καὶ ἔσται ὁ τυραννήσας εὐσθενέστερός τε καὶ ἐπικλεέστερος, καὶ τοσοῦτον ὅσον καὶ τὸ τῆς νίκης ὑπερτεροῦν, καὶ τὰ δι’ ὧν ἂν ἡ νίκη τὸ περιὸν ἔχοι· ἐν μὲν γὰρ τοῖς ὁρωμένοις καὶ ἀνθρωπίνοις, ὁπηνίκα τὸ ἐναντίον καὶ μάχιμον τὰ πρὸς τὸν πόλεμον ἐξαρτύηται, καὶ εἰς ἀλλήλων χεῖρας ἥκωνται, τέλος τῶν ὅπλων καὶ τῶν πόνων οἱ τὸ κρεῖττον ἀπενεγκάμενοι ἴσχουσιν, ἢ ἐν τῇ μάχῃ κρατήσαντες, χειρώσασθαι τρεψάμενοι τὸν ἀντίπαλον, ἐξ οὗ συμβαίνει σκύλων τε καὶ λαφύρων πόρον ὅτι πλεῖστον ἐνέγκασθαι, ὅπλων τε κτῆσιν ὡς μεγίστην περιβαλέσθαι, ἢ χώραν καταδῃῶσαι τὴν πολεμιωτάτην, καὶ σφίσιν αὐτοῖς κατήκοον ποιήσασθαι, καὶ δασμοφορεῖν εἰς τὸ λοιπὸν τοὺς κεκρατημένους ὡς δουλουμένους καταβιάσασθαι· ὁ δὲ παρὰ τῶν ἀοράτων κινούμενος πόλεμος, ὑφ’ ὧν ἡμῖν νῦν ὁ κατὰ τῆς πίστεως σάλος ἐπανασείεται, τούτων οὐδὲν ἐν ἐλπίσι κατορθωθήσεσθαι τίθεται· οὐ γὰρ δή που τοῦτο τηλικοῦτον, ἡλίκον ἐκείνου τοῦ πολέμου τὸ κίνημα· οὐχ ὅπως γάρ τι τῶν ἡμετέρων καὶ ἐκτός, ὁ ἐχθρὸς σφετερίσηται, καθ’ ἡμῶν ἐπιφύεται, ἀλλ’ ὅπως ὅλους ἡμᾶς αὐτούς, ψυχὰς λογικὰς καὶ τὸν ἡγεμόνα νοῦν καταληΐσαιτο καὶ ὑπὸ χεῖρα ἀγάγοι, ἀναπείσῃ τε βασιλέα καλεῖν, καὶ Θεὸν ὁμολογεῖν τὸν ἀντίθεον, καὶ τοῖς ψυχοφθόροις καὶ βδελυκτοῖς εἴκειν προστάγμασιν· ἵνα δὴ μὴ αὐτὸς μόνος γεέννῃ καταδικάζοιτο, ἤδη δὲ καὶ τοὺς συγκληρονομήσοντας τῷ πυρὶ τῷ αἰωνίῳ συνεπαγάγοιτο· τοῦτο γὰρ ἔργον ἐξ ἀρχῆς τῷ βασκάνῳ καὶ ἀλιτηρίῳ δαίμονι, τῶν ηὐτρεπισμένων ἀγαθῶν τῷ γένει τῷ καθ’ ἡμᾶς φθονερῶς ἐπιόντι ἀποστερήσειν, καὶ τοῦ ἑαυτοῦ συμμεθέξειν πτώματος· ὁ τοίνυν ἀφῃρημένος τὸ ὑπήκοον, γεγύμνωται τῆς ἀρχῆς καὶ ἀπεστέρηται τοῦ ἀξιώματος, καὶ τῆς ἐξουσίας ἐκβέβληται· ψιλὸν αὐτῷ μόνον ἐπιφημισθήσεται τοὔνομα, ἢ καὶ αὐτὸ κατὰ τὸ εἰκὸς πάμπαν οἰχήσεται· συνενεχθήσεται δὲ αὐτῷ ἐντεῦθεν εἰς τὸ πενιχρὸν καὶ ἀκαλλὲς τὸ τῆς δόξης περιστήσεσθαι· οὗ γὰρ μὴ ὑπάρχει κατήκοον, οὐκ ἂν συσταίη τὸ βασιλευθὲν οὐδαμῶς· πόθεν;