Δεινὸν μὲν τὰ πάλαι ἱστορούμενά τε καὶ ἀκουόμενα, ἡ βασιλεία Δαβὶδ καθ’ ἑαυτὴν μεριζομένη καὶ σχιζομένη, καὶ τῶν φυλῶν ἡ διάστασις, θρασύτητι καὶ αὐστηρίᾳ τοῦ ἐκγόνου γεγενημένη, καὶ Ἰσραὴλ ἀποτρέχων εἰς τὰ ἑαυτοῦ σκηνώματα, καὶ Ἱεροβοὰμ ἐν σκήπτροις ὁ δοῦλος καὶ ἀποστάτης ἐνθρονιζόμενος, τὸ παραδοξότατον· καὶ τῆς Ἱερουσαλὴμ ἀντιδιαιρουμένη Σαμάρεια, ὅθεν τῶν κακῶν ἡ κρηπὶς καταβέβληται, καὶ ὁ λαὸς ἀναπεπεισμένος προσκυνεῖν τῇ κτίσει παρὰ τὸν Κτίσαντα, ἐπὶ τὴν εἰδωλομανίαν ἀθέως ἐξεκυλίσθη· δεινότερον δὲ τὰ νῦν τελούμενα καὶ ὁρώμενα, ἐπείπερ ἡ Χριστοῦ βασιλεία τέμνεται καὶ διίσταται, καὶ τὰ μέλη τοῦ κατὰ Χριστὸν σώματος καὶ τῆς αὐτῆς κεφαλῆς, καθ’ ἑαυτὰ διαστασιάζει, καὶ τὸ ἔθνος τὸ ἅγιον, τὸ βασίλειον ἱεράτευμα, ὁ λαὸς ὁ εἰς περιποίησιν ἐξαγγέλλειν τὰς θείας ἀρετὰς κατάχρεως, καὶ τὸ μεγαλεῖον τῆς θείας οἰκονομίας λαμπρᾷ τῇ φωνῇ καὶ διαπρυσίῳ βοᾷν κηρύγματι, καὶ τὴν χάριν τῆς ἐλευθερίας ὁμολογεῖν καὶ ἀπολυτρώσεως, εἰς τοὐναντίον περιετράπησαν, καὶ κατὰ πλείονας τοῖς τῆς κακίας ὑπηρέταις δελεαζόμενοι, ὡς οὐδὲν ὠφελημένοι, ἀνατολῇ ἐξ ὕψους ἐπισκεφθέντες οἱ ἐσκοτισμένοι, τῷ κρημνῷ τῆς ἀπιστίας περιπίπτουσι, τὰ ἀχάριστα κτίσματα, οἱ νέοι Ἰουδαῖοι καὶ ἀγνώμονες· ὁπόσον δ’ ἂν τὸ ἐν μέσῳ τούτων, κατίδοι ἄν τις διασκοπούμενος· ὅτι ἐκεῖνα μὲν τῶν γηΐνων καὶ χαμερπῶν, καὶ ἀρχὴν ἐχόντων ἐπίκηρον, καὶ ἥκιστα ὑπομενόντων ἕνεκεν, εἶχε τὸ ἀμφήριστον, καὶ τῶν γνωμῶν ἐπρυτάνευε τὸ ἀντίῤῥοπον· ταῦτα δὲ τῶν οὐρανίων αὐτῶν, καὶ τῆς ἄνω βασιλείας τε καὶ λαμπρότητος, καὶ ὧν οὐκ ἄξια τὰ βλεπόμενα, εἴπερ ἡμῖν ταῦτα πίστις εὐσεβὴς κατεπαγγέλλεται, συμπαρομαρτούντων ἤδη τῶν οἰκείων ἔργων τῆς πίστεως.