Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Ἔλεγχος καὶ ἀπολογία

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Βιβλικές μαρτυρίες υπέρ των ιερών κατασκευασμάτων

Επίκληση παραδειγμάτων από την Παλαιά Διαθήκη, όπως τα Χερουβίμ, η Σκηνή του Μαρτυρίου και οι αναμνηστικοί λίθοι, για την τεκμηρίωση της θείας αποδοχής των ορατών συμβόλων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 11 από 14

Ὅτι καὶ τῶν ἀΰλων Χερουβὶμ προσέταξε Θεὸς γενέσθαι εἰκόνας. Τούτων οὕτως εἰρημένων, κἀκεῖνο οἶμαι προσθεῖναι ἄξιον. Οὐκ οἶδα γὰρ ὅ τι παθὼν Εὐσέβιος τῶν μὲν νόμων οὓς ἐδόκει πρὸς συμμαχίαν ἐκκεῖσθαι τῆς ἑαυτοῦ δόξης, μεγαλόφωνος γίνεται κῆρυξ, τῶν δὲ μετ’ ἐκείνους τεθεσπισμένων κατὰ τοσοῦτον ἀλογήσας, ὡς μηδὲ τῆς ὁπωσοῦν ἀξιῶσαι μνήμης.

Πότερον οὐκ εἰς δέον νενομίσθαι ὑπειληφὼς, ἢ ὡς ἀντιπάλους καὶ πολεμίους λυσιτελοῦν αὐτῷ ἐθελοντὴς παραλέλοιπε; Τί οὖν; κατηγορήσει τοῦ νομοθέτου, οἷα δὴ ἐναντία ἑαυτῷ θεσπίζοντος, ἢ μὴ τιθέμενος τοῖς δευτέροις, διαγράψεται καὶ τὰ πρότερα; Ἀλλ’ ὅτι μὲν σύνηθες αὐτῷ τῇ θείᾳ εἰς ἀεὶ ἀπομάχεσθαι δόξῃ, οὐδεὶς τῶν εἰς πεῖραν τῆς δυσσεβοῦς ἐκείνης ἠγμένων αἱρέσεως ἀμφιγνοήσειεν.

Εἰ δὲ μὴ εἰς προῦπτον ἀναισχυντίας ἐξώλισθεν καὶ θρασύτητος, οὐκ ἂν οἶμαι τῶν ἐκ χρυσοῦ τετορνευμένων Χερουβὶμ ἀπέσκωψέ που τὴν ποίησιν, οὐδὲ τῶν ὅσα ἐξ ὑφαντικῆς τέχνης κατὰ τὴν παλαιὰν σκηνὴν προεβέβλητο· ἐξ οὗ ἔδει διὰ τὴν λέγουσαν νομοθεσίαν· Ποιήσεις ταῦτα, καὶ τὰ σεβάσμια τοῦ Χριστοῦ εἰκονίσματα στέργειν, καὶ τῇ Χριστιανῶν ἑπόμενον παραδόσει τιμᾷν, τῆς ἀκαίρου δὲ καὶ ἀτόπου φιλονεικίας εὐθὺς ἀποπαύεσθαι. Εἰ γὰρ διὰ τό· Οὐ ποιήσεις, ἀπευδοκεῖν ἔδει ἀφομοιοῦσθαι Χριστὸν, πολλῷ μᾶλλον διὰ τό·

Ποιήσεις, συναινεῖν ἐχρῆν εἰκονίζεσθαι· καὶ τὸ εἰκὸς οὕτως ἔχει· συνῆκε δ’ ἂν, ὡς τῶν παρὰ τοῖς ἀθέοις θεότητος ἐχόντων ὑπόληψιν κτισμάτων ἀποφάσκει Θεὸς ποιεῖν τὴν ὁμοίωσιν. Δι’ αὐτῶν γὰρ οἱ ἀνόητοι τῇ δαιμονικῇ ἐξαπάτῃ ὑπήγοντο. Τῶν δὲ ὡς ἐγγυτάτω καὶ περὶ Θεὸν ἱδρυμένων ἐντέλλεται γίνεσθαι τὴν ὁμοίωσιν, ὥστε καὶ τοῖς ἐπὶ γῆς κατά τι γοῦν ἐπεγνωκόσι Θεὸν ἀπηχήματα καὶ μιμήματά τινα τῶν ὑπερουρανίων διακόσμων ἐμπρέπειν·

Ὡς δ’ ἂν εἴη τίμια καὶ ἅγια, ὁ ἐκεῖθεν ἐπαγγελλόμενος γνωσθήσεσθαι τῶν ὅλων Θεὸς διδασκέτω· ταύτῃ μὲν οὖν, ἐπειδὴ δίδοσθαι τὴν τοῦ Θεοῦ δόξαν ἑτέρῳ ἀθέμιτον, καὶ τὰς θείας ἀρετὰς τοῖς γλυπτοῖς ἐκνέμεσθαι ἀθεώτατον· ÷ οὐ γάρ ἐστιν, οὐκ ἔστιν ὃς ἐν νεφέλαις τῷ Κυρίῳ ἰσωθήσεται, ἢ ἐν υἱοῖς Θεοῦ ὁμοιωθήσεται, ÷ ὥς που τὰ προφητικὰ ἐκδιδάσκει λόγια, τῷ πάμπαν ὑπερανῳκισμένην εἶναι καὶ πάντων ἐξῃρῆσθαι τὴν ἀπόῤῥητον καὶ ὑπερούσιον φύσιν. Τοῖς ἀρχαιοτέροις διὰ Μωσέως θεσπίζεται· ÷ Ἐγώ εἰμι Κύριος ὁ Θεός σου, ὁ ἐξαγαγών σε ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας.

Οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ. Οὐ ποιήσεις σεαυτῷ εἴδωλον, οὐδὲ παντὸς ὁμοίωμα ὅσα ἐν τῷ οὐρανῷ ἄνω, καὶ ὅσα ἐν τῇ γῇ κάτω, καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς· οὐ προσκυνήσεις, οὐδὲ μὴ λατρεύσεις αὐτοῖς. ÷ Καὶ μὴν καὶ ἑτέρωθι· ÷ Φυλάξεσθε σφόδρα ταῖς ψυχαῖς ὑμῶν· ὅτι οὐκ εἴδετε πᾶν ὁμοίωμα ἐν τῇ ἡμέρᾳ ᾗ ἐλάλησε Κύριος πρὸς ὑμᾶς ἐν Χωρὴβ τῷ ὄρει, ἐκ μέσου τοῦ πυρός· μὴ ἀνομήσητε καὶ ποιήσητε ὑμῖν αὐτοῖς γλυπτὸν ὁμοίωμα καὶ πᾶσαν εἰκόνα. Καὶ μὴ ἀναβλέψας εἰς τὸν οὐρανὸν, καὶ ἰδὼν τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας, καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ, καὶ πλανηθεὶς, προσκυνήσῃς αὐτοῖς καὶ λατρεύσῃς αὐτοῖς. ÷ Ταῦτα μὲν ὅτου ἕνεκεν λέγεται φανερόν. Τὴν γὰρ μόνῳ τῷ Θεῷ προσήκουσαν λατρείαν τε καὶ προσκύνησιν ἀπείργει τῇ κτίσει προσφέρεσθαι, καθαιρήσειν δὲ αὐτοῖς καὶ τῶν ἐθνῶν προστέτακται τὰ σεβάσματα· ἐπεὶ ὅτι γε προσκυνεῖσθαι οὐ πάντη κεκώλυκε χειροποίητα, τὰ κατὰ τὴν πάλαι σκηνὴν δηλώσει· πρὸς γὰρ αὐτὴν πᾶς ὁ λαὸς ὁρῶν προσεκύνει· εἰκόνα δὲ τῶν οὐρανίων ἔφερε καὶ τῆς κτίσεως, ἧς ὁ τύπος τῷ ἱεροφάντῃ πρὸς Θεοῦ παραδέδεικται, καὶ τῶν σεβασμάτων τῆς ἀληθείας εἶχε τὰ σύμβολα.

Ἅπερ δὴ καὶ αὐτὰ ἐξ ὕλης πεποιημένα προσκυνητά τε ἦν πάντα καὶ ἅγια. Ὁποῖα δὲ καὶ ὅσα ἡ Σολομῶντος σοφία καὶ δυναστεία ἐξείργασται, καὶ ἅπερ ὁ περιώνυμος ἐκεῖνος εἶχε ναὸς τῶν ἀσωμάτων μορφώματα, τοῖς βουλομένοις φιλοπόνως ἐξερευνᾷν παρήσομεν, ἐπεὶ καὶ ἡμῖν λεπτότερον ἐν ἑτέροις περὶ τούτων διείληπται. Πρὸς δέ γε καὶ οἷα τῷ θεσπεσίῳ Ἰεζεχιὴλ ὦπται καὶ κεχρημάτισται, τὰ θεοπαράδοτα διασαφεῖ λόγια. Κατά τε γὰρ τοὺς τοίχους κύκλῳ τοῦ διαγραφομένου καὶ παραδεικνυμένου νεὼ καὶ τὰ θηρώματα Χερουβὶμ ἦν τὰ γεγλυμμένα καὶ φοίνικες· ἃ δὴ κατὰ τὰς ἀψευδεῖς ἐκείνας ὄψεις ἐτετύπωτό τε καὶ προϊστόρητο, ἐν οἷς καὶ ἅγια ἁγίων. Καὶ πλήρη δόξης Κυρίου τὸν οἶκον τεθέαται, ὅτε καὶ πρηνὴς ἐκεῖθεν κατέπιπτεν· ἤκουέν τε πρὸς τὸν παραπικραίνοντα οἶκον τοῦ Ἰσραὴλ ἐμβριθέστερον ἀποφαίνεσθαι ἀπολήγειν εὐθὺς τῶν ἀνομιῶν αὐτῶν καὶ τῶν ὅσα τὴν διαθήκην Κυρίου παραβαίνοντες ἐβεβήλουν τὰ ἅγια, καθάπερ δὴ καὶ νῦν ὁρῶμεν παρὰ τῶν ἀνομούντων πικρότερον καὶ βεβηλούντων τὰ τῶν ἁγίων ἐκείνων ἁγιώτερα ἀθέως τελούμενα. Ἆρ’ οὖν, ἵνα τοῖς αὐτοῖς ἐκείνῳ χρήσωμαι λόγοις, ταῦτα μόνον ἔλαθε τὸν σοφώτατον, ἢ καὶ ἕτερα πλεῖστα διαπέφευγεν ἀναγνώσματα πρὸς τὸν αὐτὸν σκοπόν τε καὶ λόγον ἐρχόμενα καὶ τὴν ἐκείνου θριαμβεύει παραφροσύνην;

κινδυνεύει γὰρ τῷ ὄντι λεληθέναι ἐκεῖνα δὴ, ἅπερ πᾶσι τοῖς ἐθέλουσιν ἐκμελετᾷν καὶ δεόντως μεταχειρίζεσθαι, εἰς προῦπτον καὶ ἐμφανῆ πρόκειται. Καθάπερ γὰρ ἀπείρηται μὴ ποιεῖν τοῖς ἐξ Ἰσραὴλ τῶν κατὰ τὴν κτίσιν ὁμοίωμα, τῷ εἰς λατρείαν τε καὶ προσκύνησιν τῷ ἀλλοτρίῳ καὶ πονηρῷ ἀνατίθεσθαι, τεθέσπισται δὲ μετὰ ταῦτα τὰ κατὰ τὴν σκηνὴν ποιηθήσεσθαι, ἃ πρὸς δόξης καὶ τιμῆς τοῦ νομοθετοῦντος Θεοῦ καὶ ὡς οἰκεῖα κατεσκευάζετο· οὕτω δήπου τοῖς αὐτοῖς καὶ ἑτέρωθι νενομοθέτητο, ὡς ἐν τοῖς ἱεροῖς καὶ παλαιοῖς νόμοις οἱ ἐντυγχάνοντες εἴσονται ἃ μὴ χρὴ ποιεῖν ὡς ἀλλότρια μὴ ποιητέον, ἃ δὲ ὡς οἰκεῖα Θεῷ καὶ οἷς εὐαρεστῆται ποιητέα εἶναι.

Γέγραπται τοίνυν ἐν τῷ Λευιτικῷ· ÷ Οὐ ποιήσετε ὑμῖν αὐτοῖς χειροποίητα, οὐδὲ γλυπτά. Οὐδὲ στήλην ἀναστήσετε ὑμῖν, οὐδὲ λίθον σκοπὸν στήσετε ἐν τῇ γῇ ὑμῶν προσκυνῆσαι αὐτῷ· ἐγὼ γάρ εἰμι Κύριος ὁ Θεὸς ὑμῶν. ÷ Ὁρᾶτε οἷα νομοθετεῖ Θεὸς, τῶν εἰδωλικῶν σεβασμάτων τὸν ἰδιώτην ἐξείργων λαόν· ἃ δὴ ἀνάλογον τῷ· ÷ οὐ ποιήσεις παντὸς ὁμοίωμα. ÷ Τί δὲ ποιεῖν ἐχρῆν τῶν περὶ Θεὸν ἕνεκεν πάλιν ἀκούειν ἔξεστι· διατέτακται γὰρ ἐν τῇ βίβλῳ τοῦ Δευτερονομίου τοιάδε· ÷ ἔσται ᾗ ἂν ἡμέρᾳ διαβῆτε τὸν Ἰορδάνην εἰς τὴν γῆν ἢν Κύριος ὁ Θεὸς δίδωσί σοι, καὶ στήσεις σεαυτῷ δύο λίθους μεγάλους, καὶ κονιάσεις αὐτοὺς κονίᾳ, καὶ γράψεις ἐπὶ τῶν λίθων πάντας τοὺς λόγους τοῦ νόμου τούτου, ὡς ἂν διαβῆτε τὸν Ἰορδάνην. ÷ Εἶτα βραχὺ ὕστερον· ÷ καὶ οἰκοδομήσετε ἐκεῖ θυσιαστήριον ἐκ λίθων, οὐκ ἐπιβαλεῖς αὐτοῖς σίδηρον.

Λίθους ὁλοκλήρους οἰκοδομήσεις, τὸ θυσιαστήριον Κυρίῳ τῷ Θεῷ σου, καὶ ἀνοίσεις ἐπ’ αὐτῷ τὰ ὁλοκαυτώματα Κυρίῳ τῷ Θεῷ σου· καὶ θύσεις ἐκεῖ θυσίαν σωτηρίου. ÷ Καὶ μετὰ ταῦτα ἔτι· ÷ Καὶ γράψεις ἐπὶ τῶν λίθων τούτων πάντα τὸν νόμον τοῦτον σαφῶς σφόδρα. ÷ Ταῦτα ὡς τῷ ποιεῖσθαι τὴν σκηνὴν ἀκόλουθον τίς διαμφιβάλοι; Περὶ δὲ τῶν ἐν τοῖς ἔθνεσι σεβασμάτων προστέτακται· ÷ πρόσεχε σεαυτῷ μήποτε διαθῇ διαθήκην τοῖς ἐγκαθημένοις ἐπὶ τῆς γῆς εἰς ἣν σὺ εἰσπορεύῃ εἰς αὐτήν· ÷ καὶ ὅτου δὴ χάριν; ÷ μήποτε γένηται πρόσκομμα ἐν ὑμῖν. Τοὺς βωμοὺς αὐτῶν καθελεῖτε· καὶ τὰς στήλας αὐτῶν συντρίψετε, καὶ τὰ ἄλση αὐτῶν ἐκκόψετε, καὶ τὰ γλυπτὰ τῶν θεῶν αὐτῶν κατακαύσετε πυρί. Οὐ γὰρ μὴ προσκυνήσητε θεῷ ἑτέρῳ. Ὁ γὰρ Κύριος ὁ Θεὸς ζηλωτὸν ὄνομα, ὁ Θεὸς καὶ ζηλωτής ἐστι· μήποτε ἐκπορνεύσουσι ὀπίσω θεῶν αὐτῶν, καὶ θύσουσι τοῖς θεοῖς αὐτῶν, καὶ καλέσουσί σε, καὶ φάγῃς τῶν θυσιῶν αὐτῶν. ÷

Ὅτι Ἰησοῦς ὁ τοῦ Ναυῆ λίθους ἐκ τοῦ Ἰορδάνου στήλας ἀνέθηκεν. Ἀλλ’ ὅ γε τοῦ Ναυῆ παῖς ἰσαρίθμους τῶν φυλῶν λίθους κατὰ τὴν τοῦ Ἰορδάνου διάβασιν τοὺς ἐκ τῶν φυλῶν ἀπολέκτους αἴρειν κελεύεται, οὐχ ὡς φευκταίους ἢ ἀσήμους, ἀλλὰ καὶ λίαν ἐπισήμους· ÷ εἰς σημεῖον γὰρ, φησὶ, στήσονται ταῖς μετέπειτα γενεαῖς· ÷ οἷά τινες ἄγγελοι καὶ κήρυκες τῶν θείων τεραστίων καὶ μεγαλείων καταστησόμενοι. Ἐῶ λέγειν τὰ νῦν ὅτι καὶ Μωσῆς αὐτὸς λιθίνας πλάκας λαξεύειν νόμον Θεοῦ δεξομένας προστάττεται (ὡς δ’ οὖν τίμιαι, καὶ μεθ’ οἵας δόξης, τί χρὴ λέγειν; ἔνθα καὶ καταβεβηκέναι τὸν Κύριον, ἥτις ποτέ ἐστι Θεοῦ κατάβασις, λέγεται. Ἐξ ὧν καὶ τὸ Μωσέως δοξάζεται πρόσωπον, ὡς μηδὲ προσιτὸν λοιπὸν τοῖς ὁρῶσι γινόμενον)· ἐφ’ ὧν δὴ καὶ ἐντυποῦσθαι ἔδει ἅπερ ἐπὶ ταῖς πλαξὶ ταῖς προτέραις ἐγέγραπτο, ὁποῖαι δὴ ἐκεῖναι ὑπῆρχον αἱ πρὸς τῷ ὄρει σχεδιασθεῖσαι καὶ θείῳ δακτύλῳ γραφόμεναι. Ἃς μὴ ἄξιον εἶναι λαὸν παρανομοῦντα καὶ πάροινον ὑποδέξασθαι κρίνας ὁ νομοθέτης, χειρῶν ἀποῤῥίψας συνέτριψεν. Ἀλλὰ δὴ καὶ θυσιαστήριον ἐκ γῆς τε καὶ λίθων ἀτμήτων τῷ Θεῷ ποιηθήσεσθαι ἐπιτέτραπται, ἐφ’ ᾧ ἀναφέρειν τὰ ὁλοκαυτώματα ἐνομίζετο.

Ὅτι Ἡσαΐας στήλην ἔσεσθαι τῷ Κυρίῳ ἐν τῷ οἴκῳ αὐτοῦ προλέγει. Τί δὲ ὁ μέγας Ἡσαΐας μεγαλοφώνως ἐν πνεύματι προανακέκραγε· ÷ τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται θυσιαστήριον τῷ Κυρίῳ ἐν χώρᾳ Αἰγυπτίων· καὶ στήλη πρὸς τὸ ὅριον αὐτῆς τῷ Κυρίῳ. ÷ Οὐκοῦν ἐκ πάντων παρίσταται, ὡς τοὺς τὸν νοῦν ἐῤῥωμένους μήτε πάντα τὰ νενομοθετημένα περὶ τῶν τοιούτων ἁπλῶς ἀποπέμπεσθαι, μήτε πάντα προσίεσθαι. Οὔτε γὰρ πάντα καταγνωστέα, οὔτε πάντα τιμητέα· ἀλλὰ δῆλον ἅτινα, καὶ ὧν ἕνεκεν. Παρὰ δέ γε τούτῳ δὴ τῷ ἄγαν συνετῷ πάντα συγχέοντι ὡς φίλον αὐτῷ, τοῦ ἁγίου τὸ βέβηλον οὐ διώρισται οὐδὲ τοῦ καθαροῦ τὸ ἀκάθαρτον.

Ὅτι Ἰακὼβ ὁ πατριάρχης στήλην ἔστησεν. Πῶς δὲ δὴ αὐτὸν μόνον τὰ κατὰ τὸν πατριάρχην Ἰακὼβ ἔλαθεν, οὕτως ἔνδηλα καὶ ἔκπυστα πᾶσι τυγχάνοντα; γέγραπται γάρ· ÷ Ἐξῆλθεν Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου καὶ ἐπορεύθη εἰς Χαράν. Καὶ ἀπήντησε τόπῳ, καὶ ἐκοιμήθη ἐκεῖ· ἔδυ γὰρ ὁ ἥλιος. Καὶ ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου, καὶ ἔθηκε πρὸς κεφαλῆς αὐτοῦ, καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ, καὶ ἐνυπνιάσθη. ÷ Ἐφ’ οἷς τὰ τῆς ὀφθείσης κλίμακος καὶ τῶν ἀγγέλων καὶ τοῦ ἐπεστηριγμένου Θεοῦ, αἵ τε ἐπαγγελίαι τῆς κατασχέσεως τῆς γῆς, καὶ αἱ τοῦ σπέρματος εὐλογίαι. ÷ Εἶτα ἐξηγέρθη Ἰακὼβ ἐκ τοῦ ὕπνου αὐτοῦ, καὶ εἶπεν ὅτι Ἔστι Κύριος ἐν τῷ τόπῳ τούτῳ, ἐγὼ δὲ οὐκ ᾔδειν. Καὶ ἐφοβήθη, καὶ εἶπεν.

Ὡς φοβερὸς ὁ τόπος οὗτος! Οὐκ ἔστι τοῦτο ἀλλ’ ἢ οἶκος Θεοῦ, καὶ αὕτη ἡ πύλη τοῦ οὐρανοῦ. Καὶ ἀνέστη Ἰακὼβ τὸ πρωΐ· καὶ ἔλαβε τὸν λίθον ὃν ὑπέθηκεν ἐκεῖ πρὸς κεφαλῆς αὐτοῦ, καὶ ἔστησεν αὐτὸν στήλην, καὶ ἐπέχεεν ἔλαιον ἐπὶ τὸ ἄκρον αὐτῆς, καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου ἐκείνου οἶκος Θεοῦ. ÷ Οἷς ἐπάγει μετὰ βραχέα· ÷ καὶ ὁ λίθος οὗτος ὃν ἔστησα στήλην, ἔσται μοι οἶκος Θεοῦ. ÷ Τί οὖν; ἀπαγορεύει ταῦτα Θεὸς, ὡς Εὐσεβίῳ δοκεῖ; οὐδαμῶς, ἀλλὰ καὶ προσίεται, καὶ ἀποδέχεται· καὶ δῆλον ἐξ ὧν αὐτῷ μετὰ ταῦτα χρηματίζει· ÷ Ἑώρακα γὰρ, φησὶν, ὅσα σοι Λάβαν ποιεῖ. Ἐγώ εἰμι ὁ Θεὸς ὁ ὀφθείς σοι ἐν τόπῳ Θεοῦ, οὗ ἤλειψάς μοι ἐκεῖ στήλην, καὶ ηὔξω μοι εὐχήν. ÷ Πρὸς ταῦτα τῶν καθ’ ἡμᾶς ἱερομυστῶν ὁ μέγας τί φησι Γρηγόριος; ÷ Ἰακὼβ δὲ κλίμακα μὲν ὑψηλὴν ἐφαντάσθη τινὰ, καὶ ἀγγέλων ἄνοδον, καὶ στήλην ἀλείφει μυστικῶς (ἴσως ἵνα τὸν ὑπὲρ ἡμῶν ἀλειφθέντα λίθον παραδηλώσῃ), καὶ εἶδος Θεοῦ τόπῳ τινὶ προσηγορίαν δίδωσιν εἰς τιμὴν τοῦ ὀφθέντος. ÷ Καὶ ἄλλα ὅσα ἐγκώμια ἐνταῦθα διέξεισιν· ἀλλὰ ταῖς ἀληθείαις ÷ οὗτος ὁ Θεὸς ἡμῶν, καὶ οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν, ÷ ἐν πνεύματι τῶν θεοφόρων τις ἡμῖν ἀναφθέγγεται.

Εἶτα τὰ ἑξῆς τίνα; ÷ Μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη. ÷ Οὗτος ὁ ἀνείδεος, ὁ ἀνόμοιος, ὁ ἀόρατος, ὅμοιος ἡμῖν κατὰ πάντα, χωρὶς ἁμαρτίας, προσλαβὼν τὸ ἡμέτερον, γέγονεν· ὡς δὲ καὶ πάθος ὑπὲρ ἡμῶν ὁ ὀφθεὶς κατεδέξατο, τῶν θεολόγων ἄλλος προαναπεφώνηκε λέγων· ÷ Ἄνθρωπος ἐν πληγῇ ὢν, καὶ εἰδὼς φέρειν μαλακίαν.

Καὶ ὅτι οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται, καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ, καὶ ἐν πληγῇ ὑπὸ Θεοῦ, καὶ ἐν κακώσει. Αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἀνομίας ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἁμαρτίας ἡμῶν. ÷

Ὅτι ἀπὸ τῶν ἀποστόλων αὐτῶν ἐστιν ἡ παράδοσις τοῦ εἰκονίζεσθαι τὸν Χριστόν. Ταῦτα οἱ ἀπ’ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται τοῦ λόγου γενόμενοι παραδεδώκασιν οὐ δοκήσει, οὐδὲ φαντασίᾳ, σὺν ἀληθείᾳ δὲ πεπραγματευμένα, καὶ ἀψευδῶς τετελεσμένα, καὶ οἱ ταύτην τὴν σωτήριον δεξάμενοι τοῦ Λόγου περὶ ἡμᾶς συγκατάβασιν, καθ’ ὃ εἶδος ἐδείχθη.

Καὶ ὡς μετὰ τῆς δουλικῆς μορφῆς ὤφθη προσομιλήσας τοῖς ἐπὶ γῆς, τά τε θαύματα τελεσιουργῶν, ὡς Θεὸς, καὶ τὰ πάθη ὑπομένων, ὡς ἄνθρωπος, ἀνιστοροῦμεν ὥσπερ ἐν γράμμασιν, οὕτω δὴ καὶ ἐν πίναξι, τοῦτο παῖδες παρὰ πατέρων παρειληφότες. Ὧν τῆς εὐσεβείας μεταποιούμενοι, τὰ ἱερὰ περιέπομεν εἰκονίσματα, καὶ τὸ προσῆκον σέβας προσνέμομεν· δι’ ὧν τὸ ὕψος τοῦ δι’ ἡμᾶς ἑαυτὸν κενώσαντός τε καὶ ταπεινώσαντος ὁμολογοῦντες ἀνυμνοῦμέν τε καὶ δοξάζομεν· καὶ οὔτε ὡς θεοῖς προσκυνοῦμεν (ἄπαγε τῆς ἀτοπίας!) οὔτε τῇ κτίσει τὸ ἀνημμένον Θεῷ μόνῳ σέβας προσφέρομεν· πλὴν γὰρ αὐτοῦ Θεὸν οὐ γινώσκομεν.

Αὐτῷ γὰρ καὶ δι’ ἐκείνων προσάγομεν τὴν προσκύνησιν, οὐ τῇ κτίσει καὶ τῇ τῆς ὕλης συνταπεινοῦμεν ταπεινότητι. Οὐκοῦν αἰσχυνέσθωσαν οἱ τῆς Ἐκκλησίας κατήγοροι καὶ τῆς ἀληθείας ἀντίπαλοι, καὶ τὸ καλὸν ἐπαινεῖν οὐκ εἰδότες, οὐδὲ τὴν τῶν ἐναντίων διαφορὰν ἐξ ἀμαθείας καὶ ἀπειθείας ἐγνωκέναι καταδεχόμενοι. Ταῦτα μὲν ἐν τούτοις κείσθω· πρὸς δὲ τὰ Εὐσεβίου πάλιν ἡμῖν ἰτέον. Διϊσχυρίζεται γὰρ ὅτι μηδὲ ἐν τῇ Ἐκκλησίᾳ τὸ τοιοῦτον εἶναι, μήτε παρ’ ἄλλου τὴν βασιλίδα ἀκηκοέναι· δι’ ὅ φησιν·