Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Βραχεῖα χρονικὴ διήγησις

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Τα τελευταία έτη του Ηρακλείου, οι διάδοχοι του και η εγκατάσταση των Βουλγάρων

Το τέλος της βασιλείας του Ηρακλείου, η δυναστική κρίση των διαδόχων του, οι ναυμαχίες με τον αραβικό στόλο και η προέλευση καθώς και η μόνιμη εγκατάσταση των Βουλγάρων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 3 από 8

Τούτῳ τῷ χρόνῳ ἀνέζευξε πρὸς τὰ οἰκεῖα Ἡράκλειος καὶ ηὐλίζετο ἐν τῷ παλατίῳ τῷ καλουμένῳ τῆς Ἱερίας· ἐδεδίει γὰρ ἐπιβῆναι θαλάσσῃ, πολλά τε ἀξιοῦντες οἵ τε ἄρχοντες καὶ οἱ τῆς πόλεως ἐν τῇ πόλει εἰσελθεῖν ἔπειθον οὐδαμῶς. ἐν δὲ ταῖς ἑορταῖς μόνους τοὺς υἱοὺς ἐξέπεμπε, καὶ αὐτοὶ ἐπιτελοῦντες ἐν τῷ ἱερῷ τὴν θείαν λειτουργίαν εὐθὺς πρὸς αὐτὸν ἐξῄεσαν. ὡσαύτως καὶ τοὺς ἱππικοὺς ἀγῶνας ἡνίκα ἐθεῶντο, πάλιν πρὸς τὸν πατέρα ἀπεχώρουν. ἐν ᾧ δὲ διέτριβεν ἐκεῖσε, ἀγγέλλεται αὐτῷ ὡς ὁ υἱὸς αὐτοῦ Ἀταλάριχος καὶ Θεόδωρος ὁ τὴν ἀξίαν μάγιστρος, Θεοδώρου δὲ τοῦ βασιλέως ἀδελφοῦ υἱός, σὺν ἄλλοις τισὶν ἐπιβουλεύειν αὐτῷ ἤμελλον· καὶ τοῖς μηνύσασι πεισθεὶς τούτων τὰς ῥῖνας καὶ τὰς χεῖρας ἐξέτεμε, καὶ Ἀταλάριχον μὲν εἰς τὴν νῆσον τὴν λεγομένην Πρίγκιπον ἐξόριστον ἔπεμψε, Θεόδωρον δὲ πρὸς τὴν νῆσον 〈τὴν〉 Γαυδομελέτην προσαγορευομένην, ἐπιτρέψας τῷ ἐκεῖσε δουκί, ἡνίκα πρὸς αὐτὸν καταλάβοι, καὶ τὸν ἕτερον τῶν ποδῶν ἀφελέσθαι. κατὰ ταῦτα δὲ καὶ τοὺς συγγνόντας αὐτοῖς τὰ τῆς ἐπιβουλῆς ἐτιμωρήσατο.

Χρόνου δὲ ἱκανοῦ διελθόντος παρασκευάζουσιν οἱ τοῦ βασιλέως ἄρχοντες τὸν ὕπαρχον ὡς συναγαγεῖν πλεῖστα πλοῖα καὶ ἐχόμενα ἀλλήλοις ἐξάψας ὥσπερ γεφυρώσει τὸν πόρθμον τοῦ καλουμένου Στενοῦ, κλώνοις τε δένδρων καὶ φυλλάσιν ἑκατέρωθεν διατειχίσειεν, ὡς μηδὲ ὁρᾶσθαι παριόντι τὴν θάλασσαν. καὶ δὴ τὸ ἔργον εἰς τάχος προυχώρει, καὶ ὁ βασιλεὺς ἱππεὺς διὰ θαλάττης ὥσπερ διὰ τῆς ἠπείρου κατὰ τὰς ἀκτὰς τοῦ λεγομένου κόλπου Φιδαλίας ἐπεραιοῦτο, οὔτε τὸν παράκτιον χῶρον παραμείψας διὰ τῆς γεφύρας τοῦ Βαρβύσσου ποταμοῦ πρὸς τὸ Βυζάντιον εἰσῄει. καὶ μετὰ ταῦτα Ἡράκλειον τὸν Καίσαρα στέφει βασιλέα.

Κατὰ δὲ τὴν δωδεκάτην ἰνδικτιόνα ἐτελεύτα Σέργιος ὁ τοῦ Βυζαντίου πρόεδρος. καὶ ἐπειδήπερ προσέκειτο Ἡράκλειος Πύρρῳ, ἀδελφόν τε ἐκάλει, ὡς ἡνίκα τῷ θείῳ λουτρῷ ἐφωτίζετο ἡ τοῦ βασιλέως ἀδελφὴ χερσὶν ἐδέξατο, καὶ ἅμα ᾠκειωμένον Σεργίῳ καὶ συνδιαιτώμενον ἐγίνωσκε, τοῦτον ἀρχιερέα τοῦ Βυζαντίου ἀνηγόρευσεν. ἤδη χρόνοις τισὶ πρότερον Κῦρον τὸν Ἀλεξανδρείας πρόεδρον μετάκλητον εἰς Βυζάντιον ἦν πεποιηκώς, καὶ ἐν αἰτίᾳ μεγάλῃ εἶχεν ὡς τὰ τῆς Αἰγύπτου πάσης Σαρακηνοῖς καταπροέμενον πράγματα. τηνικαῦτα δὲ περὶ τῶν αἰτιαθέντων ἐπὶ πλείστου ἀθροισθέντος τοῦ τῆς πόλεως ἐπεξῄει δήμου. ὁ δὲ ἀπελογεῖτο ὡς οὐδαμῶς τούτων ἔνοχος καθειστήκει, ὡς εἰ ἡ βουλὴ αὐτοῦ προυχώρει καὶ τοῖς Σαρακηνοῖς δι᾽ ἐμπολῆς τὰ τῆς φορολογίας παρεῖχε καὶ ἐφ᾽ ἑαυτοῖς ἡσύχαζον, καὶ τὰ τῷ βασιλεῖ παρεχόμενα οὐ καθυστερίζοιτο. ἄλλους τε ταὐτὰ ἐπῃτιᾶτο πράξαντας, καὶ αὑτὸν μάτην ὑπὲρ τούτων ἐγκαλούμενον ἰσχυρίζετο. ὁ δὲ Ἕλληνα τὸν Κῦρον ἀπεκάλει ὡς Ἕλληνι καὶ θεομάχῳ καὶ κατὰ Χριστιανῶν φρονοῦντι τῷ Ἄμβρῳ τῷ τῶν Σαρακηνῶν φυλάρχῃ συμβουλεύσαντα τὴν τοῦ βασιλέως κατεγγυηθῆναι θυγατέρα. ἐν τούτοις οὖν ἀγανακτήσας κατ᾽ αὐτοῦ καὶ ἀναιρήσειν ἀπειλῶν, τῷ τῆς πόλεως αὐτὸν ὑπάρχῳ ὡς αἰκισομένῳ παραδίδωσι.

Μετὰ τοῦτο ἐδικαίου τὸν υἱὸν Ἡράκλειον ὑπατεῦσαι, Δαβίδ τε καὶ Μαρῖνον τοὺς υἱοὺς αὐτοῦ Καίσαρας ἀνηγόρευσεν, Αὐγουστῖναν δὲ καὶ Μαρτῖναν τὰς θυγατέρας Αὐγούστας. χρόνου δὲ διελθόντος νόσῳ ὑδερικῇ περιπίπτει, καὶ ὁρῶν τὸ πάθος δυσίατον—ἐπὶ τοσοῦτο γὰρ ἐπεκτείνετο ὡς καὶ ἡνίκα ἀπουρεῖν ἔμελλε σανίδα κατὰ τοῦ ἤτρου ἐπετίθει· ἐστρέφετο γὰρ αὐτοῦ τὸ αἰδοῖον καὶ κατὰ τοῦ προσώπου αὐτοῦ τὰ οὖρα ἔπεμπεν. ἔλεγχος δὲ ἦν τοῦτο τῆς παρανομίας τῆς ἑαυτοῦ, ὑπὲρ ἧς ταύτην δίκην ὑστάτην ἐξέτισε τοῦ εἰς τὴν ἀνεψιὰν τὴν οἰκείαν γάμου. διαθήκας οὖν ἐξετίθει, ὥστε Κωνσταντῖνον καὶ Ἡράκλειον τοὺς υἱοὺς αὐτοῦ βασιλεῖς ἰσοτίμους εἶναι, καὶ Μαρτῖναν τὴν αὐτοῦ γυναῖκα τιμᾶσθαι παρ᾽ αὐτῶν ὡς μητέρα καὶ βασίλισσαν. ἐκ τούτου λοιπὸν ἐτελεύτα ζήσας ἔτη ἓξ καὶ ἑξήκοντα, ἐν δὲ τῇ βασιλείᾳ διανύσας ἔτη τριάκοντα μῆνας τέσσαρας ἡμέρας ἕξ. θάπτεται δὲ ἐν τῷ ἱερῷ τῶν πανευφήμων ἀποστόλων, καὶ τρισὶν ἡμέραις ἀσκεπές, ὥσπερ ἦν διατάξας ἔτι περιών, τὸ ὑποδεξάμενον αὐτοῦ τὸ σῶμα διετέλει μνῆμα, περικαθημένων αὐτὸ εὐνούχων ὑπηρετῶν.

Μετὰ τοῦτο Μαρτῖνα ἡ Αὐγούστα προσκαλεῖται Πύρρον τὸν ἀρχιερέα καὶ τοὺς βασιλικοὺς ἄρχοντας, ἐκκλησιάσασα καὶ τὸν περὶ τὸ Βυζάντιον λαόν, τάς τε διαθήκας Ἡρακλείου ὑπεδείκνυ, ὡς περὶ αὐτῆς καὶ τῶν τέκνων διέθετο. ὁ δὲ παρὼν ἅπας δῆμος Κωνσταντῖνον καὶ Ἡράκλειον τοὺς βασιλεῖς ἐπεζήτει· ἡ δὲ ἦγεν αὐτούς, καὶ ἅμα διελογίζετο νομίζουσα ἅτε βασίλισσα τὰ πρῶτα εἰς τὴν βασιλείαν φέρεσθαι. τινὲς δὲ τοῦ συνεστῶτος λαοῦ ἀνεφώνουν πρὸς αὐτὴν ὅτι “σὺ μὲν τιμὴν ἔχεις ὡς μήτηρ βασιλέων, οὗτοι δὲ ὡς βασιλεῖς καὶ δεσπόται”. ἐξαίρετον δὲ ἐδίδουν γέρας Κωνσταντίνῳ ὡς πρώτῳ εἰς τὴν βασιλείαν κατὰ τὴν ἡλικίαν ἐκ παιδὸς προχειρισθέντι. “οὐδὲ γὰρ βαρβάρων ἢ ἀλλοφύλων πρὸς τὰ βασίλεια εἰσερχομένων, ὦ δέσποινα,” ἔφασκον, “δύνασαι ὑποδέχεσθαι ἢ λόγοις ἀμείβεσθαι· μηδὲ δοίη θεὸς ἐν τούτῳ τάξεως τὴν Ῥωμαϊκὴν ἐλθεῖν πολιτείαν”. καὶ κατήρχοντο ἀνευφημοῦντες τοὺς βασιλεῖς. ταῦτα ἀκούσασα πρὸς τὸ ἑαυτῆς ὑπεχώρει παλάτιον.

Ἐξ οὗ καὶ Κωνσταντῖνος τῆς βασιλείας ἦρχε. προσαγγέλλει δὲ αὐτῷ Φιλάγριος, ὃς ἦν τῶν βασιλικῶν χρημάτων ταμίας, ὡς ἀσθενοῦντος τοῦ πατρὸς Ἡρακλείου χρήματα Πύρρῳ τῷ ἀρχιερεῖ παρατίθεσθαι Μαρτίνης τῆς βασιλίσσης ἕνεκεν, ὡς μή ποτε αὐτὴ ὑπὸ Κωνσταντίνου τοῦ βασιλέως καὶ προγόνου ἐκ τῶν βασιλείων διωθουμένη χρημάτων καθυστερίζοιτο. ὁ δὲ Πύρρον μεταστειλάμενος διεπυνθάνετο εἰ οὕτω ταῦτα ἔχοι. Πύρρος δὲ ὑπὸ Φιλαγρίου διελεγχόμενος προεδίδου καὶ οὐκ ἐθέλων τὰ χρήματα. ἐπεὶ δὲ νόσῳ χρονίᾳ Κωνσταντῖνος συνείχετο καὶ εὐκρασίας ἀέρων ἕνεκεν ἐν Χαλκηδόνι διέτριβεν ἐν τῷ ὑπ᾽ αὐτοῦ κτισθέντι παλατίῳ, ἰδὼν Φιλάγριος ἀρρώστως αὐτὸν διακείμενον, καὶ ἐλπίσας τάχιον ἀποβιῶσαι, ἐδεδίει Ἡράκλειον καὶ Μαρτῖναν ὡς αὐτὸν κακώσοντας. ἐκ τούτου Κωνσταντίνῳ συνεβούλευε γράφειν τοῖς στρατευομένοις ὡς τελευτῆς συμβαινούσης αὐτῷ ἀντιλαβέσθαι τῶν τέκνων αὐτοῦ, καὶ μὴ συγχωρεῖν ἀδικεῖσθαι μηδὲ τῆς βασιλείας διωθεῖσθαι.

ἐφ᾽ οἷς ἡσθεὶς Κωνσταντῖνος Οὐαλεντῖνον τὸν Φιλαγρίου ὑπασπιστὴν τά τε γράμματα καὶ τὴν λοιπὴν τοῦ πράγματος ἐργασίαν ἐγχειρίσας πρὸς τὸ στράτευμα ἐξέπεμψε, δεδωκὼς αὐτῷ χρήματα συντελοῦντα εἰς ποσότητα ἀριθμοῦ μυριάδων [πέντε] διακοσίων καὶ ἔτι μύρια καὶ ἑξακισχίλια νομίσματα, ὑποθέμενος πείθειν τοὺς τοῦ στρατιωτικοῦ καταλόγου μετὰ τελευτὴν Κωνσταντίνου ἀντικαθίστασθαι Μαρτίνῃ καὶ τοῖς τέκνοις αὐτῆς. συμβασιλεύσας δὲ τῷ πατρὶ ἔτη ὀκτὼ καὶ εἴκοσι, καὶ ἐπιβιοὺς εἰς τὴν βασιλείαν ἔτι ἡμέρας ἑκατὸν τρεῖς, ἐτελεύτησε.

Μεθ᾽ ὃν αὐτοκράτωρ τῆς βασιλείας ἀναγορεύεται Ἡράκλειος, ᾧ συνελάμβανεν εἰς τὰ τῆς βασιλείας πράγματα καὶ ἡ μήτηρ Μαρτῖνα. εὐθὺς οὖν τὸν τοῦ πατρὸς στέφανον, ὃν καὶ συνέθαψαν αὐτῷ καὶ ὁ υἱὸς Κωνσταντῖνος τοῦ ναοῦ ἐξήνεγκε τιμηθέντα μέχρι χρυσίου λιτρῶν ἑβδομήκοντα, τῷ θεῷ προσφέρει ἐν τῷ ἱερῷ, Κῦρον δὲ τὸν πρόεδρον Ἀλεξανδρείας τῷ οἰκείῳ θρόνῳ ἀποκαθίστησι. Φιλάγριον δὲ ἀποκείρας ἐξόριστον εἰς τὸ Σέπτας λεγόμενον φρούριον πρὸς ἥλιον δύνοντα κατὰ [τὰ] θάτερα τῶν Ἡρακλέος στηλῶν πρὸς τῇ Λιβύῃ κείμενον παρέπεμψεν. ἑτέρους τε πλείστους, οὓς εὗρε φίλους καὶ ὑπηρέτας αὐτοῦ, πληγαῖς καὶ ἑτέραις αἰκίαις ἠμύνατο. Οὐαλεντῖνος δὲ ὁ Φιλαγρίου ὑπασπιστὴς ταῦτα αἰσθόμενος τὸ στρατιωτικὸν κατὰ Μαρτίνης καὶ τῶν τέκνων αὐτῆς ἐτάραττε· μεθ᾽ ὧν τὴν Χαλκηδόνος καταλαμβάνει ὡς τοῖς τέκνοις Κωνσταντίνου ἐπικουρήσων, καὶ αὐτοῦ διέτριβεν. Ἡράκλειος δὲ τήν τε πόλιν ἐν τῷ ἀσφαλεῖ εἶχε, καὶ πᾶσιν ἀπελογεῖτο ὡς Ἡράκλειος ὁ υἱὸς Κωνσταντίνου ἀπήμαντος διαμένει, καὶ πᾶσι ὑγιέα καὶ σῶον ὑπεδείκνυ, καὶ ἅμα ὡς τέκνου γνησίου περιείχετο. καὶ τοῦτο ἐπιστοῦτο τῷ ἐκ τοῦ σωτηριώδους βαπτίσματος ἀγκάλαις δέξασθαι. καὶ συμπαρόντος Πύρρου τοῦ τῆς πόλεως ἱεράρχου τῶν ζῳοποιῶν ξύλων ἥπτετο καὶ διώμνυτο ὡς οὔτε δι᾽ αὐτοῦ οὔτε δι᾽ ἑτέρου τὰ τοῦ Κωνσταντίνου τέκνα βλαβήσεται.

Οὐαλεντῖνον δὲ ἀπισχυρίζετο δεικνύειν ὡς ἐπιβουλεύσαντα αὐτοῖς καὶ τῆς βασιλείας ἐπορεγόμενον. ὡς δὲ εἰς πλεῖον ἅπαντα βεβαιώσηται, συλλαβὼν μεθ᾽ ἑαυτοῦ Ἡράκλειον πρὸς Οὐαλεντῖνον περαιοῦται, καὶ πάλιν ἐβουλεύετο διόμνυσθαι καὶ πείθειν αὐτοὺς ὡς φιλοστόργως διάκειται πρὸς Ἡράκλειον: Οὐαλεντῖνος δὲ οὐκ ἐδέχετο ἀλλ᾽ ἀπέπεμπε, καὶ δὴ ὑπενόστει καὶ διηγεῖτο πάντα τοῖς τῆς πόλεως. οἱ δὲ ἐπείθοντο καὶ Οὐαλεντῖνον ἐδυσφήμουν.

Τῆς τρύγης δὲ ἐπιλαβούσης, οἱ τῆς πόλεως αἰσθόμενοι ὡς ὁ μετὰ Οὐαλεντίνου στρατὸς τούς τε ἀμπελῶνας αὐτῶν διαφθείρει κἀκείνους οὐ συγχωρεῖ ἐκεῖσε περαιοῦσθαι, συνίστανται Πύρρῳ βοῶντες στέφειν Ἡράκλειον τὸν Κωνσταντίνου υἱόν. Πύρρος δὲ τὴν ταραχὴν καὶ τὴν στάσιν τοῦ λαοῦ περιαθρήσας ἀπελογεῖτο ὡς οὐ διὰ τοῦτο αὐτοὶ στασιάζουσιν, ἀλλ᾽ Οὐαλεντίνῳ τὴν βασιλείαν περιποιοῦνται. ἔτι οὖν ἐπικειμένου τοῦ ὄχλου δῆλα ποιεῖ βασιλεῖ ἅπαντα. ὁ δὲ συλλαβόμενος τὸν ἀνεψιὸν Ἡράκλειον εὐθέως ἐπὶ τὸ ἱερὸν ἐχώρει καὶ ἀνέρχεται ἅμα Πύρρῳ ἐν τῷ ἄμβωνι καὶ προτρέπεται στέφειν Ἡράκλειον. οἱ δὲ ὄχλοι τὸν βασιλέα ἐβιάζοντο τὸ ἔργον ἐπιτελεῖν. ὁ δὲ λαβὼν ἐκ τῆς ἐκκλησίας τὸν τοῦ πατρὸς Ἡρακλείου στέφανον τὸ ἔργον ἐπλήρου. εὐθὺς οὖν τὸν στεφθέντα Κωνσταντῖνον οἱ ὄχλοι μετονομάζουσι. τὸ οὖν ἀχυρῶδες καὶ ἀγροικωδέστερον τοῦ λαοῦ κατὰ Πύρρου τὰς χεῖρας ὥπλιζον, καὶ πρὸς τὸ ἱερὸν γενόμενοι αὐτὸν μὲν οὐχ εὗρον, κατὰ δὲ τὸν καιρὸν τῆς τοῦ λυχνικοῦ συνάξεως εἰσέρχονται ἐπαγόμενοι Ἑβραίων καὶ ἄλλων κακοδόξων ὅμιλον ἐν τῷ θυσιαστηρίῳ. καὶ τὴν μὲν ἐνδυτὴν διαρρηγνῦσι, καὶ τὸν ἱερὸν χῶρον αἰσχρῶς κατερρύπαινον, τάς τε κλεῖς τῶν πυλῶν λαβόντες ἐπὶ κοντοῦ ἀνήρτων, καὶ οὕτω τὴν πόλιν ἀθέσμως περιῄεσαν.

Πύρρος δὲ ταῦτα μαθὼν τῇ ἐπιούσῃ νυκτὶ ἐν τῷ ἱερῷ παραγίνεται καὶ πάντα τὰ ἱερὰ ἀσπάζεται καὶ τὸ περικείμενον αὐτῷ ὠμόφορον περιελὼν τῇ ἱερᾷ ἀποτίθεται τραπέζῃ, φήσας “τῆς ἱερωσύνης μὴ ἀφιστάμενος ἀποτάσσομαι λαῷ ἀπειθεῖ”. ἐκεῖθεν ἡσυχῇ ἐξελθὼν παρὰ μιᾷ θεοσεβεστάτῃ γυναικὶ κρυφῇ κατήγετο καὶ καιροῦ εὐθέτου λαβόμενος πρὸς τὴν Χαλκηδόνος ἀπέπλει. οὗ τὴν ἔλευσίν τινες τῶν μοναζόντων ἐκεῖσε ἀκηκοότες περὶ τῶν ἐκτεθέντων παρὰ τοῦ πάλαι Ἡρακλείου τοῦ βασιλέως καὶ Σεργίου τοῦ τῆς πόλεως ἱεράρχου, ἕνεκεν τῶν δύο ἐπὶ τοῦ σωτῆρος Χριστοῦ θελημάτων καὶ ἐνεργειῶν ἀνηρεύνων, ὧν προασπισταὶ ἐτύγχανον Μάξιμος καὶ Θεοδόσιος ὄντες ἐν Ἀφρικῇ. καὶ τὰ μὲν κατὰ Πύρρον οὕτω πως ἔσχεν.

Ἐπεὶ οὖν τοὺς περὶ Οὐαλεντῖνον ἡ Χαλκηδὼν εἶχεν, ἀναγκαιοτέρως Ἡράκλειος καὶ Μαρτῖνα, ὡς μὴ ἐπὶ πλεῖον τὰ ἐκεῖσε προάστεια βλάπτοιτο, ἑνωθῆναί τε αὐτῷ καὶ ὅρκοις τὰ πρὸς ἀλλήλους θέσθαι· καὶ ἀξίᾳ αὐτὸν ἐτίμησαν ἣν Ῥωμαῖοι καλοῦσι κόμητα ἐξσκουβιτόρων, καὶ μηδ᾽ ὅλως ἐγκαλεῖσθαι περὶ ὧν παρὰ Κωνσταντίνου ἐδέξατο χρημάτων, φιλοτιμηθῆναι δὲ χρήμασι τοῖς συνελθοῦσιν αὐτῷ στρατιώταις, στεφθῆναί τε καὶ Δαβὶδ τὸν Καίσαρα καὶ μετονομασθῆναι Τιβέριον. καὶ τούτων οὕτω τελεσθέντων προχειρίζεται Παῦλος, οἰκονόμος γεγονὼς τῆς μεγάλης ἐκκλησίας, ἀρχιερεὺς Κωνσταντινουπόλεως, κατὰ τὸν Ὀκτώβριον μῆνα τῆς πεντεκαιδεκάτης ἰνδικτιόνος. Κωνσταντῖνος οὖν ἐν Σικελίᾳ ὑπὸ τῶν ἰδίων ὑπηρετῶν δόλῳ φονευθεὶς ἐν τῷ λουτρῷ, ἤδη ἐν τῇ βασιλείᾳ εἰκοστὸν ἕβδομον ἀνύσας ἔτος, ἐτελεύτα.

Μεθ᾽ ὃν Κωνσταντῖνος ὁ υἱὸς τὰ τῆς βασιλείας ἐγχειρίζεται σκῆπτρα. καὶ τούτου ἀρξαμένου εὐθὺς ὁ τῶν Σαρακηνῶν ἡγούμενος ναῦς πλείστας κατασκευάσας κατὰ τοῦ Βυζαντίου ἐκπέμπει, ἡγεμόνα τούτων ἐπιστήσας, ἅτε πιστότατον καὶ τὰ πολέμια ἔμπειρον, κατὰ τὴν ἑαυτῶν διάλεκτον Χαλὲβ ὀνομαζόμενον· ὃς ἀναχθεὶς προσωρμίζετο ἐν προαστείοις τοῦ Βυζαντίου, κατὰ τὸν παραθαλάσσιον τόπον τὸν καλούμενον Ἕβδομον. τοῦτον αἰσθόμενος Κωνσταντῖνος ἀντιπαρατάττεται καὶ αὐτὸς στόλῳ μεγάλῳ. ὑφ᾽ ὧν πλεῖσται ναυμαχίαι ἑκάστης ἡμέρας ἐγίνοντο, τοῦ πολέμου συγκροτουμένου ἀπὸ τοῦ ἐαρινοῦ μέχρι φθινοπωρινοῦ καιροῦ. χειμῶνος δὲ ἐπιγινομένου ὁ τῶν Σαρακηνῶν στόλος διαπεραιωθεὶς ἐν Κυζίκῳ διεχείμαζε, καὶ πάλιν ἔαρος ἀρχομένου ἐκεῖθεν ἀνταναχθεὶς ὡσαύτως τοῦ διὰ θαλάσσης πολέμου εἴχετο. ἑπτὰ οὖν ἔτεσι τοῦ πολέμου διαρκέσαντος τέλος οὐδὲν πλέον ὁ τῶν Σαρακηνῶν ἤνυσε στόλος, ἀλλὰ πολλούς τε ἄνδρας μαχίμους ἀποβαλόντες καὶ δεινῶς τραυματισθέντες καὶ χαλεπῶς ἡττημένοι ὑπενόστουν πρὸς τὰ οἰκεῖα καταίροντες. πρὸς δὲ τοῖς πελάζουσι τοῦ Συλλαίου γενόμενοι ὑπὸ σκληρῶν πνευμάτων καὶ θαλασσίου κλύδωνος καταληφθέντες πανστρατιᾷ διώλοντο. ὁ δὲ τῶν Σαρακηνῶν βασιλεὺς τὸ τοῦ στόλου ἀκούσας δυστύχημα πρέσβεις ἀποστέλλει πρὸς Κωνσταντῖνον ὡς σπεισόμενος πρὸς αὐτὸν ἐπὶ τελέσμασιν ἐνιαυσίοις.

ὁ δὲ τούτους δεξάμενος καὶ τὰ δηλωθέντα ἀκηκοὼς συνεκπέμπει αὐτοῖς Ἰωάννην τὸν πατρίκιον, τὸ ἐπίκλην Πιτζιγαύδιον, πολυπειρίᾳ καὶ φρονήσει διαφέροντα, ὡς τὰ ἐπὶ τῇ εἰρήνῃ διαλεχθησόμενον· ὃς πρὸς τὰ τῶν Σαρακηνῶν γενόμενος ἤθη συμβαίνει τε αὐτοῖς ὅρκοις τὴν εἰρήνην βεβαιωσάμενος ἐπὶ τριάκοντα ἔτεσιν, ὥστε παρέχεσθαι Ῥωμαίοις ὑπὸ τῶν Σαρακηνῶν ἀνὰ ἔτος ποσότητα χρυσίου τρεῖς χιλιάδας ἄνδρας τε αἰχμαλώτους πεντήκοντα καὶ ἵππους πεντήκοντα. ταῦτα ἀκηκοότες καὶ οἱ πρὸς τὰ ἑσπέρια οἰκοῦντες μέρη, τουτέστιν ὁ τῶν Ἀβάρων ἡγεμὼν καὶ οἱ ἐπέκεινα ἄρχοντες τῶν πρὸς δύσιν παρακειμένων ἐθνῶν διὰ πρέσβεων δῶρα τῷ βασιλεῖ στείλαντες εἰρήνην ἐζήτησαν· ἐφ᾽ οἷς εἴξαντος τοῦ βασιλέως εἰρήνη τὸ λοιπὸν καὶ γαλήνη ἔν τε τοῖς ἑῴοις ἔν τε τοῖς ἑσπερίοις ἐβραβεύετο. καὶ ταῦτα μὲν οὕτως ἔσχε.

Λεκτέον δὲ ἤδη περὶ τῆς τῶν λεγομένων Οὔννων καὶ Βουλγάρων ἀρχῆς καὶ καταστάσεως αὐτῶν. περὶ τὴν Μαιῶτιν λίμνην κατὰ τὸν Κώφινα ποταμὸν καθίσταται ἡ πάλαι καλουμένη μεγάλη Βουλγαρία καὶ οἱ λεγόμενοι Κότραγοι, ὁμόφυλοι αὐτῶν καὶ οὗτοι τυγχάνοντες. ἐν δὲ τοῖς Κωνσταντίνου χρόνοις ὃς κατὰ τὴν δύσιν ἐτελεύτα, Κοβρᾶτός τις ὄνομα κύριος γενόμενος τῶν φύλων τούτων τὸν βίον μεταλλάξας πέντε καταλιμπάνει υἱούς, ἐφ᾽ οἷς διατίθεται μηδαμῶς τῆς ἀλλήλων ἀποχωρισθῆναι διαίτης, ὡς ἂν διὰ τῆς πρὸς ἀλλήλους εὐνοίας τὰ τῆς ἀρχῆς αὐτῶν διασώζοιτο. οὗτοι μικρὰ τῆς πατρικῆς φροντίσαντες παραινέσεως ὀλίγου παρῳχηκότος χρόνου διέστησαν ἀλλήλων, ἕκαστος αὐτῶν τοῦ λαοῦ ἴδιον μέρος ἀποτεμνόμενος. ὧν ὁ μὲν πρῶτος Βαϊανὸς υἱὸς λεγόμενος κατὰ τὰ ἐνταλθέντα αὐτῷ παρὰ τοῦ πατρὸς ἐν τῇ προγονικῇ γῇ διέμεινε μέχρι τοῦ δεῦρο, ὁ δὲ δεύτερος λεγόμενος Κότραγος τὸν Τάναϊν περαιωθεὶς ποταμὸν ᾤκησε τούτων ἀντικρύ, ὁ δὲ τέταρτος τὸν Ἴστρον ποταμὸν διαβὰς ἐν Παννωνίᾳ τῇ νῦν ὑπὸ Ἀβάροις κειμένῃ αὐλίζεται ὑπόσπονδος τῷ ἐγχωρίῳ ἔθνει γενόμενος, ὁ δὲ πέμπτος κατὰ τὴν Ῥαβεννησίαν πεντάπολιν ἱδρυσάμενος ὑπόφορος Ῥωμαίοις ἐγένετο.

τούτων ὁ λοιπὸς τρίτος ἀδελφὸς ὄνομα Ἀσπαροὺχ τὸν Δάναπριν καὶ τὸν Δάναστριν ποταμὸν περαιωθεὶς περὶ τὸν Ἴστρον οἰκίζεται, τόπον πρὸς οἴκησιν ἐπιτήδειον, Ὄγλον τῇ σφῶν καλούμενον φωνῇ, καταλαβόμενος, δυσχερῆ τε καὶ ἀνάλωτον πολεμίοις ὑπάρχοντα· ἀσφαλής τέ ἐστι τὰ μὲν ἔμπροσθεν τῇ τε δυσχωρίᾳ καὶ τῷ τελματώδης εἶναι τυγχάνων· τὰ δ᾽ οὖν ὄπισθεν κρημνοῖς ἀβάτοις τετειχισμένα. οὕτω τοίνυν τοῦ ἔθνους διαιρεθέντος καὶ σκεδασθέντος, τὸ τῶν Χαζάρων φῦλον ἀπὸ τοῦ ἐνδοτέρου τῆς Βερυλίας λεγομένης χώρας ὡς πλησίον τῶν Σαρματῶν ᾠκημένον πλείστης ἀδείας ἐντεῦθεν ἐπέτρεχον. τὰ τοιαῦτα πάντα κατέδραμον χωρία τῆς ὑπὲρ Πόντου τὸν Εὔξεινον γῆς καὶ θαλάττης ἐπέρασε· μεθ᾽ ὧν καὶ Βαϊανὸν ὑπεξούσιον ποιησάμενος εἰς ὑπαγωγὴν φόρων κατέστησε.

Κωνσταντῖνος δὲ ἐπειδὴ ἔγνω ὡς τὸ σκηνῶσαν τὸν Ἴστρον ἔθνος τὰ πλησιάζοντα τῆς ὑπὸ Ῥωμαίων ἀρχῆς χωρία καταθέον διαφθείρειν ἐπεχείρει, στρατὸν ὁπλίτην ἐπὶ τὴν Θρᾳκῴαν διαβιβάσας χώραν, ἔτι τε καὶ στόλον ὁπλίσας κατὰ τοῦ ἔθνους ὡς ἀμυνόμενος ᾤχετο. οἱ δὲ Βούλγαροι τῶν τε ἱππικῶν καὶ πλοΐμων τὰ πλήθη θεασάμενοι καὶ τῷ αἰφνιδίῳ καὶ ἀνελπίστῳ καταπλαγέντες πρὸς τὰ ἑαυτῶν ὀχυρώματα ἔφυγον, τέτρασιν ἡμέραις ἐκεῖσε ὑπομείναντες· καὶ τῶν Ῥωμαίων μὴ δυνηθέντων αὐτοῖς πολέμῳ συμμῖξαι διὰ τὴν δυσχωρίαν τοῦ τόπου, ἀνελάμβανόν τε αὑτοὺς καὶ προθυμότεροι ἐγίνοντο. ὁ δὲ βασιλεὺς νόσῳ ποδαλγικῇ συσχεθεὶς καὶ ὀξυπαθήσας ἐπὶ Μεσήμβρειαν τὴν πόλιν ἀπέπλει θεραπείας ἕνεκεν, προστάξας τοῖς ἄρχουσι καὶ τοῖς λαοῖς προσεδρεύειν τῷ ὀχυρώματι καὶ ὅσα πρὸς ἄμυναν τοῦ ἔθνους κατεργάσασθαι. φήμη δέ τις ἐδέδοτο τὸν βασιλέα φεύγειν μηνύουσα, δι᾽ ἣν θορυβηθέντες οὐδενὸς διώκοντος συντόνως ἔφευγον. οἱ δὲ Βούλγαροι ἐπιδόντες ἐπεδίωκον καρτερῶς, καὶ ὅσους μὲν τοῦ λαοῦ κατελάμβανον ἀνῄρουν, πλείστους δὲ καὶ ἐτραυμάτιζον. περαιωθέντες δὲ τὸν Ἴστρον ἐπὶ τὴν λεγομένην Βάρναν πλησίον Ὀδύσσου καὶ τοῦ ὑπερκειμένου μεσογαίου, τὸ ὀχυρὸν καὶ ἀσφαλὲς τοῦ τόπου πάντοθεν ἔκ τε τοῦ ποταμοῦ καὶ τῆς ἄγαν δυσχωρίας θεασάμενοι ἐνταῦθα σκηνοῦσι.

κρατοῦσι δὲ καὶ τῶν [ἐγγιζόντων] παρῳκημένων Σκλαβηνῶν ἐθνῶν, καὶ οὓς μὲν τὰ πρὸς Ἀβάρους πλησιάζοντα φρουρεῖν, οὓς δὲ τὰ πρὸς Ῥωμαίους ἐγγίζοντα τηρεῖν ἐπιτάττουσιν. ἐν τούτοις ὀχυρωθέντων καὶ αὐξηθέντων τὰ ἐπὶ Θρᾴκης χωρία τε καὶ πολίσματα καταδῃοῦν ἐπεχείρουν. τῷ βασιλεῖ δὲ ἀνάγκη ἦν ταῦτα ὁρῶντι ἐπὶ τελέσμασι πρὸς αὐτοὺς σπένδεσθαι.