Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Ἔλεγχος καὶ ἀπολογία

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Η θεολογική έννοια της μορφής και η πραγματικότητα της ενανθρωπήσεως

Ανάλυση της έννοιας της μορφής και της υποστατικής ενώσεως, με έμφαση στην πρόσληψη πραγματικού ανθρωπίνου σώματος από τον Λόγο έναντι των δοκητικών αντιλήψεων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 4 από 14

Ὅτι Ἀρειανοὶ τὴν μορφὴν, οὐ φύσιν κυρίως λέγουσιν, ἀλλὰ σχῆμα ψιλὸν ὑποστάσεων δίχα. Τί οὖν αὐτῷ ὁ λόγος βούλεται; ὡς γὰρ οἱ τῆς ἀθέου τῶν Ἀρειανῶν αἱρέσεως, καίτοι καὶ τὸν ἐν μορφῇ Θεοῦ τὸν Υἱὸν ὑπάρχειν ἀκούοντες, οὐκ ἐν ταυτότητι τῆς τοῦ Πατρὸς οὐσίας τίθενται (οὐ γὰρ ἴσασιν οὐσίας καὶ μορφῆς τὸ ἀπαράλλακτον, ἑτεροούσιον δὲ αὐτὸν καὶ κτίσμα καταγγέλλουσιν)· οὕτως οὐδὲ τὴν τοῦ δούλου μορφὴν φύσιν ἀληθῶς καὶ κυρίως σημαίνειν ἀνέχονται, σχήματι ψιλῷ μόνον ὑποστάσεως δίχα ὑπάρξαι φαντασιούμενοι. Πῶς δ’ ἂν ὑποσταίη ἀνθρώπειον εἶδος, εἴ τις αὐτὸ ὑπόθοι τὸ ἄψυχον; Ἀλλὰ τί ποτέ ἐστιν ἡ τοῦ δούλου μορφὴ, ἀναγκαῖον πρότερον διορίσασθαι, καὶ οὕτω τοῖς παρὰ τῶν ἐναντίων λόγοις ἀντεπεξάγειν. Ἐπισκεπτέον δὲ πότερον ἁπλοῦν τι χρῆμα καὶ ἑνοειδές ἐστιν ἡ τῆς μορφῆς προσηγορία, ἢ τῶν ὁμωνύμων καὶ κατὰ διαφόρων σημαινομένων φερόμενον. Ἀλλ’ ὅτι μὲν ἁπλοῦν οὐκ ἔστι πρόδηλον τοῖς καὶ κατὰ μικρὸν τῇ φωνῇ ἐφιστάνουσι, πολύσημον δὲ τυγχάνειν ὄν. Οὐκοῦν ἄμεινον τὸν περὶ τούτου λόγον ποιούμενον, διελέσθαι πρότερον τὰ ἐκ τῆς φωνῆς σημαινόμενα, ὡς ἂν ἄριστα ὅτου ἕνεκεν ἡ σκέψις ἡμῖν ἐστι, γνοίημεν. Φέρεται γὰρ τοὔνομα καὶ ἐπὶ τοῦ καθ’ ἕκαστον ἀνθρώπου, καὶ μὴν καὶ ἐπὶ τοῦ εἴδους τοῦ εἰδικωτάτου· πρὸς δὲ καὶ ἐπὶ τῆς ἁπλῶς οὐσίας, ὅταν ἐπὶ τῆς θεολογίας παραλαμβάνηται.

Τί ἐστι μορφὴ, καὶ κατὰ τί εἴρηται μορφὴ, καὶ ὁσαχῶς εἴρηται; Α. Μορφὴ δὴ οὖν λέγεταί τε καὶ ἔστι, κατὰ τὸ προχείρως καὶ ἰδίως ἐν τῇ συνηθείᾳ παραλαμβανόμενον, ὡς ἐφ’ ἧς νῦν εἰπεῖν ὁ λόγος ἡμῖν ὥρμηται, σύνθεσις σώματος ἐν ὑποστάσει θεωρουμένου· ἤτοι τὸ ὁρώμενον σωματικὸν εἶδος, ἔκ τε μελῶν καὶ μορίων διεσχηματισμένον καὶ μεμορφωμένον· πεποσωμένον τε καὶ κεχρωσμένον· ὄγκῳ τε καὶ μεγέθει καὶ διαστάσεσι διειλημμένον· περιγραπτόν τε ἤδη, καὶ τοῦ γράφεσθαι καὶ εἰκονίζεσθαι λαχὸν φύσεως· ὃ δὴ καὶ αἰσθήσει καὶ δείξει ὑποπέπτωκεν· ἐφ’ οὗ λόγος, καὶ τὸ εἶδος ὡς ἀληθῶς ἄξιον τυραννίδος. Οὐκ ἄδηλον δὲ ὅτου χάριν ἡ μακρὰ τοῦ ὁρισμοῦ περίοδος· διὰ γὰρ τοὺς δοκήσει καὶ φαντασίᾳ ἐνηνθρωπηκέναι τὸν Κύριον ληρωδοῦντας ταῦτα ἡμῖν εἴρηται.

Β. Ἔτι δὲ μορφὴ εἴρηται καὶ τὸ κοινὸν τῶν ἀνθρώπων εἶδος, ὅ ἐστι τὸ εἰδικώτατον εἶδος, καὶ ἡ φύσις ἡ ἀνθρωπεία, ὑπὸ τῶν οὐσιωδῶν διαφόρων ὥσπερ διαμορφούμενον καὶ εἰδοποιούμενον, καὶ οἷον οὐσία μεμορφωμένη.

Ἀλλὰ ταῦτα ἐπὶ τῶν γενητῶν καὶ καθ’ ἡμᾶς. Γ. Ἐπὶ δὲ τῆς θεολογίας μορφὴ λέγεται ἡ οὐσία ἁπλῶς, ἡ κατ’ ἰδίαν θεωρίαν θεωρουμένη, καὶ ἑτέρου πρὸς τὴν ἑαυτῆς μὴ δεομένη δήλωσιν· καθ’ ἣν τὸ ταὐτὸν καὶ ἀπαράλλακτον τῆς ὑπερουσίου θεότητος ἐν τῇ τῶν ὑποστάσεων Τριάδι γνωρίζεται καὶ πιστεύεται· ᾧ σημαινομένῳ καὶ ὁ μέγας Ἀπόστολος ἐν μορφῇ τοῦ Θεοῦ καὶ Πατρὸς τὸν Υἱὸν καὶ Θεὸν ὑπάρχειν ἀποφαίνεται, καθάπερ δὴ καὶ εἰκόνα τοῦ γεγεννηκότος ἐκδιδάσκει, διὰ τὸ κατ’ οὐσίαν ταὐτὸν καὶ ὡσαύτως ἔχον. Ἐπὶ γὰρ τῆς ἁπλῆς καὶ ἀσυνθέτου καὶ ἀοράτου καὶ θείας φύσεως, εἶδος λέγειν οὐ θέμις.

Πῶς τὸ Ἐκσφράγισμα τῆς μορφῆς κατὰ τὰ ἀνθρώπινα ἰδιώματα καταχαρακτηρίζεται. Τοσαυταχῶς τοίνυν εἰρημένης τῆς μορφῆς, περὶ τοῦ προτέρου δηλουμένου, ὅδε ἡμῖν ὁ λόγος πρόκειται νῦν. Ταύτῃ γοῦν ÷ τὸν ἐν μορφῇ Θεοῦ ὑπάρχοντα, μορφὴν δούλου λαβεῖν, καὶ ἐν ὁμοιώματι ἀνθρώπων γενέσθαι· καὶ σχήματι εὑρῆσθαι ὡς ἄνθρωπον. ÷ Τῷ αὐτῷ τοῦ λόγου σχήματι καὶ τῇ φωνῇ προσχρησάμενος ἔφη ὁ Ἀπόστολος· ÷ Μεσίτην τε Θεοῦ καὶ ἀνθρώπων, καὶ μορφῆς κεκοινωνηκέναι ἑκατέρας. Ἐπεὶ γὰρ τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκὸς, καὶ αὐτὸν παραπλησίως μετεσχηκέναι τῶν αὐτῶν. ÷ Τόδε ἐστὶν ὃ τὴν πεσοῦσαν τοῦ πρώτου Ἀδὰμ ὑπὸ τὴν ἁμαρτίαν ὑλικὴν καὶ χοϊκὴν χαρακτηρίζει φύσιν· καὶ τοῦτο δὴ τὸ ὁρατὸν εἶδος καὶ ἀνθρώπειον σῶμα, οὐκ ἄλλο κατὰ τὴν φύσιν παρὰ τὸ κοινὸν εἶδος τυγχάνον, ἐν ᾧ ἐδείχθη Χριστὸς ἐψυχωμένῳ ψυχῇ λογικῇ τε καὶ νοερᾷ, τοῖς ἀνθρώποις συναναστρεφόμενος· τέλειος ἄνθρωπος κατὰ πάντα, χωρὶς ἁμαρτίας, ὥσπερ δὴ καὶ Θεὸς τέλειος ἐν τῇ μιᾷ συνθέτῳ ἑαυτοῦ ὑποστάσει, καθ’ ἣν αἱ μορφαὶ συνελθοῦσαι, ἤγουν αἱ φύσεις, ἕνα καὶ τὸν αὐτὸν ἡμῖν Χριστὸν καὶ Υἱὸν καὶ Κύριον ἀπετέλεσαν.

Ὅτι τῶν ἀνοσίων Βαλεντίνου, καὶ Μαρκίωνος, καὶ Μάνεντος καὶ Ἀρείου ὁμόφρων ἦν Εὐσέβιος. Ταύτης οὖν τῆς μορφῆς τὸ ἀπεικόνισμα τῆς ὁρατῆς ἡμῖν καὶ ὁμοειδοῦς ἡ βασίλισσα Εὐσέβιον, ὡς φησὶν, ᾔτησεν. Οὐκοῦν τούτων οὕτως διευκρινημένων, ὅτι ἂν λεχθείη ἐν τῇ ἀνὰ χεῖρα διασκέψει τῆς κατὰ Χριστὸν δουλικῆς μορφῆς ἕνεκεν, τὸ κυριακὸν σῶμα τὸ ἐψυχωμένον λογικῇ καὶ νοερᾷ ψυχῇ, ἤγουν ἡ κατὰ Χριστὸν ὑπόστασις, νοείσθω· περὶ ἧς ὁ Εὐσεβίου διαστασιάζων πρόεισι λόγος. Καὶ γὰρ ἔοικεν Εὐσέβιος, κατὰ τὸ δοκοῦν, ὡς ἂν αὐτῷ βουλομένῳ εἴη, ταύτῃ μετασχηματίζειν καὶ μεταπλάττειν μεταβολαῖς τε ὑλικαῖς καὶ ἀνακράσεσι ῥᾷστα μάλα καὶ ἑτοιμότατα, ὡς οὐκ εἰς μακρὰν δηλωθήσεται· πρὸς μηδὲν γὰρ τῆς βασιλικῆς καὶ λείας ὁδοῦ ἐφαπτόμενος, τὴν ἑαυτοῦ τραχεῖαν καὶ ἀνάντη πορεύεται.

Μή ποτ’ οὖν ἐκεῖνο εἰπεῖν ἐστι ἀληθέστερον, ὡς τὰ θρυλούμενα βδελυκτὰ καὶ ἀνόσια Βαλεντίνου τε καὶ Μαρκίωνος καὶ μὲν δὴ καὶ Μάνεντος, τῶν ἐξαγίστων καὶ θεοστυγῶν, δόγματα προσηκάμενος ἀρειανίζων ἐναπεμάξατο, χρόνῳ μόνῳ τὸ διάφορον ὑποφαίνων· ᾗ ἐκείνοις μὲν καὶ ἡ γένεσις αὐτὴ, τούτῳ δὲ ὁ τῆς μεταμορφώσεως τρόπος, (ὡς δοκεῖ δὲ καὶ τὸ πᾶν τὰ μετὰ τὴν ἀνάστασιν καὶ τὴν εἰς οὐρανοὺς ἄνοδον, ὑπόθεσις) κακῶς καὶ ἀνοήτως τῆς φαντασίας ἐπενοήθησαν. Κἀκεῖνοι γὰρ λέξεις τινὰς τοῦ ἀποστόλου ἀποσπαράξαντες τὴν δυσσεβῆ τῆς δοκήσεως κατεσκεύασαν ἀτοπίαν· ἐξ ὧν αὐτοῖς ἅπας ὁ τῆς οἰκονομίας ἀνατέτραπται λόγος· τί γὰρ φασί; ÷ Δούλου μορφὴν ὁ λόγος ἀνείληφεν, οὐκ αὐτὸν τὸν δοῦλον, καὶ ἐν σχήματι γεγενῆσθαι, ἀλλ’ οὐκ αὐτὸν τὸν ἄνθρωπον προσειλῆφθαι, καὶ δὴ καὶ ἐν ὁμοιώματι ἀνθρώπου, οὐκ ἄνθρωπον πεφηνέναι. Ταῦτα δὲ οὐκ ἄνθρωπος ἀληθῶς, φασὶν, οὐδὲ φύσις ἀνθρώπου. ÷

Τί ἐστιν· ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας τὸν Χριστὸν γεγενῆσθαι; Ταῦτα οὖν νεωτερίζων καινίζειν Εὐσέβιος ἐπεχείρησε τῇ τῆς οἰκονομίας ἐπηρεάζων ἀληθείᾳ· φησὶ τοίνυν εὐθύς, ÷ Ὅτι ὁ τοῦ Θεοῦ λόγος καὶ Θεὸς μορφὴν δούλου λαβὼν ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας τὴν ἁμαρτίαν κατέκρινεν, ᾗ φησὶν ὁ θεῖος ἀπόστολος. ÷ Πάλιν ὡσαύτως ἐκείνοις ÷ τῷ σχήματι ÷ παραπλησίως τοῖς ἀποστολικοῖς ῥητοῖς ἀποκέχρηται, ÷ ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας ÷ φάσκων· ἑαυτῷ δὲ ταῖς διανοίαις ἑπόμενος ὁμοίως τοῖς προκειμένοις, καὶ ταῦτα, καθάπερ ἐκεῖνοι, κακῶς ἐκδεχόμενος, καὶ δοκήσει πεπρᾶχθαι τὴν οἰκονομίαν πραγματευόμενος· ἐλέγχεται δὲ πόῤῥω που τῆς ἀληθείας ἀποπεπτωκώς.

Οὐ γὰρ ὁ τῶν διδασκάλων τῆς Ἐκκλησίας λόγος, οἳ τῶν ἀποστολικῶν δογμάτων ὀπαδοὶ καὶ συνήγοροι γεγόνασιν, ταῦτα ἡμῖν διασαφεῖν βούλεται· μορφὴν γὰρ καὶ οὐσίαν ταὐτὸν εἶναι ὁρίζονται, καὶ ἴσον ἀμφότερα δύνασθαι· ὥστε τὸ κατὰ μορφὴν ἴσον καὶ κατὰ οὐσίαν εἶναι ἴσον, θεοπρεπῶς ἐπὶ Θεοῦ τῆς μορφῆς ἤδη νοουμένης· οὕτω γὰρ φύσιν ἀνθρώπου ἀληθῶς καὶ αὐτὸν ὅλον ἄνθρωπον ἐκ ψυχῆς καὶ σώματος διὰ τῆς μορφῆς ἀνειληφέναι δοξάζουσιν. Ὡς οὖν ἡ μορφὴ Θεοῦ τέλειος Θεὸς, οὕτω καὶ ἡ μορφὴ τοῦ δούλου τέλειος ἄνθρωπός ἐστι· κενώσας γὰρ ἑαυτὸν ὁ Λόγος, οὐ μεταβολὴν ἢ μετάπτωσιν ἐδέξατο· ἀλλὰ μένων ὃ ἦν, προσέλαβεν ὃ οὐκ ἦν· καὶ σὰρξ γενόμενος, μεμένηκε θεός·

Λόγος ὢν καὶ ἄνθρωπος ὁ αὐτὸς, ἀμεταβλήτως καὶ ἀσυγχύτως, ἀδιάσπαστον ἔχων τὴν καθ’ ὑπόστασιν ἕνωσιν, τὸ δὲ ἐν ὁμοιώματι ἀνθρώπων γεγενῆσθαι. Ἐπειδὴ τὰ μὲν εἶχεν ὁ Χριστὸς τῶν ἡμετέρων, τὰ δὲ οὐκ εἶχε. Τό τε γὰρ ἐκ συνουσίας καὶ συμπλοκῆς ἀνδρὸς, ᾗ ἐφ’ ἡμῶν ἔχει, ἐν αὐτῷ οὐκ ἦν, ἁμαρτίαν τε οὐκ ἐποίησεν, ÷ οὐδὲ δόλος εὑρέθη ἐν τῷ στόματι αὐτοῦ.

Ἔρχεται γὰρ, φησὶν ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν. ÷ Καὶ ἀνθρώποις μὲν ἐκ ψυχῆς καὶ σώματος ἡ ὕπαρξις· Χριστὸς δὲ πρὸς ταῦτα καὶ Θεὸς ἦν. Καὶ οὐ τὸ φαινόμενον ἦν μόνον, ἀλλὰ καὶ τὸ νοούμενον. Ταῦτα ὑπῆρχεν αὐτῷ, ἃ τῶν ἀνθρώπων οὐδενὶ ἑτέρῳ· ἐπεὶ οὖν οὐ ψιλὸς ἄνθρωπος, οὐδὲ τῶν πολλῶν εἷς, οὐδὲ ὅμοιος τοῖς πολλοῖς, διὰ τοῦτο φησὶν, ÷ ἐν ὁμοιώματι ἀνθρώπων γέγονε, ÷ τὴν μέντοι σάρκα καὶ τὸ φαινόμενον ὅμοιος ἀνθρώπῳ. Ἐπεὶ καὶ ἄνθρωπον αὐτὸν ἐν ἑτέροις φησὶν, ἡνίκα λέγει ÷ εἷς Θεὸς καὶ μεσίτης ἄνθρωπος Χριστὸς Ἰησοῦς. ÷ Καὶ πάλιν· ÷ ἐπειδὴ τὰ παιδία κεκοινώνηκεν αἵματος, καὶ σαρκὸς, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν, καὶ οὐ δή που ἀγγέλων, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται, ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι. ÷ Ἀλλὰ μὴν καὶ ὁμοίωμα ἀνθρώπου, ἄνθρωπος ἕτερος· οὐδὲ γὰρ ἵππος καὶ βοῦς ὁμοίωμα ἀνθρώπου, ὥστε κατὰ ταῦτα ἄνθρωπος ὁ Χριστός. Εἰ γὰρ μὴ τοῦτο δοῖεν, σκιὰ ἂν εἴη καὶ φάσμα, καὶ οὐκ ἔτι ἀνθρώπου ὁμοίωμα. Τί οὖν ἐροῦσι Ἰωάννῃ λέγοντι ÷ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ὑμῖν; ÷ Εἶτα ÷ μορφὴν δούλου, φασὶν οἱ φασματώδεις, ἔλαβεν ὅτε τὸ λέντιον διαζωσάμενος τοὺς πόδας τῶν μαθητῶν ἔνιψε· τοῦτό ἐστι μορφὴν δούλου λαβεῖν. ÷ Ἀλλ’ οὐκ ἔστι τοῦτο μορφὴν δούλου λαβεῖν, ἀλλ’ ἔργον δούλου. Ἕτερον δὲ ἔργον, καὶ ἕτερον μορφή.

Οὐδαμοῦ γὰρ οὔτε ἐν τῇ γραφῇ, οὔτε ἐν τῇ συνηθείᾳ, ἀντὶ ἔργου ἡ μορφὴ εἴρηται· πολὺ γὰρ τὸ διαλλάσσον, ἐπεὶ τὸ μὲν φύσεως, τὸ δὲ ἐνεργείας, ἄλλως δὲ οὐδὲ τὸ ἔργον πέπρακται κατ’ ἐκείνους, οὐδὲ διεζώσατο.

Εἰ γὰρ φαντασία τὸ πρᾶγμα ἦν, οὐκ ἦν ἀλήθεια. Εἰ μὴ χεῖρας εἶχε, πῶς ἔνιψεν; εἰ μὴ ὀσφῦν, πῶς διεζώσατο; ἢ ποῖα ἱμάτια ἔλαβεν; ὥστε οὐδὲ ἔργον γεγονὸς εὑρίσκεται, ἀλλ’ ἀπάτη ἐστὶ μόνον. Εἰ γὰρ τῷ ὄντι σῶμα οὐκ ἦν, τίς τοὺς μαθητὰς νίπτων ἐφαίνετο; τὸ δέ· ÷ Ἐν σχήματι εὑρῆσθαι αὐτὸν ὡς ἄνθρωπον, ÷ οὐκ ἀνύπαρκτόν τι καὶ ἀνυπόστατον σχῆμα χωρὶς σώματος καὶ ὑποκειμένου ἐννοεῖν ὁ λόγος ἐνδίδωσιν, ὡς ἐν ψιλαῖς ἐπινοίαις καὶ διακένοις φαντασίαις λαμβανόμενον· ὅπερ οἱ τῆς δοκήσεως ἐξηγούμενοι κακῶς καὶ ἀνοήτως ὑπειληφότες, διὰ τοῦτο μήτε γράφεσθαι μήτε εἰκονίζεσθαι τὸν Χριστὸν κενολογοῦσιν· ἀλλὰ τοῦτο δὴ τὸ σχῆμα ὃ ἕπεται καὶ διαφαίνεται ἐν τοῖς ὑλικοῖς καὶ στερεοῖς σώμασιν, ἃ δὴ μεγέθει καὶ ἀντιτυπίᾳ καὶ διαστήματι πάντως διείληπται, καὶ οὗ ἄνευ σῶμα· οὐκ ἂν συσταίη πώποτε. Πᾶν γὰρ σῶμα ἐσχηματισμένον ἐστίν· ᾧ οὖν σχήματι τὸ τοῦ ἀνθρώπου σωματικὸν εἶδος ὄμμασιν αἰσθητοῖς ὑποπίπτει, τούτῳ μεμόρφωτο ὁ Κύριος, καὶ τῷ τοιῷδε εἴδει εὑρῆσθαι καὶ ὀφθῆναι αὐτὸν λέγεται, καὶ ὡς ἂν εἴποι τις τὸ Ἐν σχήματι ἀνθρώπου ὁρᾶσθαι, καὶ καθάπερ ἄλλος ἄνθρωπος.

Τί οὖν οἱ τῆς δοκήσεως πρὸς τὸν Ἀπόστολον φήσουσι περὶ Χριστοῦ λέγοντα· ÷ Ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ; ÷ Εἰ δὴ πάντα αὐτοῖς τὰ τῆς Ἐκκλησίας καὶ πίστεως ἡμῶν ὀνείρων καὶ φασμάτων οὐδὲν διενήνοχε, τάχα καὶ τὰ κατὰ τὴν μέλλουσαν καὶ κοινὴν ἀνάστασιν ἐπιπλέον αὐτοῖς ἀπιστηθήσεται. Εἰ οὖν σύμμορφον ἐκείνῳ τῷ σώματι τὸ ἡμέτερον ἔσται, πῶς οὐχὶ κἀκεῖνο μορφὴν ἔχει καὶ μεμόρφωται; ἢ ἐν τίνι γε δοξασθήσεται; ἢ πῶς τῷ ἀμόρφῳ συμμορφωθήσεται; οὐδὲ γὰρ αἱ ἕξεις ταῖς στερήσεσιν εἰκασθήσονται, ἢ συντετάξονται, ἀντικειμένως πρὸς ἀλλήλας ἔχουσαι, καὶ θέσεως οὕτω μὴ κεκοινωνηκυῖαι. Τὸ δὲ ÷ ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας ÷ εἰρῆσθαι, οὐ φησὶν, ὅτι σάρκα οὐκ εἶχεν, ἀλλ’ ὅτι ἡ σὰρξ ἐκείνη οὐχ ἥμαρτε· καὶ ὅτι ὁμοία ἦν τῇ ἁμαρτησάσῃ σαρκὶ κατὰ τὴν φύσιν, οὐ τῇ κακίᾳ καὶ τῷ σαρκικῷ φρονήματι· οὐδὲ γὰρ τὰ ἀπὸ κακίας πάθη προσήκατο, ὅσα τὸ καθαρὸν τῆς ζωῆς ἡμῶν ἐπιῤῥυπαίνει, δι’ ὃ οὐ γέγραπται· ἐν ὁμοιώματι σαρκὸς, ἁπλῶς, ὡς Εὐσεβίῳ δοκεῖ· ἀλλ’ ÷ ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας. ÷ Οὐχ ἑτέραν οὖν εἶχε σάρκα παρὰ τὴν ἡμετέραν, τὴν πεσοῦσαν διὰ τῆς ἁμαρτίας, οὐδὲ μετεβλήθη· ἀλλὰ τῆς αὐτῆς ἦν ἡμῖν φύσεως, ὅμως ἀναμάρτητος, δι’ ἧς κατέκρινε τὴν ἁμαρτίαν, καὶ τὸν δι’ αὐτῆς εἰσενεχθέντα καὶ κρατήσαντα θάνατον.

Ὁμοφυὲς οὖν καὶ ὁμοειδὲς τοῖς ἡμετέροις σώμασι τὸ αὐτοῦ· ὅπερ καλοῖτο ἂν ἀποστολικῶς, ὁμοίωμα σαρκὸς ἁμαρτίας διὰ τὸ ἀναμάρτητον. Ὡς τῶν ἄλλων πάντων σωμάτων τῶν ἐπὶ γῆς σαρκῶν ἁμαρτίας λεγομένων, πρὸς τὸ οὖν καθαρὸν καὶ ἀναμάρτητον ἀπιδὼν ὁ Ἀπόστολος ὁμοίωμα σαρκὸς ὀνομάζει· οὕτω μὲν δὴ οἱ τοῦ Πνεύματος ὑποφῆται τὰ τοῦ Πνεύματος ἡμῖν διατρανοῦσι λόγια· ἅπερ οἱ ἐκ τοῦ ἐναντίου ἐμπνεόμενοι πνεύματος οὐ προσιέμενοι, σκιαῖς μᾶλλον καὶ φάσμασι ταῦτα παραδιδόασι. Δι’ ὃ οὐ συγχωροῦσι τὸν Χριστὸν εἰκονίζεσθαι· οὐδὲν γὰρ ἐν αὐτῷ ἀνθρωπείου εἴδους ἢ σχήματος πρὸς ἀλήθειαν ἐμφαίνεσθαι ἀξιοῦσι· παρ’ οἷς οἱ νῦν κατὰ τῆς Ἐκκλησίας ἐπιφυέντες μαθητευόμενοι, καὶ ὧν τὴν φασματώδη διδασκαλίαν ζηλώσαντες, τὰ ἱερὰ τοῦ σώματος Χριστοῦ καὶ τῆς οἰκονομίας σύμβολα τέλεον ἀπηχρείωσαν, τὴν ἀληθῆ καὶ ἀρχῆθεν κρατήσασαν τῆς Ἐκκλησίας παράδοσιν εἰς ἅπαν ἀποπεμψάμενοι.

Ὅτι Εὐσέβιος τῇ βασιλίδι αἰνίσσεται, ὅτι οὐκ ἰσχύει ὁ Χριστὸς ῥύσασθαι ἡμᾶς εἰδώλων. Εὐσέβιος δὲ εἴπου τῶν καιρίων τινὸς ἐφαπτόμενος δόξει ἔναυσμά τι τῆς ἀληθείας φέρειν, ἢ περὶ τὴν οἰκονομίαν εὐγνωμονῶν αἷμα καὶ σάρκα πλαττόμενος, ἢ περὶ τὴν θεολογίαν εὐθυπορῶν, καὶ ἀποσεμνύνειν ἐπιχειρῶν· ἢ λαθὼν τοῦτο δρᾷ, ἢ σοφιζόμενος καὶ τοὺς ἀκεραιοτέρους παραλογιζόμενος, ὡς ἂν μὴ φωραθείη τὸ πᾶν τῆς πίστεως ἠρνημένος μυστήριον.

Καὶ γὰρ τοῦτο τοῖς αἱρετίζουσι δολερῶς ἐπιτετήδευται, διά τινος χρηστολογίας καὶ πιθανότητος ἐκκαπηλεύειν καὶ νοθοῦν τὸν ὑγιᾶ καὶ ὀρθὸν τῆς καθ’ ἡμᾶς εὐσεβείας λόγον. Οἷα δὲ καὶ τὰ μετὰ ταῦτα ἐπισκεψώμεθα. ÷ Οὕτως ἡμᾶς, φησὶ, τῆς παλαιᾶς πικρίας καὶ δαιμονικῆς δουλείας τῷ τιμίῳ αἵματι λυτρωσάμενος ἀπηλευθέρωσεν. ÷ Βαβαὶ τῆς σοφίας Εὐσεβίου καὶ συνέσεως! πῶς οὐκ ἄν τις ἀγάσαιτο τὸ ἀλλόκοτον αὐτοῦ καὶ ἀνόητον; ἡ μὲν γὰρ βασίλισσα εἰκόνα Χριστοῦ ἐπιζητεῖ, καθ’ ὃ τῷ καθ’ ἡμᾶς εἴδει κεχρημάτικεν ἄνθρωπος, τοῦ τῆς εἰδωλικῆς μανίας καὶ τῆς τοῦ ἀοράτου δυνάστου ἐξουσίας ἐξελόντος· πιστή γε οὖσα καὶ τὰ Χριστιανῶν μεμυημένη, καὶ τοῖς Χριστιανῶν ἔθεσιν ἐντρεφομένη, καὶ εἰς τοῦτο τῆς εἰς Χριστὸν ἀγάπης καὶ πίστεως θερμῶς ἀφιγμένη· αὐτὸς δὲ ἀνεπιστημόνως καὶ ἀσυνέτως πρὸς τὴν αἴτησιν ὑπαντιάζων, ἀνακόλουθον καὶ πεπλανημένην τοῦ λόγου ποιεῖται τὴν πρόοδον, καὶ ὥσπερ ἐπὶ εἰδώλων ματαίων προτρέπουσαν ποίησιν, τὴν φωνὴν ἀπαναινόμενος ἀποτρέπεται.

Καὶ δυοῖν θάτερον· ἢ γὰρ ταῖς ἀληθείαις ἀναμέσον καθαροῦ καὶ ἀκαθάρτου διαστεῖλαι οὐ προῄρηται, οὐδ’ ὅτι ÷ κοινωνία φωτὶ πρὸς σκότος οὐδεμία· ἡ συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων, ÷ πεπίστευκεν, οὕτω τὰς ἀποστολικὰς φωνὰς σαφῶς διωθούμενος (εἴδωλον γὰρ αὐτῷ ἀσεβῶς καὶ ἀθέως τὸ τοῦ Σωτῆρος λελόγισται ἀπεικόνισμα)· ἢ τῆς παναλκοῦς Χριστοῦ καταγορεύει δυνάμεως, ὡς οἷα οὐκ ἐξισχύσαντος ἡμᾶς τῆς τοῦ διαβόλου καταδυναστείας ἐλευθερῶσαι· προσέτι δὲ καὶ τὰς θεοπνεύστους γραφὰς ψευδεῖς ἀποδεῖξαι βουληθεὶς καὶ τὸ θεῖον κήρυγμα, ἅπερ τρανῶς ἡμῖν διὰ τῆς τῶν πραγμάτων αὐτῶν ἐνεργείας εἰς συγκατάθεσιν ἕλκει πιστεύειν τε καὶ κηρύσσειν περιφανῶς, μηκέτι μνήμην εἰδώλων τῇ Χριστιανῶν ποίμνῃ ἐμπολιτεύεσθαι. Πρόσκειται δὲ ἐν τούτοις καὶ ὕβρις τῇ βασιλίσσῃ, εἴ γε καὶ ἄκουσαν διὰ τῶν λόγων ἀμύητον ἀποφαίνει, καὶ τῆς Ἑλληνικῆς δεισιδαιμονίας μήπω ἀπηλλαγμένην, καὶ μάτην τὸ τοῦ Χριστοῦ προβαλλομένην ὄνομα, ὡς ἂν καὶ ἑαυτὴν ἠγνοηκέναι, ὁποίας τε ἤδη καὶ θρησκείας μετέλαχεν. Ἀλλ’ ὄντως ἐκεῖνο μόνον ἔλαθεν, ὅτι ὡς εὐσεβεῖ Εὐσεβίῳ προσάγεται.