Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Περὶ μαγνήτιδος

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Αναζήτηση του πρωτοτύπου κειμένου και εξέταση της ταυτότητας του Μακαρίου

Περιγραφή της επίπονης αναζήτησης του έργου του Μακαρίου για την απόδειξη της σκόπιμης αλλοίωσής του, καθώς και παράθεση ιστορικών και φιλολογικών στοιχείων για τον συγγραφέα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 2 από 8

Οὐκ εἴχομεν δὲ ὅ τι καὶ δράσαιμεν τῶν νῦν προελθουσῶν εἵνεκεν χρήσεων. Λίαν γὰρ θαυμάζομεν καὶ ἐκπεπλήγμεθα, ὅστις ποτὲ εἴη ὁ ταύτας ἀναλεξάμενος· ὡς τὰς βίβλους αὐτὰς οὐκ ἐξέπεμψεν· πότερον τῆς ἐπιστήμης καὶ τῆς διδασκαλίας τοῦ συγγραφέως φθονήσας ἡμῖν, τοῖς ταύτης ἐφιεμένοις καὶ ἐγγλιχομένοις· ἢ τὸν σκοπὸν καὶ ὑπόθεσιν ἀποκρύψασθαι βουλόμενος· ὡς δὴ εὐθύς τε καὶ ἐκ πρώτης ἐπιβολῆς ἐμφανοῦς καὶ δήλης τοῖς ἐντευξομένοις καταστησομένης, κἀντεῦθεν διαδράσοι τῶν δραματουργηθέντων τὸν ἔλεγχον. Ἐπεὶ οὖν προύκειτο ἀνιχνεῦσαι αὐτῶν τὴν δύναμιν, ἀναγκαίως ἐπὶ τὴν ἀνάγνωσιν κεχωρήκαμεν· ὅσον δὲ ἐκ τῶν ἀκρωτηριασθέντων τοῖς ἐπιβάλλουσιν συνιέναι καὶ συνιδεῖν ἔνεστιν, πρὸς τὴν ἀνάπτυξιν τῆς ἐγκειμένης διανοίας ἀπαντήσασθαι ὡρμήθημεν.

Ἔχει τοίνυν ἡ τῆς χρήσεως ἐπιγραφὴ ὧδε· ΤΟΥ ΑΓΙΟΥ ΜΑΚΑΡΙΟΥ ΕΚ ΤΗΣ ΤΕΤΑΡΤΗΣ ΒΙΒΛΟΥ ΤΩΝ ΑΠΟΚΡΙΤΙΚΩΝ. Ἔστιν οὖν κἀκ τοῦ ἐπιγράμματος αὐτοῦ τὸ ὑψηλόν τε καὶ βάσκανον τοῦ σοφοῦ δὴ τούτου καὶ δεινοῦ κατανοῆσαι ὑπογραφέως.

Τοὔνομα γὰρ μόνον προθεὶς, τίς ὢν οὗτος ὑπῆρξέ ποτε ὁ Μακάριος, ὥσπερ καὶ αὐτῷ βασκαίνων τῷ συγγραφεῖ τῆς ἀξίας, οὐ συνεκδέδωκεν· ἆρα τοῖς τῆς ἱερωσύνης ἐμπρέπων αὐχήμασιν διεφαίνετο; καὶ τίνος πόλεως τοὺς οἴακας ἐγκεχείριστο; ἢ ἄλλῳ δή τινι κλήρῳ τυγχάνων ἀποτεταγμένος; χριστιανὸς δὲ ὅμως καὶ τοῦ τῆς εὐσεβείας ἀντεχόμενος λόγου. Ἔξεστι γὰρ καὶ ἄλλοις ἐκκλησιαστικοῖς τε καὶ λογικοῖς τυγχάνουσιν, καὶ τὰ θεῖα πεπαιδευμένοις, ὑπὲρ τῆς ἱερᾶς καὶ ἀμωμήτου ἡμῶν θρησκείας συγγραφὰς καὶ λόγων διδασκαλικῶν ἐκθέσεις ἁρμόζεσθαι.

Οὐ γὰρ δὴ τὸ τοῦ Ἁγίου προκείμενον ἐν ἀρχαῖς ὄνομα ἀποχρήσει ῥᾳδίως παραστῆσαι τὸ ἀξίωμα, τό τε ἐπιτήδευμα καὶ τὴν τύχην τοῦ λέγοντος· τὸ δὲ τῶν Ἀποκριτικῶν ἐν τῇ ἐπιγραφῇ προκείμενον, ἐπειδὴ κατὰ διαφόρων ἡ λέξις σημαινομένων φέρεται, ἱκανῶς ἐπετάραττεν τῶν ἀκουόντων τὴν αἴσθησιν.

Ἔννοιαν δ’ οὖν ὅμως ἐνταῦθα παρεῖχεν τῷ ἐντυγχάνοντι, ὡς ἐπὶ προηπορημένων ἢ προτεθέντων εἰς ζήτησιν πρότερον τινῶν λόγων ἐπάγεται τὴν λύσιν, ἢ τὴν ἐπίκρισιν τούτων ὑπαγορεύουσα. Ἐν ᾧ οὖν τὰ τῶν ἀποκριτικῶν προεπιζητούμενα, οἷς τὴν ἀπάντησιν φέρει, δολερῶς μετὰ τῶν ἄλλων ἑωρῶμεν κεκρατημένα.

Ταύτῃ τοι καὶ μάλα σπουδαίως, ἐπείπερ τοῦτο ἀναγκαῖον ἐδόκει, ἐπὶ τὴν ζήτησιν τῆς βίβλου τραπέσθαι αὐτίκα δεῖν ᾠήθημεν· τοιγαροῦν πολλὰ καμόντες, πολλὰ δὲ καὶ περὶ τὴν ἔρευναν πεπονηκότες, ὀψὲ καὶ μόλις ταύτῃ περιετύχομεν· ἣν μετὰ χεῖρας λαβόντες, πρὸς τὴν ταύτης ἀνάπτυξιν κατέστημεν.

Καὶ οἷα τὰ ἐν τῇ προαχθείσῃ χρήσει ἐσφαλμένα καὶ ἐπιλήψιμα κατείληπται, παρείσθω τὰ νῦν λέγειν, ὡς κουφότερα· οἷα δὲ τὰ παράλογα κατὰ προσθέσεις καὶ ὑφαιρέσεις ὁ γεννάδας ἐκεῖνος ὁ γραφεὺς ἐξεπετήδευσεν, ὥστε τὸν σκοπὸν καὶ τὴν διάνοιαν τῆς προκειμένης συγγραφῆς ἀμαυρῶσαι καὶ ἀλλοιῶσαι, ἵνα διὰ τῆς σκευωρηθείσης αὐτῷ ἐξαπάτης συνήγορα τῷ οἰκείῳ θελήματι καταστήσῃ τὰ προαγόμενα, προϊὼν ὁ λόγος κατὰ χώραν ἐπιδείξει. Περιγράψας γὰρ ἐκεῖθεν τὸ καιριώτατον, οὐδὲν ἕτερον ἢ περικοπῆς περικοπὴν, ἀλλ’ οὐ χρῆσιν τὸν ἐκπεμφθέντα χάρτην εἰργάσατο.

Ἔδει λοιπὸν μικρὸν ἄνωθεν κατάρξαντας τῆς ὑποθέσεως, οὕτω δεῖξαι καὶ διελέγξαι σφαλεράς τε καὶ οὐδὲν συνᾳδούσας πρὸς τὸν ἐπιτετηδευμένον σκοπὸν τὰς ἀρτίως ἀναλεγείσας φωνάς· ἀρκτέον δὲ τοῦ λόγου, ὥσπερ εἰκὸς, ἀπ’ αὐτῶν τῶν πρώτων τῆς βίβλου γραμμάτων· ἡ μὲν οὖν ΒΊΒΛΟΣ ΜΑΚΑΡΊΟΥ μὲν ἐπιγέγραπται, ἹΕΡΆΡΧΟΥ δὲ τὴν ἀξίαν. Ὅπερ οὐχ ἡ ἐπιγραφὴ μόνη δείκνυσιν· ἀλλ’ ἤδη καὶ ἔξωθεν ἐν ταῖς πτυχαῖς τῆς βίβλου ἀρχαιοτάτης οὔσης φιλοτίμως τυπουμένη τοῦ Μακαρίου τούτου εἰκὼν ἐκτυπώτερον παρίστησιν. Στολὴν γὰρ ἱερέως τοῦτον ἀμπεχόμενον ὑποφαίνει· καθ’ ἃ δὴ πολλαχοῦ καὶ ἑτέραις δέλτοις ἀνιστορούμενον ἐκπρεπῶς τὸν οἰκεῖον συγγραφέα βλέπομεν.

Χρόνοις δὲ ὕστερον ὑπὲρ τοὺς τριακοσίους ἀκμάσαντα τὸν ἄνδρα καταλαμβανόμεθα, ἐξ οὗ τὸ ἀποστολικὸν καὶ θεῖον ἐξέλαμψε κήρυγμα. Ἧς δὲ πόλεως ἱερεὺς καὶ ὧν ἐπετρόπευσεν οὔπω λέγομεν· ἕως ἂν τὸ Μάγνητος ἀκριβέστερον ἡμῖν καταληφθείη ἐξεταζόμενον, πότερον κύριον ἢ ἐθνικὸν ὄνομα τυγχάνει ὄν.

Λέγεται γὰρ καθ’ ἑκατέρου τὸ Μάγνης ὄνομα· ἴσμεν γὰρ δήπου καί τινα τῶν ἀρχαίων ποιητῶν οὕτω προσαγορευόμενον. Ἤδη δὲ καὶ ἕτερον οἰκιστὴν τόπου τινὸς πάλαι ἱστορούμενον ἔγνωμεν. Ἀφ’ οὗ ἡ κατ’ αὐτὸν περιοίκησις κατὰ τὴν θετταλικὴν χώραν κειμένη, Μαγνησία παρωνύμως ὠνόμασται, καὶ Μάγνητες τῶν τῇδε ᾠκημένων ἰθαγενῶν τὸ ἔθνος λέγεται· ὧν ἴσως ἐκεῖθεν, τυχὸν μὲν καὶ ἀλλαχόσε ποι, οὐ μὴν δέ γε καὶ πρὸς τὴν Ἀσιάτιδα μετῳκηκότων γῆν, τῶν αὐτόθι καθιδρυμένων τινὲς πόλεων Μαγνησίαι ἀπ’ αὐτῶν ἐπικέκληνται.

Θεοσθένει δέ τινι προσφωνεῖ τῶν ἄγαν εὐνουστάτων αὐτῷ καὶ φίλων, καὶ ὥσπερ τῶν λόγων διορθωτῇ καὶ κριτῇ ὑπάρχοντι. Ὁ δὲ σκοπὸς αὐτῷ τῆς πραγματείας κατὰ Ἑλλήνων προάγεται· καὶ τούτων μάλιστα πρός τινα τῶν ἐκ τῆς Ἀριστοτέλους διατριβῆς ὄντα ἐπιφέρει τὰς ἀντιῤῥήσεις, δόξης μὲν τῶν μοναρχίαν πρεσβευόντων ὑπάρχοντα· μέγα δὲ ἐπὶ σοφίᾳ τῇ θύραθεν κεκτημένον τὸ φρόνημα, καὶ δεινῶς τὴν ὀφρῦν κατὰ τῶν ἱερῶν ἀνασπῶντα δογμάτων, καὶ τοῖς ἐκ τῆς οἰκείας τέχνης σοφίσμασίν τε καὶ πιθανότησιν τῆς ἁπλότητος τοῦ μυστηρίου τοῦ καθ’ ἡμᾶς κατακομψευόμενον. Ἤδη δὲ λοιπὸν ἐπ’ αὐτὴν χωρῶμεν τῷ λόγῳ τῆς χρήσεως τὴν ἐξέτασιν· ὡς ἂν δὲ εὐκρινὴς καὶ τρανεστέρα ἡ κατάληψις τῶν ἐξεταζομένων γένηται, μικρὸν τὸν λόγον ἀναλαβόντες, καὶ τῶν προειρημένων ἁψάμενοι, ἐκεῖθεν τὴν διάληψιν τοῦ συγγραφέως σαφῶς παραστήσωμεν, ἑκάστῳ κεφαλαίῳ τῶν παρὰ τοῦ Ἕλληνος προεγκειμένων ἀκόλουθον καὶ τὴν τούτου ἀπάντησιν ἢ ἀντίῤῥησιν παρατιθέμενοι. Οὑτωσὶ γὰρ τὸ πρὸ τῆς χρήσεως προκείμενον ἔχει κεφάλαιον. ÷ Τὸν μέν τοι περὶ τῆς μοναρχίας τῶν σεβομένων θεῶν διαῤῥήδην ζητήσομεν· ὡς οὐκ οἶσθα οὐδὲ τῆς μοναρχίας τὸν λόγον ἀφηγήσασθαι· μονάρχης γάρ ἐστιν οὐχ ὁ μόνος ὢν, ἀλλὰ μόνος ἄρχων.