Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Ἀπολογητικὸς λόγος ὑπὲρ τῶν ἁγίων εἰκόνων

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Ορθόδοξη Τριαδολογία, Χριστολογία και η θεολογία των ιερών εικόνων

Εκτενής έκθεση της χριστολογικής διδασκαλίας, της καθ' υπόστασιν ενώσεως, της διάκρισης μεταξύ λατρείας και τιμητικής προσκυνήσεως, και της επικύρωσης της τιμής των εικόνων από τη Ζ΄ Οικουμενική Σύνοδο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 3 από 12

Ὅτι ἠκόνησαν γλῶσσαν αὐτῶν ὡσεὶ ὄφεως. —Ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν, καὶ ἀνομίαν ὅλην τὴν ἡμέραν ἀδικίαν ἐλογίσατο ἡ γλῶσσα αὐτῶν. —Ὅτι τὰ ῥήματα τοῦ στόματος αὐτῶν ἀνομία καὶ δόλος. ιηʹ. Ὁποία δὲ ἡμῶν τῶν Χριστιανῶν ἡ ὁμολογία, καὶ ἥτις ποτέ ἐστι, καιρὸς ὡς οἷόν τε ἐπιτεμόμενον φράσαι. Ἡμεῖς τοίνυν, καθὰ παρέδοσαν ἡμῖν οἱ ἀπ’ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται τοῦ Λόγου, οἵ τε μετ’ ἐκείνους τὰ ἐκείνων διαδεξάμενοι θεοφάντορες καὶ θεῖοι ἡμῶν διδάσκαλοι, Πιστεύομεν εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα, πάντων ὁρωμένων καὶ ἀοράτων ποιητήν τε καὶ κύριον, ἄναρχον, ἀόρατον, ἀκατάληπτον, ἀναλλοίωτον, ἀτελεύτητον. Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ, ἀνάρχως καὶ ἀχρόνως καὶ πρὸ πάντων τῶν αἰώνων τῆς πατρικῆς οὐσίας ἐκλάμψαντα· καὶ εἰς ἓν Πνεῦμα ἅγιον, ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς προϊόν, καὶ Πατρὶ καὶ Υἱῷ συνθεολογούμενόν τε καὶ συνδοξαζόμενον, ὡς συμφυὲς καὶ συναΐδιον. Τριάδα μὲν δοξάζοντες ὑποστάσεσιν ἤτοι προσώποις, καὶ ἑκάστῳ τῶν εἰρημένων ἀμιγεῖς καὶ ἀσυγχύτους τηροῦντες τὰς ἀφοριστικὰς ἰδιότητας, ὡς οὐδαμῶς μεταπιπτούσας ἢ κινουμένας. Πατρὶ μὲν τὴν ἀγεννησίαν καὶ τὸ αἴτιον τῶν ἐξ αὐτοῦ νέμοντες·

Υἱῷ δὲ τὴν γέννησιν· Πνεύματι δὲ τὴν ἐκπόρευσιν· καὶ ὡς ἐξ αἰτίου τοῦ Πατρός, τό τε γεννώμενον καὶ τὸ ἐκπορευόμενον νοοῦντες ἀπαυγάσαντα, καὶ ὡς φῶς ἑκάτερον ἐκ φωτὸς προελθόν, ἓν ὑπερκόσμιον τρισοφεγγὲς καὶ τρισήλιον φῶς μονάδα δὲ οὐσίᾳ καὶ φύσει προσκυνοῦντες, εἰς ἓν ὑπερούσιον καὶ ὑπερφυὲς θεότητος ὕψος συνιοῦσαν, τὴν αὐτὴν ἀμέριστον καὶ ἀδιάσπαστον τήν τε δόξαν καὶ τὸ κράτος κεκτημένην· ἐν ταυτοβουλίᾳ καὶ θελήσει, καὶ μιᾷ δυνάμει καὶ ἐνεργείᾳ γνωριζομένην, καὶ οἷα πάντων βασιλίδα καὶ τῶν ὅλων δεσποτεύουσαν, παρὰ πάσης τῆς ὁρατῆς καὶ ἀοράτου κτίσεως, ὡς ὁμότιμόν τε καὶ σύνθρονον, προσκυνουμένην τε καὶ λατρευομένην· μίαν μὲν γὰρ ἐν τοῖς τρισὶ θεωροῦμεν θεότητα, τῷ ταυτῷ τῆς οὐσίας ἑνιζομένην, τρεῖς δὲ ὑποστάσεις ἐν τῇ μιᾷ θεότητι, τῷ ἑτεροίῳ τῶν περὶ ἑκάστην ἐνυπαρχουσῶν ἰδιοτήτων, ἀμερίστως διαιρουμένας· οὔτε τὸν Υἱὸν τῆς τοῦ ἀγεννήτου Πατρὸς οὐσίας ἀλλοτριοῦντες διὰ τὴν γέννησιν, οὔτε τὸ Πνεῦμα Πατρὸς καὶ Υἱοῦ διὰ τὴν ἐκπόρευσιν, οὔτε σύγχυσιν εἰδότες διὰ τὸ ἑνιαῖον τῆς συμφυΐας καὶ ἄτμητον, ἀλλ’ ἐν τῇ κοινωνίᾳ τῆς φύσεως τὸ διακεκριμένον ἑνοῦντες τοῦ ἰδιάζοντος· «Διαιρεῖται γὰρ ἀδιαιρέτως, καὶ συνάπτεται διῃρημένως· ἓν γὰρ ἐν τρισὶν ἡ θεότης, καὶ τὰ τρία ἕν· τὰ ἐν οἷς ἡ θεότης, ἢ τό γε ἀκριβέστερον εἰπεῖν, ἃ ἡ θεότης.» Καθὰ μεμυσταγώγηκεν ἡμᾶς τῶν θεολόγων ὁ κράτιστος.

Θεὸν οὖν τὸν Πατέρα σέβομεν, ἐξ οὗ τὰ πάντα ἐκ μὴ ὄντων παρῆκται πρὸς ὕπαρξιν· Θεὸν τὸν Υἱὸν δοξάζομεν, δι’ οὗ τὰ πάντα γεγένηται, καὶ πρὸς οὐσιώδη διαμονὴν διασώζεται· Θεὸν τὸ Πνεῦμα τὸ ἅγιον προσκυνοῦμεν; ἐν ᾧ τὰ τρία σέβοντες, οὐκ εἰς τρεῖς θεοὺς τὴν μίαν διιστάντες θεότητα, ἵν’ ἐκκλίνωμεν τῆς τριθεΐας, μᾶλλον δὲ πολυθεΐας, τὸ ἀθεώτατον· καὶ τέλειον τούτων ἕκαστον ἐπιστάμεθα· οὐ γὰρ ἐκ τριῶν ἀτελῶν ἕν τι ὁμολογοῦμεν τέλειον· ἀλλ’ ἐκ τριῶν τελείων, ἓν ὑπερτελὲς καὶ προτέλειον, ὡς ἡ τῶν θεομυστῶν Πατέρων εἰσηγεῖται θεολογία.

Οὔτε οὖν τὰς ὑποστάσεις ὡς φύσεις ἐκφύλους καὶ διαφόρους, ἀνισότησί τε καὶ ἀνωμαλότησι τέμνοντες προχειριζόμεθα, ἀλλὰ διαιροῦμεν τῷ λόγῳ τῶν ἰδιοτήτων, πρὸς τὴν ἑνάδα τῆς οὐσίας συνάπτοντες, τὸ ὑπερβάλλον ἐν τούτοις ἢ μειονεκτούμενον ἀποπεμπόμενοι.

Τὸ γὰρ μεῖζον ἢ ἕλαττον ὥσπερ ἐν τῇ οὐσίᾳ θεωρῆσαι οὐκ ἐνόν, οὐδὲ ἐν τῇ Τριάδι κατὰ τὴν οὐσίαν ἢ τὴν θεότητα, ἵνα τὴν Ἀρειανικὴν λύσσαν, ἐξ ἧς καὶ πρὸς ἣν ἡμῖν ὁ νῦν πόλεμος, κατασβέσωμεν· οὔτε μὴν εἰς μίαν ὑπόστασιν συγχέοντες ἢ συναλείφοντες, ἀλλὰ προσώποις ὑφεστῶσι καὶ πράγμασι καὶ ὀνόμασι τὸ διῃρημένον συνημμένως κατὰ τὴν οὐσίαν εἰσφέροντες, ἵνα τὴν Σαβελλιανὴν μανίαν ἐξαμαυρώσωμεν· τὰ ἀντίθετα κακὰ καὶ σύνδρομα τὴν ἀσέβειαν, καὶ συλλαβόντα εἰπεῖν, συνάπτομεν διαιροῦντες εὐσεβῶς, καὶ διαιροῦμεν συνάπτοντες θεοπρεπῶς· ταύτῃ τοι τὸ μὲν διῃρημένον ταῖς ὑποστάσεσι, τῇ κοινωνίᾳ ἑνοῦμεν τῆς φύσεως· τὸ δὲ ἡνωμένον τῇ οὐσίᾳ καὶ θεότητι, τῇ διαφορᾷ γνωρίζομεν τῶν ὑποστάσεων, κατ’ ἄμφω περὶ τὸ μέγα καὶ θειότατον καὶ ὑπέρτατον τῆς καθ’ ἡμᾶς θεοσοφίας μυστήριον, εὐσεβοῦντές τε καὶ ὑγιαίνοντες· οὕτω προσκυνηταὶ τῆς παναγίας καὶ ὑπερουσίου Τριάδος ἐν πνεύματι καὶ ἀληθείᾳ ὑπάρχοντες, λατρεύομεν αὐτῇ ἐν ὁσιότητι καὶ δικαιοσύνῃ πίστεως, ἐν καθαρᾷ καὶ ἀμωμήτῳ δόξῃ πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν.

ιθʹ. Οὕτω δὴ περὶ τὴν συντετμημένην ταύτην καὶ ἀπέριττον ἐρηρεισμένοι καὶ ἡδρασμένοι θεολογίαν, ἑπομένως ὁμολογοῦμεν καὶ τὸν ἕνα τῆς ὁμοουσίου καὶ ὑπερθέου Τριάδος, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ καὶ Θεὸν ἡμῶν, τὸ τῆς πατρικῆς δόξης ἀπαύγασμα, τὸ ἐκ τοῦ φωτὸς φῶς, τὴν ἀπαράλλακτον τοῦ Πατρὸς εἰκόνα, τὸν χαρακτῆρα τῆς ὑποστάσεως αὐτοῦ, ἐν σαρκὶ ἐληλυθέναι ἐπὶ τῆς γῆς, καὶ τὴν ὑπὲρ ἡμῶν οἰκονομίαν γεγονότα καθ’ ἡμᾶς ἐπιτελέσαι· ἀφράστῳ γὰρ αὐτὸς διὰ σπλάγχνα ἐλέους καὶ οἰκτιρμῶν φιλανθρωπίᾳ κινούμενος, οὐκ ἔφερε μέχρι τέλους τὴν ἡμετέραν φύσιν τῷ πικρῷ τυράννῳ δουλουμένην ἐφορᾷν· ἀλλ’ εὐδοκοῦντος τοῦ Πατρός, καὶ τοῦ παναγίου καὶ ζωαρχικοῦ συνεργοῦντος Πνεύματος, τῆς πατρικῆς δόξης μηδαμῶς ἀπολειπόμενος, οὐδὲ τῶν οἰκείων καὶ θεοπρεπῶν ἀξιωμάτων κατά τι γοῦν ἐλαττούμενος, καθῆκεν ἑαυτὸν εἰς κένωσιν ἑκούσιον.

Καὶ σαρκωθεὶς ἐκ Πνεύματος ἁγίου, καὶ ἐκ τῆς παναγίας ἐνδόξου καὶ ἀληθῶς Θεοτόκου Ἀειπαρθένου Μαρίας, καὶ ψυχὴν καὶ σάρκα προκαθαρθείσης τῷ Πνεύματι· καὶ ἄνθρωπος κατὰ πάντα χωρὶς ἁμαρτίας πεφηνώς, τὴν θνητὴν ταύτην δὴ καὶ φθαρτήν, ἁπτήν τε καὶ περιγραπτὴν φύσιν περιβαλόμενος, εἷς τε ἐξ ἀμφοῖν προελθὼν ὁ αὐτός, ἔκ τε θεότητος καὶ ἀνθρωπότητος· καὶ τέλειος κατὰ πάντα καὶ ἀναλλοίωτος μεμενηκὼς θεότητι, καὶ τέλειος ὡσαύτως καὶ ἄτρεπτος ἀνθρωπότητι· καθ’ ἣν ἡμῖν συμπολιτευσάμενος, τὴν μὲν ἐξ Ἀδὰμ παράβασιν, διὰ τῆς ἑαυτοῦ ἀναμαρτησίας ἐξιάσατο· τὴν δὲ ἐκ τῆς ἁμαρτίας φθοράν, πάθει σαρκὸς ἑκουσίῳ, καὶ θανάτῳ ζωοποιῷ, καὶ ἀναστάσει θεοπρεπεῖ καθελών, τὴν ἀφθαρσίαν ἡμῖν ἐχαρίσατο· ἀνεβίω γὰρ τριήμερος σκυλεύσας τὸν θάνατον, καὶ πρωτότοκος ἐκ τῶν νεκρῶν ἐγένετο, ὁδοποιήσας τε τῇ ἀνθρωπίνῃ φύσει τὴν εἰς ἀφθαρσίαν ὁδόν, ἐξεῖλε τὸν ἀόρατον ἐχθρὸν τῆς καθ’ ἡμῶν δυναστείας· πάντα δράσας καὶ παθών, ὅσα ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις κηρύσσεται καὶ παρ’ ἡμῶν πιστεύεται· δι’ ὧν τόν τε παλαιὸν Ἀδὰμ ἀνεπλάσατο, καὶ τὴν ἡμετέραν ἐκαινούργησε φύσιν, καὶ εἰς τὸ ἐν ἀρχαῖς τῆς εὐμοιρίας ἐπανεκόμισε, καὶ ἀναληφθεὶς εἰς οὐρανούς, συμπάρεδρον τῷ θρόνῳ τῷ πατρικῷ τὴν ἀπαρχὴν τοῦ καθ’ ἡμᾶς φυράματος ἐποιήσατο· οὕτω γάρ, ὡς συνοπτικώτερον εἰπεῖν, τὸ μέγα καὶ σεβάσμιον τῆς θείας οἰκονομίας ὁμολογοῦντες γεγενῆσθαι, πρεσβεύομεν μυστήριον.

κʹ. Εἰ δὲ χρὴ καὶ διεξοδικώτερόν πως περὶ τούτου διὰ τοὺς ἐπιφυομένους, καί τινας καινοτομίας νῦν κατὰ τῆς σωτηρίου τοῦ Θεοῦ Λόγου ἐπινοοῦντας ἐνσωματώσεως διαλαβεῖν, καὶ αὖθις ἐροῦμεν· ὅτι φύσει ὑπάρχων Θεὸς ὁ μονογενὴς τοῦ Θεοῦ καὶ Πατρὸς Υἱὸς καὶ Λόγος, ὁ πρὸ αἰώνων ἐξ αὐτοῦ ἀφράστως καὶ ἀχρόνως γεννηθείς, οὐκ ἀποβαλὼν τὸ εἶναι ὃ ἦν, φύσει Θεός, ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς φύσιν ἀνθρωπίνην ἀνέλαβε, καὶ σαρκὸς καὶ αἵματος παραπλησίως ἡμῖν κεκοινώνηκεν. Ὁ Λόγος γὰρ σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, οὐχ ἁπλῶς σάρκα ἀνειληφώς, ἀλλὰ ψυχῇ λογικῇ τε καὶ νοερᾷ ἐψυχωμένην· ὁ αὐτὸς εἷς Υἱὸς καὶ μετὰ τὴν σάρκωσιν ὑπάρχων ὁμοούσιος μὲν τῷ Θεῷ καὶ Πατρὶ κατὰ τὴν θεότητα, ὁμοούσιος δὲ καὶ ἡμῖν κατὰ τὴν ἀνθρωπότητα, φυλάσσων καὶ διασώζων ἐν ἑκατέρᾳ τῶν συνδραμουσῶν ἐν τῇ αὐτῇ καὶ μιᾷ ὑποστάσει φύσεων, κἀν τῇ ἑνώσει, ἀπαρατρέπτους καὶ ἀμεταβλήτους καὶ ἀσυγχύτους τὰς ἐνούσας αὐταῖς φυσικὰς ἐν ποιότησι διαφοράς.

Τοῦτο γὰρ ἡ καινὴ καὶ παράδοξος μίξις τῆς κενωθείσης θεότητος, καὶ τῆς προσληφθείσης ἀνθρωπότητος, ἐξ ὧν ἡ καθ’ ὑπόστασιν ἕνωσις ἡμῖν ἀποτελεσθεῖσα γνωρίζεται· τίκτεται γὰρ Θεὸς μετὰ τοῦ προσλήμματος, τὸ παραδοξότατον· ὅλος γὰρ ὢν Θεὸς ὁ Λόγος, ὅλῳ ἀνθρώπῳ ἥνωται, εἰς μίαν σύνθετον κατὰ ταυτὸν συνελθὼν ὑπόστασιν· διὰ τοῦτο καὶ ἡ τεκοῦσα, κυρίως καὶ ἀληθῶς Θεοτόκος πρὸς ἡμῶν ὁμολογεῖται· ὁ γὰρ ἀμήτωρ ἐκ Πατρὸς ἀνάρχως γεννηθεὶς τὸ πρότερον, ἀπάτωρ ἐξ αὐτῆς προῆλθε τὸ δεύτερον· οὐ τῆς θεότητος αὐτοῦ ἐντεῦθεν εἰς τὸ εἶναι ἀρχὴν λαβούσης, ἀλλὰ μείνας ὅπερ ἦν, ὃ οὐκ ἦν προσειληφὼς ᾠκειώσατο· καὶ γέγονε μεσίτης Θεοῦ καὶ ἀνθρώπων, ἑκατέρᾳ κεκοινωνηκὼς τῶν ἑτεροφυῶν οὐσιῶν, θεότητός τε, φημί, καὶ ἀνθρωπότητος, τῷ μοναδικῷ τοῦ προσώπου συναπτόμενος· καὶ γὰρ αἱ εἰς ἒν συνδραμοῦσαι φύσεις τὸν ἕνα Χριστὸν καὶ Υἱὸν καὶ Κύριον ἀπετέλεσαν.

Εἷς γὰρ ἐξ ἀμφοῖν προελθὼν νοεῖται Χριστός, κατά τε τὸ νοούμενον καὶ τὸ φαινόμενον· τέλειος ὥσπερ καὶ ἀναλλοίωτος μεμενηκὼς θεότητι, οὕτω καὶ τέλειος καὶ ἄτρεπτος χρηματίσας κατὰ τὴν ἀνθρωπότητα· ἀπαθὴς μὲν ὁ αὐτὸς κατὰ τὴν θεότητα, ὅτι καὶ ἀσώματος, καθ’ ἣν ὑπερφυῶς ἐτερατούργει τὰ θαύματα, ἄφθαρτός τε ὡσαύτως, ἀπερίγραπτός τε καὶ ἀθάνατος· παθητὸς δὲ κατὰ τὴν ἀνθρωπότητα· σεσωμάτωται γάρ, καθ’ ἣν φυσικῶς τὰ πάθη διέφερε· καὶ θνητὸς ὁ αὐτός, γραπτός τε καὶ περίγραπτος, καθ’ ὃ πέφηνεν ἐκ σπέρματος Δαβὶδ ἄνθρωπος· οἰκειοῦται δὲ τὰ τοῦ ἰδίου ναοῦ πάθη ὁ Λόγος, σταυρόν τε καὶ θάνατον καὶ τἄλλα ὅσα οἰκονομικῶς δι’ ἡμᾶς παθεῖν κατηξίωσε· τῷ γὰρ αἵματι αὐτοῦ τῷ τιμίῳ ἐξηγοράσθημεν οἱ πεπραμένοι τῇ ἁμαρτίᾳ, δι’ οὗ τὸ μεσότοιχον τοῦ φραγμοῦ ἔλυσε τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ, ἀποκαταλλάξας τὰ ἐπουράνια τοῖς ἐπιγείοις, καὶ μίαν ἐκκλησίαν καὶ πανήγυριν ἀγγέλων καὶ ἀνθρώπων ἐν οὐρανῷ καὶ ἐπὶ γῆς καταστησάμενος.

Εἷς τοιγαροῦν ἐστι τὸ συναμφότερον· καίτοι πάσχων οὐδὲν εἰς ἰδίαν φύσιν, αὐτὸς λέγεται παθεῖν ὑπὲρ ἡμῶν, οὐ θεότητι, ἀλλὰ τῇ χοϊκῇ φύσει· ἴδιον γὰρ αὐτοῦ τὸ πεπονθὸς σῶμα· διὰ πάντων τὸ τῆς θείας φύσεως ἀξίωμα, καὶ τῆς ἀνθρωπίνης πτωχείας τὸ ταπεινὸν πιστούμενος, ἵνα μὴ φαντασία ἡ οἰκονομία νομισθῇ· καὶ μεμένηκε καθάπερ Θεὸς ἐν ἀνθρωπότητι, οὕτω καὶ ἐν θεότητος ἀξιώματι ἄνθρωπος οὐδὲν ἧττόν ἐστιν· ἄμφω δὴ οὖν εἷς ὁμοῦ Θεὸς καὶ ἄνθρωπος ὁ Ἐμμανουήλ.

καʹ. Ἐπεὶ οὖν οὕτως ἐν ὅροις τῆς εὐσεβείας ἱστάμεθα, οὕτω περὶ τούτων δοξάζομεν· τὴν μὲν διπλόην τῶν ἐπ’ αὐτῷ συνελθουσῶν οὐσιῶν, μετὰ τῶν ἰδιωμάτων (τελεία γὰρ καὶ ἀνελλιπὴς τούτων ἑκατέρα) κηρύττομεν· τὴν δὲ ἐκ τούτων εἰς ἑνότητα προσώπου τῇ καθ’ ὑπόστασιν ἑνώσει οὐσιωδῶς γεγενημένην συνδρομὴν ὡσαύτως ἐξαγγέλλομεν. Οὐ τέμνομεν, οὐ διαιροῦμεν εἰς δυάδα υἱῶν τὸν ἕνα Κύριον Ἰησοῦν Χριστόν, εἰς ἄνθρωπον ἰδικῶς καὶ εἰς Θεὸν ἰδικῶς καὶ ἀνὰ μέρος, ἵνα τὴν τοῦ φρενοβλαβοῦς καὶ ἀνθρωπολάτρου Νεστορίου ματαίαν διαίρεσιν καθέλωμεν· οὔτε μὴν συγχέομεν ἢ ἀλλοιοῦμεν εἰς ταυτὸν μιᾶς φύσεως ἄγοντες, τὴν τοῦ ἑνὸς προσώπου μονότητα, ἀλλ’ ἀσυγχύτους καὶ ἀσυμφύρτους φυλάσσομεν τὰς ἐν ἑκατέρᾳ φύσει προσούσας διαφοράς· ἵνα τὴν τοῦ ματαιόφρονος Εὐτυχοῦς συναίρεσιν συγκαταβάλωμεν, ἅμα τοῖς περὶ Σευῆρον καλῶς ὀνομασθεῖσιν Ἀκεφάλοις· καὶ οὗτοι γὰρ συναιροῦσι κακῶς, κἀκεῖνος διαιρεῖ ἀσεβῶς· ὥστε ταυτὸν πέπονθε περὶ τὴν οἰκονομίαν Εὐτυχὴς πρὸς Νεστόριον, ὅπερ περὶ τὴν θεολογίαν Σαβέλλιος πρὸς τὸν Ἄρειον.

κβʹ. Τῶν τοίνυν κατὰ Χριστὸν δύο φύσεων τελείων ὁμολογουμένων ὑπάρξει τε καὶ ταῖς κατ’ αὐτὰς φυσικαῖς ποιότησι, συνομολογεῖν ἀκολούθως δεήσει, καὶ τὰ καθ’ ἑκατέραν φύσιν ἐνυπάρχοντα φυσικὰ θελήματα καὶ τὰς ἐνεργείας· ἀνάγκη γὰρ διπλῶν πιστευομένων τῶν οὐσιῶν, διπλᾶ καὶ ταῦτα συγκηρύσσεσθαι· οὐδὲ γάρ πως ἑτέρως τὸ ἐν τελειότητι ἀκραιφνὲς ἐν ταύταις περισωθήσεται· ἐπείπερ χαρακτηριστικὰ ταῦτα τῶν φύσεων, καὶ οὐκ ἔστιν ἐξευρεῖν φύσιν ἀνεθέλητον ἢ ἀνενέργητον. Ὥσπερ οὖν καθ’ ὃ Θεός, ἤθελέ τε καὶ ἐνήργει, οὕτω καὶ καθ’ ὃ ἄνθρωπος, ἤθελέ τε καὶ ἐνήργει, ἐπί τε τῶν θεοσημειῶν, ἐπί τε τῶν ἑτέρων τῆς οἰκονομίας πραγμάτων· οὐχ ὑπεναντία δὲ ταῦτα ἀλλήλοις ἐκέκτητο, ὑπεῖκε γὰρ καὶ ὑπετάττετο τοῖς τοῦ προσειληφότος τὰ τοῦ προσλήμματος.

Ὥσπερ οὖν οὐδὲν αὐτῷ πρὸς ἐναντίωσιν καὶ ἀντίθεσιν ἐκ τῶν συνελθουσῶν φύσεων, καίτοι ἐναντίων οὐσῶν, τεθεώρηται· τεκμήριον δέ, καὶ γὰρ ὧν αἱ οὐσίαι ἐξηλλαγμέναι, καὶ ὁ τοῦ πῶς εἶναι λόγος διάφορος, ὃ δὴ ἐπὶ τῶν ἑτεροφυῶν διαφαίνεται, ἀνάγκη καὶ τὰς κατὰ θέλησιν καὶ ἐνέργειαν οὐσιώδεις ποιότητας ἑτεροίως ἔχειν· δι’ αὐτῶν γὰρ καὶ τὴν τῶν φύσεων ἐπιστήμην μεταχειριζόμεθα· ἐπείπερ καὶ ὧν αἱ ἐνέργειαι αἱ αὐταί, καὶ αἱ φύσεις ὁμότιμοι· οὕτως οὖν καὶ ὁ τῆς κατὰ Χριστὸν θεανδρικῆς ἐνεργείας καθ’ ὃν ἐν ἡμῖν ἐπολιτεύσατο, ἀνακαθαρθήσεται τρόπος, περιφραστικῶς ἤδη νοούμενος, τῇ καταλλήλῳ κλήσει τῆς δυάδος τῶν φύσεων, τὸ διττὸν ἑρμηνεύων τῆς ἐνεργείας.

Ὁ γὰρ τῆς ἑνώσεως τρόπος τὸν τῆς διαφορᾶς λόγον ἐν ἑαυτῷ ἔχει σωζόμενον· ταύτῃ γὰρ ἂν δοίη τις καὶ ἐνεργεῖν ἑκατέραν μορφὴν μετὰ τῆς θατέρου κοινωνίας· οὐ τοίνυν μίαν θέλησιν καὶ ἐνέργειαν ἐπὶ τῆς θείας οἰκονομίας κηρύσσομεν, ἀποστεροῦντες τὰ θατέρᾳ τῶν οὐσιῶν προσπεφυκότα· εἰ μὴ μέλλοιμεν καὶ τὴν φύσιν αὐτὴν τέλεον ἀποσκευάζεσθαι, ὡς ἂν μὴ τὰ τοῦ ἀνοήτου καὶ ἐμμανοῦς Ἀπολιναρίου νοσήσωμεν· συγκαθαιρήσωμεν δὲ αὐτῷ καὶ τὴν ἀμφὶ Σέργιον καὶ Πύῤῥον περὶ τὴν τοῦ ὀρθοῦ Λόγου ἀνενέργητον καὶ ἀνεθέλητον ὀφθεῖσαν συμμορίαν. Κατὰ ταῦτα ἡμῖν τὸ τῆς σεπτῆς καὶ σωτηρίου οἰκονομίας δοξάζεται μυστήριον, ὃ καὶ νοούμενον κατὰ τὸν εἰρηκότα θεοφόρον, ἄῤῥητον μένει, καὶ λεγόμενον ἄγνωστον. Δι’ αὐτῆς τοίνυν ἐπισκεφθέντες, σεσῶσθαι ὁμολογοῦμεν· καὶ μετὰ πάντων τῶν ἐν ἡμῖν ἱερῶν σεβασμάτων, καὶ τὰ ταύτης ἅγια καὶ σεβάσμια σύμβολα καὶ γνωρίσματα τιμῶμεν καὶ κατασπαζόμεθα, δι’ ὧν ἡμῖν καθ’ ὁμοιότητα τῆς εὐαγγελικῆς ἱστορίας καὶ ἀνιστόρηται καὶ σημαίνεται, εἴ γε εἰς μνήμην ἡμᾶς τῆς πεπραγματευμένης τῷ Σωτῆρι ὑπὲρ ἡμῶν συγκαταβάσεως διανίστησι, καθάπερ ἄνωθέν τε καὶ ἐξ ἀρχῆς, παῖδες παρὰ πατέρων διαδεξάμενοι, εὐσεβῶς παρειλήφαμεν.

κγʹ. Ταῦτα περιέποντες, τὸ κατὰ τιμὴν σέβας νέμομεν· οὐ μὴν τήν γε κατὰ λατρείαν προσκύνησιν προσφέρομεν, ἄπαγε, ἢ μόνῳ πρέπει τῷ πάντων κατεξουσιάζοντι Θεῷ· πάντες γάρ, ὅσοι διδακτοὶ Θεοῦ ἐν πνεύματι, ἴσασι τὸ ἐν σεβάσματι διάφορον, καὶ ὁποίαν δεῖ καὶ τῷ Χριστῷ καὶ Θεῷ ἡμῶν τὴν προσκύνησιν ἀποδιδόναι, καὶ ταῖς ἱεραῖς εἰκόσι τὸ προσῆκον ἐκνέμειν σέβας, καὶ δι’ αὐτῶν ἐπὶ τὸ ἀρχέτυπον τὴν τιμὴν ἀναφέρειν.

Πρὸς τούτοις τιμῶμεν τὰς σεβασμίας εἰκόνας τῆς παναγίας ἀχράντου δεσποίνης ἡμῶν καὶ ἀληθινῆς προστασίας Ἀειπαρθένου Θεοτόκου, τῆς κατὰ σάρκα τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν Θεὸν ἀσπόρως καὶ ἀφράστως καὶ ὑπερφυῶς τεκούσης· ὡσαύτως καὶ τῶν ἁγίων ἀγγέλων, καὶ τῶν ἄλλων ἁπάντων ἁγίων τῶν ἀπ’ αἰῶνος αὐτῷ εὐαρεστησάντων· ὧν καὶ τὰς μνήμας εὐσεβοῦντες γεραίρομεν, καὶ τὰς πρεσβείας ἐξαιτοῦμεν· ζῶσι γὰρ ἐν Θεῷ, καὶ ἐνεργοῦσιν ἐν αὐτῷ, καὶ τοῖς προστρέχουσι καὶ δεομένοις ἐπικουρεῖν καὶ βοηθεῖν τῇ ἐνούσῃ αὐτοῖς παρὰ Θεοῦ δυνάμει καὶ χάριτι δύνανται· ταύτης τοίνυν τῆς ὁμολογίας καὶ πίστεως τί ἂν εἵη ὑψηλότερον ἢ σεβασμιώτερον; Οὐδὲ γὰρ ἔστιν ἑτέρα παρὰ ταύτην πίστις, ἢ ὅλως ἔσται, ἣν δὴ καὶ μόνην ὁ ἀποστολικὸς λόγος οἶδε καλεῖν πίστιν· περὶ ταύτης γάρ φησι· Πρὸ τοῦ δὲ ἐλθεῖν τὴν πίστιν, ὑπὸ νόμον ἐφρουρούμεθα, συγκεκλεισμένοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι.

Ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν· ἐλθούσης δὲ τῆς πίστεως, οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν. Πάντες γὰρ υἱοὶ Θεοῦ ἐστε διὰ πίστεως Ἰησοῦ Χριστοῦ, ἣν ὡς ἄγκυραν ἔχομεν τῆς ψυχῆς ἀσφαλῆ τε καὶ βεβαίαν, καὶ εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος, ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθε Χριστός.

Τί οὖν πρὸς ταῦτα φήσουσιν, οἱ τῆς εὐσεβείας ἐχθροὶ καὶ τῆς ἀληθείας κατήγοροι; ἡμεῖς γὰρ προσκυνοῦμεν ὃ οἴδαμεν, αὐτοὶ δὲ ὃ προσκυνοῦμεν οὐκ οἴδασιν. «Εἰδώλοις προσκεκυνήκασι Χριστιανοί.» Ὢ τῆς τόλμας! ὢ τῆς μανίας! τί ταύτης τῆς φωνῆς ἀθεώτερον ἢ δυσσεβέστερον; εἰς ὅσον αὐτοῖς ἀτοπίας ὁ λόγος ἐκφέρεται, συνιδεῖν ἔξεστι. Δεῖ γὰρ τὰ τῆς βλασφημίας αὐτῶν ἀνιχνεύοντας, οὕτως συλλογισαμένους ἀποφήνασθαι· ἐπειδὴ ἀθετοῦντες τὰ πρὸς τὸν Θεόν, λέγουσιν εἰδώλοις ἀναθέσθαι τὸ σέβας Χριστιανούς, ὁ δὲ εἰδώλοις προσκυνῶν, τοῖς μὴ οὖσι προσκυνεῖ, καθ’ ὃ εἴρηται· καὶ ἐδούλευσαν τοῖς φύσει μὴ οὖσι θεοῖς· συμπεραίνει ὁ λόγος αὐτοῖς, ἐπειδὴ Θεῷ προσκυνοῦμεν ἡμεῖς ζῶντι καὶ ἀληθινῷ, μηδὲν ἕτερον ὁμολογεῖν αὐτούς, ἢ τὸν Θεὸν ἡμῶν μὴ εἶναι Θεόν.

κδʹ. Πρὸς οὖν τοὺς οὕτως θεομαχοῦντας, τί ἕτερον εἰπεῖν ἔστι πρὸς τῆς ἀληθείας αὐτῆς, ἢ τῷ μεγάλῳ Δαβὶδ συμφθέγξασθαι, τῷ ἐν αὐτῷ λαλοῦντι Πνεύματι τὰς γλώσσας χρήσαντας; Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεός. Ἀλλὰ καί· Ἐχθρὸς ὠνείδισε τὸν Κύριον. Καί· Λαὸς ἄφρων παρώξυνε τὸ ὄνομα αὐτοῦ. Καί· Οἱ ἐχθροὶ Κυρίου ἐψεύσαντο αὐτόν. Καί· Ἔσται ὁ καιρὸς αὐτῶν εἰς τὸν αἰῶνα. Καί· Υἱοὶ ἀλλότριοι ἐψεύσαντο αὐτόν, καὶ ἐπαλαιώθησαν καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτῶν. Οὐκ ἔστιν αὐτοῖς ἀντάλλαγμα, ὅτι οὐκ ἐφοβήθησαν τὸν Θεόν. Καί· «Κατελάλησαν καὶ αὐτοὶ τοῦ Θεοῦ καὶ εἶπον· Μὴ δυνήσεται ὁ Θεός; ἢ ἠδυνήθη ἑτοιμάσαι τὴν ἐλευθερίαν τῷ λαῷ αὐτοῦ; δουλείας τε καὶ φθορᾶς ἀπαλλάξαι, καὶ λυτρώσασθαι τῆς ἐξουσίας τοῦ σκότους, καὶ καλέσαι εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς· ἢ δῆσαι τὸν ἰσχυρὸν καὶ διαρπάσαι αὐτοῦ τὰ σκεύη, ἢ ἀναβῆναι εἰς ὕψος καὶ αἰχμαλωτεῦσαι αἰχμαλωσίαν;» Ταῦτα οἱ τῆς ἀληθείας ἀντίθετοι καὶ ἀνόητοι·

Ἀνὴρ γὰρ ἄφρων οὐ γνώσεται, καὶ ἀσύνετος οὐ συνήσει ταῦτα. Οὐ γὰρ ἠθέλησαν δέξασθαι παιδείαν Κυρίου, οὐδὲ τὸ οὗς αὐτῶν εἰς θεῖα παραβαλεῖν λόγια καὶ ἀκοῦσαι, ὡς διὰ φωνῆς προφητῶν ὁ τῶν ὅλων διακέκραγε Θεός· Μὴ οὐκ ἰσχύει ἡ χείρ μου τοῦ ῥύσασθαι; Ἢ οὐκ ἰσχύω τοῦ ἐξελέσθαι ὑμᾶς; Ἰδοὺ τῇ ἀπειλῇ μου ἐξερημώσω τὴν θάλασσαν, καὶ θήσω ποταμοὺς ἐρήμους. Καί, Ἐγώ εἰμι ὁ ἐξαλείφων τὰς ἀνομίας σου καὶ τὰς ἁμαρτίας σου, καὶ οὐ μὴ μνησθήσομαι. Μακάριον δὲ καὶ μόνον δυνάστην αὐτὸν διὰ τῆς ἀποστολικῆς διδασκαλίας σαφῶς ἐκμανθάνομεν· ἴοι δ’ ἂν ἡμῖν ὁ λόγος δι’ εὐστιβοῦς ὥσπερ καὶ βασιλικῆς ἕρπων ὁδοῦ, καὶ ὀψόμεθα, εἰ δοκεῖ, ὁποῖά ποτ’ ἂν εἴη, ἃ τοῖς ἐν νόμῳ ποιμέσι καὶ ἱερεῦσιν οὐκ ἐννόμως βιοῦσι, διά τινος τῶν ἁγίων ἐγκαλεῖ Θεός· φησὶ γάρ· Οἱ ἱερεῖς οὐκ εἶπαν, Ποῦ ἐστιν ὁ Κύριος· καὶ οἱ ἀντεχόμενοι τοῦ νόμου μου οὐκ ἠπίσταντό με· καὶ οἱ ποιμένες ἠσέβουν εἰς ἐμέ· καὶ οἱ προφῆται προεφήτευον τῇ Βάαλ, καὶ ὀπίσω ἀνωφελοῦς ἐπορεύθησαν. Ἐφ’ οἷς καὶ θεῖον κριτήριον διαγραφόμενον ἰδεῖν ἔστι, καὶ αὐτὸν τὸν Θεὸν πρὸς αὐτοὺς κριθησόμενον μονονουχί, καὶ ἐμβριθέστατα περὶ αὐτῶν ἐντελλόμενον.

Διέλθετε εἰς νήσους Χεττιεὶμ καὶ ἴδετε, καὶ εἰς Κηδὰρ ἀποστείλατε καὶ νοήσατε, καὶ ἴδετε εἰ γέγονε τοιαῦτα, εἰ ἀλλάξονται ἔθνη θεοὺς αὐτῶν, καὶ οὗτοι οὐκ εἰσὶ θεοί· ὁ δὲ λαός μου ἠλλάξατο τὴν δόξαν αὐτοῦ, ἐξ ἧς οὐκ ὠφεληθήσονται.

κεʹ. Τί δὲ ἄρα περὶ τῶν δοκούντων ἐν χάριτι ποιμένων ἀπειλῶν ἐπισκήψειεν; ἢ οὐχὶ σαφῶς ἀκουσόμεθα.

Διέλθετε εἰς τὰς συναγωγὰς τῶν ἐπισκόπων, λέγοντος, καὶ εἰς τοὺς συλλόγους τῶν ἱερέων ἀποστείλατε καὶ ἴδετε, εἰ ἑστήκασιν ἐν τῇ πατρῴᾳ πίστει· εἰ μὴ τὴν ἄνωθεν κατιοῦσαν οἵ γε εἰς αὐτοὺς εὐσεβῆ ὁμολογίαν ἠλλάξαντο, καὶ κατήγοροι αὐτῶν αὐτοί· καὶ εἰ μὴ βούλοιντο, τοῖς γε πράγμασιν αὐτοῖς συναναγκαζόμενοί τε καὶ συνωθούμενοι φανήσονται· οὐδὲ γὰρ τῶν ἔξωθεν κατηγόρων οὐδέ τινων ἐλέγχων δεήσονται· καὶ ἀποκριθήσονται καὶ ἐροῦσι· Καὶ ἠλλαξάμεθα τὴν δόξαν ἡμῶν, καὶ οὐκ ἐνεμείναμεν ἐν τῇ ὁμολογίᾳ ἡμῶν, οὐδὲ τὸ θεῖον καταπεφρίκαμεν θυσιαστήριον, ἐν ᾧ τὰ ἱερὰ καὶ εὐαγγελικὰ λόγια κατ’ αὐχένος ἐφέρομεν ἐποχούμενα, ἢ τὰς ἐν αὐτοῖς ἐνταῦθα δεδομένας ἡμῖν συνθήκας τετηρήκαμεν, ἀλλὰ πάντων παραβάται γενηθέντες ἐξέστημεν, καὶ τῆς ὁδοῦ τῆς εὐθείας ἐξεκλίναμεν, καὶ ἐσμὲν δίψυχοι, ἀκατάστατοι ἐν πάσαις ταῖς ὁδοῖς ἡμῶν, καὶ ἐοίκαμεν κλύδωνι θαλάσσης ἀνεμιζομένῳ καὶ ῥιπιζομένῳ· τοιοῦτον γὰρ ἡ κακία τῆς ἀπιστίας, οὐδαμοῦ τὸ ἑδραῖον καὶ βάσιμον ἔχουσα, ἀλλ’ ἀεὶ μεταπίπτουσα, καὶ ἄλλοτε ἄλλως φερομένη καὶ μεταβάλλουσα· καὶ τὸ ὅλον εἰπεῖν, ἀνθρώποις ἀρέσαι σπουδάσαντες, τοῦ εἶναι Θεοῦ δοῦλοι ἀποπεπτώκαμεν· ἃ μὴ θεμιτὸν μηδ’ ἐννοῆσαι χρή, εἰπεῖν οὐκ ἀποναρκήσαντες, καὶ ἀπεναντίας ἢ Παύλῳ δοκεῖ καὶ φρονήσαντες καὶ διαθέμενοι.

Δίκαιον δ’ ἂν εἵη καὶ ἀκόλουθον, προειδομένους τὴν ἐφ’ οἷς δεδυσφημήκαμεν, ἐπικρεμαμένην ἡμῖν θεήλατον δίκην, κἀκεῖνα τοῖς εἰρημένοις προσθεῖναι, ὅτι ἐκ μὲν Κάϊν ἑπτάκις ἐκδικηθήσεται, ἐκ δὲ Λάμεχ ἑβδομηκοντάκις ἑπτά, καθὰ γέγραπται.

Ἐφ’ οἷς τις ἐνδέον τι συνθεωρήσας, οὐκ ἀπεικότως φήσειεν· ὡς τάχα μὲν τὸ προάγον ἐν ἁμαρτίᾳ, ἐν μείοσι μέτροις τῶν δικασμάτων κείσεται, διά τε τὸ τῆς πράξεως ἄπειρον καὶ τὸ ἀνεξέλεγκτον τοῦ κακοῦ, ἐν ἀγνοίᾳ ἔτι κειμένου, ἐκ τοῦ ἀπείρως ἔχειν τὸν δρῶντα τῆς ἀδελφοκτονίας τοῦ ἄγους, καὶ οἷον ἐν προθύροις τῆς ἁμαρτίας ἐφαλλομένης· τὸ δ’ αὗ ἑπόμενον, ἐν πλείοσί τε καὶ εἰς τὸ ἀπειροπλάσιον ἐκφερόμενον, ὅτι μετὰ τὴν ἐπίγνωσιν τοῦ παραπτώματος τὸ τολμώμενον· ὅπερ παρεδήλου σαφῶς, ἐγγύθεν τε καὶ ἐν ὀφθαλμοῖς προφαινόμενον τὸ παράδειγμα, καὶ ταῖς ψήφοις ταῖς θεοκρίτοις βεβαιούμενον, ὃ δὴ σημεῖον ἦν παρὰ Θεοῦ διδόμενον, μηδαμῶς ἀναιρεῖσθαι τὸν ἐν δίκῃ κολασθησόμενον, ζήσειν δὲ μᾶλλον πικρῶς συντηρούμενον.

Τοιαῦτα δή τινα καὶ ἐν τοῖς ἐφ’ ἡμῶν χρόνοις συνενεχθέντα ὁρῶμεν· ἀλλὰ τούτων τὸ μὲν πρότερον ἐπὶ τῶν προειληφότων συμβὰν εὕρηται· ἧττον γὰρ ἂν ἦν αὐτοῖς τὸ ἀδίκημα, καί πως ἤδη καὶ συγγνώμονα Θεὸν τῶν ἠγνοημένων ἤλπισαν ἔσεσθαι, καί που καὶ ἀπολογίας, κἂν μὴ λίαν εὐπρόσωπος περιστήσεται τρόπος, ὡς ὅτι ἀνεξέταστον αὐτοῖς καὶ οὐ πάνυ κατειλημμένον τὸ τῆς Ἐκκλησίας δόγμα καὶ φρόνημα· τὸ δὲ ἐπὶ τούτῳ (οὐ γὰρ ἂν ἀρνηθείημεν), ἐφ’ ἡμῶν αὐτῶν σαφῶς ἐκβαῖνον καταλαμβάνεται, ὅτι μὴ ἰδίᾳ καὶ ἐν παραβύστῳ καὶ μικρῷ μέρει τῆς οἰκουμένης, ἀλλὰ δημοσίᾳ καὶ ἐν μέσῳ καὶ κοινῷ θεάτρῳ ἀγγέλων καὶ ἀνθρώπων, καὶ πάσης, ὅση τε λογικὴ καὶ ἀναίσθητος, κτίσεως, καὶ Θεοῦ τοῦ πάντα ἐν τῇ χειρὶ περιδρασσομένου, ἐφορῶντος καὶ κατοπτεύοντος, πάντα τὰ ὡμολογημένα ἡμῖν ἠθετήκαμεν· διὰ δὴ ταῦτα, καὶ περὶ τῶν ἐσχάτων ἡμῖν ὁ κίνδυνος, καὶ ἀπειροπλάσιον τὸ κατάκριμα, ὅτι δὴ μετὰ τὴν πολλὴν ἐκείνην ἐξέτασιν καὶ τὴν ἄφατον ἔρευναν, ἀθλίως ἑάλωμεν, δόγματος ἡμῖν ἤδη λαμπρῶς τε καὶ ὡς ἐμφανῶς ὑπ’ ὄψεσιν ἐκκειμένου· ὅπερ δὴ τὸ κατὰ Νίκαιαν, ὃ τῆς Βιθυνῶν προκαθέζεται ἀεὶ θεοσεβείᾳ στηριζόμενον καλλίνικον ἄστυ, εὐαγῶς ἀθροισθὲν τὸ δεύτερον θεῖον συνέδριον, ἤτοι ἱερὰ καὶ οἰκουμενικὴ σύνοδος, πλείσταις ὅσαις ψήφοις ἔκ τε τῶν θεοπνεύστων γραμμάτων καὶ Πατρικῶν διδαγμάτων ὁρμώμενον, ἐπεκράτυνεν· ἀξιολογώτατον δ’ ἂν εἵη, καὶ ἀποχρώντως εἰς πληροφορίας πίστιν, ἅτε οἰκουμενικὸν ὄν, καὶ τῷ ἐλευθεριάζοντι πλεονεκτοῦν ἐν ἅπασι, καὶ πάσης ἐκτὸς ὑπάρχον διαβολῆς τε καὶ μέμψεως, καὶ πάντων τῶν ἀπεμφαινόντων ἀνεύθυνόν τε καὶ ἀκαταιτίατον.

Συγκεκρότητο γὰρ τοῦτο μάλιστα ἐνδίκως καὶ ἐννομώτατα· ἐπείπερ ἤδη, κατὰ τοὺς ἀρχῆθεν τετυπωμένους θείους θεσμούς, προῆγε κατ’ αὐτὴν καὶ προήδρευεν, ὅσον τε τῆς ἑσπερίας λήξεως, ἤτοι τῆς πρεσβύτιδος Ῥώμης, μέρος οὐκ ἄσημον· ὧν ἄνευ δόγμα κατὰ τὴν Ἐκκλησίαν κινούμενον, θεσμοῖς κανονικοῖς καὶ ἱερατικοῖς ἔθεσι νενομισμένον ἄνωθεν, τὴν δοκιμασίαν οὐ σχοίη, ἢ δέξαιτ’ ἄν ποτε τὴν περαίωσιν, ὡς δὴ λαχόντων κατὰ τὴν ἱερωσύνην ἐξάρχειν, καὶ τῶν κορυφαίων ἐν ἀποστόλοις ἐγκεχειρισμένων τὸ ἀξίωμα.

Ἔτι, καὶ ὅπερ ἐκ Βύζαντος ἦν (ταυτὸν δὲ εἰπεῖν τῆς νεωτέρας Ῥώμης τῆς νῦν ἐνταῦθα προκαθεζομένης καὶ βασιλείοις ὑπεροχαῖς τὰ πρώτιστα φερούσης πόλεως) τῶν ἐν θώκοις ἱεροῖς καθιδρυμένων ἡγεμονοῦν καὶ τοῖς τῆς ἀρετῆς ἐμπρέπον αὐχήμασιν, οὗτοι ἐκ τῆς μοίρας συγκεκλημένοι τῆς ἑωσφόρου, τῶν προεδρευόντων ἐν τοῖς ἀποστολικοῖς θρόνοις, τόν τε τόπον καὶ τὸν λόγον τὸν ὑπὲρ τῶν θείων ἡμῶν δογμάτων ἀποπληροῦντες, ἱερώτατοι ἄνδρες, βίῳ καὶ λόγῳ ἐξειλεγμένοι, καὶ ὅσον συνήδρευε τῆς ὕφ’ ἡλίῳ σχεδὸν καὶ πανταχόθεν γῆς συνειλεγμένον, πρὸς ἕνα τε τὸν τῆς ἀληθείας ἀπευθυνόμενοι σκοπόν, τὸ σύμφωνόν τε αὐτοῖς καὶ ὁμόγνωμον, ἐκ τῆς ἄνωθεν ἐπιλάμπει χάριτος (Χριστὸν γὰρ εἶχε τὸν τὴν εἰρήνην βραβεύοντα· οὕτω γὰρ δὴ νόμος ἐκκλησιαστικὸς ἄνωθεν ἐγκελεύεται, τὰ κατὰ τὴν Ἐκκλησίαν τοῦ Θεοῦ ἀμφίβολα καὶ ἀμφήριστα, συνόδοις οἰκουμενικαῖς λύεσθαι, καὶ ὁρίζεσθαι, συμφωνίᾳ καὶ ἐπικρίσει τῶν ἐν τοῖς ἀποστολικοῖς θρόνοις διαπρεπόντων ἀρχιερέων), ἐντεῦθεν τὴν πρὶν τῆς πλάνης σκοτόμαιναν ἤλασαν· τῷ Πνεύματι δὲ τῷ ἁγίῳ περιφραχθέντες, καὶ τοῖς ὅπλοις ἐναρμοσθέντες τῆς εὐσεβείας, κεφαλὰς ἐχθρῶν ἀνόμων διέκοψαν· τὸ δὲ ἐν Χριστιανοῖς διαιωνίζον καὶ ἀρχαιότητι τῇ Ἐκκλησίᾳ διαφέρον δόγμα, καὶ διὰ τοῦτο αἰδέσιμον καὶ τίμιον τυγχάνον, ἐκπρεπῶς ἐκρατύναντο, οὐδὲν νεωτερίσαντες, οὐδὲν καινὸν ἢ περίεργον ἐπινοήσαντες· ἄνωθεν γοῦν καὶ ἐκ θείας ἐπιπνοίας κινούμενοι, τὸ ἀσφαλὲς καὶ ἀναμφήριστον κέκτηνται, τὸ κράτος τῆς ἀληθείας περιφανῶς ἀναδησάμενοι.

Τοῦτο τὸ δόγμα καὶ οἱ μετὰ ταῦτα ἱερεῖς ἅπαντες, ἅτε θεόφρονες καὶ ὀρθοδοξίᾳ κεκοσμημένοι ἐπεσφράγισαν, καὶ βασιλέων οἱ εὐσεβεῖς καὶ πιστοὶ ᾑρέτισαν καὶ ἠσπάσαντο, καὶ ὁ σύμπας τῶν Χριστιανῶν λαὸς περιεπτύξατο, καὶ περιέπων διετέλει, καὶ ὁ παριππεύσας μικροῦ τριακοντούτης χρόνος, συλλαβὼν ἐβεβαίωσε, καὶ ἡμεῖς γε ὡς πλῆρες εὐσεβείας ὑπάρχον, ἀπεδεξάμεθα καὶ καθυπεγράψαμεν, ἐξ οὗ τάς τε χειροτονίας καὶ καθιδρύσεις ἐν τοῖς ἱερατικοῖς θρόνοις ἔχομεν. Ἵλεως δὲ ἡμῖν εἴη Κύριος, ὅτι καὶ τῶν ἐνταῦθα ἱερῶς τεθειμένων κανόνων κατεφρονήσαμεν, καὶ τῶν ὡμολογημένων ἀγνώμονες ὤφθημεν, ὧν τοὺς δεσμοὺς καὶ τὸ κρῖμα ἐν ταῖς ἑαυτῶν ψυχαῖς φέρομεν, ἀνοσίως καὶ ἀνιέρως φρονήσαντες· ταῦτα τυχόν, εἴ γε τῆς μέθης τῆς ἀπιστίας ποτὲ ἀνανήψαιεν, καὶ ἑαυτῶν γενόμενοι πρὸς τὴν ἀλήθειαν ἀποβλέψαιεν, τὰς ψυχικὰς ἐκτραγῳδοῦντες συμφοράς, εἰκότως εἴποιεν. Ἡμεῖς δὲ ἐπὶ τὸ ἑξῆς τοῦ λόγου τρεψώμεθα βαδιούμενοι, καὶ τῶν προκειμένων ἤδη ἐχώμεθα.