Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Περὶ μαγνήτιδος

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Εισαγωγή και κριτική θεώρηση των παραθεμάτων του Μακαρίου Μάγνητος

Η αναγκαιότητα ελέγχου των διδασκαλιών, η αναζήτηση του πρωτότυπου έργου των «Αποκριτικών» και η εξέταση των ιστορικών στοιχείων του συγγραφέα προς απόδειξη της νοθείας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 1 από 4

Ἐπίκρισις ἤτοι διασάφησις τῶν οὐκ εὐαγῶς ἐκληφθεισῶν κατὰ τῶν ἱερῶν εἰκόνων χρήσεων γενομένη παρὰ τῶν προεστώτων τοῦ ὀρθοῦ τῆς ἐκκλησίας δόγματος. Αἱ τῶν ἱερογράφων δέλτων θεοπαράδοτοι ῥήσεις ἐμφανῶς διαγορεύουσιν ὡς ἐπεστέλλετο ποτὲ διδακτικῶς παρὰ τῶν κηρύκων τῆς ἀληθείας τοῖς ἐν πίστει τῇ εἰς Χριστὸν τὸν θεὸν ἡμῶν δεδικαιωμένοις, τῇ τε ἀγάπῃ τῇ πρὸς ἀλλήλους καὶ τηρήσει τῶν θείων ἐντολῶν ἐν αὐτῷ ἐμμένειν προῃρημένοις, ὡς δὴ τὴν γνῶσιν τῆς τοῦ θείου πνεύματος δωρεᾶς καταπλουτήσασιν, μὴ πιστεύειν παντὶ πνεύματι, ἀλλὰ δοκιμάζειν τὰ ἄνωθέν τε καὶ ἐκ θείας ἐπιπνοίας ἐπιφοιτῶντα καὶ τῆς εἰς Χριστὸν ὁμολογίας, ὡς εἰς τόνδε τὸν κόσμον ἐλήλυθεν σαρκὶ τὴν χάριν εὐωδιάζοντα, ἃ δὲ προσιόντα τοῦτο μὴ φέρει τὸ κήρυγμα ἐκ τοῦ κόσμου τε εἶναι γινώσκεσθαι καὶ σαφῶς παρὰ τοῦ ἐναντίου ὡρμῆσθαι καὶ ἄγεσθαι πνεύματος.

τούτοις οὖν τοῖς θείοις καὶ ὀνησιφόροις παραγγέλμασιν καὶ ἡμᾶς ἕπεσθαι χρεών, ἅτε οὐράνιον κεκτημένους τὸ φρόνημα καὶ μηδὲν γήινον καὶ τοῦ χοώδους ῥύπου κατὰ ψυχὴν ἐθέλοντας ἐπισύρεσθαι, πίστει τε τῇ εἰς αὐτὸν κατηρτισμένους ἀσφαλέστατα καὶ ἀγάπῃ τετελειωμένους βεβαιότατα, καὶ τὰ αἰσθητήρια γεγυμνασμένα ἔχοντας πρὸς διάκρισιν τοῦ βελτίονος καὶ τοῦ χείρονος ἔκ τε τῆς τῶν ἱερογράφων μελέτης καὶ τῶν ὁσίων καὶ θεοφόρων πατέρων διδασκαλίας τε καὶ εἰσηγήσεως, ὡς αἱρεῖσθαι μὲν τὸ ὠφέλιμον, ἀποκρούεσθαι δὲ πᾶν ὁτιοῦν βλαβερὸν καὶ ἀπόπτυστον. διὰ τοῦτο καὶ νῦν πᾶν μὲν πνεῦμα ὃ τῇ ὑγιαινούσῃ τῆς ἐκκλησίας διδασκαλίᾳ ἐξακολουθεῖ, ὡς ἔνθεόν τε καὶ ἄνωθεν ἧκον, προσήκει τιμᾶν καὶ προσίεσθαι, ὃ δὲ μὴ ταύτῃ στοιχεῖ τῇ ὁμολογίᾳ, ὡς ἐκ τῆς κοσμικῆς δὴ ταύτης καὶ σαρκικῆς προαιρέσεως προϊόν, ἐστοχασμένως καὶ ἀπηκριβωμένως πάνυ τὴν τούτων ἐπίκρισιν ποιεῖσθαι σπουδάζουσιν ἐπιγινωσκόμενον διωθεῖσθαι πάντῃ καὶ ἀποπέμπεσθαι.

οὕτως ἡ ἀποστολικὴ παρεγγυᾷ διακέλευσις σάλπιγγος ἀπηχοῦσα μεγαλοφωνότερόν τε καὶ εὐσημότερον, ὥστε ἡμᾶς τοιαύταις παραινέσεσιν προηκουτισμένους τε καὶ ἠσφαλισμένους ξέναις καὶ ἀλλοτρίαις φωναῖς μὴ παρασύρεσθαι, μήτε τῇ φιλαυτίᾳ καὶ ἀπονοίᾳ τῶν ἑτεροδιδασκαλούντων ὑπάγεσθαι, ὡς οὐ γινωσκόντων ἐξ ἀπροσεξίας καὶ ἀκρασίας μήτε ἃ λέγουσιν μήτε περὶ τίνων διαβεβαιοῦνται (οὐ γάρ, εἴ τινές ποτε εἶεν οὗτοι ἐν πνεύματι θεοῦ, λαλοῦσιν μυστήρια πρὸς τὸν καταρτισμὸν τῶν ἀκουόντων καὶ ὠφέλειαν, ἀλλ’ ἀεὶ τὸ φίλερι καὶ ἐμπαθὲς τοῦ φρονήματος νοσοῦντες, ἅπερ εὖ καὶ καλῶς παρά τε τῶν θείων γραφῶν καὶ τῶν θεοφόρων διδασκάλων ἐκτέθειται πρὸς τὸ οἰκεῖον στρεβλοῦσιν θέλημα, παρεξηγούμενοι πρὸς ἐξαπάτην τῶν ἀκεραιοτέρων ἢ εὐηθεστέρων, καὶ πολλοὺς ἀποβουκολοῦσιν, κατατρέχοντες αὐτῶν ἐκμανῶς τῆς ἁπλότητος, καὶ τῆς μὲν βασιλικῆς ἀπάγουσι τρίβου, κατὰ κρημνῶν δὲ καὶ βαράθρων ὠθοῦσι τὰς ψυχὰς ὧν ἂν ἐπαγάγωνται μὴ δὲ προσέχειν ἀνθρώπων ἐντάλμασιν· οἳ οὐδὲν μὲν πνευματικὸν ἐπιφέρονται οὐδὲ ἄξιον τῆς τοῦ πνεύματος χάριτος, ἀλλ’ ἐκ τῆς ἰδίας κοιλίας ἀποφθέγγονται· οἳ τὰ μὲν ὀρθὰ τῆς εὐσεβείας παρευθύνειν ἐπιχειροῦσι δόγματα, τὴν δὲ τοῦ θεοῦ δόξαν παρ’ οὐδὲν τιθέμενοι πρὸς ἓν μόνον βλέπουσιν, ὡς ἂν τιμὴν ἑαυτοῖς ἐκ φιλαρχίας περιποιήσοιντο αἰσχύνης καὶ ἀτιμίας ἁπάσης ὑπάρχουσαν πρόξενον), νήφειν δὲ ἡμᾶς ἐν πᾶσιν καὶ δοκιμάζειν τί τὸ θέλημα τοῦ θεοῦ τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον, ἵνα κατὰ μηδὲν τῶν εἰς εὐαρέστησιν αὐτῷ ἐλλείποντες, ἄρτιοι ἀναδειχθῶμεν ἐν αὐτῷ καὶ εὐθύφρονες, πάσης δικαιοσύνης καὶ εὐσεβείας πληρέστατοι.

καὶ ταῦτα μὲν ὡς ἐν προοιμίου τρόπῳ διὰ βραχέων λελέχθω, οὐκ ἔχομεν δὲ ὅ τι καὶ δράσαιμεν τῶν νῦν προελθουσῶν ἕνεκεν χρήσεων· λίαν γὰρ θαυμάζομεν καὶ ἐκπεπλήγμεθα, ὅστίς ποτε εἴη ὁ ταύτας ἀναλεξάμενος, ὡς τὰς βίβλους αὐτὰς οὐκ ἐξέπεμψεν, πότερον τῆς ἐπιστήμης καὶ τῆς διδασκαλίας τοῦ συγγραφέως φθονήσας ἡμῖν τοῖς ταύτης ἐφιεμένοις καὶ γλιχομένοις, ἢ τὸν σκοπὸν καὶ τὴν ὑπόθεσιν ἀποκρύψασθαι βουλόμενος. ὡς δή, εὐθύς τε καὶ ἐκ πρώτης ἐπιβολῆς ἐμφανοῦς καὶ δήλης τοῖς ἐντευξομένοις καταστησομένης, κἀντεῦθεν διαδράσοι τῶν δραματουργηθέντων τὸν ἔλεγχον. ἐπεὶ οὖν προύκειτο ἀνιχνεῦσαι αὐτῶν τὴν δύναμιν, ἀναγκαίως ἐπὶ τὴν ἀνάγνωσιν κεχωρήκαμεν, ὅσον δὲ ἐκ τῶν ἀκρωτηριασθέντων τοῖς ἐπιβάλλουσιν συνιέναι καὶ συνιδεῖν ἔνεστιν πρὸς τὴν ἀνάπτυξιν τῆς ἐγκειμένης διανοίας ἀπαντήσεσθαι ὡρμήθημεν. ἔχει τοίνυν ἡ τῆς χρήσεως ἐπιγραφὴ ὧδε· Τοῦ ἁγίου Μακαρίου· ἐκ τῆς τετάρτης βίβλου τῶν Ἀποκριτικῶν. ἔστιν μὲν οὖν κἀκ τοῦ ἐπιγράμματος αὐτοῦ τὸ ὕφαλόν τε καὶ βάσκανον τοῦ σοφοῦ δὴ τούτου καὶ δεινοῦ κατανοῆσαι ὑπογραφέως· τοὔνομα γὰρ μόνον προθείς, τίς ἂν οὗτος ὑπῆρξεν ποτὲ ὁ Μακάριος, ὥσπερ καὶ αὐτῷ βασκαίνων τῷ συγγραφεῖ τῆς ἀξίας, οὐ συνδέδωκεν. ἆρα τοῖς τῆς ἱερωσύνης ἐμπρέπων αὐχήμασιν διεφαίνετο; καὶ τίνος πόλεως τοὺς οἴακας ἐγκεχείριστο;

ἢ ἄλλῳ δή τινι κλήρῳ τυγχάνων ἀποτεταγμένος, Χριστιανὸς δὲ ὅμως καὶ τοῦ τῆς εὐσεβείας ἀντεχόμενος λόγου; ἔξεστιν γὰρ καὶ ἄλλοις ἐκκλησιαστικοῖς καί λογίμοις τυγχάνουσιν καὶ τὰ θεῖα πεπαιδευμένοις ὑπὲρ τῆς ἱερᾶς καὶ ἀμωμήτου ἡμῶν θρησκείας συγγραφὰς καὶ λόγων διδασκαλικῶν ἐκθέσεις ἁρμόζεσθαι. οὐ γὰρ δὴ τὸ τοῦ ἁγίου προκείμενον ἐν ἀρχαῖς ὄνομα ἀποχρήσει ῥᾳδίως παραστῆσαι τὸ ἀξίωμα, τό τε ἐπιτήδευμα καὶ τὴν τύχην τοῦ λέγοντος· τὸ δὲ τῶν Ἀποκριτικῶν ἐν τῇ ἐπιγραφῇ προκείμενον, ἐπειδὴ κατὰ διαφόρων ἡ λέξις σημαινομένων φέρεται, ἱκανῶς ἐπετάραττεν τῶν ἀκουόντων τὴν αἴσθησιν. ἔννοιαν δ’ οὖν ὅμως ἐνταῦθα παρεῖχεν τῷ ἐντυγχάνοντι ὡς ἐπὶ προηπορημένων ἢ προτεθέντων εἰς ζήτησιν πρότερον τινῶν λόγων ἐπάγεται, τὴν λύσιν ἢ τὴν ἐπίκρισιν τούτων ὑπαγορεύουσα· ἐν ᾧ οὖν τὰ τῶν Ἀποκριτικῶν προεπιζητούμενα, οἷς τὴν ἀπάντησιν φέρει, δολερῶς μετὰ τῶν ἄλλων ἑωρῶμεν κεκρατημένα. ταύτῃ τοι καὶ μάλα σπουδαίως, ἐπείπερ τοῦτο ἀναγκαῖον ἐδόκει, ἐπὶ τὴν ζήτησιν τῆς βίβλου τράπεσθαι αὐτίκα δεῖν ᾠήθημεν. τοιγαροῦν πολλὰ καμόντες, πολλὰ δὲ καὶ περὶ τὴν ἔρευναν πεπονηκότες, ὀψὲ καὶ μόλις ταύτῃ περιετύχομεν, ἣν μετὰ χεῖρας λαβόντες πρὸς τὴν ταύτης ἀνάπτυξιν κατέστημεν.

καὶ οἷα τὰ ἐν τῇ προαχθείσῃ χρήσει ἐσφαλμένα καὶ ἐπιλήψιμα κατείληπται, παρείσθω τανῦν λέγειν ὡς κουφότερα· οἷα δὲ τὰ παράλογα κατὰ προ<σ>θέσεις καὶ ὑφαιρέσεις ὁ γεννάδας ἐκεῖνος ὁ γραφεὺς ἐξεπετήδευσεν, ὥστε τὸν σκοπὸν καὶ τὴν διάνοιαν τῆς προκειμένης συγγραφῆς ἀμαυρῶσαι καὶ ἀλλοιῶσαι, ἵνα διὰ τῆς σκευωρηθείσης αὐτῷ ἐξαπάτης συνήγορα τῷ οἰκείῳ θελήματι καταστήσῃ τὰ προαγόμενα, προϊὼν ὁ λόγος κατὰ χώραν ἐπιδείξειεν· περιγράψας γὰρ ἐκεῖθεν τὸ καιριώτατον, οὐδὲν ἕτερον ἢ περικοπῆς περικοπὴν ἀλλ’ οὐ χρῆσιν τὸν ἐκπεμφθέντα χάρτην εἰργάσατο. ἔδει λοιπὸν μικρὸν ἄνωθεν κατάρξαντας τῆς ὑποθέσεως οὕτω δεῖξαι καὶ διελέγξαι σφαλεράς τε καὶ οὐδὲν συνᾳδούσας πρὸς τὸν ἐπιτετηδευμένον σκοπὸν τὰς ἀρτίως ἀναλεγείσας φωνάς, ἀρκτέον δὲ τοῦ λόγου, ὥσπερ εἰκός, ἀπ’ αὐτῶν τῶν πρώτων τῆς βίβλου γραμμάτων. ἡ μὲν οὖν βίβλος Μακαρίου μὲν ἐπιγέγραπται, ἱεράρχου δὲ τὴν ἀξίαν· ὅπερ οὐχ ἡ συγγραφὴ μόνη δείκνυσιν, ἀλλ’ ἤδη καὶ ἡ ἔξωθεν ἐν ταῖς πτυχαῖς τῆς βίβλου ἀρχαιοτάτης οὔσης φιλοτίμως τυπουμένη τοῦ Μακαρίου τούτου εἰκὼν ἐκτυπώτερον παρίστησιν (στολὴν γὰρ ἱερέως τοῦτον ἀμπεχόμενον ὑποφαίνει), καθὰ δὴ πολλαχοῦ καὶ ἐν ἑτέραις δέλτοις ἀνιστορούμενον ἐκπρεπῶς τὸν οἰκεῖον συγγραφέα βλέπομεν.

χρόνοις δὲ ὕστερον ὑπὲρ τοὺς τριακοσίους ἀκμάσαντα τὸν ἄνδρα καταλαμβανόμεθα ἐξ οὗ τὸ ἀποστολικὸν καὶ θεῖον ἐξέλαμψεν κήρυγμα. ἧς δὲ πόλεως ἱερεὺς καὶ ὧν ἐπετρόπευσεν οὔπω λέγομεν, ἕως ἂν τὸ Μάγνητος ἀκριβέστερον ἡμῖν καταληφθείη ἐξεταζόμενον, πότερον κύριον ἢ ἐθνικὸν ὄνομα τυγχάνει ὄν· λέγεται γὰρ καθ’ ἑκατέραν τὸ Μάγνης ὄνομα. ἴσμεν γὰρ δήπου καί τινα τῶν ἀρχαίων ποιητῶν οὕτω προσαγορευόμενον, ἤδη δὲ καὶ ἕτερον οἰκιστὴν τόπου τινὸς πάλαι ἱστορούμενον ἔγνωμεν, ἀφ’ οὗ ἡ κατ’ αὐτὸν περιοικὶς κατὰ τὴν Θετταλικὴν χώραν κειμένη Μαγνησία παρωνύμως ὠνόμασται καὶ Μάγνητες τῶν τῇδε ᾠκημένων ἰθαγενῶν τὸ ἔθνος λέγεται· ὧν ἴσως ἐκεῖθεν, τυχὸν μὲν καὶ ἀλλαχόσέ ποι, οὐ μὴν δέ γε καὶ πρὸς τὴν Ἀσιάτιδα μετῳκηκότων γῆν, τῶν αὐτόθι καθιδρυμένων τινὲς πόλεων Μαγνησίαι ἀπ’ αὐτῶν ἐπικέκληνται. Θεοσθένει δέ τινι προσφωνεῖ τῶν ἄγαν εὐνουστάτων αὐτῷ καὶ φίλων καὶ ὥσπερ τῶν λόγων διορθωτῇ καὶ κριτῇ ὑπάρχοντι.

ὁ δὲ σκοπὸς αὐτῷ τῆς πραγματείας κατὰ Ἑλλήνων προάγεται, καὶ τούτων μάλιστα πρός τινα τῶν ἐκ τῆς Ἀριστοτέλους διατριβῆς ὄντα ἐπιφέρει τὰς ἀντιρρήσεις, δόξης μὲν τῶν μοναρχίαν πρεσβευόντων ὑπάρχοντα, μέγα δὲ ἐπὶ σοφίᾳ τῇ θύραθεν κεκτημένον τὸ φρόνημα, καὶ δεινῶς τὴν ὀφρῦν κατὰ τῶν ἱερῶν ἀνασπῶντα δογμάτων, καὶ τοῖς ἐκ τῆς οἰκείας τέχνης σοφίσμασίν τε καὶ πιθανότησιν τῆς ἁπλότητος τοῦ μυστηρίου τοῦ καθ’ ἡμᾶς κατακομψευόμενον. ἤδη δὲ λοιπὸν ἐπ’ αὐτὴν χωρῶμεν τῷ λόγῳ τῆς χρήσεως τὴν ἐξέτασιν. ὡς ἂν δὲ εὐκρινὴς καὶ τρανεστέρα ἡ κατάληψις τῶν ἐξεταζομένων γένηται, μικρὸν τὸν λόγον ἀναλαβόντες καὶ τῶν προειρημένων ἁψάμενοι, ἐκεῖθεν τὴν διάληψιν τοῦ συγγραφέως σαφῶς παραστήσομεν ἑκάστῳ κεφαλαίῳ τῶν παρὰ τοῦ Ἕλληνος προεκκειμένων ἀκόλουθον, καὶ τὴν τούτου ἀπάντησιν ἢ ἀντίρρησιν παρατιθέμενοι. οὑτωσὶ γὰρ τὸ πρὸ τῆς χρήσεως προκείμενον ἔχει κεφάλαιον· Ὁ ἝΛΛΗΝ. Τὸν μέντοι περὶ τῆς μοναρχίας τῶν σεβομένων θεῶν διαρρήδην ζητήσομεν, ὡς οὐκ οἶσθα οὐδὲ τῆς μοναρχίας τὸν λόγον ἀφηγήσασθαι. μονάρχης γάρ ἐστιν οὐχ ὁ μόνος ὤν, ἀλλ’ ὁ μόνος ἄρχων· ἄρχει δὲ ὁμοφύλων δηλαδὴ καὶ ὁμοίων, οἷον Ἀδριανὸς ὁ βασιλεὺς μονάρχης γέγονεν οὐχ ὅτι μόνος ἦν, οὐδ’ ὅτι βοῶν ἢ προβάτων ἦρχεν ὧν ἄρχουσιν ποιμένες ἢ βουκόλοι, ἀλλ’ ὅτι ἀνθρώπων ἐβασίλευεν τῶν ὁμογενῶν τὴν αὐτὴν φύσιν ἐχόντων.

ὡσαύτως θεὸς μονάρχης οὐκ ἂν κυρίως ἐκλήθη, εἰ μὴ θεῶν ἦρχεν· τοῦτο γὰρ ἔπρεπεν τῷ θείῳ μεγέθει καὶ τῷ οὐρανίῳ καὶ πολλῷ ἀξιώματι. εἰ γὰρ ἀγγέλους φατὲ τῷ Θεῷ παριστάναι ἀπαθεῖς καὶ ἀθανάτους καὶ τὴν φύσιν ἀφθάρτους, οὓς ἡμεῖς θεοὺς λέγομεν διὰ τὸ πλησίον αὐτοὺς εἶναι τῆς θεότητος, τί τὸ ἀμφισβητούμενον περὶ τοῦ ὀνόματος ἢ μόνον τὸ διαφορὰν ἡγεῖσθαι τῆς κλήσεως; καὶ γὰρ τὴν καλουμένην ὑπὸ Ἑλλήνων Ἀθηνᾶν Μινέρβαν οἱ Ῥωμαῖοι καλοῦσιν, Αἰγύπτιοι δὲ καὶ Σύροι καὶ Θρᾷκες ἄλλως προσαγορεύουσιν, καὶ οὐ δήπου τῇ τῶν ὀνομάτων διαφορᾷ συσχηματίζεται ἢ ἀναιρεῖται τῆς τοῦ θεοῦ προσηγορίας. ὁ μὲν τοῦ Ἕλληνος λόγος τοιοῦτος καὶ οὕτως ἔχων· ὥρα δὲ τῷ ἐντυγχάνοντι διασκοπεῖσθαι ὅτι δὴ περὶ μοναρχίας ἦν ὁ λόγος αὐτῷ θεὸν καὶ θεοὺς εἰσάγοντι, καὶ τὸν μὲν ἄρχοντα, τοὺς δὲ ἀρχομένους δοξάζοντι, καὶ ὡς οὐκ ἂν κληθείη κυρίως μονάρχης, εἰ μὴ θεῶν ἦρχεν· ὧν τὴν φύσιν τοῖς παρ’ ἡμῖν λεγομένοις ἀγγέλοις τὴν αὐτὴν τερατολογῶν εἶναι ἀπέφηνεν. τί οὖν πρὸς ταῦτα ῥητέον; Ἀθηνᾶν ἀκούομεν, καὶ ταύτην δὴ πολυώνυμον τῷ τῶν σεβομένων αὐτὴν ἐθνῶν ἰδίαις ἕκαστον κεχρημένον προσαγορεύειν φωναῖς.

τὸν δὲ συγγραφέα ἐν τοῖς μετέπειτα λέγοντα οὐ μὴν ἐκείνων περὶ ὧν ὁ λόγος αὐτῷ εἰκόνας τυπώσας τῷ σχήματι· πρὸς τίνα καὶ περὶ τίνων αὐτὸν τὸν νοῦν ἀπευθύνοντα ἐκ τῶν εἰρημένων αὐτίκα ῥᾳδίως εἰσόμεθα· φανερὸν γὰρ καὶ πρόδηλον ὅτι Ἑλλήνων μὲν κατηγορεῖ τοιαῦτα σεβόντων καὶ προσκυνούντων ἅπερ ἀθεεὶ τοῖς θεοῖς αὐτῶν ἀνετίθεσαν, τῆς θρησκείας δὲ τῆς ἡμετέρας προασπίζων ἤδη κατὰ ταῦτα τὰ ἄσεμνα καὶ ἄξια σκότους μυστήρια, Χριστιανοὺς οὐκ ἀξιοῖ οὐδὲ βούλεται εἰκονίζειν ἢ σέβειν οὕσπερ εἰκονίζουσίν τε καὶ σέβουσιν, λεπτότερόν τε καὶ ἰσχνότερον ἐν τῷ οἰκείῳ τόπῳ τὰ περὶ τούτων ἐξετασθήσεται. πρὸς δὲ τὰ εἰρημένα τῷ Ἕλληνι ὁ συγγραφεὺς ἀντεπεξιὼν ὡδὶ φάσκει· Ὁ ΧΡΙΣΤΙΑΝΟΣ. Τὸ τῆς μοναρχίας ὧδέ σοι λοιπὸν διευκρινήσω σόφισμα καὶ τῶν θεῶν καὶ τοῦ μόνου θεοῦ τὸν λόγον βασανίσω. εἰ καὶ μάλιστα ἐξ εἰκόνος ἡμῖν τὴν μοναρχίαν τοῦ θεοῦ καὶ τῶν ἀρχομένων θεῶν τὸν λόγον κρατύνειν ἐσπούδασας, ζητητέον εἰκότως εἰ ἐκ τῆς ὁμωνυμίας ἡ τῶν πραγμάτων εἴωθεν ἀποσώζεσθαι φύσις.

εὕρομεν γὰρ ὡς οὐκ ἐξ ὀνόματος τὸ πρᾶγμα, ἀλλ’ ἐκ τοῦ πράγματος τὴν ἀλήθειαν τὸ ὄνομα κέκτηται· ὡς ἐπὶ τοῦ πυρός, ὅτι θερμόν, καὶ ἐπὶ τοῦ πλησιάζοντος τῷ πυρί· ἀμφότερα γὰρ θερμὰ καὶ οὐκ ἀμφότερα τὴν οὐσίαν ἔχει θερμήν, ἀλλὰ τὸ μὲν τῇ φύσει, τὸ δὲ τῇ θέσει θερμόν, καὶ τὸ μὲν ἐξ ἑαυτοῦ, τὸ δὲ ἐξ ἑτέρου θερμόν, καὶ οὐ πάντως ἐκ τῆς ὁμωνυμίας μίαν ἡμῖν τὴν φύσιν ὁ λόγος ἐδήλωσεν. οὕτως ὁ ἀπόστολος, ἵνα τὴν ὄντως διδάξῃ θεότητα, καὶ τὴν οὐσίαν ἐκ τῆς ὁμωνυμίας διακρίνας ἐλέγξῃ, καὶ τὸν μὲν κατ’ οὐσίαν θεὸν καὶ κυρίως κύριον, τοὺς δὲ τῇ θέσει θεοὺς καὶ οὐ κυρίως τῇ κλήσει μηνύσῃ, τοῖς μαθηταῖς φησίν· «Καὶ γὰρ εἴπέρ εἰσι θεοί, ὥσπερ οὖν εἰσὶν καὶ κύριοι πολλοί, ἀλλ’ ἡμῖν εἶς θεός, ἐξ οὗ τὰ πάντα, καὶ εἷς κύριος Ἰησοῦς, δι’ οὗ τὰ πάντα». Ὁρᾷς ὅπως λέγει· «Καὶ γὰρ εἴπέρ εἰσι θεοί», ἀντὶ τοῦ τῇ κλήσει μόνον θεοί, οὐ μὴν κυρίως θεοί, «Ἀλλ’ ἡμῖν εἷς θεός», τουτέστιν ὁ ὄντως θεός, οὗ τῆς οὐσίας λόγος μαρτυρεῖ τῇ θεότητι· οὐ μὴν λέξις ὀνόματος βεβαιοῖ τὸ λεγόμενον, ἀλλ’ ἡ φύσις τοῦ πράγματος κυροῖ τὴν ἀλήθειαν.

ἄρχει γοῦν δὴ τῶν θεῶν καὶ δεσπόζει καὶ κρατεῖ, οὐχ ὡς εἷς αὐτῶν ὑπάρχων ἐκ τῆς ὁμωνυμίας, ἀλλὰ μόνος, ἀγένητος ὢν καὶ δεσπόζων τῶν γενητῶν· οἱ μὲν γὰρ ἐξ αὐτοῦ τὴν σύστασιν ἔλαβον, ὁ δὲ οὐ παρ’ αὐτῶν τὰ πρεσβεῖα τῆς τιμῆς ἐπορίσατο· καὶ τῶν μὲν τὴν οὐσίαν αὐτὸς ἐδημιούργησεν, οἱ δὲ ὑποστάσεως ἀρχὴν οὐ κατέλαβον ἐν αὐτῷ· καὶ ὁ μὲν ἐκείνους ὧν ἄρχει σῴζειν οἶδεν, οἱ δὲ οὐδὲν ἀρχόμενοι ἐκείνῳ χαρίζονται. καλεῖσθαι δὲ πολλοὺς θεοὺς καὶ κυρίους οὐ φθονεῖ, μόνον εἰ πλησιάζοντες αὐτῷ καὶ γειτνιάζοντες τῷ τῆς θεότητος λόγῳ συγχρωτίζονται· εἰ δὲ ἀποραθυμήσωσιν καὶ πόρρω που γένωνται, ταυτὸν πάσχουσιν τοῖς ἀποστραφεῖσι τὴν ἀκτῖνα τοῦ φωτός, κἀν τῇ σκιᾷ τοῦ σκότους ἐν ζόφῳ διάγουσιν. πρᾶγμα οὖν ἀτύραννον ἐκεῖνο καὶ δίκαιον, τῶν ἀνομοίων ἄρχειν δι’ οὐσίας ἀκρότητα, ὃ τῶν ἑτερογενῶν δι’ ὑπερβολὴν κυριεύει φύσεως· οὐ βίᾳ τυραννίδος δεσπόζον ἐπιτάττει, ἀλλ’ ἀγάπῃ στερρότητος ἡγεμονεύει φιλικῶς. Ἀδριανὸς δέ, εἰ καί τις κοσμοκρατόρων ἕτερος, ἄνθρωπος ὢν καὶ τῶν ὁμοίων ἀνθρώπων βασιλεύσας, νόμῳ δυναστείας τοῦτο καὶ τυραννίδος ἔπραξεν· οὐ θεσμῷ τῆς ἀκολουθίας τῶν ὁμοουσίων ἄρξας, ἀλλ’ ἀνάγκῃ καὶ βίᾳ τοὺς ὁμογενεῖς ἐδουλώσατο.

ἠδίκει δὲ τὰ μεγάλα τὰ μέρη τῆς οὐσίας, οὐ τὴν οὐσίαν ἐκτρύχων, καὶ τὸ εἶδος ἀδικῶν, οὐ τὸ γένος καταπονῶν· ἄνθρωπος γὰρ ἀνθρώπου, καθὸ μὲν ἄνθρωπος, δεσπόζειν οὐ δύναται, καθὸ δὲ ἄρχων ἢ τύραννος προσλαβὼν ἐξουσίαν, δι’ αὐτῆς τὸν ὁμόφυλον καταπονεῖ δουλούμενος. ὅσα γοῦν ἐκ βίας τὴν φύσιν ἐτυράννησεν, ταῦτα οὐκ ἐκ φύσεως τὴν ἀξίαν ἐκτήσατο, ἀλλ’ ἐξ ὠμότητος ἐπικρατέστερα τῶν ὁμοίων ἐφάνη. θεὸς δὲ μόνος ἄρχων καὶ μοναρχίαν ἔχων κατὰ ἀλήθειαν κυριεύει τῶν γενητῶν ὑπάρχων ἀγένητος· κρατεῖ τῶν κτισμάτων ἄκτιστος ὢν καὶ ἄναρχος· οὐ τῶν ὁμοίων, ἀλλὰ τῶν ἀνομοίων ἡγεμονεύει κηδόμενος. ὡς γὰρ ἥλιος, οἷς ἐπιλάμπει, τούτους λαμπρύνει τῇ μετουσίᾳ τοῦ φωτός, οὐ μὴν αὐτός ποτε παρ’ αὐτῶν αὐγάζεται, οὕτω θεὸς τοὺς ἐγγίζοντας αὐτῷ λόγῳ τῆς διανοίας ἁγιάζει θεοποιῶν, καὶ τὴν ἐξ αὐτοῦ δίδωσιν αὐτοῖς μακαριότητα, οὐ μὴν αὐτὸς ἐξ αὐτῶν τὸ τῆς ἀρετῆς λαμβάνει καλλώπισμα. εἰ γοῦν ἥλιός τινα φωτίζων τοῖς φέγγεσι φωτεινὸν ποιεῖ λέγεσθαι ὥσπερ αὐτὸς λέγεται, τῆς δὲ οἰκείας οὐσίας ἀφαιρέσεως λόγῳ τοῖς φωτιζομένοις οὐδὲν μεταδίδωσιν, λαμπρὰ δὲ οὐ κωλύει τὰ παρ’ αὐτοῦ καλεῖσθαι λαμπόμενα· αὐτὸς γὰρ ὢν τὴν οὐσίαν λαμπρός, τῇ θέσει λαμπρὰ καλεῖσθαι ποιεῖ τὰ λαμπόμενα.

τὸν αὐτὸν τοίνυν τρόπον θεὸς μονάρχης ὢν καὶ τὴν φύσιν ἀΐδιος, οὐ κωλύει θεοὺς καλεῖσθαι τοὺς ἀγγέλους, θεοποιῶν αὐτοὺς τῇ θέσει τοῦ πράγματος, οὐ τὴν οἰκείαν εἰς αὐτοὺς ἀποτέμνων οὐσίαν, οὐδὲ μέρος αὐτοῖς τῆς ἰδίας δωρούμενος φύσεως· ὅθεν ὁ μὲν τὸν φύσει θεὸν προσκυνῶν, μακαρίζεται, ὁ δὲ τὸν θέσει, πολλὰ διασφάλλεται, ἐν τῷ σέβειν ἀβέβαιον καρπούμενος ὄφελος. ὡς γὰρ ὁ θέρμης ἕνεκεν τὸ πῦρ ἀσπαζόμενος καὶ θερμαίνεται παρ’ αὐτοῦ καὶ τῷ φέγγει λαμπρύνεται, ὁ δὲ ὕλην ἐκ πυρὸς ἢ χαλκοῦ ἢ σιδήρου ζητῶν εἰς θερμότητα διαμαρτάνει τοῦ σκοποῦ (πρὸς ὀλίγον γὰρ ἡ ὕλη ψευσαμένη τὴν φύσιν εἰς τὴν οἰκείαν τῆς οὐσίας λῆξιν ὑπαναχωρεῖ, μηδὲν τὸν ἔχοντα ταύτην ἐν θερμοῖς ὠφελήσασα, μὴ δὲ σέλας αὐτῷ λαμπρὸν ἐπαρκέσασα), οὕτως ὁ βουλόμενος ἀκράτου ἀρετῆς λαβεῖν μακαριότητα, παρὰ θεοῦ ταύτην τοῦ κατὰ φύσιν αἰτῶν, οὐ σφάλλεται, παρὰ δὲ ἀγγέλου, ἤ τινος ἀσωμάτου τάγματος ἀνωφεροῦς, θεοῦ τὴν θέσιν, οὐ τὴν φύσιν, ὑπάρχοντος, ζημιοῦται μεγάλως, λαβεῖν θέλων ὅπερ δοὺς ὁ κτησάμενος γυμνητεύει τῆς χάριτος.

θεὸς δὲ ὁ πάντα τοῖς πᾶσιν δωρούμενος ἔχει τὰ πάντα, τὴν πενίαν ἀρνούμενος· ὡς ὁ ἥλιος χορηγῶν τὰ φέγγη τοῖς βλέπουσιν καὶ τούτους εὐεργετεῖ καὶ τὸ φῶς οὐκ ἐκδύεται, ὡς διδάσκαλος διδοὺς μαθηταῖς τὰ μαθήματα καὶ τοὺς μαθητὰς σοφίζει καὶ τὴν σοφίαν ἔχει, οὕτω παρὰ τοῦ Χριστοῦ δύναμις ἐξήρχετο καὶ τῶν καμνόντων ἤλαυνε τὰ νοσήματα καὶ τῷ Χριστῷ μένουσα ὅλως οὐκ ἐχωρίζετο. πιθανῶς σοι καὶ ταύτην εἴρηκεν ὁ λόγος τὴν ζήτησιν τὴν περὶ θεοῦ καὶ θεῶν καὶ τῆς μοναρχίας ἣν ἔχει ὁ μόνος ἀληθινὸς ἄρχων θεός. καὶ ταῦτα μὲν ὁ συγγραφεύς· φαίνεται δὲ λευκότατα διαφόροις λόγοις καὶ παραδείγμασιν κατασκευάζων τὰ πρὸς ἀνατροπὴν τῆς παρ’ Ἕλλησιν παιζομένης μοναρχίας, ἢ πολυαρχίας, ἔκ τε τῆς ὁμωνυμίας, δείκνυται γάρ, φησίν, ὡς οὐκ ἐξ ὀνόματος τὸ πρᾶγμα, ἀλλ’ ἐκ τοῦ πράγματος τὴν ἀλήθειαν τοὔνομα κέκτηται, καθάπερ τὸ παράδειγμα ἔθετο τῆς τοῦ πυρὸς κατ’ οὐσίαν θερμότητος καὶ τῶν κατὰ μέθεξιν αὐτοῦ ὁμωνύμως τῇ θέσει θερμῶν τε γινομένων καὶ θερμαίνειν τὰ πλησιάζοντα σώματα ἐν καιρῷ δυναμένων, ἔκ τε τοῦ ἀποστολικοῦ παραδείγματος, δι’ οὗ φησὶν ὁ ἀπόστολος «Εἴπερ εἰσὶν θεοὶ πολλοὶ καὶ κύριοι πολλοί, ἀλλ’ ἡμῖν εἷς θεός» καὶ τὰ τούτοις ἑπόμενα, ἔτι δὲ καὶ τῶν ἄλλων ὅσα πρὸς παράστασιν τοῦ οἰκείου σκοποῦ εὗρεν αὐτῷ χρησιμεύοντα, ἅπερ ἐμφανῆ καθίσταται τῷ μὴ παρέργως ἀναγινώσκοντι.