Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Ἔλεγχος καὶ ἀπολογία

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Εισαγωγή και ιστορικό πλαίσιο της εικονομαχικής έριδας

Εισαγωγική αναφορά στην ανασκευή των εικονομαχικών θέσεων, την πλαστογράφηση κειμένων και την επιβολή της αιρέσεως από τους Ισαύρους, καθώς και τους διωγμούς κατά των ορθοδόξων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 1 από 14

Ἀντίῤῥησις καὶ ἀνασκευὴ τῶν Εὐσεβίου καὶ Ἐπιφανίδου λόγων, τῶν κατὰ τῆς τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ σαρκώσεως ληρωδηθέντων. Ἤδη μὲν οὖν ἐν τοῖς πρόσθεν ἡμῖν εἰρημένοις, τῇ σφενδόνῃ θωρηχθέντες τοῦ Πνεύματος, τὸν ἀλαζόνα καὶ ὑπερήφανον Γολιὰθ, τὸν ἐξουδενοῦντα τὴν Συναγωγὴν Κυρίου, καὶ δεινὸν κατὰ τῆς εὐαγοῦς ἡμῶν θρησκείας ἀπειλοῦντα καὶ βρέμοντα, καταβεβλήκαμεν· τὰς δὲ ἀλόγους καὶ ἀμαθεῖς ἀντιθέσεις, αἷς αὐτός τε καὶ οἱ τοῦ δυσσεβοῦς δόγματος σπουδασταὶ κατὰ τῆς ἀληθείας ἀπεχρήσαντο, εἰς δύναμιν λελύκαμεν, καὶ πάσης ἀνοίας καὶ πλάνης ἐμπλέους ἀποδεδείχαμεν.

Ὅτι παρεγγράπτων καὶ νόθων βίβλων τὰς χρήσεις ὁ ΜΑΜΩΝΑΣ τὴν διάσκεψιν ἐποιήσατο. Ἀκολούθως δὲ λοιπὸν καὶ ἐπὶ τὴν τῶν χρήσεων, ἃς αὐτὸς ὁ Μαμωνᾶς προηγάγετο, τῶν νόθων καὶ παρεγγράπτων βιβλίων διάσκεψιν, ἐξ ὧν αὐτῷ ἅπας ὁ τῆς ἀσεβείας σκοπὸς συγκεκρότηται, ἰέναι τῷ λόγῳ διενοήθημεν· πολλὴν γὰρ πτοίαν καὶ σάλον τοῖς ἀπαιδεύτοις ἐντίκτουσαι, τὰς ἀστηρίκτους αὐτῶν καὶ ἀπαγεῖς καρδίας θορυβοῦσι καὶ κατασείουσι. Ταῖς ἁπλαῖς γὰρ τοῦ νοῦ ἐπιβολαῖς περιπλανώμενοι οἱ ἀνόητοι, ἀνεξετάστως τὸ ἐν αὐταῖς ψεῦδος καὶ τὴν ἀπάτην προσίενται, πρὸς τὸν τῆς ἀληθείας σκοπὸν ἀπευθῦναι τὸ τῆς ψυχῆς ὄμμα οὐκ ἐξισχύοντες, καὶ οἷα τὸ βλάπτον ἐκ τοῦ σώζοντος, καὶ τὸ χεῖρον ἀπὸ τοῦ κρείττονος, προλήψει δυσσεβείας καὶ ἔθει ἀλογωτάτῳ χειρωθέντες, ἐπικρῖναι οὐ βουλόμενοι, ἀφυλάκτως εἰς τὰ θήρατρα τῆς ἀπωλείας περιπίπτουσιν.

Ἀλλ’ ὅπερ οἱ δείλαιοι καὶ ἀσύνετοι οὐ συνίασι, πρὸς ἡμῶν, ὅπερ ὁ ἀψευδὴς δείκνυσι λόγος, ἀκούσονται· ὅτι περ ὁ τῆς ἀπιστίας, μᾶλλον δὲ ὁ τῆς ἀποστασίας ταύτης ἔξαρχος καὶ πατὴρ Μαμωνᾶς οὐ προηγουμένως δι’ αὐτὰς καὶ καθ’ ἑαυτὰς τὰς φωνὰς ταύτας προηγάγετο.

Ὧδε γὰρ τὰ κατ’ αὐτὸν ἔχει· οὐχ ὅπως γὰρ Πατέρων δόγμασιν ἕποιτο (ἦ γὰρ ἂν εὗρε Πατέρας διδασκάλους τῶν βελτιόνων ἐσομένους αὐτῷ), ἀλλ’ ὅπως τὴν ἑαυτοῦ κακοδοξίαν κρατύνηται· ἑτέραν γὰρ ἀποῤῥητοτέραν, καὶ ἐκ πατρῴου κατάγουσαν εἰς αὐτὸν κλήρου, ἐκέκτητο τὴν μύησιν. Καὶ ἐπειδὴ γεώδης ὢν, καὶ τῆς ὕλης ὅλος ὑπάρχων, χαμερπής τε καὶ τοῖς κάτω φερομένοις καὶ συρομένοις προστέτηκε· πλήρης τε φιλοσαρκίας καὶ ἐμπαθείας καὶ παντὸς ὑλώδους καὶ κοσμικοῦ φρονήματος, καὶ οἷα κτηνώδης καὶ ἀλογώτατος, τοῖς παροῦσι μόνοις τὸ πᾶν τῆς ζωῆς ὁριζόμενος·

Ὅτι ὁ Μαμωνᾶς τῶν εὐαγγελικῶν καὶ ἀποστολικῶν λόγων ἀντίπαλος καὶ τῆς τῶν Χριστιανῶν ἐλπίδος ἔκπτωτος. Διὰ τοῦτο τῆς μὲν Χριστιανῶν ἐλπίδος ἔκπτωτος καθειστήκει, καὶ τῶν εὐαγγελικῶν λόγων δυσμενὴς καὶ ἀντίπαλος, καὶ πρὸς τὴν τῶν μελλόντων καὶ ἀποκειμένων τοῖς ἀξίοις ἀγαθῶν καὶ ἀϊδίων ἀντίδοσιν τὰ τῆς καρδίας ἀπομεμυκὼς ὄμματα. Οὐδὲν γὰρ ὑπὲρ τὰ ὁρώμενα βλέπειν ἐδύνατο· διηγωνίζετο δὲ ὅπως τῶν ὀρεκτῶν μὴ ἀποτεύξοιτο. Διὰ ταῦτα ἐπεὶ τοῖς γε ἐπ’ ἐξουσίας ἐγχειρεῖν, καὶ αὐτόνομον τὴν κακίαν ἐργάσασθαι οὐκ ᾤετο δεῖν, ὡς οὐκ εἰς πέρας αὐτῷ αἴσιον ὑποπτεύων ἔσεσθαι, καὶ ἅμα τὸ ἐκ τῆς τυραννίδος αὐστηρὸν καὶ κατηναγκασμένον τῷ προφανεῖ τῆς ἀσεβείας πρόσαντες εἶναι καὶ ἀπίθανον τοῖς πολλοῖς δοκοῦν, ἐν προοιμίοις κακούργως καὶ ὑπούλως ταμιευσάμενος, ὥσπερ τι προσωπεῖον, τὰς βεβήλους ταύτας καὶ ἀνοσίους φωνὰς ὑποδύεται· καὶ ὡς ἐπί τι φρούριον ὀχυρώτατον καὶ δυσάλωτον καταφεύγει, καὶ εἰς συνηγορίαν τοῦ ἀσεβοῦς προβάλλεται δόγματος, ὡς δῆθεν ἐκ πατρικῶν δογμάτων ὁρμώμενος, κατασκιάσει μὲν τὴν ἑαυτοῦ πικρίαν, ἐκπορθήσει δὲ τῆς ἡμετέρας εὐσεβείας τὸ κράτος· καὶ δι’ αὐτῶν πείθειν φιλονεικῶν τοὺς πλείονας τὴν ἐκ τοῦ δόξαι λογικῶς ἅμα καὶ πατρικῶς ἐπιχειρεῖν τοῖς βεβουλευμένοις, τυραννίδα καὶ βίαν κλέψειν ἐλπίσας, καὶ λήσειν τοὺς πολλοὺς ὑποπτεύσας.

Ὅ τι ἐκ μιαροῦ καὶ γόητος Ἑβραίου ἐλύττησεν ἡ αἵρεσις εἰς Λέοντα καὶ Κωνσταντῖνον τοὺς Ἰσαύρους. Ἡ μὲν οὖν ἐκμηχανηθεῖσα σκηνὴ, καὶ τὸ πλάσμα τοιοῦτον, καὶ τῶν δραμάτων τὸ κομψὸν καὶ καταγεγοητευμένον, εἰς ὕστερον ἡμῖν εὐκάτοπτον διαδειχθήσεται· ὁ δὲ ἐν ἀποῤῥήτοις λόγος, ὁποῖος τοῖς πάθεσι τοῖς ἐκείνου συνήγορος εὐημερήσειν αὐτὸν κατὰ τὸν τῇδε βίον μάλιστα ὑπισχνούμενος, χρόνον τε ὡς μήκιστον διαζήσεσθαι, καὶ νίκας ὅτι πλείστας καὶ μεγίστας κατ’ ἐχθρῶν τε καὶ πολεμίων ἄρασθαι, οὗτος δὴ τίκτεται πρῶτον ἔκ τινος Ἰουδαίου μὲν τὴν θρησκείαν, μιαροῦ δὲ καὶ γόητος, καὶ μέγα κατὰ τῆς Χριστιανῶν ἐπιλελυττηκότος πίστεως, ὃς ᾤκητο μὲν, κατά τινας τῶν εἰδότων, περὶ τὴν Τιβεριάδα, ἔνθα προὔχων τῶν ὁμοεθνῶν ἦν. πρὸς δὲ τὸν τῶν Ἀράβων βασιλέα, ἐσχάτῃ νόσῳ τηνικαῦτα βληθέντα φοιτᾷ, ὑπισχνούμενος, εἰ πᾶσαν στήλην καὶ εἰκονογραφίαν τῶν ὑπὸ χεῖρα καθέλοι, τῆς μὲν νόσου ἀπαλλαγήσεσθαι, εὖ δὲ βιώσεσθαι, καὶ εὐδαιμονήσειν εἰς τὸ ἔπειτα, μάλα διαπρεπέστατα. Ὧν πέρι ἐν φθάσασι πλατύτερον εἴρηται, ὥστε δείκνυσθαι ἀληθῶς ἐξ Ἰουδαίων τε καὶ Σαρακηνῶν τὴν τοιαύτην ἠρτῆσθαι πλάνην· ἐκ δὴ τούτων, συγχωρήσει Θεοῦ, εἰς τὰ Χριστιανῶν ἐνσκῆψαν τὸ βλάβος ἐπιδεδήμηκεν.

Ὃ πρῶτος ὁ τοῦ Μαμωνᾶ πατὴρ περιπτυξάμενος κακῷ κακίστην κληρονομίαν καὶ δυσσεβεῖ παιδὶ καταλέλοιπεν· ἣν οὗτος ὥσπερ τῆς ἀσεβείας μᾶλλον ἢ τῆς ἀρχῆς κληρονόμος γενόμενος ηὔξησέ τε καὶ εἰς τέλος ἐκράτυνεν, ἐξ οὗ τὰ τοῦ βίου εὖ ἕξειν καὶ εἰς χρόνον ἐλάσαι μακρὸν ἀθέσμως καὶ ἀνοήτως ἐν ἐλπίσιν ἐτίθετο· καὶ πολὺ νοσήσας τὸ φίλαυτον καὶ φιλήδονον, τὴν καθ’ ἑαυτὸν εὐδοξίαν καὶ εὐμοιρίαν, μᾶλλον δὲ αἰσχύνην καὶ ἀδοξίαν τῆς τοῦ Χριστοῦ δόξης καὶ βασιλείας προείλετο. Δι’ ὅπερ προτεθεικὼς τὰ ἐν κτίσει τοῦ κτίσαντος, εἰκότως ἂν κτισματολάτρης αὐτὸς καλοῖτο· οὐ γὰρ Χριστιανοὶ, ὡς ἐκεῖνος πλανώμενος ἐληρώδησε, τὴν πρέπουσαν δόξαν καὶ τὸ σέβας τῷ Κτίστῃ διὰ πάντων ὁρωμένων καὶ ἀοράτων προσνέμοντες. Τί γὰρ ἂν καὶ εἴη πλὴν τῆς καθ’ ἡμᾶς πίστεως ὑψηλότερόν τε καὶ σεβασμιώτερον; πῶς οὖν ὁ ταύτῃ προσκεκρουκὼς οὐ μᾶλλον εἰδωλολάτρης ἐν δίκῃ νομισθήσεται; Ὁ μὲν οὖν σκοπὸς, καὶ τὸ βούλευμα τοῦ σοφιστοῦ τῆς κακίας, καὶ τοῦ πονηροῦ ἡ ἐγχείρησις· ὡσεὶ περιέλοι τὰς σεβασμίας ἱερογραφίας, ῥᾳδίως ἂν καὶ τῶν ἄλλων τοῦ μυστηρίου τοῦ καθ’ ἡμᾶς περιέσοιτο, καὶ τὸ πᾶν καθῃρηκὼς εἴη τῆς πίστεως.

Οὐ γὰρ ἐν ἄλλῳ μέρει τοσοῦτο τὰ τῆς θείας οἰκονομίας ἐβλάπτετο κινδυνεύοντα· ἐπείπερ ἐξ αὐτῆς πρώτης θέας τε καὶ ἐντεύξεως, περιφανῶς τὴν Χριστοῦ διαγράφουσιν ἡμῖν οἰκονομίαν· καὶ δὴ καὶ τῶν κατὰ γνώμην μηδαμῶς διαμαρτήσεσθαι. ÷ Πόθεν ἐν ὑμῖν πόλεμοι καὶ πόθεν μάχαι; οὐκ ἐντεῦθεν; ἐκ τῶν ἡδονῶν ὑμῶν τῶν στρατευομένων ἐν τοῖς μέλεσιν ὑμῶν, ÷ φησὶν ὁ θεῖος Ἰάκωβος.

Ἐκεῖθεν γὰρ ἀπομανεὶς ὁ ἐξάγιστος, τὴν κατὰ Χριστοῦ ὕβριν ἐξείργαστο, καὶ τὸν κατὰ τῆς δόξης αὐτοῦ ἐπανείλετο πόλεμον, καὶ κατέσεισεν ἡμῶν τὴν πίστιν, διεσκόρπισεν αὐθάδως καὶ ἀθέως τὰ καλῶς καὶ ἐνθέως συνηγμένα, καὶ τῇ Χριστοῦ ποίμνῃ, οἷα δὴ λύκος βαρὺς, εἰσπεσὼν δόγμασιν, ὥσπερ δήγμασι, ψυχοφθόροις καὶ ὀλεθρίοις ἐσπάραξε.

Ὅτι τῶν ἱερῶν ναῶν καὶ ἀναθημάτων τὴν εὐκοσμίαν κατέσκαψεν. Τοιγάρτοι καθαιρεῖ μὲν τῶν ἱερῶν οἴκων τὴν εὐκοσμίαν· ταὐτὸν δὲ εἰπεῖν, καταράττει τὸ Εὐαγγέλιον· ἐξουθενεῖ τὰ ἱερὰ σύμβολα, δι’ ὧν τὰ Χριστοῦ πάθη σημαίνεται καὶ τὰ θαύματα, ὡς ἂν σὺν αὐτοῖς καὶ τὴν Χριστοῦ μνήμην αὐτὴν ἐκ πάντων περιέλοι τῶν καρδιῶν· ἐντεῦθεν τῶν εὐσεβούντων ὁ διωγμὸς, καὶ ἡ καινοτομία τοῦ μυστηρίου τῆς πίστεως, καὶ τὰ σχίσματα· αἱ τῶν μελῶν ἐκτομαὶ, οἱ παράδοξοι ἐμπρησμοὶ τῆς γενειάδος καὶ κεφαλῆς τῶν ὁμολογητῶν τῆς ἀληθείας· καθ’ ἧς αἱ ἱεραὶ πτυχαὶ καὶ οἱ πίνακες ἢ συντριβόμενοι κατεθραύοντο, ἢ κατεπίμπραντο συμφλεγόμενοι.

Ὅτι ἐν πολλαῖς αἰκίαις τοὺς μοναχοὺς ἐν βυθοῖς θαλάσσης ἐν σάκκοις ἐνέβαλλεν. Τί χρὴ τἄλλα λέγειν; ὡς διαφόροις αἰκίαις, καὶ πληγαῖς ἐξαισίοις, καὶ ὕβρεσι παντοδαπαῖς, φρουραῖς τε καὶ δεσμοῖς, οἱ ὅσιοι ἄνδρες περιεβέβληντο, θανάτοις ξένοις καταδικαζόμενοι;

Ὧν τινας καὶ βυθοὶ θαλάττιοι, ὁμοῦ τοῖς ἀθέως ἐπινοηθεῖσι, καινοῖς ἐνταφίοις, τοῖς σάκκοις ὑπεδέξαντο. Ἐντεῦθεν τῶν θείων κανόνων ἡ παράβασις καὶ ἐξουθένησις, ἐντεῦθεν τὰ προγράμματα τῆς ἀπωλείας, καὶ προθέματα ἀπεναντίας τῶν ἱερῶν θεσπισμάτων ἰόντα, τοὺς τῷ Θεῷ ἱερωμένους τοῖς βασιλικοῖς νόμοις ὑπάγεσθαι διακελευόμενα· καὶ συνελόντα εἰπεῖν πάντα, τὰ Χριστιανῶν ἔθη τε καὶ νόμοι καὶ σεβάσματα διέῤῥιπτό τε καὶ κατεβέβλητο.