Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Ἔλεγχος καὶ ἀπολογία

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Η αιρετική προέλευση της εικονομαχίας και η επιστολή του Ευσεβίου

Κατάδειξη της σύνδεσης των εικονομάχων με τον αρειανισμό του Ευσεβίου Καισαρείας και παράθεση της επιστολής του τελευταίου προς τη βασίλισσα Κωνσταντία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 2 από 14

Τί οὖν φημί; ÷ ὅτι τοι ὥσπερ ὁ λόγος οὗτος ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστὶ, τοῖς δὲ σωζομένοις ἡμῖν, δύναμις Θεοῦ ἐστί. Καί· Χριστὸς ἐσταυρωμένος κηρυσσόμενος, Ἰουδαίοις μέν ἐστι σκάνδαλον, Ἕλλησι δὲ μωρία. Καί· Ὁ αὐτὸς κεῖται εἰς πτῶσιν πολλῶν καὶ ἀνάστασιν. ÷ Οὕτω δὴ καὶ ἡ ἱερὰ τοῦ Εὐαγγελίου ἱστορία· τοῖς μὲν περὶ τὴν σωτηρίαν τοῦ Χριστοῦ οἰκονομίαν κακῶς καὶ ἀθέως διακειμένοις, καὶ ἐπὶ τῇ μνήμῃ ταύτῃ ἀλύουσι καὶ ἀσχάλλουσι σκάνδαλον καὶ βλαβερὸν θέαμα πρόκειται. ÷ Βαρὺς γάρ ἐστιν αὐτοῖς ὁ Χριστὸς καὶ ἐν εἰκόνι βλεπόμενος· ÷ ἡμῖν δὲ τοῖς περὶ τὴν ἀλήθειαν ὀρθοτομοῦσιν, ἐξήγησις τοῦ θείου μυστηρίου καὶ ἀνάμνησις, καὶ ὠφελείας μεγίστης καὶ σωτηρίας πρόξενος, καὶ διὰ τοῦτο σεβάσμιά τε καὶ τίμια λελόγισται.

Ὅτι ὁ Μαμωνᾶς ψευδῶς εἰσάγει τοὺς ἁγίους Πατέρας μάρτυρας τῆς αἱρέσεως αὐτοῦ. Καιρὸς λοιπὸν ἂν εἴη τοὺς τοῦ Μαμωνᾶ διδασκάλους, φωνάς τε αὐτῶν εἰς μέσους προθέντας, τίνες τε οὗτοί εἰσι, καὶ τῆς ποίας δόξης τυγχάνουσιν ἐξετάσαι, καὶ ὁποῖα τὰ παρ’ αὐτῶν δογματιζόμενα. Ἀλλ’ ἐπειδὴ λανθάνων ἑαυτὸν ὁ ἀνόητος, καὶ αὐτῶν τῶν διδασκάλων τῆς Ἐκκλησίας λόγους κατὰ εἰδωλολατρούντων πάλαι ἀνθρώπων συντεταγμένους κομίζει, Βασιλείου τε καὶ Γρηγορίου, Ἀθανασίου γε μὴν καὶ Κυρίλλου, καὶ μέντοι καὶ Ἰωάννου, καὶ τοῦ ἑτέρου Γρηγορίου, τῶν ἀοιδίμων καὶ μέγα ἐν τῇ οἰκουμένῃ λαμψάντων, οὐκ ᾔσθετο ὁ ἀνοηταίνων, κατηγόρους μᾶλλον ἢ συνηγόρους τῆς ἑαυτοῦ κακοδοξίας καλῶν.

Οἱ δὲ γὰρ τῶν προφητικῶν τοῦ Πνεύματος φωνῶν καὶ τῶν ἀποστολικῶν κηρυγμάτων κατ’ ἴχνος ἰόντες, διαῤῥήδην κηρύσσουσιν ἀπηλλάχθαι εἰδωλομανίας ἀνθρώπους, καὶ τῆς τοῦ πονηροῦ δυναστείας ἠλευθερῶσθαι, ἐπιδεδημηκότος τοῦ Σωτῆρος τοῖς ἐπὶ γῆς, καὶ τὸ φῶς τῆς ἀληθοῦς γνώσεως καταυγάσαντος τῷ κόσμῳ, καὶ μηδὲν ἔτι μένειν ἐν κόσμῳ εἴδωλον. Ταῦτα δὲ ἡμεῖς περιπτυσσόμενοι ὡς ἡμέτερα, τιμῆς ἀξιοῦμεν τῆς ἀνωτάτω, κατὰ δὲ τῆς ἀπονοίας τῶν ἐναντίων προχειριζόμεθα, ὡς τἀναντία τούτοις δοξαζόντων, καὶ εἰδώλων οὐ καθαρεύειν τὴν Ἐκκλησίαν κενοφωνούντων· ὥστε τοῖς οἰκείοις περιτρεπόμενον μηχανήμασι, καὶ μὴ βουλόμενον κατεστράφθαι, ἐξ ὧν ἦν αὐτῷ διὰ σπουδῆς οἰκοδομεῖν τὰ τῆς ματαιότητος, καὶ ταὐτὸ πεπονθέναι, καθάπερ εἴ τις κατὰ στεῤῥοῦ καὶ ἀντιτύπου βάλλων ἐφ’ ἑαυτὸν ἀντανακλώμενον τὸ βέλος εἰσδέχεται. Εἰ γοῦν καὶ ἄλλων τινῶν εἶεν οἱ λόγοι ἁπλῶς καὶ γυμνῇ τῇ φωνῇ κατὰ εἰδωλομανούντων ἀνθρώπων προηγμένοι, ὡς κατ’ οὐδὲν τῇ εὐαγγελικῇ ὑποθέσει ἐπικοινωνοῦντας, πειρᾶσθαι ἀνατρέπειν τῆς ἴσης ἐκείνῳ παραπληξίας καὶ ἀβουλίας εἴη ἄν. Ὡς γάρ τοι τέλεον ἐξηφάνισται καὶ ἀπημαύρωται ἡ παλαιὰ δεισιδαιμονία, ἀνατολῆς ἐξ ὕψους φανείσης, ἱκανῶς μὲν καὶ διὰ τῶν τοῦ Πνεύματος διδαγμάτων, ὡς ἐν τοῖς προλαβοῦσιν ἐκδέδεικται, πεπληροφορήμεθα.

Βοᾷ δὲ μέγα ἡ τῶν πραγμάτων ἀλήθεια καὶ ἡ χριστιανῶν δόξα καὶ πολιτεία, τῶν προηγορευμένων τὸ ἀψευδὲς καὶ τὴν ἔκβασιν μεγαλοφώνως κηρύσσουσα· ἐξ ὧν τῶν κενολογούντων κατὰ τῆς ἀμωμήτου ἡμῶν λατρείας διήλεγκται τὸ παράνομον.

Ὅτι διδασκάλους προύθηκεν Εὐσέβιον τὸν ἀρειανὸν καὶ Ἐπιφανίδην τῆς αἱρέσεως τῶν Δοκητῶν. Οὐκοῦν ταυτὶ μεθέντες, ἐπὶ τοὺς εἰσηγητὰς τῶν ματαίων δογμάτων καὶ δὴ τῷ λόγῳ τρεψόμεθα. Οἳ δὴ ἀνάμεσον ἁγίου καὶ βεβήλου οὐ διέστειλαν, οὐδὲ ὅτι καθαρὸν ἀκαθάρτου διενήνοχεν ἔγνωσαν· ἐπεὶ ποτὲ μὲν εἰκόνας, ποτὲ δὲ εἴδωλα σφαλερῶς καὶ ἀθέως τὰ σύμβολα τῆς σωτηρίου οἰκονομίας τοῦ Χριστοῦ κατονομάσαι τετολμήκασι, τὴν ἐπὶ τοῖς ματαίοις προσηγορίαν ἐπὶ τὰ ἅγια μεταμείβοντες.

Εἰσὶ δὲ οἱ ἐν τούτοις τὸ προὖχον ἀποφερόμενοι· Εὐσέβιός τε ὁ δυσσεβὴς, ὁ τῆς Καισαρέων τῆς κατὰ Παλαιστίνην κακῶς καὶ ἀσέμνως τὴν ἱερωσύνην ἔχων, καὶ τῆς ἀθέου καὶ ἀνοσίου τῶν Ἀρειομανιτῶν αἱρέσεως, καὶ ἣν ἀθεΐαν οἱ καθ’ ἡμᾶς διδάσκαλοι ὀνομάζουσι, καὶ πάλαι καὶ νῦν προκαθεζόμενος.

Εἶτα Ἐπιφανίδης οὐ φανεὶς ἐν Ἐκκλησίᾳ καὶ ἐν λογάσιν ἀνδρῶν πώποτε, νῦν δὲ μέγας ἐξηγητὴς καὶ διδάσκαλος ἀναφανεὶς, οὐ μᾶλλον τοῦ ἀρειανικοῦ θιάσου καὶ αὐτὸς οὗτος τυγχάνων, ἢ τῆς τῶν Δοκητῶν ἀδοξίας καὶ τῶν Μανιχαίων ἀθεΐας.

Ἐπιφάνιος δὲ τῆς Κυπρίων ἀρχιερεὺς, παρὰ τοῖς περὶ τὸν Μαμωνᾶν καὶ πλαττόμενος καὶ χειροτονούμενος· ὃν οὔτε εἶδεν ἡ Κύπρος, οὔτε τοὺς ἐκείνου λόγους, μέχρι καὶ σήμερον, ἀκήκοεν. Ἄλλοι τε οἵ τινες τούτων εἶεν τῆς ἀπιστίας συμφράδμονες καὶ συνήγοροι. Λεοντίους δὲ καὶ Θεοδότους καὶ Βασιλείους καὶ εἴ τινες ἕτεροι τῆς εὐσεβείας ἀντίθετοι, ὁ βουλόμενος κατ’ ἐκεῖνον ἀνδριαντοποιείτω, καὶ προβαλλέσθω, καὶ λόγους οἵους ἂν αὐτοῖς ἀναπλάσειε, σχεδιάζων ἀποστοματιζέτω· ὃ ποιοῦσιν οἱ αὐτοῦ νῦν φοιτηταὶ γνήσιοι. Οἱ γὰρ δὴ τῷ ὄντι ταῖς προσηγορίαις ταύταις ἐπικεκλημένοι, ἐντὸς τῆς Ἐκκλησίας τῶν θεσμῶν ἑστήκασι· καὶ τῆς ἀληθείας συνήγοροι καταλαμβάνονται, ὅσον ἐκ τῶν γνησίων αὐτῶν λόγων εἰδέναι, καθάπερ ἐν τοῖς μετέπειτα διαδειχθήσεται.

Εἰ μὲν οὖν ἑωρῶμεν τοὺς συγκεκλημένους αὐτοῖς μάρτυρας, ἀλλήλοις τε ἑπομένους καὶ τὸ ἐν λόγοις σύμφωνον διασώζοντας, τάχα ἄν τι πλέον ἡμῖν διὰ φροντίδος ἐγένετο. Ἐπεὶ δὲ ἀπεναντίας ἀλλήλοις ἴασι βάλλοντές τε καὶ βαλλόμενοι ὑπ’ ἀλλήλων πίπτουσιν, ἔδει μὲν ἡμᾶς θεατὰς ἀποκαθῆσθαι τῆς μάχης, καὶ μηδὲν πρᾶγμα ἔχειν· ἐξαρκεῖν αὐτοὺς ἑαυτοῖς οἰομένους πρὸς τὴν τῶν ἐναντίων δογμάτων περιτροπὴν καὶ ἀντίθεσιν, κατανοοῦντας αὐτῶν κἀνταῦθα τὸ ἀσύμβατον καὶ ἀσύμφωνον.

Ἀλλ’ ἵνα μὴ ὡς πρὸς τοὺς ἐλέγχους διαπορεῖν δόξαντες, γραφὴν σιωπῆς οἴσωμεν, ταύτῃ τοι τὸν ἡμέτερον λόγον τῇ ἀληθείᾳ συνεργούμενον τῷ ψεύδει τῶν ἐναντίων ἀντεστήσαμεν.

Ὅτι Εὐσέβιος κτίσμα καὶ ὑπηρέτην τοῦ Πατρὸς τὸν Υἱὸν λέγει. Ἀλλ’ ὅτι μὲν Εὐσέβιος, ἵν’ ἐντεῦθεν ἀρξώμεθα (καὶ γὰρ τῆς δυσσεβοῦς Ἀρείου βλασφημίας ὑπέρμαχος ὁ θερμότατος ἦν καὶ γνησιώτατος), εἴ που τῆς μεγάλης ἐκείνης καὶ ἱερᾶς συνόδου τῆς ἐν Νικαίᾳ τῇ φιλοχρίστῳ κατὰ Βιθυνοὺς πόλει θεόθεν συλλεγείσης ὑποκρινόμενος τῷ δόγματι συνετίθετο, ὅμως τῆς οἰκείας αἱρέσεως οὐκ ἀπέληγε, καὶ διὰ τοῦτο πάλαι τοῦ τῆς Ἐκκλησίας χοροῦ ἀπελήλαται καὶ ἐκβέβληται, ὀλίγους που λαθὸν διαφεύξεται, ὅσοι γε λίαν ἀμαθεῖς καὶ λόγων ἐκκλησιαστικῶν ἥκιστα μετεσχηκότες. Ὅς γε καὶ χρόνοις τισὶν ὕστερον ὑπό τε ἀρχιερέων καὶ ἱερέων τῶν κατὰ τὴν Ἀλεξάνδρου μεγαλόπολιν, τῆς τῶν ὀρθοδόξων μνήμης ἀποκεκήρυκται, ἤδη τινῶν τὸ τηνικαῦτα λόγοις ἀπατηλοῖς τισὶ δελεαζομένων, ὡς εἴη μεταθέμενος πρὸς εὐσέβειαν καταγνοὺς τῆς αἱρέσεως· οἳ δὴ καὶ κανονικοῖς δεσμοῖς καθυποβληθέντες ἐπιτετίμηνται. Τί δεῖ τὰ πλείω λέγειν;

ἀκούσαντα λεγόντων τῶν θεολόγων τὸν οὐχ οὕτως ἀσεβῆ δογματιστὴν, ὅσον ἐχθρὸν καὶ φιλόνεικον, μηδ’ ἂν ἄλλον ἢ Εὐσέβιον οἴεσθαι, Τούτου τοίνυν αἱ φωναὶ πρὸς συνηγορίαν τοῦ δόγματος αὐτῶν εἰλημμέναι, οἷά τις αὐτοῖς ὑποβάθρα καὶ κρηπὶς πρόκεινται, ἐκ τῆς γεγραμμένης αὐτῷ πρὸς Κωνσταντίαν τὴν βασίλισσαν ἐπιστολῆς ἐξαιρεθεῖσαι ἐπιτρέπουσαν τὴν τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ εἰκόνα ἐκπέμψαι αὐτῇ· ἃς γὰρ εἰς αὐτὸν τὸν Θεὸν Λόγον δυσφημίας συγγέγραφε καταλελοίπασιν ἐπικρυψάμενοι, ἵνα μὴ τῷ προχείρῳ τῆς βλασφημίας καὶ τἄλλα παρὰ τῶν ἀκροωμένων παροραθεῖεν. Οὕτω γὰρ πανταχοῦ τὰ προφανῆ τὴν ἀσέβειαν ἔχοντα ὑποστέλλειν ἐξεπετήδευσαν. Ἀλλ’ ἡμῖν γε ἀκόλουθόν τε καὶ πρέπον νενόμισται πρὸ τῆς εἰς τὴν χρῆσιν ἐγχειρήσεως ἐκεῖνα εἰς μέσους προθεῖναι, ἵν’ ἐκδηλότερον αὐτῶν ἐγκαλυφθείη τὸ κακοῦργον καὶ ἡ δυσσέβεια. Εἴ τις γὰρ μετὰ χεῖρας τὸ ὅλον σύνταγμα λάβοι, εὑρήσει ἐν αὐτῷ οὐχ ἅπαξ, ἀλλὰ καὶ πολλάκις ἃς εἰς τὸν μονογενῆ Υἱὸν καὶ Θεὸν Λόγον ὕβρεις ἐξύφηνεν ἐντεταγμένας· ἔνθα ὑποβεβηκότα καὶ δεύτερον Θεὸν μετὰ τὸν Θεὸν καὶ Πατέρα ἀποφαίνεται ὑπηρέτην τε ἐν τοῖς κατὰ τὴν κτίσιν γενόμενον πρεσβύτερόν τε τῆς κτίσεως, τῇ κτίσει συναριθμῶν, καὶ κτίσμα δογματίζων αὐτόν.

Ἐκ τῆς πρὸς Κωνσταντίαν ἐπιστολῆς Εὐσεβίου τοῦ Ἀρειανοῦ. ÷ [Ἐπεὶ δὲ καὶ περί τινος εἰκόνος ὡς δὴ τοῦ Χριστοῦ γέγραφας, εἰκόνα βουλομένη σοι ταύτην ὑφ’ ἡμῶν πεμφθῆναι· τίνα λέγεις, καὶ ποίαν ταύτην, ἣν φῂς τοῦ Χριστοῦ εἰκόνα; Οὐκ οἶδα πόθεν αὐτὴ ὁρμηθεῖσα τοῦ Σωτῆρος ἡμῶν διαγράψαι εἰκόνα προστάττεις.

Ποίαν τοῦ Χριστοῦ εἰκόνα ἐπιζητεῖς; πότερον τὴν ἀληθῆ καὶ ἀμετάλλακτον, καὶ φύσει τοὺς αὐτοῦ χαρακτῆρας φέρουσαν· ἢ ταύτην ἣν δι’ ἡμᾶς ἀνείληφεν, τῆς τοῦ δούλου μορφῆς περιθέμενος τὸ σχῆμα; ÷ Ὁ γὰρ τοῦ Θεοῦ Λόγος καὶ Θεὸς, μορφὴν δούλου λαβὼν, ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας τὴν ἁμαρτίαν κατέκρινεν, ᾗ φησιν ὁ θεῖος Ἀπόστολος· οὕτως ἡμᾶς τῆς παλαιᾶς πικρίας καὶ δαιμονικῆς δουλείας, τῷ τιμίῳ αἵματι λυτρωσάμενος, ἀπηλευθέρωσεν. Δύο μορφῶν αὐτῷ παρισταμένων, περὶ μὲν τῆς τοῦ Θεοῦ μορφῆς οὐδὲ αὐτὸς ἡγοῦμαί σε ζητεῖν, ἅπαξ παρ’ αὐτοῦ παιδευομένην, ὅτι οὔτε τὸν Πατέρα τις ἔγνω, εἰ μὴ ὁ Υἱός· οὐδ’ αὐτὸν Υἱὸν γνοίη ποτέ τις ἐπαξίως, εἰ μὴ μόνος ὁ γεννήσας αὐτὸν Πατήρ ... ÷ ÷ Ἀλλὰ γὰρ πάντως τῆς τοῦ δούλου μορφῆς ἐπιζητεῖς [τὴν εἰκόνα], καὶ οὗ δι’ ἡμᾶς περιεβλήθη σαρκίου. Ἀλλὰ καὶ τοῦτο τῇ δόξῃ τῆς θεότητος ἀνακεκρᾶσθαι μεμαθήκαμεν, καὶ καταπεπόσθαι τὸ θνητὸν ὑπὸ τῆς ζωῆς.

Καὶ οὔτι που θαυμαστὸν, εἰ μετὰ τὴν εἰς οὐρανοὺς ἄνοδον τοιοῦτόν που πέφηνεν, ὁπότε καὶ ἐν ἀνθρώποις ἔτι βιοτεύων ὁ Θεὸς Λόγος, τοῖς ἐγκρίτοις τῶν ἑαυτοῦ [μαθητῶν] προαῤῥαβωνιζόμενος τὴν θέαν τῆς αὐτοῦ βασιλείας, μεταβαλὼν τὴν τοῦ δούλου μορφὴν, αὐτὴν ἐκείνην ἐπὶ τοῦ ὄρους ὑπὲρ τὴν ἀνθρωπείαν φύσιν ἐπιδέδεικται· ὅτε τὸ μὲν πρόσωπον αὐτοῦ ἀπήστραψεν ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια ὡς τὸ φῶς. ÷ Τίς οὖν τῆς τοσαύτης ἀξίας τε καὶ δόξης τὰς ἀποστιλβούσας καὶ ἀπαστραπτούσας μαρμαρυγὰς οἷός τε ἂν εἴη καταχαράξαι νεκροῖς καὶ ἀψύχοις χρώμασι καὶ σκιογραφίαις, ὁπότε μηδὲ ἐμβλέψαι αὐτῷ τοῦτον ὀφθέντι τὸν τρόπον, οἱ θεσπέσιοι ὑπέμειναν μαθηταὶ, οἵ γε ἔπεσον ἐπὶ πρόσωπον, ἀφόρητον αὐτοῖς τὸ θεώμενον ὁμολογήσαντες;