Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Ἔλεγχος καὶ ἀπολογία

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Ιστορικές και αγιογραφικές μαρτυρίες περί απεικονίσεων

Έλεγχος των αντιφάσεων του Ευσεβίου σχετικά με τον ανδριάντα της αιμορροούσης και ανασκευή των επιχειρημάτων που βασίζονται στην αδυναμία θεάσεως της θείας ουσίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 12 από 14

Ὅ τι Εὐσέβιος ἱστορεῖ περὶ τοῦ ἀνδριάντος Χριστοῦ καὶ τῆς αἱμοῤῥοούσης. ÷ Οὐχὶ δὲ καθ’ ὅλης τῆς οἰκουμένης ἐξώρισται, καὶ πόῤῥω τῶν Ἐκκλησιῶν Χριστοῦ πεφυγάδευται τὰ τοιαῦτα; μόνοις τε ἡμῖν μὴ ἐξεῖναι τὸ τοιοῦτον ποιεῖν παρὰ πᾶσι βεβόηται. ÷ Ζητεῖν ἄξιον ἐνταῦθα, εἰ ἐκεῖνος οὗτός ἐστιν Εὐσέβιος, ὁ ταῦτά τε λέγων, καὶ ὁ τὴν καλουμένην Ἐκκλησιαστικὴν ἱστορίαν συνθείς.

Εἰ μὲν γὰρ ἕτερος οὗτός ἐστιν, ἀσέβειαν αὐτῷ μόνον ἐγκλητέον, καὶ τὴν εἰς τὴν τοῦ Σωτῆρος οἰκονομίαν ὕβριν· εἰ δὲ εἷς ὁ κἀκεῖ καὶ ὧδε φθεγγόμενος τυγχάνει, πῶς οὐχὶ πρὸς τῇ ἀσεβείᾳ παραπληξίας ἤδη καὶ παρανοίας ἁλώσηται, ὡς τἀναντία ἐν τοῖς ἑαυτοῦ λόγοις ἀποφαινόμενος; ἐνταῦθα γὰρ καθ’ ὅλης τῆς οἰκουμένης ἐξωρίσθαι καὶ πόῤῥω τῶν Ἐκκλησιῶν Χριστοῦ πεφυγαδεῦσθαι τὰ ἱερὰ τοῦ Χριστοῦ ἐξεικονίσματα διατεινόμενος, ἐκεῖσε γράφει, ὡς ἐν τοῖς μετὰ ταῦτα παρατεθήσεται, τόν τε θεῖον ἀνδριάντα τοῦ Χριστοῦ, ὃν ἡ θεραπευθεῖσα τοῦ πάθους αἱμόῤῥους γυνὴ ἀνεστήσατο, καὶ ὄψει παραλαβεῖν· ἑτέρας τε αὖ εἰκόνας Χριστοῦ, καὶ μὴν καὶ τῶν ἀποστόλων ἐν γραφαῖς σωζομένας, διὰ χρωμάτων ἱστορηκέναι.

Οὕτω τῆς ἀληθείας καὶ τῶν καθ’ ἡμᾶς ὀρθῶν δογμάτων ἀποσφαλλόμενος περιτρέπεται, καὶ ἑαυτῷ ἀπομαχόμενος θριαμβεύεται· οὕτω γὰρ ἐξαρχῆς τὸ πανοῦργον ἐξεπετήδευσεν, ἵνα δόξῃ τὴν ἀθεωτάτην λανθάνειν αἵρεσιν· ἔνθεν αὐτοῦ τὸ παλίμβολον, καὶ εὐπαράφορον, καὶ ῥᾳδίως μεταβαλλόμενον, τῶν Πατέρων οἱ ἐπιφανέστεροι καὶ πάλαι καταγράφουσιν. ÷ Εἰ δὲ ἀνιέροις πρὸς ἱερῶν ἐργασίαν ἐγχειρεῖν οὐ θεμιτὸν, δικαίως μάλα μὴ ἐξεῖναι αὐτῷ τὰ τοιαῦτα ποιεῖν ὡς ἀνιέρῳ ἀποφαίνεται. ÷ Ἡμεῖς δ’ οὖν πρὸς τὰ προκείμενα ταῦτα λέγομεν· εἰ μὲν περὶ ξοάνων καὶ ἃ τὰ ἔθνη εἴδωλα σέβει, τῆς αἰτούσης ὁ λόγος ἦν, συνειπεῖν δήπου πάντως καὶ ἡμεῖς αὐτῷ προῃρήμεθα· ταῦτα γὰρ τὸ πρὶν καὶ ὄντα καὶ γινόμενα, ἐπιφανέντος τοῦ Σωτῆρος, ἐξώρισται ὡς ἀληθῶς καὶ κατήργηται. Εἰ δὲ περὶ τῶν ἐμφανιζόντων ἡμῖν τὴν Σωτήριον σάρκωσιν, καὶ ἅπερ εἰς μνήμην τῆς μεγάλης αὐτοῦ περὶ ἡμᾶς φιλανθρωπίας καὶ συγκαταβάσεως ἐνάγει (πρότερον οὐκ ὄντα, ὕστερον δὲ παρὰ τῶν πεπιστευκότων κατὰ τὴν θείαν οἰκονομίαν γέγονεν) αἰτεῖ, τί ἐροῦμεν; ἢ ὡς ὅταν λαλῇ τὸ ψεῦδος Εὐσέβιος, ἐκ τῶν ἰδίων λαλεῖ;

Τῆς γὰρ τῶν ἀληθῶν ὀρθότητος καταλαζονευόμενος πρὸς τὸ δεδογμένον, τὸν τῶν προκειμένων περιτρέπει λόγον (τοῦτο γὰρ τῆς ἀπάτης τὸ ἴδιον), καὶ ὡς μήτε ὄντα ἐν Ἐκκλησίᾳ τὰ τῆς Ἐκκλησίας, μήτε παρ’ ὁτουοῦν ἠκουσμένα ἡγεῖται· διὸ ἀπαγορεύει τὴν περὶ αὐτῶν αἴτησιν, ὡς μηδὲ ἐξεῖναί τινα ποιεῖν πώποτε· ἐπεὶ, φησὶ, πάντοθεν ἐξώρισται καὶ πεφυγάδευται. Σκιαμαχῶν οὖν ὥσπερ πρὸς τὰ μηδαμῶς αἰτηθέντα μηδὲ τῇ αἰτήσει συμβαίνοντα, τὸν λόγον πλαττόμενος διατίθεται, καὶ τοῖς ἐκ τῆς ματαιότητος τῶν λογισμῶν προκεχειρισμένοις σοφίσμασι καταγοητεύει τὴν αἰτήσασαν. Ἐπεὶ οὖν ἐκείνη τὸ ποθούμενον οἷα τὸ πιστὸν ἐρηρεισμένον ἐν Χριστῷ ἔχουσα αἰτεῖ, ὃ δὲ πάλιν πρὸς τὸ δοκοῦν ἀπεκρίνατο, πάλιν ἀποτυφλώττει πρὸς τὴν ἀλήθειαν, καὶ μιγνύει τὰ ἄμικτα καὶ ἀκοινώνητα, καὶ ναῷ Θεοῦ συγκατατίθησιν εἴδωλα, κοινωνίαν τε φωτὶ πρὸς σκότος, καὶ συμφώνησιν Χριστοῦ πρὸς Βελίαρ, δυσσεβῶς δίδωσι· καὶ οὐ δέδιε τῆς βλασφημίας τὸ ὑπέρογκον. Ὧν γὰρ αἱ εἰκόνες εἰς ταὐτὸν ἔρχονται, τὸ ἐντεῦθεν ἄτοπον συναγόμενον ἐπ’ αὐτῷ εἴη· ὥσπερ γὰρ τὰς πλεῖστον ἀλλήλων διεστηκυίας φύσεις ἀνοήτως συγχεῖ, οὕτως καὶ οἷς μηδεμία κοινωνία πρόσεστι, ἀδιαφόρως εἰς ταὐτὸν περιάγει.

Καὶ τὰ μὲν ἐκείνου ληρωδήματα τοιαῦτα· ἀρκέσει δὲ αὐτῷ εἰς ἔλεγχον τῆς οἰκείας ἀβελτηρίας καὶ παρανοίας, ἅπερ μικρὸν ὑποβὰς λέγει· ÷ οὐκ οἶδα γὰρ, φησὶν, ὅπως γύναιόν τι μετὰ χεῖράς ποτε δύο τινὰς φέρουσα καταγεγραμμένους ὡς ἂν φιλοσόφους, ἀπέῤῥιψε λόγον, ὡς ἂν εἶεν Παύλου καὶ τοῦ Σωτῆρος, οὐκ ἔχω λέγειν οὔτε ὁπόθεν λαβοῦσα, οὔτε ὅθεν τοῦτο μαθοῦσα. ÷ Ἐκ τούτων στηλιτεύεται ἑαυτῷ περιπίπτων Εὐσέβιος, καὶ ὡς οὐδεμία κατ’ ὀφθαλμοὺς αὐτοῦ ἁγίου καὶ βεβήλου διάκρισις· ἃ γὰρ μήτε εἶναι ἐν Ἐκκλησίᾳ, μήτε παρ’ ὁτουοῦν ἠκοῦσθαι, καὶ ἐξωρίσθαι ἐκ πάσης τῆς οἰκουμένης ἔφη, νῦν γύναια περιφέρειν ἀδεῶς λέγει. Εἶπεν δ’ ἂν αὐτῷ τὸ γύναιον, ὡς ÷ οὐκ ἐμὸν τὸ ἐφεύρημα· ἀλλ’ ἄνωθεν ἐκ πατέρων ὁσίων ἡμῖν παραδέδοται, οὐδ’ ὁπωσοῦν τῇ ἐθνικῇ κοινωνοῦν μυσαρότητι, κἂν τοῦτό σοι περὶ τὴν αἱμόῤῥουν γυναῖκα ἡ παλαιότης ἀνεζωγράφησεν, εἶτα τὸν Χριστὸν τῆς καθ’ ἡμᾶς ἐκβάλλεις φύσεως, μηδὲ ὁποίαν οὖν αὐτῷ μορφὴν νῦν ἀνεχόμενος φέρειν· καὶ διὰ τοῦτο μηδὲ γράφεσθαι νομοθετεῖς. Θεὸν δὲ τὸ πᾶν εἶναι ἡγούμενος, ὁ Παῦλος τί ποτ’ ἂν εἶναί σοι δοκεῖ; πότε καὶ πῶς εἰς θεότητος φύσιν μεταβέβληται;

ὥστε μήδ’ αὐτοῦ εἰκόνα προσδέχεσθαι· οὐδεμία γὰρ παρὰ σοὶ ἐν τῇ τῶν εἰκόνων αὐτῶν προσαγωγῇ καὶ θέᾳ διαστολή. ÷ Ἀλλ’ ἡμεῖς γε ὁπόσον τὸ ἐν τοῖς ἐκείνου λόγοις παράλογον τοῖς τῶν ἀλλοκότων αὐτοῦ ληρημάτων ἀκροαταῖς καταλήψομεν. Ἐπιφέρει δὲ ὁ αὐτός· ÷ Ἵνα μηδὲ αὐτὴ μηδὲ ἕτεροι σκανδαλίζοιντο, ἀφελόμενος ταύτην παρ’ ἐμαυτὸν κατέσχον. ÷ Οὐκ οἶμαι τὸν σοφὸν λεληθέναι, ὡς ἔνθα τινὸς εἰκὼν πρόκειται, ἐνταῦθα πάντως καὶ ἡ τοῦ ἀρχετύπου μνήμη συνεισάγεται ἐφ’ ᾗ δυσχεραίνοντι τὸ σκάνδαλον ἐναποτίκτεται. Ὡς οὖν κηρυσσόμενος Παύλῳ Χριστὸς ἐσταυρωμένος Ἰουδαίοις μὲν σκάνδαλον, ἔθνεσι δὲ μωρία, οὕτω δὴ καὶ αὐτῷ Χριστὸς εἰκονισμένος καθορώμενος, οἷα Ἰουδαϊκῷ τὸν τρόπον, σκάνδαλον πρόκειται· διὰ τοῦτο ἀφαιρεῖται, οὐχ ὅπως τῶν ἄλλων, ἀλλ’ ὅπως τὸ ἴδιον συναφέλοιτο σκάνδαλον. Εἰ γὰρ ὁ τῆς τοῦ Σωτῆρος οἰκονομίας λόγος σκάνδαλον αὐτῷ κηρυσσόμενος πρόκειται, μετὰ Ἰουδαίων τετάξεται, τὴν Χριστιανῶν τελειότητα ἐξωθούμενος·

Χριστιανοῖς γὰρ οὐ μόνον οὐ σκάνδαλον δείκνυται, ἀλλὰ δὴ καὶ σαφεστέρα τοῦ θείου κηρύγματος χειραγωγία καὶ δήλωσις· καθάπερ δὴ καὶ Τὸ ἐν γραφαῖς Εὐαγγέλιον, οὗ τὴν δύναμιν, εἰ καὶ παχύτερον, ἐμφαντικώτερον δ’ ὅμως, ἀποφέρονται. Προσκείσθω δὲ αὐτῷ εἰς κατηγορίαν καὶ ἡ τοῦ γυναίου πίστις, ἣ κατὰ Χριστιανοὺς καὶ πράττουσα καὶ πιστεύουσα, τὴν ἐκείνου ἀπιστίαν καὶ τὸ σκάνδαλον ἐφώρασεν ἑτοιμότατα.

Τούτοις ἐπάγει εὐθύς· ÷ Οὐχ ἡγούμενος καλῶς ἔχειν εἰς ἑτέρους ὅλως ἐκφέρειν ταῦτα, ἵνα μὴ δοκῶμεν δίκην εἰδωλολατρούντων τὸν Θεὸν ἡμῶν ἐν εἰκόνι περιφέρειν. ÷ Ὅστις μέν ἐστιν, ὃν ἡγεῖτο Θεὸν ἐν εἰκόνι περιφερόμενον, ἐκείνου ἦν εἰδέναι, καὶ τῶν νῦν τῆς δοκήσεως ὑπασπιστῶν· ὅτι δὲ τὴν προσειλημμένην μορφὴν τέλεον ἀπήρνηται, διὰ τῶν πρώην αὐτῷ εἰρημένων ἐδήλωσεν ἡνίκα ἔλεγεν· ÷ εἴ γε χρὴ ἔτι μορφὴν καλεῖν. ÷ Πλὴν ὅτι ταῦτα λέγων οὐ πόῤῥω τῶν νόσῳ μανίας βεβλημένων ἑαυτὸν καθίστησι, παντί τῳ σαφές· ἐπείγε οἴεται ἀλόγως καὶ ἀσυνέτως, ὡς τὰ ἱερὰ τῆς τοῦ Λόγου σαρκώσεως σύμβολα φύσιν Θεοῦ αὐτὴν καθ’ αὑτὴν εἰκονίζειν πρὸς τῶν ἱερογραφούντων ἀνεστήλωται· διὸ καὶ ἐμφάσεις τινὰς εἰδωλολατρείας προάγει, μήτε τὸ μυστήριον τῆς οἰκονομίας συνιῶν, μήτε τῶν ἀνιστορούντων τὴν πίστιν καὶ τὸ πρὸς εὐσέβειαν σπουδαῖον εἰδὼς καὶ διάθερμον. Εἶτα ἐπὶ τούτοις·

Τί ἐστιν· εἰ γὰρ ἔγνωμεν, φησὶ, κατὰ σάρκα Χριστόν· ἀλλὰ νῦν οὐκέτι γινώσκομεν. ÷ Παύλου τε ἀκούω πάντας ἡμᾶς παιδεύοντος, μηκέτι τοῖς σαρκικοῖς προσανέχειν. Εἰ γὰρ ἔγνωμεν, φησὶ, κατὰ σάρκα Χριστὸν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν. ÷ Ἐνταῦθα τὸ πᾶν τοῦ λόγου τῆς κατὰ Χριστὸν σαρκώσεως δυσφημίας βούλεται κατακλείειν, τοῖς σφαλερῶς καὶ ἀνοσίως αὐτῷ ἐκμηχανηθεῖσι σαθροῖς οἰκοδομήμασι καὶ κακοῖς κακὴν ἐπιθεὶς τὴν κορωνίδα. Ἀεὶ δὲ χείρων ἑαυτοῦ φαινόμενος, ἐν τοῖς πρὸς καθαίρεσιν τῆς τοῦ Κυρίου ἐνανθρωπήσεως καὶ τῆς σαρκὸς πρόσκομμα κακῶς τε καὶ ἐπισφαλῶς ἐκδεχόμενος, εἰς βεβαίωσιν τῆς ἑαυτοῦ δυσσεβείας, τὰς ἀποστολικὰς προάγει φωνάς.

Πόῤῥω γάρ που τῆς τε τοῦ ἀποστόλου διανοίας ἐσκήνηται, καὶ τοῦ ἐκκλησιαστικοῦ καὶ πατρικοῦ φρονήματος παντάπασιν ἀποπέπτωκεν. Οὐ γὰρ, ὡς αὐτῷ δοκεῖ, μεταβεβλῆσθαι δι’ ὅλου καὶ ἀνῃρῆσθαι τὴν σάρκα τοῦ Κυρίου τὰ προκείμενα ἐκδιδάσκει ῥήματα· ἀλλὰ τὸ μηκέτι τοῖς σαρκικοῖς ὑποκεῖσθαι παθήμασιν, οἷον δίψῃ καὶ πείνῃ καὶ κόπῳ καὶ τοῖς ἄλλοις, ὅσα τῆς σαρκὸς ἐνδείκνυται τὴν ἀσθένειαν, καὶ χωρὶς ἁμαρτίας ἡμέτερα πάθη ταῦτα νῦν ἐν Χριστῷ μὴ γινώσκεσθαι, τῷ εἶναι λοιπὸν ἀπαθὲς καὶ ἄφθαρτον τὸ θεῖον τοῦ Χριστοῦ σῶμα· μένειν δὲ αὐτὸ ἀμετάβλητον διαῤῥήδην κηρύσσεται, ὡς αὗται αἱ πατρικαὶ φωναὶ αὐτίκα δηλώσουσιν. Ἔτι τοῖς εἰρημένοις τινὰ προστιθεὶς ἃ τὴν ἐκείνου διελέγχει ἀγνωμοσύνην, φησί·

Ὅτι μαρτυρεῖ Εὐσέβιος ὅτι οἱ ἀπὸ Μάνεντος τὴν εἰκόνα αὐτοῦ ἐδορυφόρουν. ÷ Σίμωνα τὸν μάγον λόγος ἔχει παρὰ τοῖς ἀθέοις αἱρεσιώταις προσκυνεῖσθαι, ἐν ἀψύχῳ ὕλῃ καταγεγραμμένον. Ἐθεωρήσαμεν δὲ καὶ αὐτοὶ τὸν τῆς μανίας ἐπώνυμον ὑπὸ τῶν Μανιχαίων εἰκόνι δορυφορούμενον· ἡμῖν δὲ ἀπείρηται τὰ τοιαῦτα. ÷ Τί οὖν; οἱ Σιμωνίδαι καὶ Μανεντίδαι οὐ πρὸς τιμῆς τῶν διδασκάλων ταῦτα ἔδρασαν (οὐδένα οἶμαι τῶν νοῦν ἐχόντων μὴ ἄλλως ἔχειν ἐρεῖν) καὶ ταῦτα μιαρῶν καὶ θεοστυγῶν ἀνθρώπων; τιμὴ γὰρ ἡ ἀνωτάτω δορυφορία.

Οὕτω γοῦν κἀπὶ τῶν βασιλεύειν λαχόντων ἄνωθεν κατειθισμένον ὁρᾶται γινόμενον, τὰς εἰκόνας αὐτῶν παρὰ τῶν ὑπηκόων διὰ τιμῆς ἄγεσθαι πολλῆς. Εἶπεν οὖν ἄν τις πρὸς αὐτόν· Λαμπρὸς σεαυτοῦ κατήγορος, ὦ Εὐσέβιε, διὰ τῶν οἰκείων λόγων ἐνδείκνυσαι. Τί δήποτε γὰρ μὴ καὶ αὐτὸς τὸν δεσπότην τὸν σεαυτοῦ καὶ βασιλέα τῶν ὅλων, καθὸ πέφηνεν ἄνθρωπος, δι’ εἰκόνος τετίμηκας, ἐπ’ αὐτὸν ὡς ἀρχέτυπον διὰ τῆς εἰκόνος τὴν τιμὴν ἀναφέρων; πῶς οὖν οὐκ αἰδῇ τὴν ἐκείνων πρὸς τοὺς καθηγεμόνας εὐγνωμοσύνην, ἀγνωμόνως σὺ περὶ τὸν σὸν δεσπότην διακείμενος; Ὅτι ἡμῖν ἀπείρηται, φὴς, τὰ τοιαῦτα; Ἀλλ’ ἀνοηταίνων πάλιν ἑάλως, οὐ συνιεὶς, ὧν ἕνεκεν ταῦτα λέγεται, περὶ δὲ τὰ μάταια τὸν νοῦν ἀεὶ ἀπασχολούμενος· ποῦ γάρ σοι τῆς Μανιχαίων τὸ διάφορον φαντασίας; κἀκεῖνοι γὰρ οὕτω μαινόμενοι λέγουσι σχήματι διακένῳ σώματος ἀνθρωπείου, μὴ ταῖς ἀληθείαις ὀφθῆναι τὸν Χριστὸν ἄνθρωπον· διὸ λοιπὸν κἀκείνοις ἀπείρηται τὰ τοιαῦτα. Τί οὖν ἐκείνοις μέμφῃ, ὧν συμβαίνειν εἵλου τοῖς δόγμασιν; ἀλλ’ ὅτι ÷ βαρύς σοι ἐστὶν ὁ Χριστὸς καὶ ἐν εἰκόνι βλεπόμενος, ÷ τοῦτο δρᾷν οὐκ ἀνέχῃ.

Ποίας οὖν τεύξῃ συγγνώμης, δυσγνώμων καὶ δύστροπος περὶ τὸν οἰκεῖον δεσπότην ὀφθεὶς, ὥστε μηδὲ τοῖς εὖ ποιεῖν εἰδόσι συγχωρεῖν ταῦτα; ἵνα μὴ μόνον τῆς σεαυτοῦ ἀπιστίας καὶ δυσβουλίας, ἤδη δὲ καὶ τῆς τῶν πέλας βλάβης ἐπὶ τοῦ μεγάλου ἐκείνου καὶ ἀδεκάστου κριτηρίου ἀξίας τὰς δίκας ὑφέξῃς. Τί οὖν συμπεραίνων τὸν ἐπὶ τούτοις λόγον, φησί;

Εὐσεβίου περὶ τοῦ· Μακάριοι καθαροὶ τῇ καρδίᾳ, πρὸς τοῦτο λύσις. ÷ Θεὸν γοῦν Κύριον τὸν Σωτῆρα ἡμῶν ὁμολογοῦντες, ὡς Θεὸν ἰδεῖν εὐτρεπιζόμεθα, πάσῃ σπουδῇ καθάραντες αὐτοὶ τὰς ἑαυτῶν καρδίας, ὡς ἂν ἴδοιμεν αὐτὸν κεκαθαρμένοι. ÷ Μακάριοι γὰρ οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. ÷ Εἰ δὲ ἐκ περιουσίας, πρὸ τῆς μελλούσης πρόσωπον εἰς πρόσωπον ὄψεώς τε καὶ θέας τοῦ Σωτῆρος ἡμῶν τὰς εἰκόνας αὐτοὶ περὶ πολλοῦ τίθεσθε, τίνα μᾶλλον ἀγαθὸν ζωγράφον αὐτοῦ τοῦ Θεοῦ Λόγου ἔχοιμεν ἄν; ÷ Ὁρᾶτε καὶ νῦν εἰς ὅσον αὐτῷ τὰ τῆς βλασφημίας θεομαχοῦντι αἴρεται· ἥ τε γὰρ εἰς τὸν Μονογενῆ παροινία διὰ μυρίων ὅσων αὐτῷ πεπραγμάτευται λόγων· κτίσμα γὰρ πανταχοῦ καὶ ποίημα τερατεύεται εἶναι. Ὁ περὶ τῆς σαρκώσεως αὐτοῦ καὶ τοῦ σώματος ἀπείρηται παρ’ αὐτῷ λόγος. Τί οὖν δοκεῖ;

ὑποτίθεται νοεῖν, ὅτι ὡς πρὸς τὴν θείαν οὐσίαν ἀποτεινόμενος ταῦτα φθέγγεται, καὶ κατασοβαρεύεται μὲν ὁ δείλαιος, οὐχ ἑτέρως ἢ ὡς Θεὸν ἰδεῖν· ὅπερ οὐδὲν ἄλλο ἐστὶν ἢ Θεὸν ἁπλῶς καὶ ὡς ἔχει φύσεως ἰδεῖν· ὑπερεκτείνεται δὲ τῆς τῶν ἁγίων ἀξίας, καὶ μείζονα τούτων οἷά τις καθαρώτερος καὶ διοπτικώτερος πρὸς τὴν τῆς θείας φύσεως ἐποπτίαν, ἰδεῖν κατεπαγγέλλεται, ὧν ὁ μὲν θεολογῶν ἀπεφήνατο· ÷ Θεὸν οὐδεὶς ἑώρακε πώποτε· ÷ ἕτερος δ’ αὖ τῆς αὐτῆς θεηγορίας ἐχόμενος, ÷ ὃν εἶδεν οὐδεὶς ἀνθρώπων, οὐδὲ ἰδεῖν δύναται. ÷ Ἀλλὰ μὴν καὶ ὁ ἐν θεόπταις κράτιστος, ἤκουεν· ÷ οὐ μὴ ἴδῃ ἄνθρωπος τὸ πρόσωπόν μου, καὶ ζήσεται. ÷ Ἀλλὰ τίς οὕτω τὴν τῶν θεολόγων μεγαλόνοιαν ὑπερέπτη; καὶ τί λέγω τούτων; εἰ μὴ καὶ τὰς ὑπερκοσμίους δυνάμεις ὑπεραναβέβηκε, καταλιπὼν κόσμον καὶ σῶμα, καὶ πάσης ὑλικῆς καταφρονήσας σχέσεως, καὶ ὑπερβὰς τὰ ὁρώμενα, ὥστε ὑπὲρ τὴν κτίσιν γενέσθαι, καὶ τῶν ὑπερουρανίων ὑπερκύψαι διακόσμων, καὶ ἰδεῖν Θεὸν καὶ οἷός ἐστι τὴν οὐσίαν κατανοῆσαι· τίς δὲ ἄλλος ἢ Εὐσέβιος; Ὃς καθαροῖς καρδίας ὄμμασι καὶ ἀμιγέσι πάσης ἀνθρωπίνης καὶ ὑλικῆς προσπαθείας τὴν ὑπερούσιον καὶ τοῖς Σεραφὶμ ἀθεώρητον οὐσίαν θεάσασθαι μόνος ἀπαυθαδίζεται, κεναῖς ἐλπίσιν ὑπερφυσώμενος.

Ἐκ τοῦ παχέως καὶ σαρκικῶς κἀνταῦθα τὰ θεοπαράδοτα ἐκδέχεσθαι λόγια, ὁ τὴν τοῦ δούλου μορφὴν εἰς τὸ ἀθέατον καὶ ἀνυπόστατον θέμενος, πρόσωπον τῇ θείᾳ περιάπτει φύσει, ὃ κατιδεῖν ὀφθαλμοῖς καθαροῖς ἐξήρτηται. Ποία γλῶσσα πονηρὰ καὶ θεομάχος, πρὸς ἀσέβειαν ἠκονημένη, τοιαῦτα ἐφθέγξατο, ἃ οὐδὲ ὁ τῆς ἁμαρτίας εὑρετὴς καὶ πρῶτος κατὰ τοῦ Θεοῦ τραχηλιάσας τετόλμηκεν; ÷ Οὗτος ἔθετο εἰς οὐρανὸν τὸ στόμα αὐτοῦ καὶ ἡ γλῶσσα αὐτοῦ διῆλθεν ἐπὶ τῆς γῆς, καὶ ἀδικίαν εἰς τὸ ὕψος ἐλάλησεν. ÷ Ἀλλ’ ἡ μὲν ἀπόπληκτος καὶ ἐξεστηκυῖα διάνοια πόῤῥω Θεοῦ καὶ τῆς Χριστιανῶν θεοσοφίας ἀπελαυνέσθω. Ἐπεὶ δὲ τὸ ἀλλότριον διηλέγξαμεν, ἐπὶ τὸ ὑψηλὸν αὐτοὶ τοῦ θείου ἐπαγγέλματος ἴωμεν, καὶ οἷα ὁ ἀληθὴς περὶ τούτου λόγος ἔχει, τί ποτέ ἐστι τὸ ὄψεσθαι Θεὸν τοὺς καθαροὺς τῇ καρδίᾳ, ἡμᾶς ἐκδιδάσκων, διαληψόμεθα.

Περὶ τῆς θείας φύσεως, ὅτι ἄληπτός ἐστιν. Καὶ προκείσθωσαν ἡμῖν τῶν διδασκάλων πάλιν αἱ φωναὶ τῶν ἐν πνεύματι Θεοῦ εἰδότων λαλεῖν μυστήρια, ἃς δὴ ὡς ἔνι μάλιστα ἐπιτεμόμενοι, συνενέγκωμεν ἐν βραχεῖ τῶν διὰ πλειόνων εἰρημένων ἐννοιῶν τὴν περίστασιν, τῶν οἰκειοτέρων τῷ σκοπῷ ἀντειλημμένοι, καθόσον οἷόν τε, ὡς ἡ μὲν θεία φύσις αὐτὸ ὅτι ποτὲ ἔστιν, οὔτε νῷ ληπτὴ, οὔτε λόγῳ ῥητή. Ἄληπτος γάρ ἐστι καὶ ἀνέκφραστος καὶ ἀνεπιχείρητος, καὶ πάσης ἀοριστίας ὑπερέκεινα πᾶσάν τε γνῶσιν καὶ νόησιν ὑπερεκβαίνουσα· πρὸς ἣν πᾶσα νοερὰ δύναμις ἀποπαύεται, καὶ πᾶσα γνωστικὴ πρόοδος ἵσταται· οὔτε γὰρ λόγος, οὔτε γνῶσις, οὔτε δόξα, οὔτε φαντασία αὐτῆς ἐστι· πᾶσι γὰρ ἄβατός ἐστι καὶ ἀπρόσιτος, καὶ πάντων τῶν ὄντων ἐξῃρημένη, καὶ ὑπὲρ πάντα τὰ ὄντα ὑπερουσίως ὑπεριδρυμένη. Καὶ ἧς οὐδεὶς λόγος ἂν ἐφίκοιτο (ἀμήχανον γὰρ τοῖς ὑπὲρ λόγον ἐπιβατεύειν,) ταύτην σιγὴ μᾶλλον ἢ λόγος παρίστησιν· ἡμῖν δὲ ὅτι ἔστι μόνον ἐκ τῶν περὶ αὐτὴν γινώσκεται, ἐμφάσεις τινὰς καὶ ἀπηχήματα ἀμυδρὰ, καὶ ταῦτα τοῖς κεκαθαρμένοις τὸν νοῦν ἀπολάμπουσα.

Τί οὖν ἐστιν ὅπερ ὁ καθαρὸς τὴν καρδίαν κατόψεται; τῶν ὀρεκτῶν τὸ ἔσχατον, τῆς μακαριότητος τὸ ἀκρότατον, τῶν ἀγαθῶν ἡ πηγὴ πάντων, ἡ ἀνελάττωτος καὶ ἀκένωτος, τὸ ἄῤῥητον φῶς, ἡ ἀπρόσιτος δόξα. Πῶς οὖν θεάσοιτο τὸ ποθούμενον; ὁρατὸς μὲν Θεὸς, ὁ φύσει ἀόρατος, ἐκ τῶν περὶ αὐτὸν θείων ἐνεργειῶν καὶ δυνάμεων, ὅσα πρὸς τὸ ὑψηλὸν καὶ ἀνηγμένον ἐπαίρουσιν ἡμῶν τὴν διάνοιαν, καὶ πρὸς τὴν τῆς θείας κατανοήσεως ποδηγοῦσι μεγαλειότητα, γίνεται· οὐ τὸ τί εἶναι τὴν οὐσίαν ἐκκαλύπτοντα, τὸ δὲ τῆς ἀγαθότητος μεγαλεῖον ἡμῖν ὑποφαίνοντα. Ἀλλ’ οὐ τὸ γνῶναί τι περὶ Θεοῦ μόνον μακάριον· τοῦτο γὰρ καὶ διὰ τῆς τοῦ κόσμου σοφίας πολλοῖς ἐξεγένετο· ἀλλὰ τὸ ἐν ἑαυτῷ τινα ἔχειν τὸν Θεὸν μακάριον, κατὰ τὸ ἐντὸς ἡμῶν εἶναι τὴν βασιλείαν τοῦ Θεοῦ κηρυσσόμενον· τὸ γὰρ ἡμῖν χωρητὸν τῆς κατανοήσεως μέτρον ἐν ἡμῖν ἐστιν.

Οὕτως γὰρ ὁ πλάσας ἡμᾶς τὸ ἐξ ἀρχῆς Θεὸς τῇ τῆς φύσεως ἡμῶν κατασκευῇ τῆς ἰδίας φύσεως ἐνετύπωσε τῶν ἀγαθῶν τοὺς χαρακτῆρας καὶ τὰ μιμήματα. Ἀλλὰ ταῦτα ἡ κακία ἐπεισελθοῦσα ἀπημαύρωσε καὶ ἄχρηστα πεποίηκε, τοῖς αἰσχροῖς ἐγκατακρύψασα προκαλύμμασιν. Εἰ τοίνυν τὸν ἐπεισελθόντα τις διὰ τῆς αἰσχρᾶς ἁμαρτίας ῥύπον δι’ ἐπιμελείας βίου ἀποκλύσηται, καὶ τὸν ἐντὸς ἄνθρωπον, ὃν καρδίαν ὁ Λόγος κατονομάζει, διακαθάροι, ἀναλάμψει πάλιν τὸ θεοειδὲς κάλλος, καὶ ἐν τῷ ἰδίῳ κάλλει τῆς φύσεως τῆς θείας καθορᾷ τὴν εἰκόνα. Ὡς γὰρ ὁ κατεῤῥυπωμένος σίδηρος, εἰ τὸν ἰὸν ἀποξεσθῇ καὶ καθαρθείη, αὐγὰς ἀποπηδώσας πρὸς τὸν ἥλιον ἐκδίδωσιν· οὕτω δὴ καὶ τὸν ἰώδη ῥύπον ἐπειδὰν ἀποσμήξειε, τὸν διὰ τοῦ πονηροῦ ἔρωτος ἐπανθήσαντα τῇ μορφῇ, πάλιν ἀναλήψεται τὴν πρὸς τὸ ἀρχαῖον ὁμοιότητα, καὶ ἀγαθὸς ἔσται.

Τῷ γὰρ ἀγαθῷ ὅμοιον τὸ ἀγαθὸν πάντως· οὐκοῦν αὐτὸ βλέπων ἐν ἑαυτῷ, τὸ ποθούμενον βλέπει· καὶ οὕτως γίνεται μακάριος ὁ καθαρὸς τῇ καρδίᾳ, ὅτι πρὸς τὴν ἰδίαν καθαρότητα βλέπων, ἐν τῇ εἰκόνι καθορᾷ τὸ ἀρχέτυπον.

Ὥσπερ γὰρ οἱ ἐν τοῖς κατόπτροις καθορῶντες τὸν ἥλιον, κἂν μὴ πρὸς τὸν οὐρανὸν ἀτενίζοιεν, οὐδὲν ἔλαττον αὐτὸν ὁρῶσιν ἐν τῇ τοῦ κατόπτρου αὐγῇ τῶν πρὸς τὸν ἡλιακὸν ἐνατενιζόντων κύκλον· οὕτω καὶ ὁ ἀτονῶν πρὸς κατανόησιν τοῦ ἀπροσίτου φωτὸς, εἰ ἐπὶ τὴν ἐξ ἀρχῆς ἐγκατασκευασθεῖσαν χάριν τῆς εἰκόνος ἀναδραμεῖται, ἐν ἑαυτῷ τὸ ζητούμενον ἔχει. Καθαρότης γὰρ καὶ ἀπάθεια καὶ κακοῦ παντὸς ἀλλοτρίωσις ἡ θέωσίς ἐστιν. Εἰ οὖν ταῦτα ἐν αὐτῷ, ὁ Θεὸς πάντως ἐν αὐτῷ. Ὅταν οὖν ἀμιγὴς πάσης κακίας, καὶ πάθους ἐλεύθερος ᾖ καὶ παντὸς κεχωρισμένος μολυσμοῦ ὁ ἐν αὐτῷ λογισμὸς, μακάριος οὗτος τῆς ὀξυωπίας, ὅτι τὸ τοῖς μὴ καθαροῖς ἀθέατον ἐκκαθαρθεὶς κατενόησε. Καὶ τῆς ὑλικῆς ἀχλύος τῶν τῆς ψυχῆς ὀμμάτων ἀφαιρεθείσης, ἐν καθαρᾷ τῇ τῆς καρδίας αἰθρίᾳ τηλαυγῶς βλέπει τὸ μακάριον θέαμα. Τοῦτο δέ ἐστιν ἡ καθαρότης· ὁ ἁγιασμὸς, ἡ ἁπλότης, πάντα τὰ τοιαῦτα τὰ φωτοειδῆ τῆς θείας φύσεως ἀπαυγάσματα, δι’ ὧν ὁ Θεὸς καθορᾶται· τὸ δὲ ὅπως καθαρός τις γίνεται τῇ καρδίᾳ, διὰ τῆς εὐαγγελικῆς διδασκαλίας μαθεῖν ἔξεστι.