Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Ἔλεγχος καὶ ἀπολογία

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Η διάκριση μεταξύ ειδωλολατρίας και χριστιανικής τιμής

Επεξήγηση του παιδαγωγικού και ιστορικού σκοπού του μωσαϊκού νόμου, της υπέρβασής του από την ευαγγελική χάρη και της διαφοράς των ιερών εικόνων από τα είδωλα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 10 από 14

Κατὰ τῶν τοὺς ἀληθεῖς Χριστιανοὺς εἰδωλολάτρας λεγόντων. ÷ Εἰ μὴ τοῖς ἀπίστοις ἔθνεσιν ὁμοίως τὰ μηδαμῆ μηδαμῶς ἐοικότα ἑαυτῷ τις ἀναζωγραφήσειεν, ὥσπερ γραφεὺς μηδὲν ἐοικότα γράφων· τοιοίδε γὰρ κἀκεῖνοι ἂν εἰδωλοποιοῦντες ἤ ποτε θεὸν, ὡς ἡγοῦνται, ἤ τινα, ὡς ἂν φαῖεν, ἡρώων, ἤ τι τῶν τοιούτων πλάττειν καὶ ἀπεικάζειν ἐθέλοιεν, οὐδὲν ὅμοιον οὐδὲ ἐγγὺς οἷοί τε ὄντες γράφειν, ἀλλόκοτα σκιαγραφοῦσιν ἀνδρείκελα σχήματα διαχαράττοντες. ÷ Οὐκ ἔφριξε τὴν γλῶσσαν ὁ ἀνόσιος καὶ ἐξάγιστος, ὡσαύτως τῇ ἐθνικῇ πλάνῃ τὴν τῶν Χριστιανῶν διάληψιν τιθέμενος, τῶν ἐπεγνωκότων τὸν ἕνα καὶ μόνον ζῶντα καὶ ἀληθινὸν Θεὸν, καὶ αὐτῷ μόνῳ τὴν ἀληθῆ λατρείαν προσφερόντων, καὶ τῇ θείᾳ καὶ ἀποῤῥήτῳ δόξῃ τὰ τῆς βδελυρίας καὶ δεισιδαιμονίας περιάπτων μωμήματα; Ὄντως κακῶν δούλων ἀθετεῖν δεσποτείαν καὶ ἐπανίστασθαι κυριότητι! οὕτω δυσγνώμων ὁ ἄθλιος περὶ τὰς ἄγαν λαμπρὰς καὶ μεγίστας εὐεργεσίας ὧν ἐκ τῆς τοῦ Λόγου συγκαταβάσεως ἐτύχομεν, δείκνυται.

Τί γὰρ οὐκ ἤμελλε τῆς ἑαυτοῦ ἀθεότητος ἄξιον δράσειν ὁ κατὰ τῆς τοῦ Μονογενοῦς θεότητος τὴν γλῶσσαν παραθήξας καὶ ὁμόδουλον τιθεὶς τὴν πάντων βασιλίδα φύσιν, τὴν ὑπερούσιον οὐσίαν τοῦ Λόγου, καὶ κατάγων εἰς κτίσμα (ἐξ οὗ καὶ ἀθεΐαν δικαίως μάλα τὴν τοιαύτην οἱ Πατέρες προσηγόρευσαν αἵρεσιν), ἄτοπον δὲ ἀτόπῳ προστιθεὶς, καὶ τὴν προσληφθεῖσαν τῷ λόγῳ φύσιν εἰς τὸ μὴ ὂν περιιστὰς, οὐ θείῳ φόβῳ καμπτόμενος, οὐ τῆς εὐαγοῦς ἡμῶν πίστεως αἰδεσθεὶς τὸ σεβάσμιον καὶ πάσης ὑπερανεστηκὸς τῆς κτίσεως;

Τί ἐστιν εἴδωλον, καὶ κατὰ τί εἴρηται εἴδωλον, καὶ ὁσαχῶς εἴρηται. Ὦ γλώσσης θεομάχου καὶ τολμηρᾶς! ὡς εἰς ταυτὸν ἄγειν οὐ δέδιε τὰ διῳκισμένα καὶ ἀπεσχοινισμένα μακρῷ, καὶ μιγνύειν τὰ ἄμικτα, καὶ οὐδὲν διαφέρειν τὰ θεῖα πρὸς τὰ ἄθεα καὶ ἐναγέστατα, οὐδὲν μέσον καθαροῦ καὶ ἀκαθάρτου εἰδὼς, οὐδὲ φωτὸς πρὸς σκότος διαφορὰν διδούς! ὥσπερ γὰρ, φησὶν ὁ ἀνόσιος, οἱ τῶν εἰδώλων ποιηταὶ πρὸς οὐδὲν ὁτιοῦν τῶν ὄντων μηδὲ ἐν ὑπάρξει γεγονότων πώποτε, οὐδὲ πρὸς ὅ τι εἰκάσαιεν εἶδος ἔχοντες, κενὴν καὶ ματαίαν τὴν τέχνην ἐπιδείκνυνται, καὶ τύπους κακῶς καὶ ἀθέως τεκταίνοντες ἀναπλάσσουσιν· οὕτω δὴ καὶ ἐπὶ τῶν θείων ἐκτυπωμάτων ἃ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ τὴν μνήμην καὶ τὴν ἰδέαν τοῦ παναγίου καὶ ζωαρχικοῦ σώματος αὐτοῦ, καὶ μὴν καὶ τὴν προσηγορίαν ἐκδείκνυται, συμβαίνειν φληναφῶν οὐ κατηρυθρίασε· μηδὲ ταῦτα πρός τι ἀρχέτυπον εἰκάζεσθαι εἶδος καθοριζόμενος.

Καίτοι ἔσθ’ ὅτε καὶ ἡρώων τινῶν καὶ ἄλλως μέγα τι κατὰ τὸν βίον διηνυκότων εἰκόνας ἀγαλματοποιοῦντες, εἰς μνήμην οἱ τιμῶντες ἀνέθεσαν· ἔνθεν ἐμφανὴς καθίσταται μὴ δὲ τὸ ἐξ ἀρχῆς ὑποστῆναι τὴν τοῦ Λόγου σάρκωσιν δοξάζων· εἴ που καὶ περὶ τὰ πρῶτα ποσῶς γοῦν ἐμετρίαζεν. Εἰ δ’ οὖν πρὸς μηδὲν ἐοικὸς ἡ τοῦ Σωτῆρος εἰκὼν γέγονεν, οὐδὲ ἀρχέτυπον πάντως ἕξει πρὸς ὃ ἀφομοιουμένη γραφήσεται· ὃ δὴ διὰ πάντων αὐτῷ λαμπρῶς διηγώνισται. Πῶς οὖν οὐκ ἐχθρὸς διαπρύσιος τῶν εὐαγγελικῶν τε καὶ προφητικῶν κηρυγμάτων ὁ δυσσεβής; ὅτι μὲν γὰρ πᾶσαν εὐαγγελικὴν ἱστορίαν, καθ’ ἣν μετ’ ἀνθρώπων τὸν Κύριον ἀνεστράφθαι ὁ ἀληθὴς οἶδε λόγος, διὰ τούτων τῶν λόγων ἀναιρεῖ, δῆλον· πρὸς δὲ, ὅτι καὶ τοῖς προφητικοῖς τοῦ Πνεύματος λογίοις ἀντικρὺς ἀντικαθίσταται, δι’ ὧν τῆς οἰκονομίας προδιαγέγραπται τὸ μυστήριον οὐκ ἀσυμφανές. Πῶς γὰρ οὐκ ἠναντίωτο τῇ λεγούσῃ γραφῇ· ÷ Εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος· ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον, ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, καὶ ἄνθρωπος ἐν πληγῇ ὢν, καὶ εἰδὼς φέρειν μαλακίαν.

Καὶ οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται· καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ καὶ ἐν πληγῇ ὑπὸ Θεοῦ καὶ ἐν κακώσει· αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἀνομίας ἡμῶν καὶ μεμαλάκισται διὰ τὰς ἁμαρτίας ἡμῶν. ÷ Ἆρ’ οὖν οὐ σαφῶς διὰ πάντων στηλιτεύεται, ἐξ ὅλων ὅλην, ἵνα τοῖς αὐτοῦ προσχρήσωμαι ῥήμασι, τὴν τοῦ Θεοῦ Λόγου μετὰ σαρκὸς ἀληθῆ ἐπιφάνειαν καταρνούμενος; καὶ πάνυ γε.

Κατὰ τῶν μεταβολὴν καὶ ἀλλοίωσιν ἐπὶ Χριστοῦ λεγόντων. Ἀλλ’ οὗτος ὁ χριστομάχος πρός τε τὴν θεολογίαν ἀπομαχόμενος καὶ πρὸς τὴν οἰκονομίαν πολέμιος καθιστάμενος, καὶ ἀθέσμοις ἐπεξευρίσκων τὰ ἀθεσμότερα, καὶ πρὸς μείζονα βλασφημίαν αἰρόμενος, μετὰ βραχέα τοιαῦτα γράφει· ÷ Ἡμῖν δὲ ὅτι μὴ δίκαιον τὰ τοιαῦτα, πάντως που καὶ αὐτὴ συμβάλλεις. Ἀλλ’ εἰ μὴ τῆς εἰς Θεὸν μεταβληθείσης μορφῆς, ἀλλὰ τοῦ πρὸ τῆς μεταβολῆς σαρκίου, αὐτοῦ δὴ τοῦ θνητοῦ, τὴν εἰκόνα φῂς παρ’ ἡμῶν αἰτεῖν ... ÷ Ἐνταῦθα τὸ πᾶν τῆς βλασφημίας ἀπαρτίζει τρανέστερον, μηδενὶ παραπετάσματι πρὸς τὴν ἀσέβειαν χρώμενος· ἀπαρακαλύπτως δὲ χριστομαχῶν οὐ καταδύεται. Προσθεὶς γὰρ ἐν τοῖς ἀνόπιν τὸ ἐν σχήματι ἀνειλῆφθαι τὴν τοῦ δούλου μορφὴν, τὸ ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, οὐκ αὐτὴν τὴν σάρκα, κακῶς τὰ ἀποστολικὰ ἐκδεχόμενος, τὸ ἀνακεκρᾶσθαι αὐτὴν τῇ θεότητι τὴν ἐκ τῆς θείας μεταμορφώσεως μεταβολὴν, τὸ ἐξ ὅλων ὅλην μεταβεβλῆσθαι, τὸ μηδὲ μορφὴν ἔτι καλεῖσθαι, τὸ τοῖς ἀπίστοις ἔθνεσι παραπλησίως ἔχειν τὰ Χριστιανῶν ἔθη καὶ μυστήρια, ἐξ ὧν κατεσκεύαζε τὸ δεδογμένον, νῦν συμπεραίνων εἰς Θεὸν μεταβεβλῆσθαι τὴν σάρκα θαῤῥούντως τίθεται, γυμνῇ τῇ Θεός φωνῇ προσανέχων, μηδενὸς προκαλύμματος, ἢ οὑτινοσοῦν τρόπου προσδεηθείς. Τούτου δὲ πρὸς βλασφημίαν τί ἂν γένοιτο φορτικώτερον;

Παράδειγμα ἡλίου περὶ ἑνώσεως ἀσυγχύτου τῶν φύσεων Χριστοῦ δύο. Ἡμεῖς γὰρ κατὰ τὸ ἀποστολικὸν κήρυγμα, ἤτοι τῆς Ἐκκλησίας τὸ διδασκαλεῖον, τεθεῶσθαι τὸ πρόσλημμα εὐσεβῶς πεπιστεύκαμεν, ἐπειδὴ τὴν μὲν φθορὰν καὶ τὴν θνητότητα ἀπημφίασται, μετεστοιχείωται δὲ ἐπὶ τὸ βέλτιον.

Τῶν γὰρ θείων μαρμαρυγῶν τὰς λαμπηδόνας ἐδέξατο, τεθεωμένον τῇ δυνάμει καὶ χάριτι τοῦ ἐνοικήσαντος αὐτῷ Θεοῦ λόγου, καὶ καθὸ Θεοῦ σῶμα, ἅγιόν ἐστι, ζωοποιὸν, φωτὸς ἀφράστου πεπληρωμένον, πάντων τῶν τοῦ λόγου καλῶν κεκοινωνηκὸς, καὶ πάντων αὐτοῦ τῶν πλεονεκτημάτων καταπλουτοῦν, καὶ κοσμούμενον, καὶ γέγονεν ὅπερ τὸ χρῖσαν, διὰ τῆς χρίσεως· οὐ τῆς οἰκείας ἐξιστάμενον ἰδιότητος, οὐδὲ εἰς θείαν μεταφοιτῆσαν οὐσίαν.

Καὶ ἵνα παραδείγματι ἀμυδροτέρῳ καὶ παχυτέρῳ, ἡμῖν δὲ οἰκειοτέρῳ χρήσωμαι (οὐ γὰρ ἂν ἄλλως ἢ ἐκ τῶν καθ’ ἡμᾶς τοῖς ὑπὲρ ἡμᾶς ἐπιβάλλειν ἐξόν), ὥσπερ τὸ ἡλιακὸν σῶμα ὄχημα τῷ πρωτογόνῳ φωτὶ παρὰ τοῦ δημιουργοῦ κατασκευασθὲν, ἐπειδὴ ἥνωτο αὐτῷ ἐγκραθὲν τὸ φῶς, οὐδενὸς μέρους ἀλαμποῦς ὑποφαινομένου, τὸ μὲν εἶναι σῶμα οὐκ ἀπώλεσε, τῇ λαμπρότητι δὲ τοῦ ἐμπεφυκότος φωτὸς, ὅλον δι’ ὅλου περιαυγάζεται. Οὕτως ὡς ἐκ μικρῶν τὰ μεγάλα τεκμήρασθαι, καὶ τὸ Χριστοῦ σῶμα, ἐπειδὴ ἡ φθορὰ καὶ τὰ ἐκ τῆς φθορᾶς ἀπελήλαται συμπτώματα, τῇ τῆς θεότητος δόξῃ καὶ τῷ φωτὶ δι’ ὅλου ὅλον καταλαμπρύνεται, οὐ τῷ μὴ εἶναι σῶμα, ἀλλὰ τῷ εἶναι καὶ διασώζεσθαι πολλῷ καθαρώτερον.

Μηδεὶς δὲ κακούργως ἐπιφυέσθω τῷ παραδείγματι, ὡς διαπεπλάσθαι τὸ σῶμα, εἶτα ὑποδεδυκέναι τὸν λόγον ὑπισχνουμένῳ· οὔτε γὰρ τὰ παραδείγματα πάντη ἔοικε τοῖς ὧν εἰσὶ παραδείγματα, οὔτε ὁ τῆς οἰκονομίας τρόπος οὕτως ἔχει. Ἅμα γὰρ σὰρξ, ἅμα Θεοῦ Λόγου σὰρξ, λογικῶς ἐψυχωμένη καὶ νοερῶς τοῖς εὐσεβέσι πεπίστευται καὶ κηρύσσεται.

Ἐνταῦθα καὶ αὖθις ἐπὶ τὸ θνητὸν σαρκίον ἀναισχύντως παλινδρομεῖ, τὴν αὐτὸς αὑτοῦ δόξαν ἐμφανίζων καὶ νῦν. Πρὸς ὃ λοιπὸν ἀπαυδήσας (ἐπεὶ αὐτῷ λογοποιεῖν ἐκεῖθεν οὐ περιεγένετο· οὐ γὰρ ἔσχεν ὅ τι ἂν ἀπὸ τοῦ θνητοῦ περὶ θνητὴν γυναῖκα σοφίσηται· πῶς γὰρ τὸ θνητὸν οὐ γραπτόν;) ἐπὶ τοὺς παλαιοὺς καταφεύγει νόμους, ὡς ἂν λάθοι δι’ αὐτῶν φενακίζων τὸ γύναιον, καὶ πρὸς τὸ γράμμα ἄπεισι τὸ πνεῦμα κατόπιν θέμενος, καὶ οἷς τὸ κατὰ σάρκα Ἰσραὴλ νενόμιστο καθοπλίζεται· ἵνα τὰ τῷ νέῳ καὶ περιουσίῳ τοῦ Θεοῦ λαῷ, Θεῷ ἐν Πνεύματι καὶ ἀληθείᾳ λατρεύοντι καὶ προσκυνοῦντι θεοπρεπῶς καὶ ὁσίως, τιμώμενα ἐκ βάθρων αὐτῶν καθέλοι καὶ κατασείσειεν. Οὐ γὰρ δὴ θνητότης καὶ ἀθανασία καὶ τἄλλα ἐκείνου προβλήματα τὴν ἡμετέραν ὁμολογίαν καὶ δόξαν λωβήσαιτ’ ἄν ποτε. Ἀλλ’ ἐπεὶ βαρύς ἐστιν ὁ Χριστὸς, καὶ ἐν εἰκόνι βλεπόμενος Εὐσεβίῳ τε καὶ τοῖς κατ’ Εὐσέβιον τὴν ἀσέβειαν, διὰ τοῦτο γραφόμενον μὲν καθορῶν, ἀλύει καὶ ἐπαλγύνεται· μὴ γραφόμενον δὲ, στέργει καὶ ἐπιγάνυται. Ἐκ κακοῦ δὲ κακῷ χείρονι περιπίπτει· οὐ μόνον γὰρ ἀρειανίζων ἀλλὰ καὶ Ἰουδαΐζων ἐν τοῖς ἑαυτοῦ λόγοις δείκνυται. Τί γάρ φησιν;

Τί ἐστιν, Μὴ ποιήσῃς ὁμοίωμα ὅσα ἐν τῷ οὐρανῷ ἄνω. ÷ Ἆρα γὰρ τοῦτό σε μόνον διέλαθε τὸ ἀνάγνωσμα, ἐν ᾧ ὁ Θεὸς νομοθετεῖ μὴ ποιεῖν ὁμοίωμα, μήτε τῶν ὅσα ἐν τῷ οὐρανῷ, μήτε τῶν ὅσα ἐν τῇ γῇ κάτω; ἢ ἔστιν ὅτε ἐν Ἐκκλησίᾳ τὸ τοιοῦτον ἢ αὐτὴ ἢ παρ’ ἄλλου τοῦτο ἤκουσας; ÷ Ταῖς σκιαῖς προσκαθεζόμενος, καὶ τὸ πάχος τῆς ἑαυτοῦ διανοίας οὐκ ἀποξύσας τοῦ γράμματος, πρὸς τὴν χάριν οὐκ ἀνανεύει τοῦ Πνεύματος. Ἐκ γὰρ τῶν πρὸς Ἰουδαίους τεθεσπισμένων τοὺς πάλαι διὰ Μωσέως παρὰ Θεοῦ ὁ νέος Ἰουδαῖος ὁρμώμενος κατὰ τοῦ εὐαγγελικοῦ λόγου, ὥσπερ τις ἄλλος Ἄννας ἢ Καϊάφας, ἐφάλλεται, καὶ τῇ καθ’ ἡμᾶς πίστει ἐκεῖθεν προσάγεται, οἷα Ἰουδαϊκὸς κάπηλος κατακιβδηλεύων ἡμῶν τὸ ἄδολον καὶ καθαρὸν τῆς Ἐκκλησίας κήρυγμα, καὶ ἐκ τῶν τῆς σαρκώδους καὶ νομικῆς ἀμαυρότητος ἐπὶ τοῖς τῆς τοῦ Πνεύματος καὶ τῆς εὐαγγελικῆς λαμπρότητος ἁρμόζεται· οὐ συνιεὶς ὁ μέγας δογματιστὴς ὧν ἕνεκεν καὶ τίσι τὰ τῶν νόμων ἐκείνων προστέτακται· τοῖς γὰρ πρὸς τὸν σκοπὸν τῆς εὐσεβείας τὸν νοῦν ἀπευθύνουσιν οὐκ ἄδηλον, ὡς τῷ πάλαι Ἰσραηλίτῃ λαῷ διώρισται.

Ἐπεὶ ἄρτι Θεὸς τῆς αἰγυπτιακῆς καταδυναστείας αὐτοὺς ἐξαιρούμενος, καὶ τῶν κατ’ Αἴγυπτον βδελυγμάτων ἀπάγων καὶ πρὸς τὴν θείαν καὶ ἀληθῆ γνῶσιν ἐπανάγων διὰ τὰς πρὸς τοὺς Πατέρας ἐπαγγελίας σώζειν ἤθελε.

Καὶ γὰρ ἀστήρικτοι πρὸς θεοσέβειαν ἔτι ἐτύγχανον, περὶ τὰ γήϊνα στρεφόμενοι, καὶ ἀλλοτρίοις ἔθεσιν ἐντρεφόμενοι. Ὡς ἂν μὴ μεταμελῆσαν αὐτοῖς μεμνημένοις τῶν ἐπὶ τῆς ἀλλοδαπῆς κατειθισμένων, πρὸς τὴν εἰδωλικὴν ἐπιστρέφοιντο βδελυρίαν αἰγυπτιάζοντες (ὅτι γε πάντων ἐθνῶν μάλιστα Αἰγύπτιοι δεισιδαιμονέστατοι), προστάττει στοιχειῶν ὥσπερ ÷ μὴ ποιεῖν παντὸς ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ, ÷ τουτέστιν ἡλίου καὶ σελήνης καὶ τῶν ἄλλων δὴ τῶν κατ’ οὐρανῶν ἀστέρων, ÷ καὶ τῶν ὅσα ἐν γῇ ÷ διαιτωμένων ζώων, ἔτι καὶ τῶν νηχομένων ἐν ὕδασι, μηδὲ προσκυνεῖν αὐτοῖς, μηδὲ λατρεύειν τῇ κτίσει παρὰ τὸν κτίσαντα, μήτε μὴν δαίμοσιν ὑποκύπτειν ἀλάστορσιν· αὐτῷ δὲ μόνῳ, οἷα Θεῷ καὶ δεσπότῃ καὶ κτίστῃ τῶν ὅλων, τὴν πρέπουσαν λατρείαν καὶ τὸ σέβας ἀνάπτειν. Τὸ μὲν οὖν αἴτιον καὶ οἷς τισι νενόμισται σαφές.

Ἀλλ’ εἴπερ ἁπλῶς τὸ ÷ οὐ ποιήσεις παντὸς ὁμοίωμα ÷ εἴρητο, ἴσως ἂν εἶχε χώραν ἐπὶ ποσὸν ὁ λόγος αὐτῷ· ἐπειδὴ δὲ πρόσκειται τίνων οὐ ποιητέον, ὅτι δὴ τῶν ἐν κτίσει καὶ τῶν ὁμοδούλων, καὶ ὅτου ἕνεκεν· ÷ ὅτι οὐ μὴ προσκυνήσεις, οὐδὲ μὴ λατρεύσεις αὐτοῖς· ÷ ποίας ἠλιθιότητος οὐκ ἂν εἴη καὶ παρανοίας ἀνάμεστον, ἐπὶ τοὺς ἀληθινοὺς τοῦ Λόγου προσκυνητὰς καὶ πάλαι βδελυξαμένους ταῦτα καὶ διαπτύσαντας μεταῤῥυθμίζειν, ἃ τοῖς παλαιοῖς καὶ νέον ποδηγουμένοις πρὸς εὐσέβειαν ἤδη θεσπίζεται; τί γὰρ ἂν ἡμῖν τούτων δεήσειε τῶν νόμων, ὅπου γε οὐδὲ τἄλλα τοῦ παλαιοῦ νόμου μέρη τοῖς γε ὡς ἀληθῶς τὴν εὐαγγελικὴν ἀσπασαμένοις νομοθεσίαν ἁρμόσεται; ὅσον γὰρ τὸ διηλλαγμένον τῶν νόμων κατίδωμεν.

Ἐκεῖ μὲν ÷ οὐ φονεύσεις· ÷ ἐνταῦθα δέ· ÷ μὴ ὀργισθῇς τῷ ἀδελφῷ σου· καὶ μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἵνα τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τοῦ φίλου αὐτοῦ. ÷ Κἀκεῖ μέν· ÷ οὐ μοιχεύσεις· ÷ ἐνταῦθα δέ· ÷ οὐδὲ ἐμβλέψεις πρὸς τὸ ἐπιθυμῆσαι· ÷ καὶ τὰς ἀρχὰς τῶν ἁμαρτημάτων, ὡς αἰτίας προαναστέλλει τῶν πράξεων. Καὶ πάλαι μέν· ÷ οὐκ ἐπιθυμήσεις τὸν ἀγρὸν τοῦ πλησίον· ÷ νῦν δὲ ÷ πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς. ÷ Καὶ οὐ μέχρι τούτου ἵσταται· ἀλλὰ καὶ τὸν σταυρὸν αἴρειν, καὶ ἀκολουθεῖν ἐγκελεύεται τῷ συντάττοντι. Ἔξεστι δὲ τοῖς βουλομένοις τὰ τούτοις ἀναλέγεσθαι παραπλήσια· ἵνα μὴ τοῖς πολλοῖς ἐπεξιόντες ἐπιπλεῖον τὸν λόγον μηκύνωμεν. Εἰ τοίνυν τὰ νέα τῶν παλαιῶν ἀσυγκρίτως ὑπέρκειται καὶ τῶν νομιζομένων τὸ διάφορον τοσοῦτον, πῶς οὐκ ἀσύνετον κομιδῆ καὶ ἀνόητον, τὸ ÷ οὐ ποιήσεις παντὸς ὁμοίωμα, ÷ καὶ τὰ τούτῳ προσκείμενα, ἐπικηρύσσειν ἡμῖν, τοῖς ὧν ἡ πίστις τοὺς οὐρανοὺς ὑπερνήχεται, καὶ τοῖς περικοσμίοις ἡ ἐλπὶς οὐ περιγράφεται, ἀλλὰ τὰ ὁρώμενα ὑπερανίσχει, καὶ πρὸς τὰ νοούμενα γίνεται. Ἐκεῖνα τῆς νηπιότητος, ταῦτα τῆς τελειότητος· ἐκεῖνα πρὸς τὸν κατὰ σάρκα Ἰσραὴλ καὶ τοὺς περὶ γῆν καὶ κόσμον ἰλυσπωμένους· ταῦτα πρὸς τὸν πνευματικὸν καὶ νοῦν ὁρῶντα Θεὸν, τῶν ματαίων καὶ ἀπηχεστάτων τοσοῦτον καταφρονήσαντα, καὶ μονονουχὶ πρὸς λήθην καὶ αὐτῶν τῶν ὀνομάτων ἐλάσαντα.

Ἐκεῖνα τῶν νηπιαζόντων ἔτι καὶ προσκεχηνότων ταῖς σκιαῖς καὶ τῷ γράμματι, καὶ διὰ ταῦτα δεομένων γάλακτος καὶ πρὸς τὴν στερεωτέραν τροφὴν ἐπιτηδείαν τέως οὐκ ἐχόντων τὴν ἕξιν· ταῦτα τῶν τελειουμένων τῷ Πνεύματι, καὶ εἰς τὸ ὕψος τῆς θείας ἀνηγμένων γνώσεως, καὶ πρὸς τὴν τελεωτέραν τροφὴν ἐγγεγυμνασμένων τὰ τῆς ψυχῆς αἰσθητήρια, διὰ τὴν πρὸς τὸ καλὸν ἤδη παγίωσιν. Πῶς οὖν τὰ οὕτως ὑψηλά τε καὶ ὑπερκόσμια, τῶν ταπεινῶν καὶ περιγείων, ὡς ἐλαττόνων καὶ κατόπιν αὐτοῖς ἐγνωσμένων, προσδεηθήσονται; Ποῖος νόμος τοῖς ὑπὲρ νόμον τὰ κατὰ νόμον ἐπικηρύσσεσθαι;

Ἀσύνετος οὖν Εὐσέβιος καὶ ἀπόπληκτος, συναρτῶν τὰ ἀσύμβατα, καὶ τῶν τεθεσπισμένων ὁλοτρόπως ἠγνοηκὼς ἤδη τὸ ἀπαράβλητον.

Ὅτι οἱ Χριστιανοὶ τῇ ζωαρχικῇ Τριάδι καὶ οὐρανίῳ Θεῷ λατρεύομεν. Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις· ἐπειδὴ ἐπέφανεν ἡμῖν ἡ χάρις τοῦ Θεοῦ ἡ Σωτήριος, ἐπέλαμψέ τε τοῖς ἐν σκότει καὶ σκιᾷ καθημένοις τὸ φῶς τὸ ἀληθινὸν καὶ ἀπρόσιτον, ὁ Μονογενὴς Υἱὸς τοῦ Θεοῦ καὶ Πατρὸς, Θεὸς Λόγος ὁ καταλύτης τοῦ γράμματος καὶ τελειωτὴς τοῦ πνεύματος, ἤνθησε δὲ τῆς θεογνωσίας τὸ κήρυγμα κατὰ πᾶσαν τὴν ὑφ’ ἡλίῳ κατευρυνόμενον, ἀπελήλαται μὲν πᾶσα δαιμονικὴ καὶ εἰδωλικὴ πλάνη· ἀπηλλάγμεθα δὲ τῆς τυραννίδος τοῦ ἀοράτως καθ’ ἡμῶν δυναστεύοντος. Οὐκέτι τῇ κτίσει παρὰ τὸν κτίσαντα προσκυνεῖν μεματαιώμεθα· τῷ ζῶντι δὲ καὶ ἀληθινῷ Θεῷ καὶ πάντων δεσπότῃ τὴν αὐτῷ μόνῳ πρέπουσαν λατρείαν ἐν πνεύματι προσφέρομεν οἱ πιστοί. Ὑπέδειξεν ἡμῖν, τοῖς τὸν σωτήριον δεδεγμένοις λόγον, τὴν θειοτέραν γνῶσιν, καὶ ὑψηλοτέραν εἰσηγήσατο πολιτείαν, καὶ νόμους ἡμῖν ἔθετο οὐρανίους· δι’ ὧν πέπαυται τὰ παλαιά· ἐπειδὴ ἀντεισῆκται τὰ νέα καὶ ἀληθῆ τῶν ἐν σκιαῖς ἔτι κειμένων καὶ γράμματι, οὐκέτι τῶν παλαιῶν ἡμῖν δεήσει νόμων.

Ἔνθα γὰρ οἱ ἀληθινοὶ τῆς Τριάδος προσκυνηταὶ τὸν ἐν οὐρανοῖς προσκυνοῦσι Πατέρα, Θεόν τε καὶ Πατέρα ἐπικαλεῖσθαι παρ’ αὐτοῦ τοῦ Σωτῆρος δεδιδαγμένοι, οἱ τὸν Χριστὸν ἐνδεδυμένοι, καὶ τῷ τιμίῳ αὐτοῦ αἵματι κατεσφραγισμένοι, καὶ τῷ σωτηρίῳ τετειχισμένοι βαπτίσματι, καὶ συνελόντα εἰπεῖν, πάντα τῶν παλαιῶν καὶ ἐν νόμῳ ἀπηρνημένοι τύπων, πάσης δὲ τῆς ἐν χάριτι καὶ καινῆς πολιτείας ἀνθῃρημένοι, πῶς οὐκ ἀλόγιστον ἐνταῦθα καὶ πάσης ἀναισθησίας ἐπέκεινα, τὸ ÷ οὐ ποιήσεις παντὸς ὁμοίωμα ÷ περιθρυλεῖσθαι; Ὁ γὰρ τοῦτο τῇ Ἐκκλησίᾳ Χριστοῦ ἐπιφημίζων, ἀνόητος ὄντως ἐστὶ, καὶ προσεοικὼς τῷ τινὶ προστάττοντι μὴ ποιεῖν ὃ μὴ ποιεῖν πέφυκεν· οἷον τῷ ἀνθρώπῳ τὸ μὴ ἵπτασθαι, ἢ τῷ πειρωμένῳ δεικνύειν τὸν λίθον ὅτι μὴ φθέγγεται, καὶ τὸ πῦρ ὅτι μὴ ψύχει, καὶ εἴ τι τούτοις προσόμοιον. Πόθεν οὖν ταῦτα καὶ τί βουληθεὶς προΐσχεται;

ὡς πολλάκις εἴρηται, τὴν σάρκωσιν τοῦ Λόγου καὶ τὴν ὅλην οἰκονομίαν ἐμφανῶς ἐξομνύμενος φαντασιοῦται, οἰόμενος τὴν θείαν φύσιν ὥσπερ παθοῦσαν εἰς ἑαυτὴν τῷ μίαν εἶναι καὶ τὴν αὐτὴν, μετὰ τῆς σαρκὸς συγκραθεῖσαν καὶ συγχυθεῖσαν, οὕτω δὴ κἀν ταῖς ἱερογραφίαις εἰκονίζεσθαι· καὶ προϊὼν γὰρ ἐρεῖ ὅτι ÷ οὐχ ἡγοῦμαι δίκαιον εἰδωλολατρῶν δίκην τὸν Θεὸν ἡμῶν ἐν εἰκόνι περιφέρειν· ÷ ἐπεὶ μηδὲ τέλειον κατὰ τὴν ἀνθρωπότητα τὸν Χριστὸν ἐγίνωσκεν. ÷ Ἆρ’ οὖν, ὡς οὐκ εἰδότας αὐτοὺς τοῦ καθ’ ἡμᾶς μυστηρίου τὴν δύναμιν καὶ τὸν λόγον τῆς πίστεως, οὐκ ἀλλοτρίους ἡγεῖσθαι τῆς καθολικῆς Ἐκκλησίας δίκαιον; παντί που δῆλον· καὶ τῶν εὐφρονούντων συμφαῖεν ἅπαντες.