Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Ἔλεγχος καὶ ἀπολογία

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Το περιγραπτό της ανθρώπινης φύσεως και η μαρτυρία της Θείας Ευχαριστίας

Υπεράσπιση του περιγραπτού του Χριστού και απόδειξη της αληθούς ενσαρκώσεως μέσω της αισθητής πραγματικότητας του μυστηρίου της Θείας Ευχαριστίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 9 από 14

Ὅπως Εὐσέβιος νοερὰν καλεῖ οὐσίαν τὴν μορφὴν ὅπερ εἰσὶν οἱ ἄγγελοι. Ἔπειτα καὶ νοερὰν καλεῖ οὐσίαν τὴν μορφήν. Νοερὰν δὲ ὅπως καὶ τίθεται ζητεῖν ἄξιον. Νοερὰ οὐσία, ἄγγελος. Νοεροὶ γὰρ ἄγγελοι, καὶ μέντοι καὶ νοητοί· τὸ μὲν τῷ νοεῖν, τὸ δὲ τῷ νοεῖσθαι, τοῦτο ἐν τῇ καθ’ ἑαυτοὺς οὐσιωμένον παρὰ τοῦ κτίσαντος ἔχοντες φύσει· νοεροὶ μὲν γάρ εἰσιν, ὡς ἐν βραχεῖ εἰπεῖν, ὅσοι, τῷ εἶναι νόες, τὰ ὑπερκείμενα νοητὰ νοοῦσι· νοητοὶ δὲ, οἱ παρὰ τῶν ὑφειμένων νοερῶν νοούμενοι. Καὶ ψυχὴ δὲ νοερὰ οὐσία λέγεται, ὡς ἡ τῶν ἀνθρώπων ψυχὴ, νοοῦσα καθ’ ὅσον οἷόν τε τὰ ὑπερβεβηκότα· οὐ μὴν καὶ νοητὴ, οὐ γὰρ ἔχει νοερὸν ὑποβεβηκὸς ὑφ’ οὗ νοηθήσεται· ἡ ἄλογος γὰρ ψυχὴ καὶ ἄνους μετ’ αὐτήν ἐστι. Καὶ ταύτῃ διαφέρει ἀλλήλων νοερὰ καὶ νοητά· ἀλλὰ τούτων οὐδὲν οὔτε σῶμα οὔτε σαρκίον· ἀσώματα δὲ καὶ ἄϋλα. Διὸ οὐδὲ αἰσθήσει τῇ ὑλικωτέρᾳ καὶ καθ’ ἡμᾶς ὅσον γε ἐπὶ τῇ φύσει τῇ ἑαυτῶν ὑπάγεται.

Νοερὰν δὲ τὴν ἀνθρώπου οὐσίαν εἴ τῳ καλεῖν δοκοίη, ὅταν πρὸς τὸ ὅλον τῆς συντεθειμένης τοῦ ἀνθρώπου ὑποστάσεως ἀπίδοι, ἐκ τῆς τῶν μερῶν κοινωνίας ἀντιδιδόντων ἀλλήλοις τὰ τῶν κλήσεων νοερὰν ὀνομάσοι, ἐπεὶ ἐκ ψυχῆς νοερᾶς καὶ σώματος ὁ καθ’ ἕκαστον ὑφέστηκεν ἄνθρωπος.

Ὅτι Εὐσέβιος καὶ οἱ Ἀρειανοὶ ἄψυχον τὴν σάρκα Χριστοῦ λέγουσιν καὶ ὡς νοερὰν μὴ εἰκονίζεσθαι. Ἀλλὰ τοῦτο Εὐσεβίῳ, ἤγουν Ἀρειανοῖς ἐπὶ τῆς κατὰ τὸν Σωτῆρα ὑποστάσεως ἀπείρηται· ψυχῆς γὰρ ἄνευ τὴν τοῦ δούλου μορφὴν ἀνειληφέναι αὐτὸν δοξάζουσιν. Ἀντὶ ψυχῆς δὲ ἐν αὐτῇ λογικῆς τὴν θεότητα τίθενται, καὶ μίαν φύσιν σύνθετον, τὸ ἐκ θεότητος καὶ σαρκὸς σύγκριμα, ὁρίζονται. Διὸ καὶ τὴν σάρκα ἀκατάληπτον μετὰ τῆς θεότητος συνομολογοῦσιν.

Πῶς οὖν τὴν ἄνευ ψυχῆς λογικῆς μορφὴν, ἤτοι τὸ σαρκίον μόνον, καὶ σῶμα αὐτὸ ὅπερ ἐστὶ κατὰ τὴν ἰδίαν οὐσίαν, νοερὰν οὐσίαν καλεῖ; τοῦτο γὰρ οὐδέπω καὶ σήμερον οὔτε ἀκηκόαμεν, οὔτε ἔγνωμεν, οὐδέ τις τῶν ἐπεσκεμμένων μικρὸν γοῦν τὴν τῶν πραγμάτων φύσιν συμφήσειεν. Ὧδ’ οὖν κινήσεως τῆς ὁπωσοῦν, δυνάμεώς τε καὶ ἐνεργείας μέτεστιν, οὐχ ὡς ἁπλῶς σώματι, ἀλλ’ ὡς ἐμψύχῳ σώματι καὶ σαρκὶ ἔσται· ψυχῆς γὰρ ταῦτα, ἣ καὶ τὸ ζῆν καὶ τὸ κινεῖσθαι αὐτοῖς χαρίζεται· τούτων δὲ ἴδιον τὸ μεμορφῶσθαι, καὶ ἐσχηματίσθαι, διωργανῶσθαί τε, καὶ τὴν τριττὴν ἔχειν διάστασιν καὶ τἄλλα ὅσα σαρκὸς καὶ σώματος.

Μορφὴ γὰρ μάλιστα καὶ κυρίως ἀνθρώπου, τὸ τοῦ ὀργανικοῦ καὶ ἐμψύχου σώματος εἶδος· διὸ λοιπὸν καὶ κατείληπται. Μήποτ’ οὖν, ὡς νοεῖν ἡμῖν ἐντεῦθεν ἐνδίδωσι, νοερὰν καλῶν τὴν μορφὴν ἐκείνην οὐσίαν, καταχρώμενος τῇ λέξει, ἀντὶ τοῦ νοητὴν οὐσίαν εἴρηκεν (οὕτω γὰρ ἐπὶ πλέον ἐν τῇ συνηθείᾳ τέτριπται), οὐδὲν τῇ κυριολεξίᾳ προσχών.

Τοῦτο δ’ ἂν καὶ συναιρόμενον τῷ τῆς ἀπατηλῆς δοκήσεως δόγματι ἐπ’ ἀναιρέσει προχειριζόμενον ἐχρησίμευεν τοῦ κατὰ ἀλήθειαν τῷ Θεῷ Λόγῳ προσειλημμένου ἀνθρώπου, τοῦ ἐκ ψυχῆς νοερᾶς καὶ λογικῆς καὶ σώματος συνεστῶτος, κατὰ τὸ ἔνθεον τῆς καθολικῆς καὶ ἀποστολικῆς Ἐκκλησίας κήρυγμα· οὗ δὴ καὶ τὸ ἀπεικόνισμα τῆς βασιλίδος εἶχεν ἡ αἴτησις, καθ’ ὃ ἑωρᾶτο εἰκονιζόμενον καὶ γραφόμενον· πρὸς ἣν ματαίως καὶ ἀλλοκότως τὸν λόγον ποιούμενος, νοεραῖς τε καὶ νοηταῖς ἐνσεμνυνόμενος λέξεσι, παραλογίζεται πάλιν τὴν ἄνθρωπον, ὡς τοῦ νοητοῦ δῆθεν, τῷ ἀλήπτῳ καὶ ἀνεπιχειρήτῳ, τοῦ γράφεσθαι λόγον οὐχ ἕξοντος. Ἀλλ’ οὐδαμῶς τι τῶν κατὰ τὴν θείαν σάρκωσιν ἀληθῶν συνιδεῖν ἐθελήσας Εὐσέβιος, ἐν μηδενί τε διαστειλάμενος, οὔτε τῶν μορφῶν ἑκατέρᾳ τὰ οἰκεῖα νειμάμενος, πάντα δὲ συγχέων καὶ συμφύρων διὰ τοῦ ἀλήπτου καὶ νοεροῦ, κατασκευάζει τὸ ἄσαρκον καὶ ἀσώματον, καὶ ὅλον, ὡς ἐδόκει, κατασείσας τῆς οἰκονομίας τοῦ Λόγου τὸ μέγα μυστήριον, εἰκότως ἐκ τοῦ ἀκολούθου τοῦτο ὑπάρξαν αὐτῷ, ἀποφαίνεται λοιπὸν μὴ ἐφικέσθαι λόγον ζωγραφεῖν τὸν Χριστόν. Πῶς γὰρ ἂν ἀρχετύπου μὴ ὑπάρχοντος εἰκὼν γραφείη; οὕτω τὴν τοῦ δούλου μορφὴν ἀπὸ πολλῆς εὐνοίας ἐξαίρων εἰς τὸ ἀνυπόστατον ἀπήγαγε καὶ ἀνύπαρκτον.

Ἀλλὰ τίς οἴσει τῆς οὕτω λαμπρᾶς βλασφημίας τὸ ὑπέρογκον; οἱ ἔχοντες ὦτα ἀκούειν, ἀκούσατε, καὶ ἐνωτίσατε πρὸς τῆς χάριτος αὐτῆς, καὶ θαυμάσατε· θαῤῥῶ δὲ λέγειν, μηδὲ τοὺς πεφραγμένα τὰ ὦτα ἀσπίδος δίκην ἔχοντας, καὶ πρὸς τὴν ἀκρόασιν τῆς ἀληθείας ἀναισθητοῦντας, ἀνεκτὰ ἡγεῖσθαι τὰ κατὰ τῆς θείας σαρκώσεως τερατολογούμενα. Τί οὖν φημί; ὅτι ὁ μὲν θεῖος Ἀπόστολος τὴν τῆς μορφῆς προσηγορίαν οὐκ ἀπερυθριῶν, ὁ τὸν Χριστὸν ἔχων ἐν ἑαυτῷ λαλοῦντα, καὶ ἐπ’ αὐτῆς τῆς ἀποῤῥήτου καὶ ἀκατονομάστου τίθησιν οὐσίας, καὶ τὸν μονογενῆ Υἱὸν ταύτῃ προσοικειῶν τῷ Πατρὶ καὶ ὁμοούσιον ἀποφαίνειν βουλόμενος, ÷ ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, φησὶν, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ ÷· ὡσαύτως καὶ ἡμῖν συμφυᾶ δεικνύων, διὰ τῆς αὐτῆς ὀνομασίας πρόεισι καὶ τὴν καθ’ ἡμᾶς φύσιν ἀνειληφέναι διισχυρίζεται· ÷ Ἑαυτὸν γὰρ, φησὶν, ἐκένωσε μορφὴν δούλου λαβὼν, ÷ Εὐσέβιος δὲ οὐδὲ τῇ σαρκὶ τοῦτο παραχωρεῖ, οὐσίαν δὲ νοερὰν καὶ ἄμορφον καλεῖ. Εἰ γὰρ ταυτὸν οὐσία καὶ μορφὴ, ὡς δέδεικται, οὐδὲν ἄρα ἕτερον λέγει, ἢ μορφὴν ἄμορφον.

Κρείττονι οὖν τινι καὶ πᾶσιν ἀποῤῥήτῳ καὶ ἀποκεκρυμμένῃ ἐξύμνησεν ἂν ὀνομασίᾳ, τοσοῦτον ἀποσεμνύνειν πειρώμενος τὴν τοῦ δούλου μορφὴν, ὅσον τῆς τοῦ δεσπότου ὑπεραίρειν μεγαλειότητος· ἐπεὶ καὶ ἐπὶ τῆς θείας οὐσίας καὶ αὐτὸς μορφὴν πρώην εἴρηκε. Τοῦτο δὲ ποίας μανίας ὑπερβολὴν οὐ παρελαύνει; ἀλλὰ γὰρ οὐχ ἵνα τιμήσῃ, καθυβρίσῃ δὲ καὶ τέλεον τό γε ἐπ’ αὐτὸν ἐξαφανίσῃ· οὐδὲ γὰρ ἂν ἄλλως τὰ παραβεβλημένα αὐτῷ συμπεραίνειν ᾤετο μυθολογήματα, οἷα ἦν τὰ τοῦ σχήματος καὶ τῆς ὁμοιότητος τῆς σαρκώσεως καὶ τῆς ἀνακράσεως λεγόμενα· δείκνυσι δὲ ἐν τούτοις ἅμα καὶ τῆς ἀλαζονείας τὸ ὑπερφερὲς, ὡς ἐνθεεστέραν τινὰ καινοτομῶν ὁδὸν, σοφωτέραν τῆς ἀποστολικῆς μεγαλονοίας διάληψιν κεκτῆσθαι ἀπαυθαδιζόμενος, καὶ τῶν Παύλου μέτρων ὑπερεκτείνεσθαι· ὡς εἰς τέταρτον οὐρανὸν ἀναπτῆναι καὶ ἀποῤῥητοτέρων ἀκοῦσαι ῥημάτων. Αὐτόθεν δὲ αὐτοῦ καταφανὴς ἡ ἀπόνοια. Ἆρα γὰρ οὐ πᾶσιν κατάδηλον, ὡς τοῦ Μάνεντος καὶ ὧν ἐζήλωσε θεομάχων ἡ Χάρυβδις; ἐπίσης γὰρ ἐκείνοις καὶ αὐτῷ τὸ θερμὸν εἰς ἀσέβειαν διεσπούδασται.

Ταῦτα δὲ ὡς ἐναντία ἐστὶ τῆς Χριστιανῶν θεοσεβείας, καὶ τῆς καθολικῆς Ἐκκλησίας ἀλλότρια, τίνα ἂν τῶν ἐχεφρόνων καὶ ὑγιᾶ καὶ ἄρτιον τὸν λογισμὸν κεκτημένων λάθοι; ÷ Πάντα γὰρ ἐνώπια τοῖς συνιοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν, ÷ γέγραπται.

Ἀλλ’ ὅπερ ἐν τῷ παρόντι προσθεῖναι τοῖς εἰρημένοις ἄξιον, λεκτέον ἂν εἴη.

Πῶς ἱερέα ὀνομαστέον τὸν χριστομάχον Εὐσέβιον. ΣΗΜΑΝΤΈΟΝ ΠΕΡῚ ΤΩ̃Ν ἉΓΊΩΝ ΚΑῚ ΘΕΟΠΟΙΩ̃Ν ΜΥΣΤΗΡΊΩΝ. Πῶς ἱρέα ὀνομαστέον Εὐσέβιον; ἢ πῶς μετῆν ἱερωσύνης αὐτῷ, τοιαῦτα φρονοῦντι καὶ δογματίζοντι (εἴ γε οὗτος ἐκεῖνός ἐστιν ὁ τῆς Καισαρέων θρυλούμενος ἀρχιερεύς), ἃ οὐδείς πω τῶν ἀληθῶς ἱεροτελεστῶν πεφρόνηκε; Τί γὰρ εἴποι τὸ τῆς εὐλογίας παρὰ τῶν ἀξίων τελούμενον θεῖον μυστήριον; ἡμεῖς οὖν (καὶ γὰρ παρὰ τῶν ἱερῶν Εὐαγγελίων διδασκόμεθα) πιστεύομεν ὡς αὐτὸς ὁ Κύριος καὶ Θεὸς ἡμῶν τῇ νυκτὶ καθ’ ἣν ἔμελλεν ἔκδοτος τοῖς σταυροῦσι γίνεσθαι, μυστικῶς κατὰ τὸ ἀπόῤῥητον ἑαυτὸν θύσας, τοῖς μαθηταῖς δέδωκεν ἐμφαγεῖν τοῦ σώματος αὐτοῦ καὶ τοῦ αἵματος ἐμπιεῖν, τοῖς ἀντιτύποις νοητῶς ἐγκραθέντων, εἰρηκώς· ÷ λάβετε, φάγετε· τοῦτό ἐστι τὸ σῶμά μου, καὶ τοῦτό ἐστι τὸ αἷμά μου, τὸ τῆς καινῆς διαθήκης. Καὶ τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. ÷ Πῶς οὖν ἄληπτον ἦν καὶ νοερὸν καὶ ἀνεκδιήγητον τὸ φαινόμενόν τε καὶ μετεχόμενον, καὶ βρωτὸν καὶ ποτὸν γινόμενον τοῖς μετέχουσιν; ἡ γὰρ ἐν αὐτοῖς χάρις, ὡς ἀληθῶς ἄῤῥητός τέ ἐστι καὶ ἄληπτος· οὐ μὴν τά γε ἐν ὀφθαλμοῖς ἀνθρωπίνοις ἐμφανῆ κείμενα, καὶ ἐν βρώσει καὶ πόσει γινόμενα.

Ἅπερ τοίνυν καὶ ἡμεῖς νῦν προσφέρομεν κατὰ σύμβολον, τὸν ἄρτον φημὶ καὶ τὸν οἶνον, πιστεύομεν ἀκλινέστατα, καὶ ὁμολογοῦμεν ὅτι ἐπικλήσει ἱερατικῇ, ἐπιφοιτήσει τε τῇ τοῦ παναγίου Πνεύματος, μυστικῶς καὶ ἀοράτως σῶμα Χριστοῦ καὶ αἷμα ἀληθῶς ἀποτελούμενα, ὑποδεχόμεθα, πρός τε ἁμαρτιῶν ἄφεσιν, καὶ μολυσμοῦ καὶ ῥύπου παντὸς ψυχικοῦ τε καὶ σωματικοῦ κάθαρσιν. Τὰ οὖν ὑπ’ ὄψιν ἡμῶν ἐρχόμενα, καὶ χερσὶ περιγραφόμενα, καὶ ὀδοῦσιν ἐδεστὰ γινόμενα, πόθεν ἡμῖν ἄληπτα, καὶ ἀνεκδιήγητα, καὶ νοερὰ φανεῖται; Δῆλος οὖν Εὐσέβιος καὶ νοητοῖς καὶ αἰσθητοῖς ὀφθαλμοῖς ἀναισθητευόμενος, καὶ ἀπειθῆ τούτοις ἑαυτὸν καθιστὰς καὶ περὶ τὰ θεῖα πάντα πάντη ἀποσφαλλόμενον.

Εἰ μὴ γὰρ ἡ σὰρξ διασώζεται, ἵνα κατ’ αὐτὴν, μᾶλλον δὲ αὐτὴν ἐκείνην τὰ τελούμενα παρὰ τοῦ Πνεύματος βλέπωμεν, τί ἔσται τὸ ἱερουργούμενον; ἢ γὰρ τὸν Λόγον εἴποι σφαγιαζόμενον, καθὰ καὶ δοκεῖ τοῖς κατ’ αὐτὸν Ἀρειομανίταις καὶ ἐπ’ αὐτῷ τὸ βλάσφημον ἔστω, ἢ πάντως γε ἄρτου κοινοῦ καὶ οἴνου μετείληφεν, οὐδενὶ τρόπῳ ἐκ τῶν δοκούντων παρ’ αὐτῷ θύεσθαι ὠφελημένος ἢ κεκαθαρμένος· διά τοι τοῦτο τῶν ἱερῶν μυστηρίων καὶ πάσης ἱερατικῆς τάξεως, συλλήβδην δὲ εἰπεῖν, καὶ πάσης ἐκκλησιαστικῆς καταστάσεως, καὶ τῆς Χριστιανῶν μοίρας ἔκπτωτον ἑαυτὸν τοιαῦτα κενολογῶν ἀπειργάσατο, ἄλλως τε καὶ ἀγνοίας ἢ ἀπάτης ὁ χριστομάχος τὸν Χριστὸν γράφεται, καὶ πάθος πάντων παθῶν χαλεπώτερον προστρίψεται. Ἢ γὰρ ἠγνόησεν ὅτι οὐχ ἕξει τὴν σάρκα τὰ τῶν μυστηρίων τοῖς μαθηταῖς ἐντελλόμενος, ἢ αὐτούς τε ἐξαπατῶν καὶ πάντας ὅσοι τοῦ εὐαγγελικοῦ κηρύγματος κατήκοοι ἔμελλον ἔσεσθαι, ὅπερ διασώσειν οὐκ ἤμελλεν, ὡς ἀπατεὼν εἰκῆ λέγει χαρίζεσθαι. Ταύτης τῆς βλασφημίας τί ἂν γένοιτο μιαρώτερον;

Κατὰ τῶν τὰ θεῖα μυστήρια Χριστοῦ εἰκόνα σώματος λεγόντων. Ἀλλ’ οἵγε τούτου φοιτηταὶ καὶ ταῦτα τὰ ἅγια καὶ σεβάσμια καὶ θεῖα μυστήρια εἰκόνα σώματος, οὐκ αὐτὴν τὴν ἀλήθειαν ἔχοντα ληρωδῆσαι τετολμήκασι, καὶ τὴν πρὸς αὐτὰ ἀπέχθειαν σαφῶς ἐνδεικνύμενοι, βδελυροὶ μᾶλλον τῆς ἀλογίας ἢ τῆς δυσσεβείας αὐτῆς ἀποτρόπαιοι. Ἐντεῦθεν ἐφ’ ἑτέραν κατηγορίαν καὶ ὕβριν τῆς καθολικῆς Ἐκκλησίας ὁ ἀνόσιος φερόμενος φάσκει·