ὑπομενόντων ἕνεκεν, εἶχε τὸ ἀμφήριστον, καὶ τῶν γνωμῶν ἐπρυτάνευε τὸ ἀντίῤῥοπον· ταῦτα δὲ τῶν οὐρανίων αὐτῶν, καὶ τῆς ἄνω βασιλείας τε καὶ λαμπρότητος, καὶ ὧν οὐκ ἄξια τὰ βλεπόμενα, εἴπερ ἡμῖν ταῦτα πίστις εὐσεβὴς κατεπαγγέλλεται, συμπαρομαρτούντων ἤδη τῶν οἰκείων ἔργων τῆς πίστεως.

Οὕτω δὴ καὶ τοιαῦτα τὰ παρόντα εἶναι συμβέβηκεν, ἡνίκα τὸ καινὸν τοῦτο καὶ ἄθεσμον ἄθροισμα, ὥσπερ ἄλλη Σαμάρεια, τῆς νέας Ἱερουσαλὴμ τῆς Ἐκκλησίας ἀπονοσφίζεται· καὶ κάθηνταί γε ἐφ’ ὕβρει καὶ ὑψηλῇ καρδίᾳ, καὶ ταῖς χρυσαῖς ἡττῶνται δαμάλεσι· ταύτῃ δὴ τῇ δευτέρᾳ εἰδωλολατρίᾳ, τῇ φιλαργύρῳ γνώμῃ, οἱ τῇ ματαίᾳ δόξῃ τοῦ κόσμου δουλούμενοι· καὶ λαὸς τοῦ Ἐφραῒμ χρηματίζειν οὐ καταδύονται, καὶ τῷ ὄρει Σιών, τῇ καθ’ ἡμᾶς ὑψηλῇ καὶ ἐπηρμένῃ θεολογίᾳ ἐπανίστανται, τὴν κενολογίαν αὐτῶν καὶ τὸ χαμαιπετὲς καὶ ἐπισεσυρμένον ἀντεπεξάγοντες φρόνημα, ἐξ οὗ πολλοὺς σοφιζόμενοι καὶ παραλογιζόμενοι, ἐπὶ τὸ ἴδιον ἕλκουσι βάραθρον· ὅσοι μὲν γὰρ βλακώδεις, καὶ τὴν διάνοιαν εὐπαράφοροι, τήν τε πίστιν ἀστήρικτοι, καὶ πρὸς τὰ παρόντα μόνον κεχήνασι, καὶ περὶ τὴν δόξαν τοῦ κόσμου ἐπτόηνται, εὐδαιμονίαν τὰ τῇδε τιθέμενοι, ἐκεῖθεν ὡς ἀνδράποδα αἰχμαλωτιζόμενοι, τὴν Ἱερουσαλὴμ ἀπολιμπάνουσι, καὶ πρὸς τοὺς βωμοὺς τοῦ γέλωτος ἵενται, καὶ τὸ λῃστρικὸν ἐκεῖνο ἄντρον ὑποδύονται τῶν τῆς αἰσχύνης ἱερέων· ἐνταῦθα πυθόμενοι, καὶ τὴν λώβην τῆς ψυχῆς ἐκ τοῦ παραχρῆμα παραδεχόμενοι· καὶ ὁ βουλόμενος πληροῖ τὴν χεῖρα ἢ τὴν ψυχὴν ἄγους παντὸς καὶ μιάσματος, ἢ τῶν ὑψηλῶν ἱερεὺς κακῶς προχειριζόμενος, ἢ τῇ Ἀστάρτῃ τῆς φιλοσαρκίας ὑποκύπτειν ἀναπειθόμενος· οὓς ἐπειδὰν ἐντὸς ἀρκύων οἱ θηρεύοντες λάβοιεν, ἆθλά τε προτίθενται, καὶ τὴν εἰς τὰ βασίλεια ὑπισχνοῦνται πρόοδον καὶ οἰκείωσιν, λαμπρὰς αὐτοῖς ὑποτείνοντες τὰς ἐλπίδας· κατακροτοῦσί τε ταῖς εὐφημίαις καὶ γεραίρουσι, καὶ ὡς οἰκείους ἤδη εἰσποιούμενοι καὶ ὁμογνώμονας, τὸ λοιπὸν περιέπουσιν.

ιεʹ.

Ὅσοι δὲ ἀνδρικοὶ τὴν γνώμην σφριγῶντες περὶ τὴν εὐσέβειαν, καὶ ζηλωταὶ καλῶν ἔργων ὑπάρχουσιν, οἷα δὴ τὸ ἀκλινὲς καὶ ἐρηρεισμένον περὶ τὸ καλὸν ἔχοντες, ὑπερόπται τούτων ἐφάνησαν· καὶ μικρὰ τῆς ὀρχήστρας φροντίσαντες, ὡς πολὺ τὸ ἀπατηλὸν καὶ εἰκαῖον ἐχόντων, βίᾳ περιελκόμενοι καὶ διωθούμενοι καὶ οὐκ ἐθέλοντες, καθάπερ δεσμῶταί τινες καὶ κατάκριτοι συλλαμβάνονται· καὶ εἶτα κατεγνωκότες αὐτῶν τῆς σκηνῆς, καὶ τὴν πεπλαστουργημένην εἰκαιομυθίαν ὡς ὕθλον βδελυττόμενοι, οὕτω μὲν τῆς τοῦ κακοῦ φορᾶς οὐκ ἀνίενται, ἀλλὰ διὰ τῆς πρώτης πείρας λόγων πιθανότησιν ὑποσαίνοντες οἱ ἐπηρεάζοντες καὶ θωπεύοντες, δωρεῶν τε πλείστων ὑποσχέσεσιν ὑποκλέπτειν ἐπιχειροῦσι, καὶ πρό γε τῶν ἄλλων χειρογραφεῖν τὴν ἀσέβειαν τὸ πλέον ἐκβιαζόμενοι, καὶ τὰ χρηστὰ ἐν ἐπαγγελίαις ὁμοῦ καὶ τὰ δυσχερῆ ἐν ἀπειλαῖς κείμενα, ὁπότερον ἂν τούτων τις ἕλοιτο· ἡνίκα δ’ ἂν τὸ ἑδραῖον καὶ βεβηκὸς τῆς πίστεως ἴδοιεν, καὶ ὡς οὐδὲν τῶν κατὰ γνώμην ἀνύσειαν, ἐπὶ τὰς τῶν βεβιωμένων ἐρεύνας χωροῦσι, γράφονταί τε αὐτοὺς ἐπικλημάτων, ἃ μηδὲ ἀκοῇ οἱ συκοφαντούμενοι παρεδέξαντο πώποτε· καὶ οὐκ ἐν ἐλπίσιν ἔτι λοιπόν, ἀλλ’ ἐν πείρᾳ τὰ δεινά· τὸ ἐντεῦθεν γὰρ δεσμὰ καὶ φρουραὶ χαλεπώταται διαδέχονται, λιμοί τε καὶ δειναὶ κακοπάθειαι· εἰσὶ δὲ οἳ καὶ πληγαῖς τὰ νῶτα καταξεόμενοι, καὶ οὐ μικραῖς αἰκίαις ἐκτιμωρούμενοι, τὸ τελευταῖον ὑπερορίαις μακραῖς τε καὶ ἀφορήτοις καταδικάζονται, ἐν χωρίοις ὧν τῷ πικρῷ καὶ δυσοίστῳ, καὶ πρὸς τὴν ζωὴν τὴν ἀνθρωπίνην τραχεῖ καὶ σκληρῷ καὶ ἀπεστενωμένῳ, δοκοῦν ἐστιν αὐτοῖς βιαζομένους τοὺς δεινοπαθοῦντας ἁλώσεσθαι, τῶν συνεργούντων εἰς τοῦτο προηυτρεπισμένων· καὶ γὰρ παρεδρεύει ἀπόμοιρά τις τῆς δημοσίας δυνάμεως αὐτοῖς, καὶ ὡς τάχιστα ὑπηρετησομένων τοῖς δόξασι· ταῦτα μὲν οἱ τὰ πρῶτα ἐν ἐπισκόποις ἔχοντες, καὶ τῆς ὀρθῆς ὑπερμαχοῦντες καὶ ἀντεχόμενοι δόξης· εἰσὶ δὲ καὶ οἱ μετ’ ἐκείνους τεταγμένοι, σὺν ἐκείνοις τῆς ὁμοτίμου μεταλαχόντες πίστεως, εὐαρίθμητοι μέν, ὅσον σπινθῆρα καταλειφθῆναι τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ, εὐκαίρως θείαις ἐπιφανείαις εἰς πυρσὸν ἀναφθησομένους περιφανῆ τε καὶ ἔνθεον, πρὸς τὴν λάμψιν τοῦ Πνεύματος τοὺς ἐν τῷ ζόφῳ τῆς ἀπιστίας κατειλημμένους καθοδηγήσοντας.

Ἵνα ἐξῇ καὶ ἡμῖν ταῖς προφητικαῖς συμφθέγγεσθαι φωναῖς· Εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν, καὶ ὡς Γόμοῤῥα ἂν ὡμοιώθημεν. ιϛʹ. Τὸ γὰρ ὅσον ἐν ἱερωσύνῃ φέρει τὰ δεύτερα ἤδη φιλοψυχοῦν καὶ μεταβαλλόμενον ὁρᾶται, καὶ τῷ καιρῷ καὶ τοῖς πράγμασι συμμορφαζόμενον, καὶ μετασχηματιζόμενον, οἷόν φασι τὸν χαμαιλέοντα ῥᾳδίως μεταχρωννύμενον καὶ τῇ ὁρμῇ τοῦ κινήματος σύνδρομον ἔχοντα τὴν ταχύτητα τῆς φύσεως, ὡς ἂν λανθάνοι τῷ ποικίλῳ τῆς θέας τοὺς παρατυγχάνοντας· οὕτως πρὸς τὸ ὑπερτεροῦν ὑποκύπτοντες, ὥσπερ οὐκ ἐν ἐλευθερίᾳ γνώμης, ἀλλ’ ἐν ἐξουσίᾳ τῶν ἀγόντων γενόμενοι· ὧν τινες ἐπὶ τοσοῦτον ἐμπαθείας καὶ φιλαυτίας ἤλασαν, καὶ οἷον ἐκ νηπιώδους φρενὸς ὁρμώμενοι, κλυδωνιζόμενοί τε καὶ περιφερόμενοι παντὶ ἀνέμῳ τῆς διδασκαλίας, ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων τῇ πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης, καθὰ γέγραπται· ὡς δυοῖν τὸ ἕτερον, ψυχὴν ζημιωθήσεσθαι, ἢ θρόνων ἐκπεσεῖσθαι προκειμένου, ἑλέσθαι τὸ πρότερον, φάναι, τολμῆσαι, καὶ εἰς αὐτὸ τὸ καίριον κινδυνεύειν, καὶ μηδὲν τῶν δεινῶν πείσεσθαι δόξαι· ταῦτα ποίων δακρύων οὐκ ἄξια; ποίας κατηφείας καὶ θρήνων οὐκ ἔμπλεα; κἂν ἄνθρωποι ἐπὶ τούτοις οὐ κλαύσωνται, ἀλλ’ ἥ γε κτίσις αὐτὴ συνωδινήσει καὶ συστενάξει ἡ ἄψυχος· ποίας γὰρ οὐκ εἰσὶν ὑπεύθυνοι κρίσεως; «

Εἰ γὰρ τὰς πρὸς ἀνθρώπους ὁμολογίας, φησὶν ἡ θεολόγος γλῶσσα, ἐμπεδοῖ Θεὸς μέσος παραληφθείς, πόσος ὁ κίνδυνος, ὧν πρὸς αὐτὸν ἐθέμεθα τὸν Θεὸν συνθηκῶν, τούτων παραβάτας εὑρίσκεσθαι; καὶ μὴ μόνων τῶν ἄλλων ἁμαρτημάτων, ἀλλὰ καὶ αὐτοῦ τοῦ ψεύδους ὑποδίκους εἶναι τῇ ἀληθείᾳ;»

Παῦλος δὲ (ἐῶμεν λέγειν ὅσα τῇ εἰς Χριστὸν ἀγάπῃ συνδούμενος, φέρειν ἀπισχυρίσατο), θλίψεων καὶ διωγμῶν καὶ κινδύνων παντοδαπῶν ἀνεχόμενος, ὃν μηδ’ ἂν τὰ ἐνεστῶτα ἢ μέλλοντα ἢ κτίσις ἑτέρα, ταύτης ἀφέλκειν δυνήσοιτο· τοσοῦτον τὸ θερμὸν τοῦ φίλτρου καὶ διάπυρον· καὶ ἀνάθεμα εἶναι τὸ μετριώτερον ἀπὸ Χριστοῦ, εὔχεσθαι ἀπετόλμα· οὗτοι δὲ οὐδὲ μέχρι ψιλῆς ὕβρεως ὑπὲρ εὐσεβείας κακοπαθῆσαι προείλοντο· ἀλλὰ τούτοις πᾶσι χαίρειν εἰπόντες, τῇ ὕλῃ μόνον παρακάθηνται, καὶ τοῖς τῆς φιλοσαρκίας βεβαπτισμένοι πάθεσιν, ἥκιστά γε τὴν φρένα τοῖς ἄνω ἐρείδουσιν· ὡς τάχιστα οἴκαδε ἀποδραμούμενοι, τάχα τοὺς ἀγροὺς καὶ τὰς κτήσεις τὰς πολυτελεῖς ἐπισκεψόμενοι, ἢ τὴν ἄμπελον τὴν ἐπιθυμητήν, ἢ τὴν ὅση αὐτοῖς γῆ θελητή, ἀρόσιμός τε καὶ ἀνειμένη, καὶ τοὺς ἐκεῖθεν πορισμούς, πυκναῖς τῶν δακτύλων κινήσεσι λογιστεύσοντες, ἢ τῶν ἐκλεκτῶν ἵππων καὶ ἡμιόνων τὸ εὔχρουν καὶ εὔσαρκον κατοψόμενοι, εἰ καλῶς τοῖς πωλοδάμναις ἠσκήθησαν, τό τε πορεύσιμον καὶ εὐκάθεδρον ἐποχουμένοις, καὶ πρὸς ῥᾳστώνην ἐπιτήδειον· ἢ τῶν βοῶν τῶν ἀροτήρων τὸ εὐσταθές, καὶ τῶν ἄλλων θρεμμάτων, ὅσα τῶν νομαίων καὶ ἀγελαίων ὄντα τυγχάνει· οὐκ ἄκομψον δὲ εἰπεῖν, εἰ μὴ καὶ τῆς ἐφεστρίδος καὶ τοῦ χιτῶνος καὶ τῶν ἄλλων περιβολαίων διασπουδασθήσεται τὸ εὐπάρυφον καὶ φιλόκαλον· καὶ τὸ πᾶν εἰπεῖν, τῆς παρούσης καὶ κενῆς δόξης τὸ φιλότιμον καὶ φιλόκομπον· οἳ φρενὸς οὐκ ἐν καλῷ γενόμενοι, τῷ ἔρωτι τῶν οὐδαμῆ ἱσταμένων καὶ ῥεόντων σχεθέντες (ᾧ γάρ τις ἥττηται, τούτῳ καὶ δεδούλωται) πίστει εὐσεβεῖ καὶ σωτηρίῳ, μικρὰ μεγίστων ἠλλάξαντο· οὕτως οἵ γε ῥᾷστα ταῖς πάγαις τῶν παρανόμων ἑάλωσαν, ταυτὸν πεπονθότες καθάπερ καὶ τῶν ζώων τὰ εἰς ἄγραν ἁλώσιμα, τοῖς βρόχοις τῶν θηρευόντων ῥᾳδίως συλλαμβανόμενα· εἰ δὲ ἐξῇ Παύλῳ θαυμάζειν, ἐπὶ τούτοις μᾶλλον ἢ Γαλάταις θαυμάσεται, πῶς οὕτω ταχέως μετατίθενται ἐκ τῶν ἅπαξ ἡμῖν παραδοθέντων, καὶ ἄνωθέν τε καὶ ἐκ Πατέρων κατιόντων θείων καὶ ἱερῶν δογμάτων, κἀκ τῆς ἐπὶ χρόνον ἄπλετον κεκρατηκυίας καὶ διαμενούσης συνηθείας καὶ τύπου· ἀλλ’ οὐδ’ ἂν εἰς μνήμην τῶν μετὰ ταῦτα εἰρημένων ᾔεσαν· Εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ’ ὃ παρελάβετε, ἀνάθεμα ἔστω.

Ἀλλὰ τὰ μὲν τούτων τοιαῦτα, καὶ οὕτως ἀθλίως ἔχοντα.

ιζʹ. Ἐπὶ δὲ τοὺς προεστῶτας τῆς ἀσεβείας τὸν λόγον ἐπανακτέον· σκοπεῖν δὲ χρεών, εἰ μὴ καὶ τοῖς ἄλλοις ὡσαύτως ἁρμόσεται· ἐπειδὴ τοίνυν καθάπαξ τῆς ἀληθείας ἀποσφαλέντες, τοῖς εἰκαίοις αὑτῶν λογισμοῖς τηνάλλως ἐπερειδόμενοι, καὶ ὅσον ἧκεν αὐτοῖς εἰς δύναμιν τὰ ψευδῆ συμπλάσσονται, καθῆκαν ἑαυτοὺς ἐπὶ ζητήσεις μωρὰς καὶ ἀλλοκότους, καὶ μύθους γραώδεις καὶ βρεφοπρεπεῖς ἀνελίσσουσι, καὶ πολὺ τὸ ἀσύμβατον πρός τε ἑαυτοὺς καὶ τὴν ἀλήθειαν ἔχοντες, ἐξερευνῶντες ἐξερευνήσεις οὐδὲν αὐτοῖς προσηκούσας, μήτε ἃ λέγουσι νοοῦντες, μήτε περὶ τίνων διαβεβαιοῦνται, ἐπ’ ὀλέθρῳ δὲ τῶν ἑαυτῶν ψυχῶν καὶ τῶν ἀκροωμένων ἐξευρημένας, ὅπως μὴ τῆς οἰκείας ἀπωλείας μόνον, ἀλλὰ κἀκείνων τῆς βλάβης ἀποτίσωσι δίκας· ὧν τήν τε κακίαν καὶ τὴν ἀπώλειαν τὰ ἱερὰ προανεκρούσατο Λόγια· ἁρμόσαιτο γὰρ ἄν τις αὐτοῖς καὶ λίαν ἐνδίκως, ὧδέ πως ἔχοντα· ὁπηνίκα γὰρ ὁ τοῦ Εὐαγγελίου κήρυξ καὶ τῶν θείων μυσταγωγός, τῶν τοιούτων προεώρα τὴν κακίαν ἐν Πνεύματι, προφητικῇ προανεφώνησε χάριτι· ὅτι Εἰσελεύσονται λύκοι βαρεῖς εἰς ὑμᾶς, μὴ φειδόμενοι τοῦ ποιμνίου, καὶ ἐξ ὑμῶν αὐτῶν ἀναστήσονται ἄνδρες λαλοῦντες διεστραμμένα, τοῦ ἀποσπᾷν τοὺς μαθητὰς ὀπίσω αὐτῶν.

Καὶ πάλιν ἑτέρωθί πού φησιν, ὅτι Οἱ τοιοῦτοι ψευδοδιδάσκαλοι, ἐργάται δόλιοι, μετασχηματιζόμενοι εἰς ἀποστόλους Χριστοῦ· καὶ οὐ θαυμαστόν· αὐτὸς γὰρ ὁ Σατανᾶς μετασχηματίζεται εἰς ἄγγελον φωτός.

Οὐ μέγα οὖν εἰ καὶ οἱ διάκονοι αὐτοῦ μετασχηματίζονται ὡς διάκονοι δικαιοσύνης, ὧν τὸ τέλος ἔσται κατὰ τὰ ἔργα αὐτῶν. Ἢ οὐχὶ καὶ τὸ Πνεῦμα, φησί, ῥητῶς λέγει, ὅτι Ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασι πλάνης, καὶ διδασκαλίαις δαιμονίων, ἐν ὑποκρίσει ψευδολόγων, κεκαυτηριασμένων τὴν ἰδίαν συνείδησιν; Καὶ αὖθις, ὅτι Ἐν ἐσχάταις ἡμέραις ἐνστήσονται καιροὶ χαλεποί· ἔσονται γὰρ οἱ ἄνθρωποι φίλαυτοι, φιλάργυροι, ἀλαζόνες, ὑπερήφανοι, βλάσφημοι, γονεῦσιν ἀπειθεῖς, ἀχάριστοι, ἀνόσιοι, ἄστοργοι, ἄσπονδοι, διάβολοι, ἀκρατεῖς, ἀνήμεροι, ἀφιλάγαθοι, προδόται, προπετεῖς, τετυφωμένοι, φιλήδονοι μᾶλλον ἣ φιλόθεοι, ἔχοντες μόρφωσιν εὐσεβείας, τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένοι. —Ὃν τρόπον δὲ Ἰαννὴς καὶ Ἰαμβρὴς ἀντέστησαν τῷ Μωσῇ, οὕτω καὶ οὗτοι ἀντέστησαν τῇ ἀληθείᾳ· ἄνθρωποι κατεφθαρμένοι τὸν νοῦν, ἀδόκιμοι περὶ πίστιν· ἀλλ’ οὐ προκόψουσιν ἐπὶ πλεῖον· ἡ γὰρ ἄνοια αὐτῶν ἔκδηλος ἔσται πᾶσιν, ὡς κἀκείνων ἐγένετο.

Καὶ πάλιν ἀλλαχόθι· Θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται, βδελυροὶ καὶ ἀπειθεῖς, καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἀδόκιμοι. — Εἰ δὲ καὶ συγχωροίη καὶ παρίδοι Θεὸς προκόψειν ἀσεβεῖς, καὶ ὁ λόγος αὐτῶν ὡς γάγγραινα νομὴν ἕξει, καὶ ἀνατρέπουσι τήν τινων πίστιν· ὁ μέντοι στερεὸς θεμέλιος τοῦ Θεοῦ ἕστηκεν ἔχων τὴν σφραγῖδα ταύτην· ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ.

Καί· Ἀποστήτω ἀπὸ ἀδικίας πᾶς ὁ ὀνομάζων τὸ ὄνομα Κυρίου. Καί· Πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι. Ἐφ’ οἷς τὸν Θεὸν χρηστευόμενον οἴδαμεν, τὰ τῆς μακροθυμίας ἐνδεικνύμενον, ὡς ὀψὲ γοῦν ἀνανήψαντας, ἀμείνους ἑαυτῶν φανῆναι· ὥσπερ οὖν πιστῶν καὶ ἀγαθῶν καὶ κατὰ Χριστὸν ζώντων, καὶ ὑπὲρ εὐσεβείας διωκομένων τὸ ἐν ὑπομονῇ καὶ ἐλπίσιν εὐσταθὲς δοκιμάζοντα· ὡς μὴ ἐκκακοῦντας ταῖς θλίψεσι, δοκιμωτέρους καὶ λαμπροτέρους γενήσεσθαι. Ἑξῆς δὲ κατοψόμεθα ὅπως αὐτῶν στηλιτεύει τὸ μοχθηρὸν καὶ ἀπόπληκτον, τῶν τοῦ Σωτῆρος μαθητῶν ὁ πρόεδρος Πέτρος ὁ θειότατος, ἡ τῆς θεολογίας ἀκρώρεια, τῆς Ἐκκλησίας ἡ κρηπὶς καὶ τὸ στήριγμα, ὡδὶ γεγραφώς·

Ἐγένοντο δὲ καὶ ψευδοπροφῆται ἐν τῷ λαῷ, ὡς καὶ ἐν ὑμῖν ἔσονται ψευδοδιδάσκαλοι· οἵτινες παρεισάξουσιν αἱρέσεις ἀπωλείας, καὶ τὸν ἀγοράσαντα αὐτοὺς Δεσπότην ἀρνούμενοι, ἐπάγοντες ἑαυτοῖς ταχυνὴν ἀπώλειαν· καὶ πολλοὶ ἐξακολουθήσουσιν αὐτῶν ταῖς ἀσελγείαις, δι’ οὓς ἡ ὁδὸς τῆς ἀληθείας βλασφημηθήσεται, καὶ ἐν πλεονεξίᾳ πλαστοῖς λόγοις ὑμᾶς ἐμπορεύσονται· οἷς τὸ κρῖμα ἔκπαλαι οὐκ ἀργεῖ, καὶ ἡ ἀπώλεια αὐτῶν οὐ νυστάζει. Καί· Παρεισέδυσάν τινες ἄνθρωποι, ἄλλος τῶν τοῦ Χριστοῦ μαθητῶν ἔφησεν, οἱ πάλαι προγεγραμμένοι εἰς τοῦτο τὸ κρῖμα ἀσεβεῖς, τὴν τοῦ Θεοῦ ἡμῶν χάριν μετατιθέντες εἰς ἀσέβειαν, καὶ τὸν μόνον Δεσπότην καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀρνούμενοι. Οὓς καὶ ταλανίζων ὁ αὐτὸς ἀποφαίνεται· Οὐαὶ αὐτοῖς ὅτι τῇ ὁδῷ τοῦ Κάϊν ἐπορεύθησαν, καὶ τῇ πλάνῃ τοῦ Βαλαὰμ μισθοῦ ἐξεχύθησαν. καὶ τῇ ἀντιλογίᾳ τοῦ Κορὲ ἀπώλοντο! Ἀκουόντων δὲ οἷα περὶ αὐτῶν καὶ ὁ προφητικὸς λόγος ἐν πνεύματι προανακέκραγε· Σὺ ἐπίγνωσιν ἀπώσω, φησὶν ὁ θεῖος Ὠσηέ, κἀγὼ ἀπώσομαί σε τοῦ ἱερατεύειν μοι. Καί· Παγὶς ἐγενήθητε τῇ σκοπιᾷ, καὶ ὡς δίκτυον ἐκτεταμένον ἐπὶ τὸ ἰταβύριον, ὃ οἱ ἀγρεύοντες τὴν θήραν κατέπτηξαν· καὶ ἐγένοντο ὡς μετατιθέντες ὅρια· ἐπ’ αὐτοὺς ἐκχεῶ ὡς ὕδωρ τὸ ὅρμημά μου. —Τί δὲ Ἀμβακοὺμ ὁ θαυμάσιος;

Ὢ ὁ ποτίζων τὸν πλησίον αὐτοῦ ἀνατροπὴν θολεράν, καὶ μεθύσκων! ὅπως ἐπιβλέψῃ ἐπὶ τὰ σπήλαια αὐτῶν πλησμονὴν ἀτιμίας ἐκ δόξης. Ὁ δέ γε μακάριος Σοφονίας· Οἱ ἱερεῖς αὐτῆς βεβηλοῦσι τὰ ἅγια, καὶ ἀσεβοῦσι νόμον· ὁ δὲ Κύριος δίκαιος ἐν μέσῳ αὐτῆς, καὶ οὐ μὴ ποιήσῃ ἄδικον· πρωῒ πρωῒ δώσει τὸ κρῖμα αὐτοῦ, καὶ οὐκ εἰς νῖκος ἀδικίαν. Ἐφ’ οἷς Ζαχαρίας ὁ θεσπέσιος· Καὶ ἠπείθησαν τοῦ προσέχειν, καὶ ἔδωκαν νῶτον παραφρονοῦντα, καὶ τὰ ὦτα αὐτῶν ἐβάρυναν τοῦ μὴ εἰσακούειν, καὶ τὴν καρδίαν αὐτῶν ἔταξαν ἀπειθεῖν τοῦ μὴ εἰσακούειν τοῦ νόμου μου. Καί·

Ἐπὶ τοὺς ποιμένας παρωξύνθη ὁ θυμός μου, καὶ ἐπὶ τοὺς ἀμνοὺς ἐπισκέψομαι· καὶ ἐπισκέψεται Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ τὸ ποίμνιον αὐτοῦ τὸν οἶκον Ἰούδα· ὢ οἱ ποιμαίνοντες τὰ μάταια, καὶ οἱ καταλελοιπότες τὰ πρόβατα! Καὶ ἐπάξω τὴν χεῖρά μου ἐπὶ τοὺς ποιμένας· καὶ τὰ ἑξῆς ὡς ἀργαλεώτερα καὶ ἐπιπονώτερα. Φαυλίζοντας δὲ αὐτοὺς τὸ ὄνομα Κυρίου ὁ ἀοίδιμος καὶ θεοειδὴς Μαλαχίας ἐξελέγχει, καὶ ἐν ποίοις καὶ τίσιν ἀπειθοῦσι δείκνυσι· Καὶ ἐὰν μὴ ἀκούσητε, καὶ ἐὰν μὴ θῆσθε εἰς τὴν καρδίαν ὑμῶν, τοῦ δοῦναι δόξαν τῷ ὀνόματί μου, λέγει Κύριος παντοκράτωρ, καὶ ἐξαποστελῶ ἐφ’ ὑμᾶς τὴν κατάραν, καὶ ἐπικαταράσομαι τὴν εὐλογίαν ὑμῶν. Καὶ ἃ τούτοις ἐπάγεται ἀνιαρώτερα καὶ τραχύτερα· Καὶ ὑμεῖς ἐξεκλίνατε ἐκ τῆς ὁδοῦ, καὶ πολλοὺς ἠσθενήσατε ἐν νόμῳ, διεφθείρατε τὴν διαθήκην τοῦ Λευΐ, λέγει Κύριος παντοκράτωρ. Μέγα περὶ αὐτῶν ἐμβοάτω τῶν προφητῶν ὁ μεγαλοφωνότατος, ὁ τῷ ἄνθρακι καὶ τοῖς Σεραφὶμ καθαιρόμενος ἱερεὺς καὶ προφήτης· Ἐξέστησαν διὰ τὸν οἶνον, ἐσείσθησαν ἀπὸ τῆς μέθης τοῦ σίκερα, ἐπλανήθησαν· τοῦτό ἐστι φάσμα· ἀρὰ ἔδεται ταύτην τὴν βουλήν, αὕτη γὰρ ἡ βουλὴ ἕνεκεν πλεονεξίας. Οἱ ἱερεῖς οὐκ εἶπαν· Ποῦ ἐστιν ὁ Κύριος;

Τῶν προφητῶν ὁ συμπαθέστατος περὶ αὐτῶν ἐρεῖ· Καὶ οἱ ἀντεχόμενοι τοῦ νόμου μου οὐκ ἠπίσταντό με, καὶ οἱ ποιμαίνοντες ἠσέβουν εἰς ἐμέ, καὶ οὐκ ἔστι τόπος ἔτι τῆς σκηνῆς μου· ὅτι οἱ ποιμένες ἠφρονεύσαντο καὶ τὸν Κύριον οὐκ ἐξεζήτησαν. Καί· Ποιμένες πολλοὶ διέφθειραν τὸν ἀμπελῶνά μου, ἐμόλυναν τὴν μερίδα μου, ἔδωκαν μερίδα ἐπιθυμητήν μου εἰς ἄβατον ἔρημον. Καὶ αὖθις· Ὢ οἱ ποιμαίνοντες καὶ διασκορπίζοντες καὶ ἀπολλύντες τὰ πρόβατα τῆς νομῆς αὐτῶν! διὰ τοῦτο τάδε λέγει Κύριος ἐπὶ τοὺς ποιμαίνοντας τὸν λαόν μου· Ὑμεῖς διεσκορπίσατε τὰ πρόβατά μου, καὶ ἐξώσατε αὐτά, καὶ οὐκ ἐπεσκέψασθε αὐτά· ἰδοὺ ἐγὼ ἐκδικῶ ἐφ’ ὑμᾶς κατὰ τὰ πονηρὰ ἐπιτηδεύματα ὑμῶν· κἀγὼ εἰσδέξομαι τοὺς καταλοίπους τοῦ λαοῦ μου, οὗ διέσπειρα αὐτοὺς ἀπὸ πάσης τῆς γῆς, καὶ καταστήσω αὐτοὺς εἰς τὴν νομὴν αὐτῶν, καὶ αὐξηθήσονται. Τούτων δὲ τὸ ἀκάθαρτον καὶ ἀσύνετον θριαμβεύων, ὁ τῶν ὑπερφυῶν ἐκείνων καὶ οὐρανίων θεαμάτων ἐπόπτης, Ἰεζεκιὴλ ὁ θειότατος, Οἱ ἱερεῖς, ἔφησεν, ἠθέτησαν νόμον μου, ἐβεβήλουν τὰ ἅγιά μου, ἀνὰ μέσον ἁγίου καὶ βεβήλου οὐ διέστελλον, καὶ ἀνὰ μέσον ἀκαθάρτου καὶ καθαροῦ οὐ διέστελλον, καὶ ἐβεβηλούμην ἐν μέσῳ αὐτῶν.

Ἐπὶ τούτοις ὁ τῶν ἐπιθυμιῶν ἔνθεος ἀνήρ, τελευταῖος εἰστρεχέτω, τὴν Βαβυλώνιον αὐτῶν γνώμην καὶ τὴν κατεφθαρμένην στηλιτεύων κρίσιν, καὶ δὴ καὶ λέξει, ὅτι Ἐξῆλθεν ἀνομία ἐκ Βαβυλῶνος, ἐκ πρεσβυτέρων κριτῶν οἳ ἐδόκουν κυβερνᾷν τὸν λαόν. Τοιαῦται πρὸς αὐτοὺς καὶ περὶ αὐτῶν αἱ τῶν ἁγίων φωναί.

Τί οὖν οἱ μυσταγωγοὶ τῆς πλάνης φασί; Δοκῶ γάρ μοι ἀκμαῖον ἔτι τὸν πρὸς αὐτοὺς ἀγῶνα παρίστασθαι. «Εἰδώλοις λελατρεύκαμεν Χριστιανοί, καὶ τοῦτο μέχρι τῶν τῆς Κωνσταντίνου βασιλείας χρόνων.» Σφίσι τε αὐτοῖς, καὶ τοῖς ἄλλοις Χριστιανοῖς ἅπασι, τὸ μῦσος ἐπιγράφονται· ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ, καὶ σφόδρα ἐπὶ πλεῖον ἔφριξεν ἡ γῆ· τίς γὰρ τοιαῦτα οἴσει ἀκούων; Πότερον τῆς βλασφημίας τὴν ὑπερβολὴν καταπλαγείη, ἢ τῆς ἀφροσύνης τὸ ὑπεραῖρον;

οὐκ ἔχοντες δὲ ὅθεν τῆς τοσαύτης ἀσεβείας καὶ τοῦ ψεύδους παραστήσονται τὸ ὑπέρογκον, ἐπὶ τὸ ἀθέως καὶ παρὰ πάντα κανονικὸν λόγον ἀθροισθὲν ὑπ’ ἐκείνου θεοστυγὲς καὶ ἀνίερον συνέδριον καταφεύγουσι, προσόμοιόν τι ποιοῦντες ᾧπέρ ποτε τῶν καθ’ Ἕλληνας παλαιτέρων τινές, ἐπὶ τό, Αὐτὸς ἔφα, περιελκόμενοι, τῷ διδασκάλῳ τὸ γέρας ἐκνέμοντες· ὃ καὶ σύνοδον ὀνομάζειν οἱ ἀνόητοι οὐκ ἐγκαλύπτονται· εἰ γὰρ ἐχρῆν τοῦτο λέγειν, τῆς προφητικῆς φωνῆς, τί φησιν, ἀκουσόμεθα· Σύνοδος ἀθετούντων, ἐνέτειναν τὴν γλῶσσαν αὐτῶν ὡς τόξον· ψεῦδος καὶ οὐ πίστις ἐνίσχυσεν ἐπὶ τῆς γῆς· ἀστειότερον δ’ ἄν τις αὐτὴν Κοπροσύνοδον καλέσας, οὐκ ἂν ἁμάρτοι τοῦ πρέποντος, διὰ τὸ τοῦ συναγαγόντος φιλόκοπρον, ὡς πολὺ μὲν τὸ δυσῶδες ἐν τῇ φλυαρίᾳ τῶν λόγων αὐτῶν συλλέξασαν, πολλὴν δὲ ἀδικίαν εἰς τὸ ὕψος λαλήσασάν τε καὶ μελετήσασαν, πολλὰ δὲ κατὰ τῆς τοῦ Μονογενοῦς δόξης καθυλακτήσασαν· ὧν οὐδ’ αὐτὸς ὁ δι’ ἐκείνων φθεγγόμενος Σατανᾶς, πλεῖόν τι δυσφημῆσαι τετόλμηκε, πλείστην δὲ τῶν τῆς Ἐκκλησίας δογμάτων καὶ τῶν καθ’ ἡμᾶς μυστηρίων ποιήσασαν τὴν κατάῤῥησιν· οὕτως ἡ τῇ ἀσεβείᾳ καὶ τῷ ψεύδει συναθλοῦσα φρατρία, σύνοδος παρ’ αὐτῶν προσηγόρευται· ἧς δὴ τὸν φορυτὸν τῶν δογμάτων ἀσπασάμενοι, καὶ τῷ φθοροποιῷ ἑπόμενοι φρονήματι, εἰς τὴν καθ’ ἡμᾶς καθαρὰν καὶ ἀκίβδηλον πίστιν καθυβρίσαι οὐ δεδίασιν οἱ παράφρονες, οὐ συνέντες ὅσα κατὰ τῶν ἁγίων ἐβουλεύσαντο·