Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Βραχεῖα χρονικὴ διήγησις

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Η ανατροπή του Φωκά και τα πρώτα έτη της βασιλείας του Ηρακλείου

Η εξέγερση κατά του Φωκά, η ανάρρηση του Ηρακλείου, η εξουδετέρωση των εσωτερικών αντιπάλων και οι πρώτες διοικητικές ενέργειες του νέου αυτοκράτορα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 1 από 8

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΝΙΚΗΦΟΡΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΙΣΤΟΡΙΑ ΣΥΝΤΟΜΟΣ ΑΠΟ ΤΗΣ ΜΑΥΡΙΚΙΟΥ ΒΑΣΙΛΕΙΑΣ. Μετὰ τὴν Μαυρικίου τοῦ βασιλέως ἀναίρεσιν Φωκᾶς, ἐπεὶ ταύτην διειργάσατο, τῆς βασιλείου ἀρχῆς ἐπιλαμβάνεται· οὗ δὴ ἄρξαντος ἐπὶ τοσοῦτο κακώσεως Χριστιανοῖς ἤλασε τὰ πράγματα ὡς παρὰ πολλοῖς ᾄδεσθαι ὅτι Πέρσαι μὲν τὴν Ῥωμαίων ἀρχὴν ἐκτὸς κατεπήμαινον, Φωκᾶς δὲ ἔνδον χείρω τούτων ἔπραττε. ταῦτα οὐκ ἀνεκτὰ Ῥωμαίοις ἐγίνετο· διὸ οἱ περὶ τὴν Λιβύην τηνικαῦτα ἡγεμονεύοντες, ἅτε τῷ μεγίστῳ διαστήματι τὸ θαρσεῖν ἔχοντες καὶ ἅμα παρὰ Μαυρικίου τὰ τῆς στρατηγίδος ἀρχῆς ἐγκεχειρισμένοι (δύο δὲ ἤστην ἀδελφώ, Ἡράκλειος καὶ Γρηγόριος), οὗτοι κοινῇ βουλευσάμενοι τοὺς υἱεῖς πρὸς τὸ Βυζάντιον ἐκπέμπουσιν ἄστυ, ἀλλήλοις συνθέμενοι ὡς τὸν προφθάσαντα τούτων τῆς βασιλείας, εἰ δύναιτο, ἐπιλήψεσθαι. καὶ Ἡράκλειον μὲν τὸν Ἡρακλείου παῖδα πλεῖστον καθοπλίσαντες στόλον ἐκ τῶν Ἄφρων καὶ Μαυρουσίων ἀνδρῶν πληρώσαντες πλοῒ ἐξέπεμπον, Νικήταν δὲ τὸν Γρηγορίου υἱὸν ἱππικῇ στρατιᾷ πολλῇ περιβαλόντες διὰ τῆς ἠπείρου ἀπέστελλον. δεξιᾷ δὲ τύχῃ χρησάμενος Ἡράκλειος καὶ πνεύμασιν ἐπιφορωτάτοις ἀναχθεὶς φθάνει Νικήταν εὐπλοΐσας εἰς Βυζάντιον, καὶ ἤδη τῇ πόλει προσεσχηκὼς ἐπέλαζε.

Κρίσπος δέ (τοῦ Φωκᾶ δὲ ἦν οὗτος γαμβρός, ὃς τηνικάδε τὸν τοῦ ὑπάρχου τῆς πόλεως θρόνον διέπειν ἔλαχε, καὶ μεγάλα ἐν τοῖς βασιλείοις δυνάμενος), ἐπεὶ ἀπηχθάνετο Φωκᾷ ὡς δὴ περιυβρισμένος ὑπ᾽ ἐκείνου τυγχάνων τῆς οἰκείας εἰκόνος καθαιρέσεως ἕνεκεν, ἥν ποτε οἱ τῶν ἀντιθέτων χρωμάτων δημόται τῇ τοῦ Φωκᾶ συμπαρέγραψαν εἰκόνι, δόλῳ αὐτὸν μετήρχετο, καὶ πονεῖν μὲν ὑπὲρ αὐτοῦ πλαττόμενος ἔπειθε καὶ Ἡράκλειον ἐπ᾽ ἀπωλείᾳ ἑαυτοῦ ἥκειν ἀπισχυρίζετο, συνήργει δὲ ὅμως Ἡρακλείῳ καὶ τῷ ὄντι τὰ ὑπὲρ αὐτοῦ εἰς τὰ μάλιστα ἔπραττεν. οἱ οὖν περὶ Φωκᾶν θεασάμενοι καὶ ὅσον πολιτικὸν ἐξ αὑτῶν ἐστασίαζον (ἤδη γὰρ οἱ τοῦ πρασίου χρώματος δημόται τοῖς περὶ τὴν Καισαρίου τὸ πῦρ ὑφῆπτον καὶ τὸν ἔπηλυν βασιλέα ἀνευφήμουν), ἐπικειμένους δὲ αὐτοῖς καρτερώτατα καὶ τοὺς ἐκ τῶν Ἡρακλείου στρατευμάτων εἰσιδόντες, καταλιπόντες αὐτὸν ἐφ᾽ ἑαυτοῖς γίνονται. Φώτιος δέ τις τοὔνομα, ὃς παρ᾽ αὐτοῦ εἰς τὴν σύζυγον ἐπιβουλευθείς ποτε καθυβρίζετο, εἰς τὰ βασίλεια σὺν πλήθει στρατιωτῶν ἐπιὼν Φωκᾶν αὐτίκα κατέσχε, καὶ τῆς βασιλικῆς αὐτὸν ἀπαμφιέσας ἐσθῆτος, περίζωμα μέλαν αὐτῷ περιθέμενος, τὰς χεῖρας περιηγμένας εἰς τοὐπίσω ἀποδεσμήσας καὶ πλοίῳ ἐμβαλὼν πρὸς Ἡράκλειον δεσμώτην ἀπήγαγεν. ὃν ἰδὼν Ἡράκλειος ἔφη “οὕτως, ἄθλιε, τὴν πολιτείαν διῴκησας;” ὁ δὲ “σὺ μᾶλλον” εἶπε “κάλλιον διοικεῖν μέλλεις”.

εὐθὺς οὖν αὐτοῦ τὸν διὰ ξίφους ἔτι πρὸς τῷ πλοίῳ ὄντος καταψηφίζεται θάνατον, ἔπειτα ἀκρωτηριάζεσθαι, χεροῖν τε δεξιὰν ἄνωθεν ἐκ τοῦ ὠμιαίου ἄρθρου ἐκκόπτεσθαι καὶ τῶν αἰδοίων ἐκτέμνεσθαι καὶ κοντοῖς ἀναρτᾶσθαι, οὕτω τε τὸ σῶμα συρὲν κατὰ τὴν τοῦ Βοὸς λεγομένην ἀγορὰν τῷ πυρὶ καταπίμπρασθαι, Δομεντιόλον τε τὸν Φωκᾶ ἀδελφὸν καὶ Βονόσσον καὶ Λεόντιον τὸν τῶν βασιλικῶν χρημάτων ταμίαν τὸν αὐτὸν τῷ Φωκᾷ συνδιαφέρειν κίνδυνον προσέταττε. καὶ δὴ ταῦτα οὕτως ἀπέβαινε.

Σέργιος δὲ αὐτίκα ὁ τῆς πόλεως πρόεδρος καὶ ὁ λοιπὸς ταύτης ὅμιλος σὺν πάσῃ εὐγνωμοσύνῃ Ἡράκλειον ἐντὸς εἰσδέχεται. καὶ αὐτὸς Κρίσπον εἰς τὴν βασίλειον ἀξίαν προύτρεπε· μηδὲ γὰρ τῆς βασιλείας ἕνεκεν αὐτὸς ἐληλυθέναι ἔφασκε, τίσασθαι μᾶλλον Φωκᾶν τῆς εἰς Μαυρίκιον καὶ τὰ Μαυρικίου τέκνα παρανομίας. ὁ δὲ οὐκ ἐδέχετο. τέλος ὑπὸ τῆς συγκλήτου βουλῆς καὶ τοῦ δήμου Ἡράκλειος βασιλεὺς ἀνακηρύσσεται καὶ τὸν βασίλειον παρὰ τοῦ προέδρου περιβάλλεται στέφανον· Κρίσπον δὲ στρατηγὸν ἀποστέλλει χειροτονήσας τῶν ἐν Καππαδοκίᾳ ἐκστρατευμάτων. ἐπεὶ δὲ ἡ φήμη διέθεεν ὡς Πέρσαι ἐπὶ Ῥωμαίους στρατεύουσιν, Ἡράκλειος ἐκ Βυζαντίου ἄρας παρὰ Κρίσπον κατὰ τὴν Καίσαρος πόλιν τηνικαῦτα τυγχάνοντα προσπορεύεται ὡς δὴ αὐτῷ [περὶ] τῶν κοινῶν ἕνεκεν βουλευσόμενος. καὶ ὃς μὲν νοσεῖν προσεποιεῖτο καὶ τὸν βασιλέα συχνῶς παραγινόμενον ἐν σχήματι ἀρρώστου κατακλινόμενος ἀηδῶς καὶ μόλις ἐδέχετο· εἶτα ἠκούετο ὡς καὶ διελοιδορεῖτο αὐτῷ· Ἡράκλειος δὲ τὸ δρᾶμα συνῆκε καὶ τὴν ὕβριν ὅμως ἤνεγκε καὶ ἤδη ἐκαιροφυλάκει. ἀλλ᾽ ἔδοξε τέως γνησιώτερόν πως διαλέγεσθαι περὶ τοῦ δεῖν πονεῖν ὑπὲρ ἀλλήλων τῆς πολιτείας χάριν. ὁ δὲ οἷα ἐπιτωθάζων οὐκ ἐξὸν βασιλεῖ ἔφασκε καταλιμπάνειν βασίλεια καὶ ταῖς πόρρω ἐπιχωριάζειν δυνάμεσιν. ἐν τούτοις τίκτεται παῖς τῷ βασιλεῖ Ἡράκλειος, ὃν δὴ καὶ Κωνσταντῖνον ὠνόμασεν.

τότε δὴ παραγίνεται καὶ Νικήτας ὁ τὴν ἀξίαν πατρίκιος πρὸς τὸ βασίλειον ἄστυ. διὰ τοῦτο Ἡράκλειος εἰς τὸ Βυζάντιον ἐπάνεισι καὶ Νικήταν σὺν τιμῇ μεγίστῃ καὶ περιφανείᾳ ὥσπερ ἀδελφὸν γνήσιον καὶ ὁμότιμον δέχεται, καθὰ ἦν αὐτοῖς ἤδη συντεταγμένον ἐκ Λιβύης ἀπαίρουσι. καὶ Κρίσπος δὲ εἰς Βυζάντιον ἧκεν ὡς τῇ εἰσόδῳ Νικήτα συνησθησόμενος. σκήπτεται δὲ Ἡράκλειος τῷ θείῳ λουτρῷ τὸν υἱὸν καθαγνίζειν, υἱοθετεῖσθαι δὲ αὐτὸν ὑπὸ Κρίσπου. ὁ δὲ ἐπὶ τούτοις εἰσέρχεται εἰς τὰ βασίλεια.

Ἡράκλειον δὴ ἀθροίσαντα τοὺς ἐκ τῆς συγκλήτου βουλῆς ἅπαντας καὶ τὴν ἄλλην πληθὺν τοῦ ἄστεως ἅμα τῷ προέδρῳ Σεργίῳ εἰπεῖν λέγεται πρὸς αὐτούς “ὁ βασιλέα ὑβρίζων τίνι προσκρούει;” τοὺς δὲ φάναι “τῷ θεῷ τῷ ποιήσαντι αὐτὸν βασιλέα”. καὶ Κρίσπον προτρέπειν, καὶ αὐτὸν ἀποφαίνεσθαι τὸ δοκοῦν ὀρθῶς· τὸν δὲ οὐκ εἰδότα τὸ δραματούργημα λέξαι μηδὲ φιλανθρώπου τυχεῖν δίκης τὸν ἐπὶ τοιούτῳ ἁλόντα τολμήματι. καὶ τὸν βασιλέα ἀναμιμνήσκειν αὐτὸν οἷα ἐν Καισαρείᾳ ἐπὶ τῇ νόσῳ κατεσχηματίσατο, καὶ ὡς τὸ τῆς βασιλείας κατευτελίζειν ἀξίωμα ᾤετο, καὶ ὡς εἰς τὴν βασίλειον ἀρχὴν προύτρεπε. καὶ ἅμα λαβόντα τόμον κατὰ κόρρης τοῦτον παίειν, καὶ εἶτα λέγοντα “ὡς γαμβρὸν οὐκ ἐποίησας, φίλον πῶς ἂν ποιήσειας;” εὐθὺς δὲ ἐπιτρέψαι εἰς κληρικοῦ σχῆμα τὴν κεφαλὴν ἀποκείρασθαι, καὶ τὸν ἱεράρχην τὰ νενομισμένα ἐπὶ τῇ ἀποκάρσει ἐπιφθέγξασθαι. ἐξελθόντα δὲ αὐτὸν τοῖς μετὰ Κρίσπου στρατιώταις ἐπὶ λέξεως ὧδε εἰπεῖν “ὁ παπᾶς Κρίσπος ὑπουργοὺς ὑμᾶς ἕως τοῦ νῦν εἶχεν, ἡμεῖς δὲ σήμερον οἰκειακοὺς τῆς βασιλείας ὑπηρέτας”. προσθεῖναι δὲ αὐτοῖς τὸ ἐξ ἔθους σιτηρέσιον, πρώτους τε καλεῖσθαι καὶ ἐν τοῖς στρατιωτικοῖς τάγμασιν· αὐτούς τε ἀσμενέστατα δεξαμένους τὸν βασιλέα ἐπευφημῆσαι ἅμα τῇ ἄλλῃ πληθύϊ. μετὰ δὴ ταῦτα Κρίσπον εἰς τὸ λεγόμενον τῆς Χώρας περιεῖρχθαι σεμνεῖον, ὃς ζήσας ἐνιαυτὸν αὐτοῦ ἐτελεύτησεν.

Ἡράκλειος δὲ Θεόδωρον τὸν ἑαυτοῦ ἀδελφόν, τὴν μετὰ βασιλέα πρώτην ἀρχὴν κεκτημένον (κουροπαλάτην δὲ αὐτὸν οἱ περὶ τὰ βασίλεια καλεῖν εἰώθασιν), ἔτι καὶ Φιλιππικὸν τὸν Μαυρικίου τοῦ βασιλέως γαμβρὸν ἐπ᾽ ἀδελφῇ γεγονότα, τηνικαῦτα δὲ εἰς κληρικοῦ σχῆμα ἀποκεκαρμένον τὴν κόμην, ἡγεμόνα τῆς ὑπὸ Κρίσπου πρῴην ἰθυνομένης ἀρχῆς ἐξέπεμπε. Φιλιππικὸς δὲ ἐπιβιοὺς χρόνον ὕστερον ἐτελεύτα, καὶ πρὸς τῷ ὑπ᾽ αὐτοῦ δωμηθέντι περικαλλεῖ ἄγαν καὶ σεβασμίῳ ἱερῷ τῷ κατὰ Χρυσόπολιν ὄντι ταφῇ παραδίδοται.

Ὀλίγου δὲ χρόνου διιππεύσαντος νόσῳ ἐπιληψίας ἡ τοῦ βασιλέως γαμετὴ Εὐδοκία ληφθεῖσα ἐτελεύτησεν. ἐν ᾧ δὲ τὸ ταύτης σῶμα ἐξεκομίζετο, καὶ πολλῶν ὡς τὸ εἰκὸς ἐπὶ τῇ θέᾳ συρρεόντων, συνέπεσε κόρην τινὰ ὕπερθεν τῶν ὑπερῴων διακύψασαν (θεράπαινα δὲ ἦν αὕτη τῶν ἀστῶν τινος) ἀποπτύσαι ὡς τὸν ἀέρα ἀφύλακτα καὶ τὸ περίττωμα κατὰ τῆς πολυτελοῦς ἐκείνης ἐσθῆτος περιενεχθῆναι ἣ τὸ τῆς βασιλίδος νεκρὸν περιέστελλεν· ἐφ᾽ ᾧ οἱ περὶ τὴν ἐκφορὰν περιοργεῖς γενόμενοι συλλαμβάνουσί τε αὐτὴν καὶ τὸν διὰ πυρὸς κατεδίκασαν θάνατον, ἐντάφιον οὐκ εὐαγές, βαρβαρικῷ νόμῳ χρησάμενοι, τῇ ἐκδημίᾳ τῆς βασιλίσσης ἀθέσμως συμπαραπέμψαντες οἱ ἀνόσιοι. περιεζήτουν δὲ οἵγε καὶ τὴν δέσποιναν τῆς οἰκέτιδος, ὡς καὶ αὐτῇ τὸν ἴσον διάθοιντο κίνδυνον· ἡ δὲ δήπου αἰσθομένη τὸν ὄλεθρον διαπέφευγεν, οὔτι ὁραθεῖσα εἰς τὸ ἔπειτα πώποτε. καὶ ταῦτα μὲν ἀμφὶ τὰ βασίλεια ὧδέ πως ἔσχε.

Τὰ δ᾽ αὖ ἑτέρωσε ὡς ἐτελεῖτο οὕτω συνέβαινεν. ἔν τινι τῶν ἐπιχωρίων (χώρα δὲ ἥτις ποτέ ἐστιν, οὐδαμῇ ἐς τὸ νῦν παραδέδοται) ἦν τις ἐν ἐκείνῃ περιφανείᾳ κομώντων εὐπορίᾳ τε βίου λαμπρός, οὗ τὸ ἐπώνυμον Βουτηλῖνος ἐτύγχανεν, τὴν δὲ ἀξίαν ἣν κανδιδάτον Ῥωμαίοις κικλήσκειν ἔθος. τούτῳ γυνή τις χήρα ἐν γειτόνων διῳκημένη χαλεπῶς ἔφερε τὸ γειτόνημα· ἀμφισβητήσεως γὰρ αὐτοῖς μεθορίων γῆς ἕνεκεν συμβαινούσης ὁ Βουτηλῖνος τοῖς παισὶ τοῖς αὐτοῦ ἐνεκέλευε μάχῃ ἐπιέναι τοῖς ὁμοροῦσι, καὶ οἵγε ῥοπάλοις ἕνα τῶν τῆς χήρας υἱέων ἀναιροῦσιν. αὕτη ἀνελομένη τοῦ ἤδη τεθνηκότος υἱοῦ ᾑμαγμένον τὸ ἄμφιον ἐς Βυζάντιον ὡς Ἡράκλειον ἵκετο, καὶ ἐπεὶ προϊόντα εἶδεν, εἰσδραμοῦσα τοῦ χαλινοῦ τοῦ ἵππου ἐφ᾽ οὗ ἐπωχεῖτο ἐφάπτεται, καὶ ἅμα τὸ τοῦ παιδὸς ἔσθημα ἐπιδεικνῦσα σὺν βοῇ πρὸς αὐτὸν ἀνεφθέγγετο “οὕτω γένοιτο τοῖς σοῖς τέκνοις, ὦ βασιλεῦ, εἰ μὴ τὸ αἷμα τοῦτο, ὅ σοι δείκνυμι, αὐτίκα ἐνδίκως τιμωρήσειας”. τῶν δ᾽ οὖν περὶ τὸν βασιλέα δορυφόρων ἐπιόντες πλήττειν ἠπείγοντο· βασιλεὺς δὲ διεκώλυσε, καὶ τῇ γυναικὶ μηκέτι τολμᾶν προσιέναι παρηγγύησεν, ἐπεξιέναι δὲ τὰ τῆς δίκης ὁπηνίκα ἂν αὐτῷ δεδογμένα εἴη. ᾤχετο εὐθὺς μὴ δίκης τυχὸν ὀλολύζον τὸ γύναιον.

χρόνος δὲ διήρχετο, καὶ δὴ ὁ τὸν φόνον ἐπιτρέψας, δεδιὼς καὶ αὖθις τὴν γυναῖκα τοῦ ἀνῃρημένου εἵνεκεν βασιλεῖ ἐπικαλεῖν, ταύτῃ τοι εἰς Βυζάντιον εἴσεισι καὶ δὴ ἐς τὸ δημοτικὸν ἑαυτὸν ἐγκαταμίγνυσι. καὶ ἱππικοῦ ἀγῶνος τελουμένου τοῦτον βασιλεὺς ἐν μέσοις δημόταις κατιδὼν τῷ ὑπάρχῳ ἐπιτρέπει τῆς πόλεως φρουρᾷ καθειργνύναι τὸν ὕποπτον. εἶτα τὸ γύναιον μεταπέμπεται καὶ τὰ τῆς μιαιφονίας ἀσφαλέστερον ἀνηρεύνα. κελεύει τοίνυν τὸν Βουτηλῖνον ὑπὸ τῶν παίδων τῶν αὐτοῦ ἴσην ὑποσχεῖν τῷ ἀνῃρημένῳ τὴν τιμωρίαν, καὶ αὐτῆς ἐκείνης ὡσαύτως κτείνεσθαι.

Ἡράκλειος δὲ τὸν υἱὸν Ἡράκλειον, ταὐτὸν δὲ εἰπεῖν Κωνσταντῖνον (διώνυμος γὰρ ὢν ἐτύγχανεν), παρὰ τοῦ ἱεράρχου τῷ θείῳ λουτρῷ καθαγνίσας ἀγκάλαις 〈ἐκ〉 τῆς ἱερᾶς κολυμβήθρας ἐδέξατο. αὐτίκα δὲ αὐτῷ τῆς βασιλείου ἀξίας τὰ σύμβολα τἆλλά τε καὶ τὸ διάδημα περιθέμενος ἐταινίωσε καὶ βασιλέα ἀνεῖπε. τὴν θυγατέρα δὲ Γρηγορίαν τοὔνομα Νικήτα τοῦ τὴν ἀξίαν πατρικίου εἰς γαμετὴν κατηγγύησεν· οὗ δὴ καὶ ταύτῃ τῷ βασιλεῖ μειζόνως οἰκειωθέντος τὸν ἀνδριάντα κεχρυσωμένον καθύπερθε κιόνων ἔφιππον κατὰ τὴν τοῦ Φόρου λεγομένην ἀγορὰν ἀνέστησεν. καὶ οὕτω μὲν ταῦτα ἐπράττετο.