Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Ἀπολογητικὸς λόγος ὑπὲρ τῶν ἁγίων εἰκόνων

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Προοίμιο και ιστορικό πλαίσιο της αναζωπύρωσης της εικονομαχίας

Η απόφαση του συγγραφέα να ελέγξει την αίρεση, η περιγραφή του κινδύνου, η σύγκληση της ψευδοσυνόδου και η αποκοπή των καινοτομούντων από την Εκκλησία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 1 από 12

αʹ. Καιρὸν εἶναι τῷ παντὶ πράγματι τὸ Σολομώντειον ἡμᾶς ἐκεῖνο καὶ σοφὸν ἐμπεδοῖ λόγιον, τὸν βίον ἐντεῦθεν ῥυθμίζον, καὶ στοιχειοῦν πρὸς τὸ εὖ ἔχον καὶ λυσιτελοῦν τὸν ἀνθρώπειον, ὡς ἂν μὴ πάντα θαῤῥοῖεν εἰς τὴν τῶν πρακτέων ἐγχείρησιν, ἀλόγως καὶ οὐκ ἐν καιρῷ πράττοντες ἄνθρωποι, μηδὲ περιπετῶς καὶ οὐκ ἐν κόσμῳ εἰς τὰ κατὰ γνώμην χρώμενοι, πολλοῖς ἀβούλως τῶν ἀδοκήτων καὶ σφαλερῶν περιπίπτοιεν. Καιρὸς δέ, φησί, τοῦ σιγᾷν, καὶ καιρὸς τοῦ λαλεῖν, τοῖς κατειλεγμένοις τῷ παιδοτριβοῦντι τῷ λόγῳ συγκατηρίθμηται, ἵνα μὴ μόνον ἐν δέοντι πράττειν, ἤδη δὲ καὶ λέγειν εὐκαίρως παιδευώμεθα, ἀλλὰ μὴν καὶ μέτρον εἰδέναι τῶν ἐφ’ ἑκάστῳ ἡμῖν πραττομένων ἢ λεγομένων· εἴπερ τό, «Πᾶν μέτρον ἄριστον,» καλῶς ἔχειν ὑπείληπται, τῶν δεόντων εἶναι δοκεῖ· ἐπιστατοῦντος ἐν πᾶσι τοῦ λογισμοῦ συνετῶς τε καὶ ἐμμελέστατα, καὶ φιλοκρινοῦντος ἀεὶ τῶν συνοισόντων, καὶ μή, τὸ δοκοῦν καὶ φαινόμενον· τούτοις οὖν καὶ ἡμεῖς ἠγμένοι, καὶ οἷα ὀνησιφόροις καὶ εὐαγέσι νουθετήμασιν εἴκοντες, τοῖς τε ἄλλοις τῶν θείων διδαγμάτων παιδεύμασιν ἐντρεφόμενοι, διελέσθαι ὡς ἄριστα ἐπιστημονικῶς τε καὶ λογισμῷ τῷ καθήκοντι, εὖ νενομίκαμεν· καὶ ἄλλον μὲν εἶναι καιρὸν σιωπῆς, ἕτερον δὲ διαλέξεως ἐπιστάμενοι, καὶ μήτε οὕτως ἀμαθίας ἢ αὐθαδείας ἔχοντες, ὡς ἐν οἷς τιθέναι φυλακὴν προσῆκε τῷ στόματι, γλῶσσαν ἀσχέτως προΐεσθαι.

Μηδ’ αὖ πάλιν ἐξὸν λέγειν, σιωπῇ παρατρέχειν ἃ μὴ σιωπᾶσθαι μηδὲ ὀδόντων εἴσω καθείργνυσθαι δίκαιον· διὰ ταῦτα τοίνυν εἰς τούσδε τοὺς θορύβους περιπεπτωκότες τὰ νῦν, καὶ τὸν κατὰ τῆς Ἐκκλησίας τοῦ Θεοῦ κοινὸν ἐνορῶντες ἐπανιστάμενον κίνδυνον, καὶ πολὺ μάλιστα τῷ ὀρθοδοξοῦντι μέρει περιζέον τῆς δυσσεβείας καταθεώμενοι τὸ κλυδώνιον εἰσαεὶ τὸ κακόν, ἐκ προσαγωγῆς τε καὶ ἐπὶ προήκοντι τῷ χρόνῳ δεχόμενον τὴν ἐπίδοσιν, νῦν ἐπαφεῖναι τὴν γλῶσσαν καὶ παραθῆξαι τὸν κάλαμον δεῖν ᾠήθημεν, ἵνα οἷον στήλη τις καὶ θρίαμβος τῶν αἱρετιζόντων τὸ δυσσεβές, καὶ εἰς δεῦρο καὶ ταῖς μετέπειτα γενεαῖς λογογραφούμενον ἐμφανίζηται· ἀσφάλειά τε καὶ ἑδραίωμα τῶν πιστῶν καὶ εὐσεβούντων, θεοπρεπῶς διαδεικνύηται τὸ ἐγχείρημα· οὐκοῦν οὐδὲ ἄλλοτε περὶ τῶν τοιούτων σιγήσαντες, ἵνα μὴ γραφὴν σιωπῆς ἀπενεγκοίμεθα, καὶ ἅμα τὴν ἐκ τοῦ ὑποστέλλεσθαι τοῖς προεστῶσι τοῦ λόγου ἐπηρτημένην κατάκρισιν ὑφορώμενοι· μέλλοντες δὲ τῶν προκειμένων ἀγώνων ἐφάπτεσθαι, πρότερον ἐκεῖνο, ὃ δὴ χρησιμώτατόν τε καὶ ἀναγκαῖον ἐν τῷ παρόντι λελόγισται, διὰ βραχέων εἰπεῖν πειρασόμεθα, καὶ οὕτω κατάρξαι ὡς οἷοί τέ ἐσμεν τῆς ἐν χερσὶν ὑποθέσεως, Θεοῦ διδόντος λόγον ἐν ἀνοίξει τοῦ στόματος ἡμῶν, ὑπὲρ οὗ ὁ πᾶς λόγος κεκίνηται, καὶ δι’ ὃν εὐσεβοῦντες τὰ νῦν πολεμούμεθα.

βʹ.

Ἐχρῆν οὖν ὑμᾶς, ὦ ἄνθρωποι, τοὺς πρὸς τὴν ὥραν τὴν ἐσχάτην ἐλάσαντας, καὶ ἐφ’ οὓς τὰ τέλη τῶν αἰώνων κατὰ τὴν ἀποστολικὴν ῥῆσιν κατήντηκε (κοινὸς γὰρ ἡμῖν ὁ λόγος πρὸς ἅπαντας), ὅσοι τε τούτων δι’ ἀπροσεξίαν ἢ φιλαυτίαν πόῤῥω που θέοντες ἀποπεπτώκατε, μὴ ἂν ἄλλο τι ἐν μελέτῃ καὶ λογισμῷ τίθεσθαι, ἢ τὴν τελευταίαν ἐκείνην καὶ μεγίστην ἡμέραν, καθ’ ἣν τοῦδε τοῦ παντὸς ἥξει τὰ πέρατα, καὶ ὡς ἤδη παρεστηκυῖαν περιαθρεῖν, καὶ τὴν μεγάλην ἐκείνην καὶ φοβερὰν προσεγγίζουσαν ἐννοεῖν σάλπιγγα, ἄνωθεν ὥσπερ τρανῶς ταῖς ἁπάντων ἀκοαῖς ἐνηχοῦσαν φρικτόν τι καὶ ἐξαίσιον· μεθ’ ἣν τὸν ἁπάντων Κριτὴν καὶ Δεσπότην καὶ τῶν ὅλων Θεὸν ἀπεκδέχεσθαι, ἅμα τῇ πληθύϊ τῶν μακαρίων καὶ ἀσωμάτων δυνάμεων, μετὰ δόξης τῆς πατρικῆς ἐξ οὐρανῶν ὡς δὴ κηρύσσεται κατερχόμενον, καὶ ἄξοντα εἰς κρίσιν σύμπαν τὸ ποίημα, καὶ ἀποδώσοντα ἑκάστῳ καθὰ ἐβιότευσεν· εἴτε σαρκὸς μόνον πάθεσι δουλούμενός τις ὑπενήνεκται, καὶ μηδὲν τῶν ὁρωμένων λογισάμενος ὑψηλότερον εἰς γῆν ἀπονένευκεν, εἴτε τῷ πνεύματι συνεπαιρόμενος, τοῖς μέλλουσι καὶ πρὶν ἐνθένδε μεταναστῆναι, ὡς ἤδη παροῦσι, συνεγένετο, καὶ τῷ θείῳ πόθῳ πτερούμενος, τῶν ἄνω λήξεων τὸ μακάριον κατοπτρίζεται· προσέχειν τε ἑαυτοῖς μάλιστα, καὶ τῶν ἐν ἡμῖν ὁρμημάτων καὶ κινημάτων αἱρεῖσθαι τὰ βελτίω τε καὶ συμφέροντα· νήψει δὲ νοός, καὶ λογισμῶν καθαρότητι, καὶ τῶν τῆς ψυχῆς ὀμμάτων ἐγρηγόρσει πᾶν ὁτιοῦν εἰς δόξαν Θεοῦ καὶ εὐαρέστησιν κατεργάζεσθαι· καὶ συνελόντα εἰπεῖν ὅσα εἰς σωτηρίαν ψυχῆς ἧκε, πᾶσαν σπουδὴν τιθεμένους, διὰ τῆς τῶν ἐντολῶν τηρήσεως διαπράττεσθαι· δι’ ὧν προσάγεσθαί τε αὐτῷ καὶ οἰκειοῦσθαι, τοῖς ταῦτα κατορθωκόσιν ἀξιοπρεπῶς περιγίνεται· μιμουμένους τὰς φρονίμους τῶν παρθένων ἐκείνας, καὶ τὰς λαμπάδας δαψιλεῖ τῷ ἐλαίῳ κοσμουμένας ἀνάπτοντας, ὡς δὴ ὑπαντήσοντας ηὐτρεπισμένους τῷ νυμφίῳ ἀωρὶ τῶν νυκτῶν ἥκοντι, κἀντεῦθεν ἀνενδύαστον κεκτημένους τὸ εὔελπι, εἰς τοὺς ὀρεκτοὺς ἐκείνους καὶ ἀναπεπταμένους τῶν πατριαρχῶν κόλπους, τὰς μακαρίας ἐκείνας μονὰς καὶ ἀποκληρώσεις, αἵτινές ποτέ εἰσιν, ἀνακλιθήσεσθαι· ταῦτα στέργειν, ἐν τούτοις ἀπασχολεῖσθαι τὸν νοῦν, καὶ μηδὲν τῶν ἐπισφαλῶν καὶ βλαπτόντων περιεργάζεσθαι· ἂν οὕτω φιλοσοφῶμεν καὶ οὕτω βιοῦν ἑλοίμεθα, καὶ μελέτην θανάτου τὴν παροῦσαν ζωὴν ἡγώμεθα, τευξόμεθα τῶν παρὰ τοῦ ἀψευδοῦς ἐπηγγελμένων, καὶ τῆς ἀποκειμένης, τοῖς τηρήσασιν αὐτοῦ τὸν λόγον, εὖ οἶδα, μακαριότητος· περὶ μὲν δὴ τούτων εἰ καὶ βραχὺς ὁ λόγος, ὅμως ἱκανῶς καὶ ἀποχρώντως ἔχων· οὐ γὰρ ἐπὶ πλέον διεξιέναι χρή, ἐπεὶ μὴ τοῦτο τῶν πάνυ κατεπειγόντων τῷ καιρῷ πρόσεστι· περὶ δέ γε τῶν νῦν ἐπιφυομένων, παρὰ τοῦ μισοκάλου ἐχθροῦ καὶ ἀεὶ τὰ καλὰ βασκαίνοντος, καὶ τὴν εἰρήνην τῆς Χριστοῦ ποίμνης μὴ φέροντος, καὶ τῷ καθαρῷ τῆς ἐκκλησιαστικῆς ἀρούρας σίτῳ, ὃν λόγος εὐαγγελικὸς καὶ πατρικὸς ἐξέθρεψέ τε καὶ ηὔξησε, παρεσπαρμένων ζιζανίων καὶ ἀκανθοφορούντων ἤδη, καὶ τοὺς ἐν τῇ ὁδῷ τοῦ βίου παριόντας, τοῖς κέντροις τῆς δυσσεβείας ἀνηλεῶς κατατιτρώσκειν ὑπαρξαμένων διαλεξόμεθα.

γʹ.

Ὁ τῆς εὐαγοῦς καὶ μόνης ἀληθινῆς ἡμῶν τῶν Χριστιανῶν θρησκείας λόγος ἤδη πάλαι κατώρθωτο· καὶ παρὰ μὲν τοῖς σοφοῖς τῆς πίστεως ἡμῶν ἀρχιτέκτοσι καὶ τῆς ἀληθείας κήρυξι, τοὺς θείους δὴ λέγω καὶ θεσπεσίους ἀποστόλους, προκαταβέβληται ὁ θεμέλιος· οἷάπερ ἐν τῷ νόμῳ καὶ τοῖς προφήταις πρόπαλαι σκιαγραφούμενος καὶ προχαρασσόμενος, ὄντος ἀκρογωνιαίου λίθου Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, κἂν λίθος προσκόμματος καὶ πέτρα σκανδάλου, τοῖς νῦν κατασείειν αὐτὸν πειρωμένοις προκέηται· ἡμῖν δὲ τοῖς ἐπὶ ταύτῃ τῇ πέτρᾳ ᾠκοδομημένοις, ὡς τῶν μαθητῶν τοῦ λόγου ὁ κορυφαῖος μακαριζόμενος ἤκουε, λίθος ἀκρογωνιαῖος ἔντιμος, ἐφ’ ᾧ πιστεύοντες, οὔποτε καταισχυνθησόμεθα· ἐπῳκοδόμηται δὲ τῆς σοφίας ὁ οἶκος, ὥσπερ ἐκ χρυσοῦ καὶ λίθων τιμίων, τῶν ἱερῶν καὶ θείων δογμάτων, ἃ παρὰ τῶν ἀοιδίμων καὶ θεοφόρων ἡμῶν Πατέρων ἐκπεπόνηταί τε καὶ ἐκπεφώνηται, ὅσοι τε κατὰ τοὺς ἱεροὺς ἐκείνους καὶ θεολέκτους συλλόγους, θαυμάσιοι καὶ θεοφιλεῖς ἄνδρες, θείῳ ἀγόμενοι Πνεύματι συναθροισθέντες διέλαμψαν, ὅσοι τε καθ’ ἑαυτοὺς κεκαθαρμένοι, καὶ λαμπροὶ τὸν βίον, καὶ ὑψηλοὶ τὸν λόγον καὶ τὴν διάνοιαν, θρόνων ἱερῶν προκαθεζόμενοι, καὶ τοῦ ὀρθοῦ λόγου τῆς ἀληθείας, ὡς ἔνι, μάλιστα ἀντεχόμενοι ἐπέπρεψάν τε, καὶ πανταχοῦ τῆς οἰκουμένης τῆς εὐσεβείας τὰ διδάγματα ἐγκατέσπειράν τε καὶ διετράνωσαν, τῆς ἀσεβείας δὲ τὰς ἀκάνθας προῤῥίζους ἐξέτεμον, καὶ τῶν αἱρετιζόντων τὰ στόματα, ὡς ἀδικίαν κατὰ τοῦ ὕψους λαλούντων καὶ μελετώντων, ἀπέφραξαν καὶ ἀπέῤῥαψαν· ἐντεῦθεν μία πίστις καὶ ὁμολογία ἡ αὐτὴ παρὰ πᾶσι Χριστιανοῖς συνεκροτεῖτο καὶ ἐφυλάσσετο· καὶ τί γὰρ ἐν τῷ μακρῷ καὶ ἀπείρῳ τοῦ διελάσαντος χρόνου, ὅσον ἧκεν εἰς εὐεργεσίαν καὶ συντήρησιν τῆς ἀνθρωπίνης ζωῆς, ἔν τε δόγμασιν ἔν τε πράξεσιν, ἀνεξέταστον καὶ ἀδοκίμαστον ὑπολέλειπται;

οὕτω σοφῶς καὶ φιλανθρώπως τὰ περὶ ἡμᾶς, κατὰ καιροὺς τῆς θείας οἰκονομούσης προνοίας, οὕτως ὁ νόμος εἰς βοήθειαν πάλαι τοῖς ἀρχαιοτέροις ἐδίδοτο, οἷά τις παιδοκόμος ἄριστος, ὡς διὰ στοιχείων τινῶν προσάγων τοὺς νηπιώδεις ἔτι καὶ τὴν ἕξιν ἀτελεστέρους, καὶ ποδηγῶν πρὸς τὴν θείαν ἐπίγνωσιν, ὡς τοῦ τελεωτέρου λόγου τοῖς τὸ τηνικάδε τὸ εὐπαράδεκτον τέως οὐκ ἔχοντος· οὕτως οἱ μετὰ τὸν νόμον τοῦ θείου Πνεύματος κάτοχοι προφῆται καὶ ἄνδρες θεόληπτοι, πολυμερεῖς καὶ πολυτρόπους τῶν πρακτέων ἐποιοῦντο τὰς εἰσηγήσεις, καθὰ τὸ Πνεῦμα ἐνεργοῦν ἀπεκάλυπτε πρὸς τὴν τῶν ἀκουόντων βελτίωσιν· ἀλλ’ ἐπείπερ οὐκ ἴσχυε ταῦτα τελειῶσαι τὸν ἄνθρωπον, ἐδεῖτο δὲ βοηθείας τῆς μείζονος, ἔτυχεν ἀφῖχθαι τοῦ νόμου καὶ τῶν προφητῶν τὸ κεφάλαιον. Τὸ γὰρ ἀδύνατον, φησί, τοῦ νόμου ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας καὶ περὶ ἁμαρτίας, κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί, ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα. Ἁμαρτίας δὲ ἔκγονον πρῶτον κακὸν καὶ ἔσχατον εἰδωλολατρία, καὶ τῆς προσκυνήσεως ἡ μετάθεσις ἀπὸ τοῦ πεποιηκότος ἐπὶ τὰ κτίσματα.

Οὕτως ὁ τοῦ Θεοῦ Λόγος τὸ τῆς πατρικῆς δόξης ἀπαύγασμα, συγκαταβάσει χρησάμενος, εὐδοκίᾳ τε πατρικῇ καὶ συνεργίᾳ τοῦ ζωαρχικοῦ Πνεύματος, τὴν καθ’ ἡμᾶς πτωχείαν ὑποδύς, (οὐ γὰρ ἔφερε δι’ ἄφατον ἀγαθότητα, χειρὸς οἰκείας ζημιωθήσεσθαι τὸ ποίημα), καὶ ἄνθρωπος κατὰ πάντα, κἂν οἱ Χριστομάχοι μὴ βούλωνται, ὥσπερ δὴ καὶ Θεὸς ὢν ὁ αὐτὸς πληρέστατος, ἁμαρτίας χωρὶς ἐχρημάτισε, καὶ διὰ σταυροῦ καὶ πάθους καὶ ἀναστάσεως τῶν δεσμῶν τῆς κατακρίσεως ἡμᾶς ἠλευθέρωσε, καὶ τῶν παθῶν τῆς ἁμαρτίας ἀπήλλαξε· τῆς καθ’ ἡμῶν πλεονεξίας ἐκβεβληκὼς τὸν ἀόρατον τύραννον, καὶ εἰς τὸ ἀρχαῖον τῆς εὐκληρίας ἐπανήγαγεν· ἵνα ὁ τὴν φύσιν εἰς τὸ εἶναι παραγαγών, καὶ τὸ εὖ εἶναι ὑπερβλύσει φιλανθρωπίας ταύτῃ χαρίσηται, καὶ τέλειος ᾖ καὶ ἄρτιος ὁ κατὰ Θεὸν κτιζόμενος ἄνθρωπος· ταῦτα προφῆται ἄνωθεν προανακεκράγεσαν, ἀπόστολοι εὐηγγελίσαντο, μάρτυρες ἀνδρισάμενοι ἐπαῤῥησιάσαντο, οἱ τούτων ὀπαδοὶ καὶ συνεργοὶ τῆς Ἐκκλησίας διδάσκαλοι εἰς μέγα κατευρύνοντες συνδιηγωνίσαντο· διὰ τούτων πάντων οὓς ὁ Θεὸς ἐν τῇ Ἐκκλησίᾳ ἑαυτοῦ ἔθετο, τὰ τῆς ζωῆς ἡμῶν ἐν πᾶσι πραγματευσάμενος ἠσφαλίσατο, ἵνα οἷς τι μέλει τῆς σωτηρίας τῆς ἑαυτῶν, ἐντεῦθεν ἐπιγινώσκηται τὰ βελτίω τε καὶ συμφέροντα· τί γὰρ ἂν ζητήσαις, ἄνθρωπε, κἂν τῶν λίαν ᾖς ἐξεταστικῶν τε καὶ θεωρητικῶν τὴν διάνοιαν, καὶ οὐκ εὐθὺς ἂν καταλάβοις κεκριμένον καὶ πεφασμένον ἐν πνεύματι;

οὐ θεολογίας τὸ ὑψηλὸν καὶ ἐπηρμένον ἐν δόγμασιν; οὐ τὴς θείας οἰκονομίας τὸν πλοῦτον τῆς χρηστότητος; ἀλλὰ τῶν τοῦ Θεοῦ κριμάτων τὸ ἀνεξερεύνητον; ἀλλὰ τῶν αἱρετέων τὰς ὑποθήκας; οὐχὶ τὰς τῶν φευκτέων ἀπαγορεύσεις; ἢ τῶν τοῖς ἀξίοις ἡτοιμασμένων ἀγαθῶν τὰς ἐπαγγέλσεις; καὶ τῶν εὖ βιούντων καὶ ἐν φόβῳ Θεοῦ καὶ ἐντολῶν τηρήσει τὴν μέλλουσαν δόξαν ἀποκαλύπτεσθαι; τῶν τε αἰσχρῶς καὶ ἀνοσίως διαζώντων, τὴν ἠπειλημένην τιμωρίαν καὶ κόλασιν; Καὶ ἵνα μὴ τοῖς καθ’ ἕκαστον ἐπεξιόντες, τῷ λόγῳ ἐνδιατρίβοιμεν, οὐ πάσης θεωρίας καὶ πράξεως τὰ τῶν θεοσόφων λόγια, τὸ φιλόσοφόν τε καὶ ἔνθεον κομῶντα ὑπεραστράπτουσι;

δʹ. Τίς οὖν ἔτι χρεία ἐπὶ κενοφωνίαις καὶ ζητήσεσιν ἐκτόποις ἑαυτοὺς ἐπιῤῥίπτειν, καὶ δόξας ἀνακινεῖν τερατώδεις, καὶ πολὺ τὸ βλαβερὸν νοσούσας καὶ μάταιον ἀνθρώποις ἐξευρημένας τοῖς σφῶν αὐτῶν δουλουμένοις πάθεσι καὶ θελήμασι, κατεφθαρμένοις τὸ σῶμα καὶ τὴν ψυχήν, καὶ διεστραμμένοις τὴν γνώμην καὶ τὴν διάνοιαν, καὶ διὰ τοῦτο ἐκ πλείονος καλῶς σεσιγημένας, καὶ τοῖς δοκίμοις τῆς Ἐκκλησίας ἐνδίκως ἀπεληλαμένας, καὶ ὡς κονιορτὸν ὑπὸ λαίλαπος ῥᾳδίως σκεδαννυμένας, καὶ λήθῃ τοῖς ἐρασταῖς τοῦ καλοῦ καὶ τῆς ἀληθείας παραπεμφθείσας, ὡς λήθης ὄντως ὑπαρχούσας ἀξίας;

Οὐ δεῖ τοίνυν ξέναις καὶ ἀλλοτρίαις φωναῖς παρασύρεσθαι, καὶ ἀνδρῶν ἀσεβῶν διδασκαλίαις, τῶν χρόνοις πολλοῖς πρότερον ὑπὸ συνόδων τῶν ἐκκλησιαστικῶν ὡς αἱρετικῶν καὶ ἀντιπάλων τῆς ὀρθῆς πίστεως ἐκβεβλημένων, καὶ τοῖς ἀναθέμασι παρ’ αὐτοῖς παραπεμφθέντων ὑπάγεσθαι· οὐδὲ προσέχειν τὸν νοῦν τοῖς στρεβλοῦσι τὰς θείας Γραφὰς πρὸς τὸ ἑαυτῶν θεοστυγὲς φρόνημα· ἀλλὰ χαίρειν φράσαντας ταῖς τούτων τερθρείαις ἐκτρέπεσθαι· μακρὰ γὰρ ληροῦσι, σφᾶς τε ἑαυτοὺς παραλογιζόμενοι μᾶλλον, ἢ οὓς φενακίζειν οἴονται, καὶ τὰς τῶν προσεχόντων ἀκοὰς εἰς μάτην ἀποκναίοντες· ὄντως κενολογοῦσι καὶ ἀποσφάλλονται εἰς τὰ καίρια οἱ ταῦτα ἐκζητοῦντες· οὐδὲ γὰρ ὑπὲρ τῆς δόξης τοῦ Θεοῦ κατεργάζονται, αὐτοί τε καὶ οἱ τούτων ἐξακολουθοῦντες τῇ πλάνῃ· τὴν δόξαν δὲ τὴν ἰδίαν συνιστάνειν κακῶς καὶ ἀνοήτως ἐν τῇ ἑαυτῶν αἰσχύνῃ διαγωνίζονται· ἕως μὲν οὖν ἡ ἀσέβεια εἰς τοὺς ἑαυτῆς ἐνδῦσα φωλεοὺς ἀπεκέκρυπτο, εἰρήνη βαθεῖα τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ ἐνεπολιτεύετο, καὶ πᾶν ὅσον ὀρθόδοξον ἐν εὐθυμίᾳ καὶ εὐσταθείᾳ καθιστάμενον διετέλει· καὶ ὃ φιλεῖ ἐν τοῖς τοιούτοις ἕπεσθαι, εὐλάβεια, ὡς τὸ εἰκός, καὶ σεμνότης βίου, καὶ ἡ περὶ τοὺς ἱεροὺς οἴκους σπουδὴ καὶ προσεδρεία· οἷς ἀκόλουθον, καὶ ἡ περὶ τὸ Θεῖον θεραπεία, ἑκάστοτε προσετίθεντο ἐπαυξόμενα· ἀλλ’ οὐκ ἔσθενε ταῦτα φέρειν ὁρῶν ὁ δράκων ὁ βύθιος, ὁ τῆς φύσεως ἡμῶν κοινὸς ἐχθρὸς καὶ πολέμιος διάβολος, ὁ βάσκανος τῶν καλῶν καὶ ἀντίθετος· διὰ τοῦτο εἰς σκεύη αὐτῷ ἡτοιμασμένα καὶ εἰς κακίας ὄργανα χρηματίσαντα παραδύεται, δι’ ὧν ἐκπορθεῖν ἐκμεμηχάνηται τῆς ἀκιβδήλου ἡμῶν πίστεως τὴν ἀκρόπολιν· ὅπερ δὴ καὶ πάλαι διὰ τοῦ ὄφεως, πρὸς τὴν ἐξαπάτην τῆς προμήτορος ἐτεχνάσατο· τί οὖν;

ἀναπνεῖ τὸ κακόν, καὶ τῆς ἀσεβείας ἡ λαίλαψ ἐπαιγίζουσα εἰς μέγα αἴρεται καὶ ἀνάπτεται, καὶ οἱ πονηροὶ παῤῥησιάζονται· οἱ κακοὶ ἐργάται, οἳ τῆς κατατομῆς τῆς φευκτέας, ὥσπερ ἐξ ἀδύτων τινῶν τῆς ἀπιστίας προανακύψαντες, ὃ δὴ λέγεται, γυμνῇ τῇ κεφαλῇ κατὰ τῶν ἱερῶν ἡμῶν δογμάτων χωροῦσι παραταττόμενοι· καὶ ὅπερ πάλαι ἐν ταῖς ἑαυτῶν ψυχαῖς τῆς ἀσεβείας εἶχον ἐμφωλεῦον ἐμπύρευμα, καιροῦ λαβόμενοι, καθάπερ πῦρ εὐκαταπρήστου ὕλης ἐπιδραξάμενον, νῦν εἰς φλόγα μεγάλην ἐκκαύσαντες ἀνεῤῥίπισαν.

εʹ. Ἀλλὰ τίς ἂν ἐντεῦθεν ἀξίως, ἢ τῶν ἀθετούντων τὴν πίστιν τὸν ψυχικὸν ὄλεθρον ἀποδύραιτο, ἢ τῶν ὑπὲρ τῆς ἀληθείας διωκομένων, τὰς συμφορὰς ἐκτραγῳδήσειεν;

Ἄξιον δέ, ὡς ἔγωγε οἶμαι, μηδὲ τοῦτο σιωπῇ παρατρέχειν, ὡς εἰδεῖεν ἅπαντες ἐξ οἵας ῥίζης, οἷα ἐξέφυ βλαστήματα· οὗτοι γάρ, περὶ ὧν ὁ λόγος, ὁποῖοι μὲν τὸν βίον αἰσχροὶ καὶ κατάπτυστοι, ἐμπαθεῖς τε καὶ διεφθαρμένοι τὴν ψυχήν, καὶ τὸν νοῦν ἐνδιάστροφον ἔχοντες καὶ πρὸς κακίαν εὐπαρακόμιστον, πλείονας μὲν ἄχρι τοῦ δεῦρο, ὅπερ ἐν πολλοῖς πολλάκις συμβαῖνον εὑρεῖν ἔστιν, ἐλάνθανον· τὸ γὰρ δολερόν τε καὶ ὕπουλον κατεσκίαζεν αὐτῶν ἔτι τὴν κακοήθειαν· εἰσὶ δὲ οὓς καὶ ἐκ μακρᾶς τῆς ὁμιλίας εἰς πεῖραν τῶν πεπολιτευμένων αὐτοῖς ἀφιγμένους, ἥκιστα ταῦτα διέφυγεν· ἐῶμεν τἄλλα λέγειν, ἃ καὶ εἰδότων καὶ λεγόντων ἔστιν ἀκούειν ὅθεν τε καὶ ἐξ οἵων φαύλων τε καὶ σκαιῶν ἔργων, ἐπὶ τὸ σχῆμα τὸ μοναχικόν, ἐν λαϊκοῖς τὸ πρὶν τελοῦντες, μετέθεντο· ὅπως τε εἰς τὴν ἱερωσύνην καὶ τοὺς ἐκκλησιαστικοὺς καταλόγους, λανθάνοντες εἰσεφθάρησαν· ἔδει τοίνυν ἄρα τὸν τρόπον ἄσεμνον καὶ φευκτὸν σχόντας, ἀναλόγους καὶ τὰς περὶ πίστεως κεκτῆσθαι ὑπολήψεις· εἴωθε γάρ πως ἀκόλουθον εἶναι τὸν λόγον ταῖς πράξεσιν, ἵνα δι’ ἑκατέρου χαρακτηρίζηται θάτερον· ἑπομένως δὲ τούτοις, καὶ δόξης κενῆς ἐρᾷν· τοῦτο γὰρ ἦν αὐτοῖς ἐκ πλείονος σπουδαζόμενον· καὶ γὰρ εὐφώρατα καὶ ἔκδηλά τισι τὰ τῆς γνώμης αὐτῶν γέγονεν· ἐν ᾧ τοιαύτην ἀφιέντες φωνὴν ἑάλωσαν, ὡς εἴπερ δέοι καὶ τὴν ψυχὴν αὐτὴν ἀπεμπολῆσαι, παῤῥησιαζομένους κωμάζειν εἰς τὰ βασίλεια, καὶ ἅμα τὸ γαστρίζεσθαι αὐτοῖς ἐκεῖθεν ἠλπικότες περιγενήσεσθαι, ἐπείπερ οὕτως εἶχον σκέψεώς τε καὶ γνώμης ἐκ πλείονος· ἀνδράρια γὰρ κρεατραφῆ καὶ ἀκρατέστατα, γαστριζόμενα καὶ ταῖς Συβαριτικαῖς τραπέζαις εἰσάγαν προσηρτημένα, θῆτες ὥσπερ τινὲς καὶ παράσιτοι μισθοφοροῦσι τῇ κοιλίᾳ· Ὦν ὁ Θεὸς ἡ κοιλία, καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ.

Οἱ κοιλιόδουλοι καὶ ταῖς σαρκικαῖς ἡδοναῖς αἰχμαλωτιζόμενοι, σαρκικῶν τῶν θελημάτων τυγχάνουσι· καὶ γὰρ τοῖς ἐκ τοῦ δημοσίου σιτηρεσίοις σιτοῦνται, λιπαρῶς εὐωχούμενοι· καὶ τῷ ὄντι τὰ τῆς σαρκὸς φρονοῦντες, καὶ κατὰ σάρκα ζῶντες, καὶ τῇ δεσποίνῃ γαστρί, ὥσπερ ἄλλῃ Βάαλ, γόνυ κάμψαντες ὑποκατακλίνονται· κἀντεῦθεν ἐκκαρποῦνται τῆς ἁμαρτίας οἱ τάλανες τὰ ὀψώνια· εἰς τοσοῦτον κακοῦ προΐασι, παθῶν ἐντρύφημα τὸ τῆς πίστεως εὑρηκότες καινούργημα, οὕτω τοῦ θείου φόβου καὶ τῆς ἐντολῆς κατολιγωρήσαντες· τῇ τε γαστρὶ καὶ τῷ λαιμῷ χαριζόμενοι, καὶ ταῖς δυναστείαις, ὡς οἴονται, ἃς εὐφραίνειν ἐν ταῖς ἑαυτῶν κακίαις καθὰ γέγραπται προῄρηνται, καὶ κατὰ τὸν θεομισῆ καὶ βέβηλον ἐκεῖνον Ἡσαῦ, ὃς βρώσεως μιᾶς ἕνεκεν τὰ πρωτοτόκια ἑτέρῳ ἀπέδοτο, τὴν ἐλευθερίαν τῆς πίστεως καὶ τῆς ἱερωσύνης προὔδωκαν, οὐδὲν ἧττον· καὶ τῶν γε χάριν τὸ ἀποστολικὸν προαναπεφώνηται λόγιον, τοιούτοις κέρδεσι τὰς πρὸς Θεὸν ἐπηγγελμένας αὐτοῖς συνθήκας καὶ τὸ εὐθὺ τῆς ὁμολογίας ἡμῶν, ἀφρόνως καὶ σφαλερῶς διαμειψαμένων· Οὐαὶ αὐτοῖς, ὅτι τῇ ὁδῷ τοῦ Κάϊν ἐπορεύθησαν, καὶ τῇ πλάνῃ τοῦ Βαλαὰμ μισθοῦ ἐξεχύθησαν!

Τοιγάρτοι τὴν ἀρίστην καὶ βασιλικὴν ἰέναι τρίβον οὐκ ἀνεχόμενοι, οἷα δή τινες πῶλοι ἀγέρωχοι καὶ δυσκάθεκτοι, ἐπὶ κρημνοὺς καὶ ἀκάνθας φέρονται, καὶ ὥσπερ ἑαυτῶν ἐκλαθόμενοι, μηδ’ ὅτι τὸ θνητὸν περικείμενοι ἐννοοῦντες οἱ δείλαιοι· ἐφ’ οἷς ἂν δικαίως μάλα ἡ Παροιμιακὴ ῥῆσις ἐπιστυγνάζουσα φθέγξαιτο· Ὢ οἱ ἐγκαταλείποντες ὁδοὺς εὐθείας, τοῦ πορευθῆναι ἐν ὁδοῖς σκότους· οἱ εὐφραινόμενοι ἐπὶ κακοῖς, καὶ χαίροντες ἐπὶ διαστροφῇ κακῇ· ὧν αἱ τρίβοι σκολιαί, καὶ καμπύλαι αἱ τροχιαὶ αὐτῶν· ἐπείπερ ἥδιστον αὐτοῖς καὶ ἐπίχαρι τὸ μακρὰν ποιεῖσθαι ἑαυτούς τε καὶ ἄλλους ἀπὸ ὁδοῦ εὐθείας, καὶ ἀλλοτρίους τῆς δικαίας γνώμης· εἰ γὰρ ἐπορεύοντο, φησί, τρίβους ἀγαθάς, εὗρον ἂν τρίβους τὰς τῶν δικαίων λείους.

ϛʹ. Ἐπεὶ οὖν καὶ αὐτοὶ τοῖς προφητικοῖς ἐλέγχοις ἁλίσκονται, ἀκούσονται ἃ τοῖς ὁμόφροσιν αὐτοῖς Ἰουδαίοις πάλαι ὀνειδιζομένοις ἐλέγετο· Ὄψις πόρνης ἐγένετό σοι, ἀπηναισχύντησας πρὸς πάντας. Τῷ δὲ τῆς ἀναισχυντίας κακῷ φυσώμενοί τε καὶ διαιρόμενοι, καὶ τὰ πρὸς Κύριον ἀπειθοῦντες, Ἐροῦσί που πάντως· Ἀπόστα ἀφ’ ἡμῶν· ὁδούς σου εἰδέναι οὐ βουλόμεθα.

Ἀναιδεῖ προσώπῳ καὶ ἀπηρυθριασμένῳ ὑφιστάμενοι, ὡς ἂν φήσειεν ὁ σοφὸς ὁ Αὐσίτης, ὁ τῆς ἀνδρείας ἀκατάσειστος πύργος καὶ ἀκαθαίρετος, τῶν ἐν τῷ βίῳ εὐθηνουμένων ἀσεβῶν στηλιτεύων τὸ μοχθηρὸν καὶ ἠλίθιον· ἵνα γὰρ ταῦτα δι’ ὧν δρῶσιν ἀνοσίως βεβαιώσωνται, τὸν μὲν τοῦ Θεοῦ φόβον ἀπώσαντο, πᾶσαν δὲ κανονικὴν καὶ ἔνθεον θεσμοθεσίαν διδασκάλων εὖ τεθειμένην διὰ τοῦ Πνεύματος ἀτιμάσαντες, καὶ τῶν συνθηκῶν ἃς ἐν τῷ θείῳ θυσιαστηρίῳ καθωμολόγησαν ἀμνημονήσαντες· τῆς τε ὁμολογίας, μεθ’ ἧς, οὐκ οἶδα ὅπως, τοῦτο τοῦ Θεοῦ παραβλέψαντος, ἀναξίως ἐχρίσθησαν, καὶ τὸ τῆς ἱερωσύνης αὐτοῖς ἐπικεκήρυκται ἀξίωμα ἄπαρνοι γενόμενοι· καὶ συλλήβδην εἰπεῖν, τὴν πίστιν ἡμῶν τὴν εὐκλεᾶ καὶ ἀμώμητον καταπροέμενοι, τοῦ μεγάλου καὶ ἀτμήτου τῆς Ἐκκλησίας σώματος, ὡς σεσηπότα καὶ διεφθαρμένα μέλη ἑαυτοὺς ἀποῤῥηγνύουσι, καὶ τῇ τῶν ἑτεροδοξούντων μοίρᾳ, καὶ πάλαι ποτὲ πρὸς τὸν ὀρθὸν λόγον ἀσυνέτως μεμαχημένων προσέθεντο· ὧν πολλὰ μὲν πρότερον κατεγνωκότες τῆς δυσσεβείας, πολλὰ δὲ τῆς ἀπανθρωπίας αὐτοὺς καὶ ἀσελγείας καταμεμψάμενοι, εἰς ταυτὸν ἐκείνοις τῆς ἀπωλείας περιπεπτώκασι βάραθρον· οὐδὲ τὴν ἐκ θείας ἐπιπνοίας κεκινημένην ἁγίαν καὶ σεπτὴν ἐν Νικαίᾳ τὸ δεύτερον σύνοδον, ἢ τὸ προὖχον κατὰ Βιθυνοὺς ἔλαχεν, εἰ μή τι ἄλλο τῶν πάντων αἰδεσθέντες, καὶ τὸν παρ’ αὐτῇ ἐκπεφωνημένον θεῖον ὅρον, καὶ πάσης εὐθύτητος καὶ ὀρθοδοξίας γέμοντα ἔναυλον ἤδη ἔχοντες, καὶ οὕτω πυκνὰ τοῖς ὠσὶν ἐνηχούμενον, τά τε οἰκεῖα χειρόγραφα καὶ τοὺς τύπους τοῦ ζωοποιοῦ σταυροῦ, οὓς ἐν αὐτῷ κατεσημήναντο ἐξομνύμενοι.

Ἐξ ἡμῶν ἐξῆλθον, ἀλλ’ οὐκ ἦσαν ἐξ ἡμῶν· εἰ γὰρ ἦσαν ἐξ ἡμῶν, μεμενήκεισαν ἂν μεθ’ ἡμῶν, εἴποι ἂν ἐνθέως ὑποφωνοῦσα ἡ σάλπιγξ τῆς θεολογίας ἡ μεγαλόφωνος. Τί οὖν;

ἔδει λοιπὸν αὐτούς, ὥσπερ τὴν ὁμολογίαν ἀπεσείσαντο, οὕτως ἀμοιρῆσαι καὶ τῆς τοῦ Πνεύματος χρίσεως, ὡς οὐκ ἐνὸν τὴν μὲν πίστιν μεθ’ ἧς ἐχρίσθησαν παραγράφεσθαι, ἐνεργεῖν δὲ τὰ τῆς χρίσεως· τοιγαροῦν καὶ μάλα ἐνθέσμως, ἐπείπερ τὸ ἀνεπίστροφον καὶ ἀνιάτρευτον αὐτῶν τῆς νόσου, ὁ ἱερὸς τῆς Ἐκκλησίας ἑώρακε σύλλογος (πολλάκις γὰρ τὸ πιστὸν ἐκεῖνοι παρασχόντες τῇ Ἐκκλησίᾳ, τοσαυτάκις τῷ Πνεύματι τῷ ἁγίῳ ψευδόμενοι διηλέγχοντο) ἀποκηρύκτους τῆς ἱερωσύνης πεποίηκε, πάσης αὐτοὺς ἀπρακτεῖν ἱερατικῆς καθορίσας ἐγχειρήσεως· ἔγγραφόν τε αὐτῶν τὴν καθαίρεσιν καταστησάμενος, ὡς δὴ ἐκ τῶν ἱερῶν κανόνων ὁρμώμενοι· ἐπεὶ τοίνυν τοῦ ἱερατεύειν Θεῷ ἐξώσθησαν, κατὰ δὴ τὰ βασίλεια περιαγείρονται συνεχέστατα, καὶ σκηνὴν ἑαυτοῖς οἷα σκηνικοὶ ἀποσχεδιάσαντες ἀπετέμοντο· ἐνταῦθα τὰ τῆς παρανομίας καὶ ματαιότητος συγκροτοῦσι συνέδρια, ἔνθα δὴ τὰ δράματα τῆς ἀσεβείας ἐπιδεικτικῶς ἐκπομπεύουσι, καὶ τά τε θεῖα παίζουσι, καὶ τὴν τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ οἰκονομίαν, κωμῳδίαν δραματουργοῦντες θεατρικῶς οὐ καταπεφρίκασι, τό τε αἷμα τῆς καινῆς διαθήκης δι’ οὗ ἐξηγοράσθησαν κοινὸν ἡγησάμενοι, καὶ τῶν ἱερῶν ταύτης συμβόλων, οἷα βακχεύοντες ὡς ἐκ μέθης τῆς ἀπάτης καὶ ἀπιστίας, μανικῶς κατορχούμενοι.

ζʹ. Ἐπεὶ οὖν ἀσεβεῖν αὐτοὺς ἔδει καὶ λόγῳ καὶ πράγματι, ὅσα μὲν αὐτοῖς αἱρετὰ τὰ πρὸς Θεὸν ἀθετοῦσι, τῇ γλώσσῃ ἀσελγαίνουσιν· ὅσα δὲ δυνατὰ βεβήλοις χερσὶ τὰ ἅγια χραίνουσιν· οὕτω γὰρ αὐτοῖς ἢ ἑτέρωθεν ἢ ἑκατέρωθεν, ἢ ἑνί γε τῷ τρόπῳ πάντως τὸ ἐξαμαρτάνειν περισπούδαστον· διὰ ταῦτα ἐπὶ τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ κατεπανουργεύσαντο γνώμην, καὶ ἐβουλεύσαντο, μᾶλλον δὲ κατεπράξαντο, κατὰ τῶν ἁγίων αὐτοῦ· ὡς πολὺ τὸ πλῆθος τῆς τοῦ Θεοῦ μακροθυμίας καὶ τῆς ἀνοχῆς καὶ χρηστότητος· πῶς τὴν κτίσιν μαιμῶσαν καὶ βρέμουσαν τῶν Χριστομαχούντων ἐπεξιέναι τὴν τόλμαν, πεδήσας οὐκ ἠνέσχετο; πῶς παθεῖν ἃ παθεῖν δίκαιον, τὰ στοιχεῖα τὰ περικόσμια οὐδαμῶς συνεχώρησε; τὸ τόξον ἐντείνεται, καὶ κατέχεται, ὃ τοῖς τοῦ θανάτου σκεύεσιν ἑτοιμάζεται; ἡ τεθηγμένη καὶ ἀστράπτουσα μάχαιρα, καὶ τὰ ἠκονημένα βέλη ὡς ἀφ’ αἵματος τῶν ἀσεβῶν μεθυσθησόμενα καὶ πλησθησόμενα, οὐκ ἐπαφίεται; οἱ φωστῆρες τὸ φῶς οὐ συστέλλονται, οὐδὲ τὸν δρόμον ἐπέχονται, ἀλλ’ ὑπὸ τῆς τοῦ Θεοῦ φιλανθρωπίας καὶ χρηστότητος ταμιευόμενα, οὔτε βελτίους τοὺς ἠλιθίους ἐργάζεται, οὔτε εἰς συναίσθησιν τῶν τολμωμένων ἄγει, ἀφορμὴ δὲ μᾶλλον καὶ ὑπόθεσις τοῦ δρᾷν ἀνοσίως ἐγγίνεται· τί οὖν τις τῶν ἐχεφρόνων καὶ νοῦν ἐχόντων, τὸ ἄθεον σύνταγμα τοῦτο καλέσειε;

τί δὲ ἄλλο γε, ἢ τὸ Καϊάφα συνέδριον, καὶ τὸν πάλαι κατὰ Χριστοῦ Ἰουδαϊκὸν δῆμον μαινόμενον; καὶ νῦν γὰρ Ἄρχοντες λαῶν συνήχθησαν, κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. Πάλιν ἱερεῖς καὶ Γραμματεῖς καὶ Φαρισαῖοι καὶ ἄλλα συμβούλια ἐφ’ ὁμοίαις ταῖς ἐγχειρήσεσι· πάλιν Χριστὸς καθυβρίζεται καὶ μαστίζεται· ὥσπερ τὸ πρότερον ἐν σαρκὶ πεφηνὼς ὁ φιλάνθρωπος, οὕτω καὶ νῦν ἐν εἰκόνι τυπούμενος ὁ μακρόθυμος.

ηʹ.

Σκοπείσθω γὰρ ἀκριβῶς τε καὶ ἐμμελέστατα, ὅτι καθόσον νῦν τὰ ὑβριζόμενά τε καὶ καθαιρούμενα χαρακτηρίζει τὸν Κύριον, κατὰ τοσοῦτον καὶ αὐτοὶ τοὺς σταυρώσαντας Ἰουδαίους, καὶ τὴν ἐκείνων μιαιφονίαν περιφανῶς εἰκονίζουσιν· ὡς γὰρ ἐκεῖνοι τὸν Δημιουργὸν ἀνελεῖν πάντα τρόπον ἐκμηχανῶνται, οὕτω καὶ οὗτοι τὰ ἐκείνου ἀπεικονίσματα ἐξαφανίζειν, πᾶσαν σπουδὴν τίθενται· ἐπίσης τοιγαροῦν ἐπ’ ἀμφοῖν τὰ τῆς μιμήσεως ἀκραιφνῶς διαδείκνυται· ὡς γοῦν ἐπὶ τοῖς ἀνόμοις ἐκείνοις τολμήμασι τὸ ἐμφανὲς ἤδη συντεθεώρηται, οὕτω δή που καὶ τῶν προσώπων καὶ τῶν γνωμῶν αἱ ποιότητες, ἀκόλουθοι συναναφανήσονται· καὶ οὐκ ἄν τις ταῦτα ἑτέρως ἔχειν οἰηθεὶς κρίνειεν, εἴπερ ὀρθὴν καὶ ἀδιάστροφον τῶν πραγμάτων τὴν κρίσιν κέκτηται, καὶ τὸν λογισμὸν ἐῤῥωμένον ἔχειν πεπίστευται· τὸ γὰρ ἀπαραίτητον ὁ λόγος ἕξει, πᾶσα ἀνάγκη, εἴ γε ὡς ἀληθῶς οἱ λόγοι τοῖς πράγμασιν ἕπονται· τοσοῦτον μὲν ὡς ἐν βραχεῖ τῶν ἀσεβῶν παραστῆσαι τὸ δύστροπον καὶ κακόηθες· καὶ τρίτον ἤδη τοῦτο πάθος ἐπὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ πεφανέρωται· πρὸς γὰρ τῷ πρωτίστῳ καὶ ὡς ἄν τις εἴποι ἀρχετύπῳ πάθει, καὶ δεύτερον ἔτι, καὶ τρίτον ἐπὶ τούτῳ παρὰ τῶν ὁμοτρόπων τοῖς Ἰουδαίοις, διὰ τῶν ἱερῶν τῆς σωτηρίου αὐτοῦ ἐνσωματώσεως συμβόλων, ἐπὶ τῆς καθ’ ἡμᾶς γενεᾶς ἠνέγκατο· ἢ οὐχὶ δὴ τὸν ἐν πεδίῳ Σενναὰρ οἰκοδομούμενον πύργον εὐκαίρως ἂν ὀνομάσειεν;

ᾞ κἀκεῖνον κακῶς ᾠκοδόμητο, ἐπεὶ οὐδαμῆ ἤθελε Θεὸς οὐδὲ ἥδετο· καλῶς δὲ τῶν συνηγμένων αἱ γλῶσσαι ἐνταῦθα συνεχέοντο, καθὰ δὴ τὸ θεῖον ἐκεκρίκει προβούλιον, καὶ διῃρεῖτο ἤδη αὐτοῖς τὸ ὁμόφωνον· ὡς ἀνηκουστεῖν τοὺς πέλας τῆς φωνῆς τῶν ὁμογνωμονούντων ἕκαστον, καὶ ταύτῃ διαλύεσθαι τὸ ἐγχείρημα, καὶ τοὺς πονουμένους τῷ ἔργῳ καθ’ ὅλης γῆς διασπείρεσθαι.

θʹ. Ὁ δὲ νῦν τοῖς νεωτερίζουσι τῆς ἀσεβείας πυργούμενος κολωνός, πολλῷ δήπου ἀπευκτότερος καὶ ἀθεώτερος· οὐ πλίνθοις πυρὶ κατοπτωμέναις, καὶ ἀσφάλτῳ δομούμενος, φωναῖς δὲ παλιμφήμοις καὶ θεομάχοις σκέμμασι κατὰ τῆς δόξης τοῦ Μονογενοῦς τεχνιτευόμενος, καὶ τῶν καλῶς καὶ ἐνθέως ἠγμένων καὶ ἡνωμένων εἰς μίαν ὁμολογίαν καὶ σύμπνοιαν πίστεως, καθ’ ἣν συμβαίνομεν ἀλλήλοις ἐν Πνεύματι, τὴν συμφωνίαν διαλύειν καὶ σκεδαννύειν ἐκμηχανώμενος· οὓς ἂν καὶ μάλα θεοφρόνως ἐν πνεύματι κινούμενος ὁ μέγας Δαβὶδ ἐπαράσαιτο, Καταπόντισον, Κύριε, καταδίελε τὰς γλώσσας αὐτῶν, λέγων. Ὅτι εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει, ὅτι ἠγάπησαν πάντα ῥήματα καταποντισμοῦ, γλῶσσαν δολίαν· διὰ τοῦτο ὁ Θεὸς καθελεῖ αὐτοὺς εἰς τέλος, καὶ τὸ ῥίζωμα αὐτῶν ἐκ γῆς ζώντων ἐκτίλλων μεταναστεύσειε.

Ταῦτα οἱ νέοι Ἰαννὴς καὶ Ἰαμβρής, τῆς πονηρᾶς συζυγίας ἐκείνης ἀπεικονίσματα· ἢ Ὑμέναιος καὶ Ἀλέξανδρος, περὶ τὴν ἀλήθειαν μάλιστα διασφαλλόμενοι· ἄλλη μοχθηρά τις καὶ ὁμότροπος εἰς κακίαν ξυνωρὶς περιβόητος, ταῖς μὲν τοῦ διαβόλου ἡνίαις κατεζευγμένοι, ταῖς ἐκείνου δὲ χερσὶν ἡνιοχούμενοι, ἡ κατὰ τοὺς υἱοὺς Κορὲ συντεταγμένη φρατρία, οἱ τῆς κατὰ Χριστὸν διαθήκης ἀντίθετοι, τὰς δολίας γλώσσας πρὸς ἀντιλογίαν τῆς ἀληθείας, τῷ ψεύδει προκαταθήξαντες· οὐ τῷ Μωσῇ τῷ πάλαι, καὶ τῷ σκιώδει καὶ ἐν γράμμασι νόμῳ κειμένῳ, καὶ πλαξὶ λιθίναις χαρασσομένῳ προσπταίοντες, δι’ ὃν γνόφος καὶ σκότος καὶ θύελλα, καὶ ὅρος καπνιζόμενον, καὶ σάλπιγγες φοβερὸν ἀπηχοῦσαι, καὶ τοὺς ἀνιόντας ἐκδειματοῦσαι καὶ ψαύοντας· ἀλλ’ αὐτῷ Χριστῷ τῷ νομοθέτῃ, καὶ τὴν νέαν ἡμῖν καὶ θείαν θεσμοθεσίαν ἐγκαινίζοντι ἀνέδην ἀντεπεξάγοντες, καὶ νόμῳ πνεύματι τυπουμένῳ καὶ πλαξὶ διανοίας οὐκ ἐπιπόλαιον, ἀλλὰ κατὰ βάθος ἐνσημαινομένῳ, καὶ τὸν νοητὸν Ἰσραὴλ τελοῦντι καὶ μυσταγωγοῦντι ἐπὶ τὰ κρείττω καὶ ὑψηλότερα· καὶ θεσμοὺς καθαιροῦντες ἐξ αὐτῶν τῶν οὐρανῶν κατιόντας, καὶ τῆς τοῦ βασιλέως τῶν οὐρανῶν εἰς κένωσιν καθιγμένου οἰκονομίας ἡμῖν ἐμφανίζοντας τὸ μυστήριον, καὶ τοὺς δι’ ὧν ἡ κένωσις κηρύσσεται καὶ γνωρίζεται τύπους συγκαταβάλλοντες, καὶ ὅσον αὐτοῖς τὸ κατάκριμα ἡ ἀποστολικὴ ψῆφος γνωρίσειεν.

Ἀθετήσας τις νόμον Μωσέως, χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν ἀποθνήσκει· πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας, ὁ τὸν Υἱὸν τοῦ Θεοῦ εἰκόνι σεπτῇ καταπατήσας γραφόμενον, καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος, ἐν ᾧ ἡγιάσθη, καὶ τὸ Πνεῦμα τῆς χάριτος ἐνυβρίσας, ἐν ᾧ δὴ ἡ τῆς εἰκόνος τιμή, ἐπὶ τὸ ἀρχέτυπον ἀναβαίνει;

Οὐκοῦν ἔδονται τῶν ἑαυτῶν πόνων τοὺς καρπούς, καὶ παρὰ τῆς θείας δίκης ἄξια, εὖ οἶδα, τἀπίχειρα οἱ τάλανες δρέψονται.

Ὁρᾶτε τὴν ἐφ’ ἡμῶν Βαβυλῶνα, καὶ τὰ ἐν αὐτῇ παρανομούμενα· πάλιν πρεσβύτεροι Βαβυλώνιοι, καὶ φρονήματα Βαβυλώνια, καὶ Χαλδαϊκὰ σοβαρεύματα, καὶ πάλιν ἐξῆλθεν ἀνομία ἐκ Βαβυλῶνος, ἐκ πρεσβυτέρων κριτῶν οἳ ἐδόκουν κυβερνᾷν τὸν λαόν· καὶ πολὺ τὸ ὁμότροπον τὰ νῦν τεκταινόμενα ἐπιδείκνυσι· καὶ οὗτοι γὰρ αἰσχραῖς ἐπιθυμίαις καὶ πάθεσιν ἐκτόποις οἰστρηλατούμενοι, πρὸς τὸ συγγενὲς ἐφορμῶσιν ἀνόμημα, καὶ κατὰ τῆς σεμνῆς Σωσάννης ἐπιμανέντες οἷα μοιχώμενοι, τῆς Ἐκκλησίας δὴ τοῦ Θεοῦ, λέγω· ὡς δὴ καὶ αὐτοὶ θρόνοις ἀλλοτρίοις ἐπιπηδῶντες, καὶ πόλεις τὰς ὑψηλοτέρας κατὰ πολλὴν ἐξουσίαν διακληρούμενοι, καὶ μισθὸν τοῦτο τῆς εἰς Θεὸν βλασφημίας διαμειβόμενοι, γραφὴν μοιχείας συντιθέντες ἐκενολόγησαν, εἰδωλολατρίαν τῆς ἀμώμου καὶ ἀσπίλου καταγορεύσαντες· καὶ ἣν ὁ ἄμωμος Ἀμνὸς ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου Χριστὸς τῷ ἰδίῳ αἵματι περιεποιήσατο, καὶ τῆς εἰδωλικῆς πλάνης ῥυσάμενος ὡς ἀληθῶς ἑαυτῷ ἁγίαν καὶ ἔνδοξον παρεστήσατο, μὴ ἔχουσαν σπῖλον, ἢ μῶμον, ἢ ῥυτίδα, συκοφαντοῦντες οὐκ ἔφριξαν, ἀσθένειαν αὐτῷ καὶ τὸ ἀδρανὲς ἐπιφημίσαντες, ὡς οὐκ ἰσχύσαντι ἡμᾶς τῆς τῶν εἰδώλων μανίας λυτρώσασθαι· τῶν τε θείων ἀποστόλων τὸ κήρυγμα, μάταιον καὶ ψευδομυθίας ἔμπλεων ἀποδεῖξαι πειρώμενοι· καὶ τὰ τῶν ὁσίων Πατέρων ἡμῶν δόγματα, κενὰ καὶ ἀπρακτοῦντα καταστῆσαι βουλόμενοι· καὶ οὐκ αὐτοὶ μόνοι δρῶσι τὰ ἄτοπα, ἀλλ’ ἤδη καὶ πάντας Χριστιανοὺς συμπράττειν καὶ συμφωνεῖν αὐτῶν τῇ ἀθεότητι καταβιάζονται, καὶ εἰδώλων ὡσαύτως ἐκείνοις ὀνόματι καλεῖν τὰ ἱερὰ τῆς τοῦ Σωτῆρος ἡμῶν οἰκονομίας καὶ σεβάσμια σύμβολα· κἂν τὰ τούτων νεανιεύματα τὸ ἐν Δανιὴλ Πνεῦμα τέως ἀναβάλλεται, ἢ μεταμελήσειν αὐτοῖς τῶν ἀθέως δρωμένων, ἢ γοῦν ἐμβαθύνοντας ἐπὶ ταῖς τοιαύταις ἀνοσιουργίαις, τῆς σφῶν αὐτῶν θρασύτητος καὶ ἀπονοίας ἀξίας ἀποτιννύναι τὰς δίκας· θαυμάσαιτο δ’ ἄν τις εἰκότως, ἡλίκον αὐτῶν τῆς κακίας τὸ μέγεθος, καὶ εἰς ὅσον ἀφίκετο ἀθλιότητος, ὅπως οἱ δόξαντες ἱερεῖς εἶναι, ὥσπερ ὠμότατοι τύραννοι καὶ πικροὶ δικασταί, μετὰ τῆς ὀφρύος ἐπὶ σεμνοῦ τοῦ βήματος προκαθέζονται, φρονήματος γέμοντες, καὶ πνέοντες μανικόν τε καὶ ἔμπληκτον· περιέστηκε δὲ αὐτοὺς στρατιωτικὸν ξιφηφορούντων καὶ παρακροτούντων σύνταγμα, τοῖς ἀπειλουμένοις μᾶλλον ἢ τοῖς δογματιζομένοις ὑπηρετούμενον.

Ἤδη δὲ καὶ τοὺς ἐκ τῶν ἐν τοῖς δήμοις χρωμάτων τῆς ἱππικῆς ἁμίλλης προὔχοντας, καθάπερ ἦν τῆς ἀκόσμου αὐτῶν συμμορίας ἄξιον, συμπαρέδρους αὐτοῖς, συνηγορεῖν τῇ διδασκαλίᾳ προσεποιήσαντο· τοιούτων γὰρ διδασκάλων, τοιούτων ἔδει καὶ τῶν συμμάχων, ἐπὶ τοιούτοις τοῖς δόγμασι· προσφθείρονται δὲ αὐτοῖς οἷα φιλεῖ ἐν ταῖς τοιαύταις ἀταξίαις καὶ ἀκοσμίαις γίνεσθαι, καὶ μέρος τῆς Ἐκκλησίας, ὅσοι ἐπ’ αἰτίαις κανονικαῖς καὶ ἐγκλήμασιν ἁλόντες ἐξώσθησαν, ἵνα γένηται αὐτοῖς καθ’ ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία· οὐδὲ τῶν θεατρικῶν καὶ τῶν ἀπὸ τῆς σκηνῆς οἱ προάγοντες, οὓς μίμους τῷ δημώδει καλεῖν εἴθισται λόγῳ, τῆς σεμνῆς ὁμηγύρεως ταύτης ἀπολιμπάνονται· ἔστι δὲ οὓς καὶ τῶν καπηλικῶν, καὶ τῶν ἐκ τῶν τριόδων καὶ χαμαιτυπείων ἐπικουρήσειν τοῖς πραττομένοις συνεκάλεσαν, καὶ ὅσον ἀγυρτικόν τε καὶ ἀγελαῖον καὶ βάναυσον ὀχλοποιήσαντες περιαθροίζουσι· κοσμεῖ δὲ αὐτῶν μάλιστα τὴν παράταξιν, καὶ μέρος οὐκ εὐαρίθμητον τῶν ἐν στρατιωτικοῖς τάγμασι τελούντων ποτέ, ὧν οἱ μὲν ἅτε παρηβηκότες τὴν ὥραν καὶ ἀφήλικες, οἱ δὲ ἐπ’ αἰτίαις τισὶ πεφωραμένοι καὶ αἰσχρότησι, τῆς μοίρας τῆς ἐνοπλίου ἀπελήλανται, ὧν οἱ πλείους τῆς παλαιᾶς ἐκείνης καὶ δυσσεβοῦς διδασκαλίας τυγχάνουσιν, ἐκ πολλῆς ἄγαν κτηνωδίας καὶ ἀλογίας, ὅθεν ἤδη καὶ συνελέγησαν, ταύτης τῶν ἄλλων μᾶλλον μεταποιούμενοι· οἳ ἐπειδὴ τῶν βασιλικῶν σιτηρεσίων στερούμενοι, ἐξ ὧν αὐτοῖς μετὰ τῆς τῶν ὅπλων παρασκευῆς καὶ τὰ ἐπιτήδεια ἐπορίζετο, εἰς ἄκρον πενίας καὶ ἀπορίας τῶν ἀναγκαίων ἵκοντο· ὥστε εἰς προῦπτον καὶ δεῖσθαι τῶν παρατυγχανόντων, καὶ τῆς ἐκ τῶν ἐράνων συλλογῆς τὰ πρὸς ζωὴν ἐπαρκούμενοι, περιαθροῦντες ὅπου πότοι καὶ ἀθροίσματα γίνονται, ἐφ’ οἷς ὡς ὑπόπτεροι περιθέουσιν, ὡς ἂν τὸ ἐνδεὲς καὶ πιέζον ἐντεῦθεν παραμυθήσωνται· οὗτοι δέ, ὡς ἴσμεν, ἅπαντες, ἐθάδες τῶν χειρόνων ὑπάρχοντες, τοῖς μὲν καθεστῶσιν ἀεὶ δυσχεραίνουσι, ταῖς δὲ καινοτομίαις χαίρουσι, καὶ νεωτέρων πραγμάτων ἐφίενται, ὡς δὴ ἐκ τῶν τοιούτων αὐτοῖς θορύβων καὶ ἀταξιῶν, τὰ χρειώδη καὶ ἀναγκαῖα περιγίγνοιντο· τοιούτων οὖν στρατηγῶν τοιαύτης ἔδει καὶ φάλαγγος· οὕτω γὰρ ἄπαν τὸ χείριστον καὶ αἴσχιστον δι’ ἑαυτῶν ἐποιήσαντο· βαβαί, βαβαί!

ἐπίσκοποι, καὶ δῆμοι, καὶ μῖμοι καὶ ὁ ἄλλος μανικὸς ὅμιλος κατὰ ταυτόν, τὰ τῆς Ἐκκλησίας ἐποπτεύοντες μεταχειρίζονται δόγματα.

Ἐπεὶ οὖν τὸ πονηρὸν ἐκεῖνο καὶ ἄθεον ἐργαστήριον· συγκεκρότηται, καὶ τὰ κατὰ γνώμην πάντα ἤδη ἐκβέβηκε, καὶ διὰ χειρὸς αὐτοῖς τῆς Ἐκκλησίας ὑπάρχει τὰ πράγματα, πῶς ταῦτα καὶ τίνα τρόπον συγχωρεῖ Θεός; Ἐπειδὴ τὸ πῦρ ἐξεκαύθη τῶν ἡμετέρων ἁμαρτημάτων, καὶ ἐπὶ μέγα φλογὸς ἐπῆρται, τῶν ἀδικημάτων ἡμῶν ἡ κάμινος, καὶ τῶν ἐγκλημάτων εὐθύνας παρὰ τῆς θείας εἰσπραττόμεθα δίκης· καὶ κινδυνεύει τὰ τῆς ἱερωσύνης δημοτικώτερον μᾶλλον ἢ πνευματικώτερον διιθύνεσθαι· ψυχικοὶ γὰρ ὄντες οὐ δέχονται τὰ τοῦ πνεύματος, καὶ τοῖς βεβήλοις πεπίστευται καὶ ἀνεῖται τὰ τῆς Ἐκκλησίας μυστήρια· τί συμβέβηκε καὶ τί ὁρᾷν ἔνεστιν; ἐπὶ τῆς Μωσέως καθέδρας ἐκάθισαν οἱ Γραμματεῖς καὶ οἱ Φαρισαῖοι, τοῖς πάθεσι τῆς φιλοσαρκίας ἐπεντρυφῶντες, καὶ ταῖς κεναῖς δόξαις καὶ πλάσμασι φιλοτιμούμενοι, τῷ τε κόμπῳ τῷ Φαρισαϊκῷ καταλαζονευόμενοι, καὶ μέγα φυσῶντες ταῖς προεδρίαις, καὶ τῷ καλεῖσθαι ῥαββί, καὶ τῷ ὄγκῳ καὶ τῇ ὀφρύϊ τῶν Γραμματέων κατασοβαρευόμενοι· πλήν γε δή, ὅτι ἐκεῖνοι μὲν ἃ τῷ νόμῳ ἐγέγραπτο, τῷ λαῷ διεσήμαινον· ἃ δὲ ἔλεγον, πράττειν οὐκ ἤθελον· διὸ καὶ ὁ Χριστὸς τὰ μὲν λεγόμενα ποιεῖν ἐκέλευεν, ἀπηγόρευε δὲ τὰ πραττόμενα· οὗτοι δὲ οὔτε λέγουσιν οὔτε πράττουσιν, ἃ ἡ ἀλήθεια παραδέδωκεν· ἄντικρυς δέ, καὶ λόγῳ καὶ πράγμασι τῇ χάριτι ἀπομάχονται.

Σκεπτέον οὖν ὁποτέροις χαλεπώτερα τὰ ἐγκλήματα· ἐντεῦθεν οἱ εὐφημοῦντες, ὡς ἐγγυτάτω προθύμως τὰς ἀσέμνους ἐκείνας καὶ δυσηχεῖς φωνάς, ἢ δυσσεβεῖς εἰπεῖν οἰκειότερον, ἐκ τῆς δυσώδους αὐτῶν καὶ μυσαρᾶς καρδίας ἐξερευγόμενοι, οἱ δορυφοροῦντες μετ’ εὐλαβείας καὶ συνεσταλμένου τοῦ φρονήματος, διακονούμενοι ὡς τάχιστα τοῖς διατάγμασιν, οὓς μὲν τῶν ἐξεταζομένων, εἰς μέσους παράγειν, οὓς δὲ ἀνθυπεξάγειν τοῦ δικαστηρίου, ὢ τῆς ἐπηρείας! φεῦ τῆς ἀναιδείας! ἢ προσδεχθησομένους σὺν εὐμενείᾳ, ἢ ἐκπεμφθησομένους σὺν ἀδοξίᾳ, καὶ τἄλλα ὅσα τοῦ ἐμπλήκτου καὶ Φαρισαϊκοῦ ἐκείνου βήματος ἄξια, ἀλλὰ καὶ τοὺς ὁσίους Πατέρας ἡμῶν καὶ διδασκάλους τῆς Ἐκκλησίας κατευτελίζουσι καὶ φαυλίζουσι, κατὰ μηδὲν τῶν ἄλλων ἀνθρώπων πρός τε ἀρετὴν καὶ τὴν εἰς Θεὸν οἰκείωσιν διενηνοχέναι, ἀλλ’ ὡσεί τινα καὶ τῶν πολλῶν ἕνα, αὐτῶν ἕκαστον εἶναι περιθρυλλοῦντες ὧν καὶ τὰς ἱερὰς Βίβλους, αἳ τὰς ἐνθέους αὐτῶν διδασκαλίας φέρουσιν, ὑπὸ πόδας ἄγουσιν, εἰς βάθρων ὑπηρεσίαν αὐταῖς ἀποχρώμενοι, τὸ παρανομώτατον. Σοφοὺς δὲ χειροτονοῦσιν ἑαυτοὺς οἱ σαρκοφιλόσοφοι, καὶ παρὰ τῶν σπουδαστῶν ἀξιοῦσι καλεῖσθαι θεολόγοι οἱ κενολόγοι, καὶ χρυσόστομοι οἱ αἰσχρόστομοι.

Σκοπῶμεν δὲ ταῦτα ὅθεν καὶ οὕτως· τὴν μὲν κελεύουσαν ἐντολήν, Μὴ μέταιρε ὅρια αἰώνια ἃ ἔθεντο οἱ πατέρες σου, οὐδὲ ὅσον εἰς νοῦν βαλέσθαι δόξαν τοῖς ἀθλίοις. Πρὸς δὲ τὰς εὐαγγελικὰς τοῦ Κυρίου φωνάς, πρὸς ὃν καὶ ἡ μάχη καὶ τὰ τῆς ὕβρεως, παραπλησίως ἀσπίδι κωφῇ καὶ βυούσῃ τὰ ὦτα, καθὰ λέγεται, Τοῖς ἐπᾴδουσι τὰς ἀκοὰς ἀποβύουσιν.

Αἳ δὴ καὶ τοῦ ἕνα τῶν μικρῶν τῶν ἤδη πεπιστευκότων σκανδαλίζοντος, ὡς βαρυτάτην τὴν δίκην καθορίζουσι λυσιτελεῖν αὐτῷ μᾶλλον ὀνικῷ μύλῳ κατ’ αὐχένος ἐπηρτημένῳ, θαλασσίοις καταποντοῦσθαι πελάγεσι. Τί οὖν; οὐκ ἂν αὐτοὶ δεινότερον πείσωνται; τοσαύτην πληθὺν μεθοδείαις ἀπατηλαῖς κατασοφιζόμενοι καὶ παρακρουόμενοι, ἥτις καὶ ἐν ἴσῳ θαλάσσης ἄμμῳ παρεικασθήσεται· οὐ γὰρ ἕνα, ἢ δύο, ἢ τρεῖς, πάντα δὲ ἄνθρωπον τὸν ὑπὸ σκήπτροις Ῥωμαίων, κατὰ ψυχὴν τὴν σηπεδόνα τῶν φθοροποιῶν αὐτῶν λόγων εἰσδέχεσθαι διασπουδάζουσι· πῶς γὰρ ἔμελλον ἀλλοτρίων ψυχῶν φείδεσθαι, οἵ γε τῶν ἰδίων ἠφειδηκότες ἀπογνόντες παντάπασι; Καὶ καλῶς γε μετὰ τῶν Γραμματέων καὶ Φαρισαίων ἀκούσονται· Οὐαὶ ὑμῖν ὅτι κλείετε τὴν βασιλείαν τῶν οὐρανῶν ἔμπροσθεν τῶν ἀνθρώπων· ὑμεῖς γὰρ οὐκ εἰσέρχεσθε, οὐδὲ τοὺς εἰσερχομένους ἀφίετε εἰσελθεῖν. Οὕτω πάντα τῆς Ἐκκλησίας κατασείοντες ἔθη τε, καὶ νόμους, καὶ μυστήρια, τὰς ὁδοὺς Κυρίου τὰς εὐθείας διαστρέφουσιν· εἰ δὲ καὶ ὑπὲρ ἀργοῦ ῥήματος λόγον ὑφέξομεν ἐν ἡμέρᾳ κρίσεως, ποίαν ποτὲ ἄρα τῶν παρ’ αὐτοῖς ἐνεργουμένων ἐνδιαστρόφων καὶ πονηρῶν διδαγμάτων οὐκ οἴσουσι δίκην;

ὅπου γε καὶ τοῖς ἔξωθεν συντηρεῖν τὸ ἀπρόσκοπον ἡ Παύλου παρεγγυᾷ μεγαλόνοια· ὧν ὡς ἀληθῶς τὸ κατάκριμα ἔνδικον ἄνωθεν προεσήμηνεν· ὄντως πάντα τολμῶσι κακοί, καλῶς εἴρηται· εἶτα εἰς μέσους ἠγμένα καὶ ὑπ’ ὄψιν ἐκκείμενα, τῶν ψυχῶν τῶν ἀνθρωπείων τὰ θήρατρα, αἱ διὰ χρόνου συχνοῦ προεκμελετηθεῖσαι αὐτοῖς καὶ εἰς τοῦτο παρασκευασθεῖσαι βίβλοι.