Τοιαῦτα δή τινα καὶ ἐν τοῖς ἐφ’ ἡμῶν χρόνοις συνενεχθέντα ὁρῶμεν· ἀλλὰ τούτων τὸ μὲν πρότερον ἐπὶ τῶν προειληφότων συμβὰν εὕρηται· ἧττον γὰρ ἂν ἦν αὐτοῖς τὸ ἀδίκημα, καί πως ἤδη καὶ συγγνώμονα Θεὸν τῶν ἠγνοημένων ἤλπισαν ἔσεσθαι, καί που καὶ ἀπολογίας, κἂν μὴ λίαν εὐπρόσωπος περιστήσεται τρόπος, ὡς ὅτι ἀνεξέταστον αὐτοῖς καὶ οὐ πάνυ κατειλημμένον τὸ τῆς Ἐκκλησίας δόγμα καὶ φρόνημα· τὸ δὲ ἐπὶ τούτῳ (οὐ γὰρ ἂν ἀρνηθείημεν), ἐφ’ ἡμῶν αὐτῶν σαφῶς ἐκβαῖνον καταλαμβάνεται, ὅτι μὴ ἰδίᾳ καὶ ἐν παραβύστῳ καὶ μικρῷ μέρει τῆς οἰκουμένης, ἀλλὰ δημοσίᾳ καὶ ἐν μέσῳ καὶ κοινῷ θεάτρῳ ἀγγέλων καὶ ἀνθρώπων, καὶ πάσης, ὅση τε λογικὴ καὶ ἀναίσθητος, κτίσεως, καὶ Θεοῦ τοῦ πάντα ἐν τῇ χειρὶ περιδρασσομένου, ἐφορῶντος καὶ κατοπτεύοντος, πάντα τὰ ὡμολογημένα ἡμῖν ἠθετήκαμεν· διὰ δὴ ταῦτα, καὶ περὶ τῶν ἐσχάτων ἡμῖν ὁ κίνδυνος, καὶ ἀπειροπλάσιον τὸ κατάκριμα, ὅτι δὴ μετὰ τὴν πολλὴν ἐκείνην ἐξέτασιν καὶ τὴν ἄφατον ἔρευναν, ἀθλίως ἑάλωμεν, δόγματος ἡμῖν ἤδη λαμπρῶς τε καὶ ὡς ἐμφανῶς ὑπ’ ὄψεσιν ἐκκειμένου· ὅπερ δὴ τὸ κατὰ Νίκαιαν, ὃ τῆς Βιθυνῶν προκαθέζεται ἀεὶ θεοσεβείᾳ στηριζόμενον καλλίνικον ἄστυ, εὐαγῶς ἀθροισθὲν τὸ δεύτερον θεῖον συνέδριον, ἤτοι ἱερὰ καὶ οἰκουμενικὴ σύνοδος, πλείσταις ὅσαις ψήφοις ἔκ τε τῶν θεοπνεύστων γραμμάτων καὶ Πατρικῶν διδαγμάτων ὁρμώμενον, ἐπεκράτυνεν· ἀξιολογώτατον δ’ ἂν εἵη, καὶ ἀποχρώντως εἰς πληροφορίας πίστιν, ἅτε οἰκουμενικὸν ὄν, καὶ τῷ ἐλευθεριάζοντι πλεονεκτοῦν ἐν ἅπασι, καὶ πάσης ἐκτὸς ὑπάρχον διαβολῆς τε καὶ μέμψεως, καὶ πάντων τῶν ἀπεμφαινόντων ἀνεύθυνόν τε καὶ ἀκαταιτίατον.