Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Ἔλεγχος καὶ ἀπολογία

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Ανασκευή των χριστολογικών και αρειανικών πλανών του Ευσεβίου

Κριτική της υποτίμησης του Υιού και της άρνησης της αληθινής ανθρώπινης φύσεως του Χριστού, οι οποίες αποτελούν το θεμέλιο της εικονομαχικής επιχειρηματολογίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 3 από 14

εἰ δ’ οὖν τότε ἡ ἐν σαρκὶ αὐτοῦ μορφὴ τοσαύτης ἔλαχε δυνάμεως, πρὸς τῆς ἐνοικούσης αὐτῇ θεότητος μεταβληθεῖσα, τί χρὴ λέγειν, ὅτε τὴν θνητότητα ἀποδὺς, καὶ τὴν φθορὰν ἀπονιψάμενος, τῆς τοῦ δούλου μορφῆς τὸ εἶδος εἰς τὴν τοῦ δεσπότου καὶ Θεοῦ δόξαν μετεσκευάσατο, μετὰ τὴν κατὰ τοῦ θανάτου νίκην, καὶ μετὰ τὴν εἰς οὐρανοὺς ἄνοδον, καὶ μετὰ τὴν ἐν τῷ βασιλικῷ θρόνῳ ἀμφὶ τὰ δεξιὰ τοῦ Πατρὸς ἵδρυσιν, μετὰ τὴν ἐν τοῖς ἀκατονομάστοις καὶ ἀῤῥήτοις κόλποις τοῦ Πατρὸς ἀνάπαυσιν, εἰς ἣν ἀνιόντα καὶ ἀποκαθιστάμενον αἱ οὐράνιαι δυνάμεις ἀνευφήμουν λέγουσαι· ÷ Ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. ÷ ÷ Ἀλλὰ μεταμεμόρφωται καὶ ἀπηθανάτισται, καὶ ἄφθαρτόν ἐστιν. Οὐκοῦν καὶ ἡ τοῦ δούλου μορφὴ ἐν τοιούτοις γινομένη, ἐξ ὅλων ὅλη μεταβέβληται ἐπὶ φῶς αὐτοῦ ἄῤῥητον ἀνεκδιήγητον, αὐτῷ τῷ Θεῷ Λόγῳ πρέπον φῶς, ὅπερ ὀφθαλμὸς οὐκ εἶδεν, καὶ οὖς οὐκ ἤκουσεν, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη; πῶς οὖν τις τῶν ἀδυνάτων ἐφίκοιτο; πῶς δὲ τῆς οὕτω θαυμαστῆς καὶ ἀλήπτου μορφῆς, εἴ γε χρὴ μορφὴν ἔτι καλεῖν τὴν ἔνθεον καὶ νοερὰν οὐσίαν, εἰκόνα τις ζωγραφήσειεν;

εἰ μὴ τοῖς ἀπίστοις ἔθνεσιν ὁμοίως τὰ μηδαμῆ μηδαμῶς ἐοικότα ἑαυτῷ τις ἀναζωγραφήσειεν, ὥσπερ γραφεὺς μηδὲν ἐοικότα γράφων (τοιοίδε γὰρ κἀκεῖνοι ἀνειδωλοποιοῦντες ἤ ποτε Θεὸν (ὡς ἡγοῦνται), ἤ τινα (ὡς ἂν φαῖεν) ἡρώων, ἤ τι τῶν τοιούτων πλάττειν καὶ ἀπεικάζειν ἐθέλοιεν, οὐδὲν ὅμοιον, οὐδὲ ἐγγὺς, οἷοί τε ὄντες γράφειν, ἀλλόκοτα σκιογραφοῦσιν, ἀνδρείκελα σχήματα διαχαράττοντες)· ἡμῖν δὲ ὅτι μὴ δίκαιον τὰ τοιαῦτα, πάντως που καὶ αὐτὴ συμβάλλεις. ÷ ÷ Ἀλλ’ εἰ μὴ τῆς εἰς Θεὸν μεταβληθείσης μορφῆς, ἀλλὰ τοῦ πρὸ τῆς μεταβολῆς σαρκίου αὐτοῦ δὴ τοῦ θνητοῦ τὴν εἰκόνα φῂς παρ’ ἡμῶν αἰτεῖν· ἆρα γὰρ τοῦτό σε μόνον διέλαθεν τὸ ἀνάγνωσμα, ἐν ᾧ ὁ Θεὸς νομοθετεῖ μὴ ποιεῖν ὁμοίωμα, μήτε τῶν ὅσα ἐν τῷ οὐρανῷ, μήτε τῶν ὅσα ἐν τῇ γῇ κάτω; ἢ ἔστιν ὅτε ἐν Ἐκκλησίᾳ τὸ τοιοῦτον ἡ αὐτὴ, ἢ καὶ παρ’ ἄλλου τοῦτο ἤκουσας; οὐχὶ δὲ καθ’ ὅλης τῆς οἰκουμένης ἐξώρισται καὶ πόῤῥω τῶν Ἐκκλησιῶν πεφυγάδευται τὰ τοιαῦτα, μόνοις τε ἡμῖν μὴ ἐξεῖναι τὸ τοιοῦτον ποιεῖν παρὰ πᾶσι βεβόηται; ..... ÷ ÷ ..... Οὐκ οἶδα γὰρ ὅπως γύναιόν τι μετὰ χεῖράς ποτε δύο τινὰς φέρουσα καταγεγραμμένους, ὡς ἂν φιλοσόφους, ἀπέῤῥιψε λόγον, ὡς ἂν εἶεν Παύλου καὶ τοῦ Σωτῆρος· οὐκ ἔχω λέγειν, οὔτε ὁπόθεν λαβοῦσα, οὔτε ὅθεν τοῦτο μαθοῦσα.

Ἵνα μηδὲ αὐτὴ μηδὲ ἕτεροι σκανδαλίζοιντο, ἀφελόμενος ταύτην, παρ’ ἐμαυτὸν κατεῖχον, οὐχ ἡγούμενος καλῶς ἔχειν εἰς ἑτέρους ὅλως ἐκφέρειν ταῦτα, ἵνα μὴ δοκῶμεν δίκην εἰδωλολατρούντων τὸν Θεὸν ἡμῶν ἐν εἰκόνι περιφέρειν.

Παύλου τε ἀκούω πάντας ἡμᾶς παιδεύοντος, μηκέτι τοῖς σαρκικοῖς προσανέχειν. Εἰ γὰρ ἔγνωμεν, φησὶν, κατὰ σάρκα Χριστὸν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν. ÷ ÷ Σίμωνα τὸν μάγον λόγος ἔχει παρὰ τοῖς ἀθέοις αἱρεσιώταις προσκυνεῖσθαι, ἐν ἀψύχῳ ὕλῃ καταγεγραμμένον. Ἐθεωρήσαμεν δὲ καὶ αὐτοὶ τὸν τῆς μανίας ἐπώνυμον ὑπὸ τῶν Μανιχαίων εἰκόνι δορυφορούμενον.

Ἡμῖν δὲ ἀπείρηται τὰ τοιαῦτα. Θεὸν γοῦν Κύριον τὸν Σωτῆρα ἡμῶν ὁμολογοῦντες, ὡς Θεὸν ἰδεῖν εὐτρεπιζόμεθα, πάσῃ σπουδῇ καθάραντες αὐτοὶ τὰς ἑαυτῶν καρδίας ὡς ἂν ἴδοιμεν αὐτὸν κεκαθαρμένοι. Μακάριοι γὰρ οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. Εἰ δὲ ἐκ περιουσίας πρὸ τῆς μελλούσης πρόσωπον εἰς πρόσωπον ὄψεώς τε καὶ θέας τοῦ Σωτῆρος ἡμῶν τὰς εἰκόνας αὐτοὶ περὶ πολλοῦ τίθεσθε, τίνα μᾶλλον ἀγαθὸν ζωγράφον αὐτοῦ τοῦ Θεοῦ Λόγου ἔχοιμεν ἄν; ÷]

Ἀνατροπὴ τῆς ἐπιστολῆς Εὐσεβίου, τῆς πρὸς τὴν βασίλισσαν Κωνσταντίαν. Ἔχει γὰρ ἐπὶ λέξεως ὧδε· ÷ Μόνος γοῦν οὗτος μετὰ τὸν ἀνωτάτω Θεὸν καὶ Πατέρα δίκαιός ἐστι, καὶ δικαιοσύνας ἠγάπησεν. ÷ Ταῦτα ἔφη, ἵνα τὸν Υἱὸν κάτω θῇ, καὶ κατωτάτω Θεὸν δείξῃ. Εἶτα τὰ κατὰ τὸν Ἀαρὼν, τὸν ἐν νόμῳ ἀρχιερέα, καὶ τὴν ἱερατικὴν ἐκείνην στολὴν συμβολικῶς ὥσπερ εἰκονίζοντα τὸν Χριστὸν διεξιὼν, καὶ τὰ περὶ τὴν κίδαριν συμβάλλων, φησίν· ÷ Ὅτι ἔχομεν καὶ ἡμεῖς ἀρχιερέα μέγαν διεληλυθότα τοὺς οὐρανοὺς Ἰησοῦν τὸν Υἱὸν τοῦ Θεοῦ. Οὗ τὰ μὲν ἀνωτάτω καὶ κρυφαῖα τῆς θεότητος, ἐπέκεινα πάσης κτίσεως διήκοντα, καλύμματι πατρικῷ τῆς ἐνθέου ἀϊδιότητος καὶ ἀγεννησίας ἐπικαλύπτεται. ÷ Διὰ τούτων δὲ παριστᾷν βούλεται, ἐλάττονα τὸν Υἱὸν τῆς πατρικῆς ὑπάρχειν δόξης, καὶ ἡττᾶσθαι τοῦ ἀξιώματος. Κεφαλὴν γὰρ τοῦ Χριστοῦ τὸν Πατέρα ἑξῆς ἐπάγων, οὐκ ἀποστολικῶς τὸ ἀποστολικὸν ἐκδέχεται.

Τούτοις ἐπιφέρει· ÷ Ὁ δὲ ἐπὶ τοῦ μετώπου Στέφανος τὸ ὄνομα τὸ ἄῤῥητον καταγεγραμμένος, τὴν ἔντιμον τῆς ἐνθέου καὶ παντοκρατορικῆς βασιλείας τε καὶ δεσποτείας ἐδήλου προσηγορίαν· ἣν μόνῳ τῷ Μονογενεῖ ὁ ἀνωτάτω καὶ μόνος αὐτοῦ Πατὴρ ἐδωρήσατο, Θεὸν καὶ Κύριον, καὶ βασιλέα τῶν ὅλων μόνον αὐτὸν, μετά γε ἑαυτὸν, ἀναδείξας. ÷ Τί τούτων θεομάχων λόγων δυσσεβέστερον ἢ ἀθεώτερον; ποῦ ἐνταῦθα ἡ καθ’ ἡμᾶς ὀρθὴ καὶ εὐσεβὴς ὁμολογία; πῶς οὗτος ὁμοούσιον τῷ Πατρὶ τὸν Υἱὸν ὁμολογήσειεν; ἢ ὁμόθεον αὐτῷ καὶ ἡνῶσθαι φυσικῶς δοξάσειεν; ἢ πόθεν αὐτὸν συναΐδιον τῷ Πατρὶ καὶ συνάναρχον ἀνυμνήσειε; τίς Χριστιανῶν ὀρθοδόξων τοῦτον συνήγορον κατὰ τὴν ἀμώμητον ἡμῶν πίστιν δέξεται; πῶς δὲ οὐ πόῤῥω τῆς καθολικῆς καὶ ἀποστολικῆς Ἐκκλησίας αὐλισθήσεται; τίς τὰ τοιαῦτα δόγματα ὡς πικρὰ καὶ ἰοῦ θανατηφόρου γέμοντα οὐ βδελύξεται;

Εἶτα πάλιν ἐπὶ τὸν ποδήρη τοῦ ἱερέως γενόμενος λέγει ὅτι· ÷ Ἐπειδὴ ἀπὸ τῆς γῆς τὴν φύσιν ἔχει, τὸ λίνον τὸ σῶμα ἂν νοοῖ τοῦ Χριστοῦ εἰκότως, τὸ ἀπὸ τῆς ἀνθρώπου φύσεως ληφθὲν αὐτῷ. ÷ ÷ Ἀπὸ οὖν τῆς ἀνθρώπου φύσεως ÷ εἰπὼν, πάλιν τὴν ἑαυτοῦ δόξαν αἰνίττεται· μερικὴν γὰρ καὶ οὐχ ὅλην τὴν ἀνθρώπου φύσιν ἀνειληφέναι τὸν Κύριον Ἀρειανοὶ λέγουσι· σῶμα γὰρ μόνον ἄνευ ψυχῆς προσειλῆφθαι· οὐ γὰρ ἐπὶ τῆς θεολογίας μόνον, ἀλλὰ καὶ ἐπὶ τῆς οἰκονομίας καὶ τῆς ἐνσωματώσεως Χριστοῦ, τῶν ἀληθῶν ἀποσφάλλονται· ὅλη δὲ φύσις ἀνθρώπου οὐκ ἂν εἴη σῶμα μόνον, εἰ μὴ καὶ ψυχὴ συννοοῖτο. Οὐδαμοῦ γοῦν ἐκ ψυχῆς καὶ σώματος τὸν κατὰ τὸν Σωτῆρα ἄνθρωπον συνεστάναι γεγράφηκεν· ὅτι μὴ μόνον σαρκίου καὶ μορφῆς μνήμην πεποίηται· ἀντὶ γοῦν ψυχῆς τὴν κατ’ αὐτὸν θεότητα ἡνῶσθαι τῇ σαρκὶ ληρωδοῦσι· δι’ ὃ καὶ μίαν φύσιν σύνθετον ἐκ θεότητος καὶ σαρκὸς ἐπὶ τοῦ Χριστοῦ δογματίζουσι, συνουσιῶσθαί τε καὶ ἀνακεκρᾶσθαι εἰς ἀλλήλας τὰς συνελθούσας μορφάς· ὡς μηδὲν παρ’ αὐτοῖς διαφέρειν ὑπόστασιν φύσεως, ταὐτὸν δὲ εἶναι ἀμφοτέρας· ἐξ οὗ μήτε τῷ Πατρὶ, μήτε ἡμῖν εἶναι ὁμοούσιον· διὸ καὶ τὰ πάθη τῇ θεότητι τοῦ Υἱοῦ προσνέμουσιν, ὡς τοῦ κινοῦντος φασὶ τὸ σῶμα τοῦτο καὶ πάσχοντος· καὶ τὸ αἷμα Θεοῦ καὶ οὐκ ἀνθρώπου εἶναι.

Καὶ ταῦτα βεβαιοῖ Εὐσέβιος ἀπὸ τοῦ λέγειν τρανῶς· ÷ Ὅτι ὁ Λόγος τὸν ἡμέτερον θάνατον ὑπέμεινεν. ÷ Ὅτι οὐδὲ ἴσασιν αὐτὸν ἀληθινὸν εἶναι Θεόν. Ἐπεὶ οὖν τέλειον ἄνθρωπον ἀνειληφέναι τὸν Κύριον οὐχ ὁμολογοῦσιν· ὃ οὐδὲν ἕτερον ἔστιν ἢ δοκήσει καὶ φαντασίᾳ τὴν οἰκονομίαν γεγενῆσθαι· διὰ τοῦτο οὐδὲ εἰκονίζεσθαι αὐτὸν κατὰ τὸν ἀνθρώπινον χαρακτῆρα συγχωροῦσι.

Τῇ δὲ κτίσει συγκαταριθμῶν αὐτὸν Εὐσέβιος, πρεσβύτερον πάσης τῆς κτίσεως ἀποφαίνεται. Οὕτω γὰρ Ἀρειανοὶ τὸ ÷ πρωτότοκος πάσης τῆς κτίσεως, ÷ ἀντὶ τοῦ πρωτόκτιστος, δυσσεβῶς ἐκλαμβάνουσιν. Ὅθεν καὶ κτισματολάτρας οἱ τῆς Ἐκκλησίας διδάσκαλοι δικαίως ὀνομάζουσιν. Εἰ δὲ Ἀρειανῶν ἐστι λέγειν τὸν Πατέρα ἐξ οὐκ ὄντων δεδημιουργηκέναι τὸν Υἱὸν, ἵνα δι’ αὐτοῦ, ὥσπερ δι’ ὀργάνου ὑπηρετοῦντος, τόδε τὸ πᾶν παραγάγοι πρὸς ὕπαρξιν· καὶ αὐτὸ τὸ Πνεῦμα τὸ Ἅγιον προστάγματι Πατρὸς, ἐνεργείᾳ δὲ τοῦ Υἱοῦ γεγενῆσθαι· διὰ τοῦτο ἐν τοῖς κατὰ τὴν οἰκονομίαν εἰσάγει τὸν Μονογενῆ ὑπηρέτην λέγων· ÷ Ὁ δὲ Πατὴρ αὐτοῦ, ὁ παμβασιλεὺς τῶν ὅλων Θεὸς, τῆς ἰδίας αὐτοῦ χρηστότητος καὶ ἀγαθότητος γνήσιον ὑπηρέτην, συνεργόν τε μέγαν καὶ τῆς τῶν ὅλων σωτηρίας κατορθωτὴν δεξάμενος· Κάθου, φησὶν, ἐκ δεξιῶν μου. ÷ Ταῦτα οὐ πρὸς τὴν τοῦ Κυρίου ἀνθρωπότητα ἀποβλέπων, ἀλλ’ ἐπὶ τὸν λόγον ἀναφέρων τῷ μίαν φύσιν ἐπ’ αὐτῷ δοξάζειν, ὡς εἴρηται· ÷ Πειθαρχεῖν τε αὐτὸν τῇ πατρικῇ παρακελεύσει καὶ τῷ νεύματι ἐν τῇ κατὰ τὸν ἄνθρωπον ποιήσει, ÷ φησὶν, οὐδ’ ὅστις ἐστὶν ὁ τρόπος τοῦ ÷ Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν ÷ συνιείς.

Οὐ γὰρ παρακέλευσιν, ἀλλὰ συμβουλὴν ὁ λόγος ἐμφαίνει, ἐπεὶ εὑρίσκεται οὕτω γε καὶ ἑαυτῷ προστάττων ὁ Πατήρ· ὃ πρὸς τῷ ἀσεβεῖ καὶ ἀδιανόητόν ἐστιν· κοινὸς γὰρ ὁ λόγος Πατρὸς καὶ Υἱοῦ τὸ ÷ Ποιήσωμεν. ÷ Οὕτω γὰρ καὶ οἱ Πατέρες φασίν· ὅτι τὴν ἄλλην ἅπασαν κτίσιν ἀποσχεδιάσας Θεὸς, ἐπὶ τῇ τοῦ ἀνθρώπου παραγωγῇ οἷον εἰ καὶ προβουλίοις χρῆται, καὶ ταύτῃ τιμῶν τὸν ἄνθρωπον. Χριστὸν δὲ Θεοῦ ἐν τῇ εἰσβολῇ τῆς ἐπιστολῆς καὶ ἑτέρωθι, κατὰ τὸ δοκοῦν, οὐ κατὰ τὴν ἐκκλησιαστικὴν διδασκαλίαν τὸν Μονογενῆ τίθεται. Ταῦτα προὐθέμεθα, ὡς ἂν γνοῖεν οἱ τὸν Εὐσέβιον διδάσκαλον ἐπιγραφόμενοι, ὁποίας τυγχάνει δόξης, καὶ ὡς θολεράν τε καὶ βλαβερὰν τὴν ἀρειανικὴν αἵρεσιν καταμυσάττοιντο.

Εἰ δέ που ἀπαύγασμα καὶ Υἱὸν λέγει καὶ εἴ τι τοιοῦτον ὑψηλὸν, ὑπαγέσθω μηδείς· ἐπεὶ καὶ τοῦτο τῶν κακοδόξων μηχάνημα, διὰ σεμνοτέρων ῥημάτων τοὺς ἁπλουστέρους ἐπάγεσθαι. Τίς γὰρ τῶν εὐσεβούντων καὶ τῶν ἀδιάβλητον δόξαν εἰς Θεὸν κεκτημένων πρὸς συνηγορίαν τοῦ καθ’ ἡμᾶς ὀρθοῦ δόγματος, Εὐσέβιον παρείληφεν, εἰ μή πω ἐπ’ ἀνατροπῇ καὶ ἀναθέμασι τῶν ἐκείνου ἀνοσίων καὶ εἰκαίων δογμάτων εἰς μνήμην ἦκται; Ὅστις οὖν τὸν κατὰ τῶν ἱερῶν εἰκονισμάτων λόγον αὐτοῦ πρόσοιτο, δέξαιτ’ ἂν ἐξ ἀνάγκης καὶ τὸ φθοροποιὸν τῆς ἀρειανικῆς λύσσης δόγμα· ἴδιον γὰρ αὐτοῖς ὥσπερ δὴ περὶ τὴν θεολογίαν, οὕτω καὶ περὶ τὴν οἰκονομίαν πονηρῶς καὶ ἀθέως διακεῖσθαι· εἰ δὲ τοῦτο ὡς ἀνόσιον καὶ ἀσεβὲς ἀποπέμποιτο, καὶ θάτερον ἀποπέμψαιτ’ ἄν.

Οἷα γὰρ ἐν ταῖς ἄλλαις αὐτοῦ βίβλοις γεγράφηκεν, οὐ μᾶλλον τῷ εὐαγγελικῷ συναγορεύειν δόξας κηρύγματι, ἢ κατὰ τὴν τοῦ Μονογενοῦς βλασφημίαν συντιθεὶς οὐδενὶ μέρει τῶν συνταγμάτων ἀπολείπουσαν, τοῖς ἐθέλουσι μαθεῖν ῥᾴδιον.

Ὅτι συγχέει τὰς οὐσιώδεις Χριστοῦ μορφὰς, καὶ τὰ τούτων ἰδιώματα. Ἀλλὰ ταῦτα μὲν ἐν ἐκείνοις· τὰ δὲ ἐνταῦθα οἷα πρὸς τὴν βασιλίδα κατὰ τῆς οἰκονομίας Χριστοῦ ἱστάμενος γράφει, ἀκουσόμεθα· ὧν τὰ μὲν πολλὰ διὰ τὴν ἀδολεσχίαν ἀποπεμπόμενοι, ὅσα δὲ προφανῆ τὴν ἀσέβειαν ἔχει παρατιθέμενοι, Θεοῦ συναιρομένου διελέγχομεν.

Ἐγκαλεῖ μὲν οὖν εὐθὺς τῇ βασιλίσσῃ ὥσπερ διαπορῶν καὶ φάσκων τοιάδε· ÷ Οὐκ οἶδα πόθεν αὐτὴ ὁρμηθεῖσα τοῦ Σωτῆρος ἡμῶν διαγράψαι εἰκόνα προστάττεις. ÷ Ἀλλ’ ἤκουσεν ἂν εἰκότως πρὸς αὐτῆς· Ὅτι γε τῆς Χριστιανῶν τυγχάνουσα θεοσεβείας, ἐξ ἀποστολικῶν κηρυγμάτων τε ὁρμωμένη, καὶ δογμάτων ὀρθῶν κατήκοος γενομένη, πίστει καὶ πόθῳ τῷ εἰς τὸν σώσαντα Θεὸν ταύτην ἐπιζητῶ, οὐδὲν ξένον καὶ ἀπὸ δόξης ποιοῦσα· ἀλλὰ τῷ τῶν πιστῶν ἔθει κεκινημένη, τοῦτο δρᾷν ἐπείγομαι.

Ὅτι μίαν μορφὴν ὁμολογῶν, τὴν ἑτέραν τερατώδη εἰσκομίζει. ÷ Ποίαν τοῦ Χριστοῦ εἰκόνα ἐπιζητεῖς; πότερον τὴν ἀληθῆ καὶ ἀμετάλλακτον, φύσει τοὺς αὐτοῦ χαρακτῆρας φέρουσαν; ἢ ταύτην ἣν δι’ ἡμᾶς ἀνείληφε τῆς τοῦ δούλου μορφῆς περιθέμενος τὸ σχῆμα; ÷ Ἐνταῦθα κατασοφίζεται διὰ τῆς προκειμένης πεύσεως τὴν τοῦ γυναίου ἁπλότητα· ἵνα τῷ διαφόρῳ τῶν μορφῶν ὁ τὰς μορφὰς συγχέων, εἰς ἀπορίαν περιβαλὼν, τῆς εὐσεβοῦς ὁρμῆς ἀποστήσειε, τὸν τῆς ἀληθοῦς ὁμολογίας ὅρον ἢ οὐκ εἰδὼς, ἢ ἑκὼν παραιτούμενος.

Περὶ ἕνα γὰρ καὶ τὸν αὐτὸν ἑκατέρα μορφὴ, τὸν Χριστὸν, φημὶ, ὡμολόγηται· ἡ μὲν κατὰ τὸ νοούμενον, ἡ δὲ κατὰ τὸ φαινόμενον ἐνθεωρουμένη, περὶ ἧς δὴ καὶ τὸ ζητούμενον ἦν. Ἀλλόκοτον οὖν καὶ ἀνούστατον ποτέραν τούτων ἐπιζητεῖ διαπυνθάνεσθαι. Μιᾶς γὰρ οὔσης τῆς κατὰ Χριστὸν ὑποστάσεως, καὶ πρὸς τὸ ὁρώμενον εἶδος τῆς αἰτήσεως ἱσταμένης, οὐκ ἐχρῆν μορφῶν διαφορὰς προΐσχεσθαι. Οὐδὲ γὰρ εἴ τις τοῦδε τοῦ ἀνθρώπου εἰ τύχοι διαγράψαι εἰκόνα ἐπιζητοίη, παρὰ τοῦ γραφέως ἀκούσεται πότερον τὴν τῆς ψυχῆς ἢ τοῦ σώματος ἐπιγραφὴν ἐπιτρέποι· ἐπεὶ μία ὑπόστασις ἐκ τούτων συνεστηκότων μερῶν, ὁ ἄνθρωπος, αὐτοῦ γὰρ τοῦ φαινομένου καὶ πεφυκότος γράφεσθαι καὶ εἰκονίζεσθαι ἡ αἴτησις ἤνεγκεν. Ἐπιτηρητέον δὲ ὅτι ἀληθῆ τὴν προτέραν εἰπὼν καὶ μέν γε καὶ ἀμετάλλακτον, δῆλον ἑαυτὸν καθίστησιν εὐθὺς τὴν ἑτέραν μορφὴν, ψευδῆ καὶ τερατώδη καὶ τὸ ἀμετάλλακτον οὐ διασώζουσαν, ἤδη δὲ τέλεον ἐξεστηκυῖαν εἰσκομίζων τῆς φύσεως· ἔστι γὰρ οὐκ ἀσυμφανὲς, ὡς δι’ ἣν πρεσβεύει τῶν φύσεων σύγχυσιν καὶ συνουσίωσιν, τὴν ἀνθρώπου μορφὴν ἀπαναίνεται, καὶ (ὃ δὴ πρὸς βλασφημίαν περιφανέστερον) ὅτι ἣν ἀληθῆ φάσκει καὶ χαρακτῆρας φέρειν διομολογεῖ, τίνας χαρακτῆρας καὶ ὁποίους, οὐδαμῶς προστίθησι.

Καὶ γὰρ οἱ χαρακτῆρες τῶν ἐν σχέσει ὄντες, ὃν χαρακτηρίζουσιν, ὁποῖός ἐστι περιστάνουσιν. Οὓς δὴ πλείονας καὶ φυσικοὺς ὑποτίθεται· ἵνα ἁπάντων σύνθετον τὴν μορφὴν ἐκείνην καὶ πολυειδῆ διὰ τῆς σχεδιασθείσης αὐτῷ εἰκόνος ἀποφήνῃ. Ἡμεῖς δὲ πρὸς τοῦ μυσταγωγοῦ τῶν θειοτέρων παιδευόμεθα, χαρακτῆρα εἶναι τῆς τοῦ Πατρὸς ὑποστάσεως τὸν Υἱὸν, ὡσαύτως καὶ εἰκόνα, καὶ ἐν μορφῇ τοῦ Θεοῦ ὑπάρχειν· διὰ πάντων τὸ ἀπαράλλακτον πρὸς τὴν τοῦ Πατρὸς οὐσίαν τε καὶ θεότητα τοῦ Υἱοῦ καὶ μανθάνοντες καὶ πιστεύοντες, οὐ μὴν χαρακτῆρος, ἤτοι ὑποστάσεως, γεγενῆσθαι προσθήκην διὰ τοῦ προσλήμματος ἢ σύγχυσιν πρὸς τὸ προσειληφὸς ὁμολογοῦντες. Οὗτος δὲ ὁ σοφὸς ὁπόθεν ἡμῖν χαρακτήρων ἐπαριθμεῖν πλῆθος ἐπὶ τοῦ Θεοῦ Λόγου παρείληφεν, οἱ νῦν αὐτοῦ ἀναφανέντες φοιτηταὶ ῥᾳδίως παρεξηγήσονται· ἡ γὰρ εὐσεβὴς ὁμολογία τοῦτο οὐκ ἐξεπίσταται. Εἶτα ἐπὶ μὲν τῆς θείας μορφῆς τῆς ἁπλῆς καὶ πάντη ἀΰλου καὶ ἀσυνθέτου χαρακτῆρας εἰσφέρειν πλείονας οὐκ ἐρυθριᾷ, ἐπὶ δὲ τῆς δουλικῆς μορφῆς τῆς ἐνύλου καὶ συνθέτου καὶ πολυμεροῦς φύσεως διδόναι χαρακτῆρα σωματικὸν οὐδὲ τὸ παράπαν ἀνέχεται· ἀχαρακτήριστον δὲ αὐτὴν, καὶ ὡς ἀληθῶς εἰπεῖν μορφὴν ἀμόρφωτον δογματίζει, ἐπειδὴ τὸ ἐν ἀνθρώπῳ τέλειον Χριστῷ οὐ δίδωσιν, ἔπειτα οὐδὲ μορφὴν δούλου ἁπλῶς ἀνειληφέναι τὸν Κύριον ἔφη· ἀλλὰ τὸ σχῆμα τῆς δούλου μορφῆς.

Οὕτω τὰ κατὰ τὴν οἰκονομίαν τῷ ὄντι κατασχηματιζόμενος, τὴν ἐξαπάτην ἡμῖν τῆς φαντασίας προανακρούεται, ὅπερ αὐτὸς οὐ πολλῷ ὕστερον ἐμφανέστερον ἐρεῖ.

Σχῆμα δὲ μορφῆς ὅ τι καὶ ᾤετο, οἱ αὐτοῦ σαφέστερον ἑρμηνευέτωσαν, ἀγνοοῦντες ὅτι καὶ ἡ μορφὴ σχῆμά ἐστι καὶ ἐπὶ πλέον τὸ σχῆμα· ταὐτὸν γὰρ λέγειν ἐστὶν, οἷον εἴ τις ἀπαιδεύτως εἴποι τοῦ ἀνθρώπου τὸ ζῶον, ἀλλ’ οὐχὶ τὸν ἄνθρωπον ζῶον.