Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Ἔλεγχος καὶ ἀπολογία

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Η ιστορία του ανδριάντα της Πανεάδος και τελική καταδίκη των εικονομαχικών πλανών

Εκτενής αναφορά στον ανδριάντα που ανήγειρε η αιμορροούσα, ο χριστιανικός μετασχηματισμός των εθνικών εθίμων και η οριστική απόρριψη των συγγραμμάτων του Ευσεβίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 14 από 14

Περὶ τοῦ ἀνδριάντος καὶ τῆς φυείσης βοτάνης. Ἀλλ’ ἐφ’ ἑτέραν ἐντεῦθεν παραφροσύνην τοῦ Μαμωνᾶ μέτιμεν· ἐπὶ τοῖς προλαβοῦσι γὰρ παράγει καὶ αὖθις τὸν Εὐσέβιον τὸν περὶ τῆς γυναικὸς τῆς αἱμόῤῥου λόγον ποιούμενος, ὃν τῇ συγγραφείσῃ αὐτῷ Ἐκκλησιαστικῇ Ἱστορίᾳ ἐντέτευχε, φάσκων ὅτι δὴ στηλιτεύει τὴν ἄνθρωπον, ὡς ἐθνικῇ συνηθείᾳ τῷ εὐεργετῆσθαι ὑπὸ τοῦ Σωτῆρος τὸν χαλκοῦν ἀνδριάντα ἱδρύσατο. Ἀλλ’ εὐκαιρότερόν πως τῷ ὄντι στηλιτεύεται, οἷα δὴ ἀτακτῶν καὶ αὐτοῦ τοῦ διδασκάλου καταφρυαττόμενος.

Ἐκεῖνος μὲν γὰρ ἐπιεικέστερόν τι ἐνταῦθα διαθέμενος, ἀνδριάντα καλεῖ καὶ εἰκόνα τοῦ Κυρίου φέρειν εἶπε τὸ τῆς γυναικὸς φιλοτέχνημα· οὗτος δὲ θρασύτερόν τε καὶ ἀλογώτερον κατὰ τῆς τοῦ Σωτῆρος ἡμῶν σωματώσεως ὁρμῶν, καὶ καθυβρίζειν δοκῶν, χαλκοῦν ἀποκαλεῖ ζῴδιον, καὶ ὡς μὲν ἐθνικῇ συνηθείᾳ γεγονέναι, ἀποδέχεται τὸν Εὐσέβιον λέγοντα· τὰ δὲ τελεσιουργούμενα θαύματα παρὰ τῆς φυομένης ἱερᾶς βοτάνης [φυείσης μέχρι] τοῦ κρασπέδου τῆς τοῦ χαλκοῦ διπλοΐδος, καὶ τὸ εἶδος τῆς βοτάνης ὡς ξένον, ἀλεξιτήριόν τε παντοίων νόσων τυγχάνον ἐξυμνοῦντα διακρούεται ὁ τῆς οἰκονομίας ἐχθρὸς καὶ τῶν Χριστοῦ θαυμάτων ἀνάξιος· ὃν εἰ μή τι ἄλλο, τὰ γοῦν θαύματα αὐτὰ καταιδέσαι ἔδει, καὶ τὴν ἀμείλικτον αὐτοῦ καὶ ἀναίσχυντον καταθραῦσαι γνώμην, καὶ εἰς συναίσθησιν ἀγαγεῖν τὰ δι’ ὧν ταῦτα τελεῖται, τιμῆσαί τε καὶ ἀσπάσασθαι. Πάλιν γὰρ τὰ δεδογμένα ἐναντίως ἔχειν, κατὰ τὸ εἰωθὸς, ὑποτέμνεται· καίτοι λέγοντα, καὶ εἰς αὐτὸν διαμένειν τὰ τότε θαυματουργούμενα, καὶ ὄψει παραλαβεῖν τῇ πόλει καθ’ ἣν ἐπράττετο ἐπιδημήσαντα (Καισάρεια δὲ ἦν ἡ Φιλίππου, ἣν Πανεάδα Φοίνικες προσαγορεύουσι), τεθεᾶσθαι δὲ καὶ τὸν οἶκον τῆς γυναικὸς, οὗ πρὸς τοῖς πυλῶσι καὶ αὐτῆς ἐκείνης τὸν ἀνδριάντα, καὶ ὡς ἔχει σχήματος ὑπάρχοντα, κατακλινόμενον ἐπὶ γόνυ, ἀντικρὺ τοῦ θείου ἀγάλματος ἐκτεταμένον τὼ χεῖρε καὶ ἱκετεύοντι προσεοικότα.

Εἶτα ἴδωμεν τί περὶ τούτων Εὐσεβίῳ ἐδέδοκτο.

Ὅτι τῶν Ἀποστόλων καὶ τοῦ Ἀδελφοθέου Ἰακώβου εἰκόνες ἐν Ἱεροσολύμοις ἀνιστόρεινται ἐξ ἀρχῆς ὑπὸ τῶν μαθητῶν αὐτῶν. ÷ Καὶ θαυμαστὸν οὐδὲν, φησὶ, τοὺς πάλαι ἐξ ἐθνῶν εὐεργετηθέντας παρὰ τοῦ Σωτῆρος ταῦτα πεποιηκέναι, ὅτε καὶ τῶν ἀποστόλων αὐτοῦ τὰς εἰκόνας Πέτρου καὶ Παύλου καὶ αὐτοῦ δὴ τοῦ Χριστοῦ διὰ χρωμάτων ἐν γραφαῖς σωζομένας ἱστορήσαμεν· εἰκότως τῶν παλαιῶν ἀπαραφυλάκτως ὡς ἂν σωτῆρας ἐθνικῇ συνηθείᾳ παρ’ αὐτοῖς τοῦτο τιμᾷν εἰωθότων. ÷ Ταῦτα οὖν τὰ Εὐσεβίου ληρήματα· πρῴην μὲν γὰρ, ὥσπερ προεξεθέμεθα, ἡνίκα πρὸς τὴν βασιλίδα Κωνσταντίαν ἔγραφε, διεβεβαιοῦτο καθ’ ὅλης τῆς οἰκουμένης τὴν ἱερὰν ταύτην ἐξωρίσθαι γραφὴν, καὶ πόῤῥω τῆς Ἐκκλησίας πεφυγαδεῦσθαι. Νῦν δὲ ἐπὶ τῶν προκειμένων ὡς ἑαυτῷ σαφῶς ἀντικαθίσταται, οὐδένα ἂν οἶμαι τῶν νοῦν ἐχόντων πρὸς ἀμφιβολίαν ἰδεῖν. Εἰ γοῦν πολέμιος, ὡς ἀληθῶς, καὶ ἀντίθετος αὐτὸς τῆς οἰκείας δόξης γνωρίζεται, τίνος ἄρα τῶν ἔξωθεν κατηγόρων προσδεηθήσεται; ἢ τίς ποτ’ ἄλλος ἢ οὗτος καθ’ ἑαυτοῦ τὴν ψῆφον ἐξοίσει; Διὸ, ἀλλότριος τῆς καθ’ ἡμᾶς εὐαγοῦς ὁμολογίας πεφωραμένος, πόῤῥω τῶν τῆς καθολικῆς Ἐκκλησίας ὁρισμάτων, φοιτηταῖς ὁμοῦ καὶ μύσταις, ἐλαθεὶς αὐλισθήσεται.

Ὁρῶν δὲ τὴν εὐσεβῆ καὶ ἀρχαιοτάτην τῆς Ἐκκλησίας κρατοῦσαν παράδοσιν, προκάλυμμα τῆς αἰσχύνης, τὴν ἐθνικὴν ἀντὶ τῆς χριστιανικῆς ἐξεῦρε συνήθειαν. Εἴποι δ’ ἄν τις πρὸς αὐτὸν ἐκβασανίζων ὥσπερ αὐτοῦ τὸν λόγον, καὶ στηλιτεύων ὁμοῦ τὸ ἀπερίσκεπτον· δεδόσθω ταῦτα τέως ἐθνικῇ συνηθείᾳ γεγενῆσθαι, ὦ Εὐσέβιε! Τί σοι δοκεῖ τοῦ θρόνου ἕνεκεν τοῦ μεγάλου Ἰακώβου τοῦ ἀδελφοθέου, ὃς πρῶτος τῆς Ἱεροσολυμιτῶν ἐξηγήσατο; ὃν φὴς εἰς δεῦρο πεφυλαγμένον, κατὰ διαδοχὴν παρὰ τῶν ἀδελφῶν περιεπόμενον, καὶ πᾶσι σαφῶς ἐπιδεικνύμενον, καὶ οἷον περὶ τοὺς ἁγίους ἄνδρας τοῦ θεοφιλοῦς ἕνεκεν, οἱ παλαιοὶ καὶ μέχρι σοῦ διέσωζόν τε καὶ ἀποσώζουσι σέβας. Τί λέγεις; ἆρα μὴ καὶ τὸ ξύλον ἐθνικῇ συνηθείᾳ ἐτίμων διασώζοντες; οὐκ ἂν εἶπες, ὡς ἔγωγε οἶμαι· ἀλλὰ τοῦ θεοφιλοῦς ἕνεκεν. Εἶτα τὸ μὲν ξύλον καὶ ὁ θρόνος τοῦ δούλου, τοῦ θεοφιλοῦς ἕνεκεν· τοῦ Δεσπότου δὲ ἡ εἰκὼν, οὐχὶ τοῦ θεοφιλοῦς ἕνεκεν, ἀλλ’ ἐθνικῇ συνηθείᾳ; Τούτου δὲ τί ἀλογώτερον ἢ ματαιότερον; πῶς γὰρ οὐκ οἰκειότερον καὶ δικαιότερον τὰ τοῦ Θεοῦ σέβειν, τοῦ θεοφιλοῦς ἕνεκεν;

Τοιαῦτα μὲν, ὡς τὸ εἰκὸς, ἐξῆν εἰπεῖν πρὸς αὐτόν· ἔστι δὲ ὁρᾷν αὐτὸν ἐνταῦθα μεριζόμενον περὶ τὴν εὐσέβειαν. Πρὸς μὲν γὰρ τὰ τελούμενα παρὰ τοῦ ἀνδριάντος θαύματα εὐγνωμονεῖ, ταῖς οἰκείαις οὐκ ἔχων ἀπιστεῖν ὄψεσι. Διὸ ὑπ’ αὐτῶν τῶν πραγμάτων ἀγχόμενος, αὐτομολεῖ καὶ οὐκ ἐθέλων πρὸς τὴν ἀλήθειαν· ἀπαναισχυντεῖ δὲ καὶ στασιάζει περὶ τὸν τρόπον· ὅθεν καὶ τὴν ἐθνικὴν προΐσχεται συνήθειαν, περὶ τὸ ἀκέραιον καὶ ἄδολον τῆς καθ’ ἡμᾶς ὀρθῆς πίστεως πανταχόθεν σκανδαλιζόμενος. ὅμως δ’ οὖν πόθεν ὅτι ἐξ ἐθνῶν καὶ ἐθνικῇ συνηθείᾳ ἡ τῆς ἰατρείας ἐκείνης ἐπιτετευγμένη ἐν θαύματι τὸν ἀνδριάντα τουτονὶ ἐκτεκτήνατο; οὐδὲν γὰρ ἐπ’ αὐτῇ ἐθνικὸν καταφαίνεται· τῆς τε γὰρ Πανεάδος πολῖτις οὖσα ἐτύγχανεν, ἥτις ὑπὸ τὴν Ἰουδαίων ἐτέλει ἀρχήν. Λόγος γὰρ Φίλιππον τὸν τετράρχην, τὸν Ἡρώδου ἀδελφὸν, μετονομάσαι Καισάρειαν, τῇ Καίσαρος εὐνοίᾳ τάχα τὸ τηνικαῦτα προστιθέμενος. Καὶ αὐτοῦ που τὴν οἴκησιν αὐτῆς τεθεᾶσθαι ἀνέγραψε.

Μάλιστα δὲ οὐκ ἐθνικὴν οὖσαν παρίστησιν, ὅτι κλέψασαν τὴν χάριν ὁ τὴν χάριν δοὺς θυγατέρα πιστὴν προσηγόρευσε· ÷ Θάρσει, λέγων, θύγατερ, ἡ πίστις σου σέσωκέ σε. ÷ Τοῦτο δὲ οὐκ ἐθνικοῖς τέως ἐλέγετο. Καὶ δηλοῖ ἡ Χανανῖτις ἡ Φοίνισσα, καίτοι μετὰ τῆς θαυμαζομένης ἐκείνης προσερχομένη πίστεως, οὐ Θυγάτηρ, ἀλλὰ Κύων ἀκούουσα· ÷ Οὐκ ἔξεστι γὰρ, φησὶ, βαλεῖν τὸν ἄρτον τῶν τέκνων τοῖς κυναρίοις. ÷ Καί· ÷ Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ, ÷ Καιρὸς γὰρ οὔπω τῆς τῶν ἐθνῶν ἐφέστηκε κλήσεως. Τί δὲ οὐχὶ καὶ τῷ παραλυτικῷ εἴρηται· ÷ Τέκνον, ἀφέωνταί σου αἱ ἁμαρτίαι σου; ÷ Καὶ ἄλλην τυχοῦσαν ἰάσεως Ἀβραὰμ θυγατέρα προσκέκληκεν, ἃ διδάσκει οὐκ ἐξ ἐθνῶν εἶναι τοὺς τεθεραπευμένους, Ἰουδαίους δὲ μᾶλλον καὶ τέκνα τοῦ Ἀβραὰμ χρηματίζοντας. Ταῦτα καὶ τοῖς μαθηταῖς προσετέτακτο, εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέρχεσθαι, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέρχεσθαι. ÷ Ἀλλὰ τῷ νόμῳ, φησὶ, τῷ παλαιῷ ποιεῖν ὁμοίωμα ἤδη ἀπείρητο. ÷ Ἀλλὰ νῦν τὰ ἰουδαϊκὰ καὶ παλαιὰ λέλυται, ὅτι ἀντεισῆκται τὰ νέα τῆς χάριτος.

Καὶ ὁ πρὶν μὴ ὁρώμενος, καὶ διὰ τοῦτο μὴ ὁμοιούμενος, μηδὲ γραφόμενος, νῦν ὡς ἄνθρωπος πεφανέρωται· διὸ καθ’ ὃ ἀνθρώποις ἐδέδεικτο· γράφεται καὶ ὁμοιοῦται τὸ ἀνθρώπινον, καὶ προσκυνεῖται νῦν τὸ γραφόμενον, οὐκ αὐτὸ δι’ ἑαυτὸ (καθάπερ τὸ παλαιὸν ἡμαρτάνετο, δι’ οὗ τὸ εἰδωλολατρεῖν τοῖς οὕτω πράττουσιν ἐπεγράφετο), ἀλλὰ διὰ τὸν ὁμοιούμενον, καὶ ἐφ’ ὃν τὸ τιμώμενον ἀναφέρεται. Οὐ πρόδηλον οὖν ὡς οὐκ ἐθνικῇ συνηθείᾳ ἡ θεραπευθεῖσα τοῦτο πεποίηκεν, ἀλλὰ τὴν χάριν τοῦ εὐεργέτου στηλιτεύουσα, ὥστε καὶ ταῖς μετέπειτα γενεαῖς τὸ θαῦμα παραπεμφθήσεσθαι;

Περὶ Ἀστερίου. Ὅτι δὲ τεκμήριον ἦν τὸ πρᾶγμα τῆς τοῦ γυναίου πίστεως, πειθέτω τοὺς ἀπίστους Ἀστέριος, ὅστις ποτε εἴη ὁ αὐτῶν ἢ ἄλλος ὢν, μεγάλα οἷα εἰς αὐτὴν ἐξυφαίνων ἐγκώμια· τὴν πίστιν ἐκείνην καὶ τῆς προαιρέσεως τὸ θερμὸν ὑπερεκπληττόμενος, καὶ τὸ δὴ θαυμαστότερον ὅτι περ εἰς συνηγορίαν, ἔφη, τοῦ εὐαγγελικοῦ κηρύγματος τὸ ἄγαλμα ἵστασθαι.

Ἐπειδὴ γὰρ Ἑλλήνων καὶ Ἰουδαίων παῖδες κωμῳδοῦντες κατεχλεύαζον, οἱ ἀνομεῖν εἰδότες τὸ Εὐαγγέλιον, ὡς λόγους μόνον ἔργων χηρεύοντας ᾄδεσθαι, ἐληλεγμένοι ἀπιόντες ᾐσχύνοντο, πρὸς τὸ πᾶσιν ὑπ’ ὄψιν προκείμενον ἀντωπεῖν οὐ δυνάμενοι. Ἕστηκε γὰρ ὁ ἱερὸς ἀνδριὰς, κῆρυξ σιωπῶν καὶ μάρτυς οὐ λόγοις, ἀλλ’ ἔργοις καὶ πράγμασι καὶ θέᾳ διαφανεῖ ἀπαράγραπτος.

Περὶ τοῦ ἀνδριάντος Χριστοῦ, ὃν κέκλοφεν Μαξιμῖνος, καὶ Ἰουλιανὸς ὁ παραβάτης καθεῖλεν. Κεκλοφέναι δὲ αὐτὸν τὸν εἰδωλολάτρην Μαξιμῖνον, ζηλοτυποῦντα Χριστὸν ἐν τῷ ἀγάλματι, εἰ δὲ καὶ ἄλλως τι περὶ αὐτοῦ λέγεται, εἰκὸς καὶ οὕτω συνηνέχθαι. Φασὶ γὰρ οἱ τὰς ἐκκλησιαστικὰς ἱστορίας ἀναταξάμενοι, ὡς ὁ Χριστοῦ ἐχθρὸς καὶ πολέμιος, ὁ ἀποστάτης καὶ τύραννος Ἰουλιανὸς, ὁ κακῶς τῆς Ῥωμαίων ἄρξας, ἐφ’ ὕβρει τοῦ Κτίσαντος ἤδη πάντα καταπραττόμενος, τὸν ἀνδριάντα τουτονὶ καθελὼν, τὸ ἑαυτοῦ μύσος ἀντανέστησε· σκηπτοῦ δὲ καταῤῥαγέντος ἐξύπερθεν, εἰσπίπτει γε ἀμφὶ τῇ κεφαλῇ τὸ πρηστήριον, καὶ μέχρι στέρνων αὐτῶν τὸ βρέτας [τὸ εἴδωλον] καταῤῥήγνυσι, καὶ τὸ διεῤῥωγὸς ἅπαν καταπρηνὲς ἐπὶ γῆν προσαράσσεται (ὃν ζηλώσας καὶ τὴν ἀσέβειαν μιμησάμενος ὁ ἐφ’ ἡμῶν Ἰουλιανὸς, τὰ παραπλήσια ἐπὶ τοῖς Χριστοῦ ὁμοιώμασιν ἔδρασε)· τὸ δὲ ἱερὸν παρὰ πιστοῖς πρὸς ἱεροὺς τεθησαύρισται δόμους, ἔνθα τὸ τηνικάδε διεφυλάττετο. Ἀλλὰ συγκεχωρήσθω καὶ πάλιν ἡ ἐθνικὴ συνήθεια. Τί οὖν (ἵνα πρῶτον ἐπὶ τῶν παλαιτέρων τὸν λόγον ἀνοίσωμεν), διαμωμήσεταί τις Θεὸν, τὴν κατὰ τὸν πατριάρχην Ἀβραὰμ θυσίαν προσιέμενον, καὶ χρησμοὺς ἄνωθεν τῷ πρεσβύτῃ σαφῶς ἀναφαίνοντα, ἡνίκα χαλδαϊκοῖς ἔθεσιν ἐπὶ τοῖς τῶν ζώων διχοτομήμασιν ἀπεκέχρητο;

Περὶ Ἰακώβου τοῦ πατριάρχου. Τί δὲ πρὸς τὸν Ἰακὼβ ἀποφανεῖται ἐπὶ τῇ ὀχείᾳ τῶν κριῶν καὶ τῶν τράγων τὰς ῥάβδους ἀποφλοίζοντι; Τί ταῦτα, τοὺς ἐκ γῆς Περσικῆς καὶ βαρβάρου γεννηθέντι τῷ Σωτῆρι Χριστῷ προσιόντας, καὶ βαρβαρικοῖς ἔθεσι τἄλλα τε καὶ τὸν λιβανωτὸν δῶρα προσφέροντας;

Τί ἂν οἰήσεται ἐκείνους; βαρβαρίζοντας ἀποπέμψεται, ἢ τὸν δεξάμενον οὐκ ἀφήσειε μέμψεως; Εἶτα ἡ Χριστοῦ Ἐκκλησία ἐξ Ἰουδαίων καὶ Ἑλλήνων προδήλως συγκέκληται. Τί οὖν; ἐπειδὴ Ἰουδαῖοι τὰς ἐν τύποις καὶ σκιᾷ λατρείας σαρκικῶς ἔτι καὶ τῷ παχεῖ τοῦ γράμματος προσανέχοντες τῷ τῶν ὅλων Θεῷ προσεκόμιζον, οὐκ ἀνεκτὰ ἦν Εὐσεβίῳ τὰς πνευματικὰς θυσίας αὐτῷ ἀναπέμπεσθαι, καθὰ πνευματικῶς δεδιδάγμεθα; εἰ δὲ καὶ Ἕλληνες ξύλοις καὶ λίθοις τὸ σέβας ἀναισθητοῦντες ἀνῆπτον, οὐ προσκυνητέον ἡμῖν τὸ θεῖον τοῦ σταυροῦ ξύλον, ἢ τὸν λίθον τοῦ θεοδόχου μνήματος; ἢ ὅτι κακῶς καὶ ἀθέως δαίμοσιν ἀλιτηρίοις ἔθυον, μὴ προσαχθείη τῷ τῶν ὅλων δημιουργῷ καὶ δεσπότῃ εὐχὴ καὶ θυσία παρά τισι; Παρὰ Χριστιανοῖς δὲ καὶ τὰ ἐκείνων τεμένη εἰς ἱεροὺς οἴκους μετεσκεύασται, καὶ ἁπαξαπλῶς τὰ τῶν ἔξωθεν μεταρυθμίζεται, καὶ πρὸς τὰ ἡμέτερα διακοσμεῖται, καὶ ἐξ ἐναγῶν καὶ ἀκαθάρτων πρὸς τὰ καθαρὰ καὶ ἅγια μετενήνεκται· ἵνα εὐσεβῶς καὶ ὁσίως ἐπιτελούμενα, τῷ δεσπότῃ Θεῷ τὰ ἴδια θεοπρεπῶς ἀνατιθέμενα διαπρέποιεν. Ἀλλὰ τί πρὸς ταῦτα κάμνειν καὶ διαπονεῖσθαι τὸ πλέον, ἐξὸν πάλιν τοὺς συνηγόρους ὁμόσε χωρεῖν καὶ κατὰ ταὐτὸν ἐπαφέντας ἰδεῖν τῆς συμφωνίας τὸ ἀκριβές;

Τοῦ ἁγίου Γρηγορίου Ἀρμενίας χρήσεις. Μάρτυς γὰρ ἡμῖν ὁ μέγας μάρτυς εἰσβήσεται, ὁ τῆς Ἀρμενίων τὸ φῶς τῆς θεογνωσίας ἐπιλάμψας Γρηγόριος, καὶ τὸν θεῖον κατηχήσας λόγον· ἐν οἷς ἐν τῇ ἀκμῇ τῶν κινδύνων καὶ τῷ σκάμματι τῶν ἀγώνων ἔτι ὢν, καὶ τοῖς μαρτυρικοῖς ἱδρῶσι περιῤῥεόμενος, πρὸς τὸν τῶν ὅλων Θεὸν τὸν εὐχαριστήριον ὁμοῦ καὶ ἱκέσιον συντιθεὶς λόγον, τοιάδε τινὰ τούτων ἕνεκεν διεξέρχεται: ÷ Ἐπειδὴ ἠγάπησαν οἱ ἄνθρωποι σέβειν τὰς ἀνθρωπομόρφους εἰκόνας ξυλογλύπτους τέχνῃ τῶν τεκτόνων, ἐγένετο Αὐτὸς ἀληθινὴ εἰκὼν ἀνθρώπου· ἵνα τοὺς εἰκονοκτίστας, καὶ εἰκονογλύφους, καὶ εἰκονολάτρας τῇ ἰδίᾳ εἰκόνι τῆς θεότητος ὑποτάξῃ. Καὶ ἐπειδὴ ἦσαν οἱ ἄνθρωποι συνεθισθέντες τὰ ἄψυχα εἴδωλα τὰ νεκρὰ προσκυνεῖν, ἐγένετο Αὐτὸς νεκρὰ εἰκὼν ἐν τῷ σταυρῷ, καὶ ἀπέθανε, καὶ ἄψυχος γέγονεν· ἵνα διὰ τοῦ συνήθους ἐν τάχει αὐτοὺς ὑποτάξῃ τῇ ἰδίᾳ εἰκόνι· τὸν δὲ σταυρὸν ὡς ἄγκιστρον κατασκευάσας, τὸ σῶμα αὐτοῦ ποιήσῃ βρῶμα τῇ οἰκουμένῃ, ὅπως ἐν τούτῳ θηρεύσῃ πάντας εἰς τὴν βασιλικὴν τράπεζαν τῆς θεότητος αὐτοῦ.

Καὶ ἀντὶ τῶν γλυπτῶν ξύλων, ἔπηξε τὸν σταυρὸν ἐν μέσῳ τῆς οἰκουμένης· ἵνα οἱ ἐθισθέντες προσκυνεῖν τὰ ξύλα, διὰ τῆς τοιαύτης συνηθείας πιστεύσωσι προσκυνεῖν τὸν σταυρὸν αὐτοῦ, καὶ τὴν ἐπάνω ἀνθρωπόμορφον εἰκόνα. ÷ Καὶ μεθ’ ἕτερα· ÷ Καὶ ἐπειδὴ ἐν συνηθείᾳ ἦσαν οἱ ἄνθρωποι εὐφραίνεσθαι εἰς τὰ ἱερὰ τῶν εἰδώλων ἐν κνίσαις ἃς τοῖς ἀψύχοις προσέφερον, διὰ τοῦτο καὶ αὐτὸς ἐκάλεσας τὴν οἰκουμένην εἰς τὴν σφαγὴν τοῦ Υἱοῦ σου, καὶ εἶπες· Ὁ μόσχος μου ἐσφαγμένος, καὶ τὸ δεῖπνόν μου ἡτοιμασμένον.

Καὶ ἐπλήθυνας τὴν εὐφροσύνην ἀπὸ τοῦ σταυροῦ τοῦ Υἱοῦ σου, καὶ ἐχόρτασας πάντα τὰ πέρατα ἀπὸ τοῦ ζωοποιοῦ αὐτοῦ σώματος. ÷ Καὶ μετ’ ὀλίγα· ÷ Καὶ ἐπειδὴ ἔπινον οἱ ἄνθρωποι τὸ αἷμα τῶν θυσιῶν ἐν τῷ λατρεύειν τοῖς δαίμοσι, διὰ τοῦτο ἐκένωσε τὸ ἴδιον αἷμα ἐπὶ τοῦ σταυροῦ· ἵνα τὸ ξύλον ἀντὶ τοῦ γλυπτοῦ· καὶ αὐτὴ ἡ ἀνθρωπόμορφος εἰκὼν, ἀντὶ τῆς βδελυρᾶς εἰκόνος· καὶ τὸ αἷμα αὐτοῦ ἀντὶ τῶν αἱμάτων τῆς κνίσης, γένηται ἀνακαίνισις τῶν σωμάτων, εἰς τὸ ἀναθάλλειν τὴν ἀνθρωπότητα. ÷ Καὶ τὰ μὲν τοῦ ἁγίου μάρτυρος τοιαῦτα· ἡμῖν δὲ κἀντεῦθεν καὶ διὰ πάντων, καὶ ὡς αὐτὰ ἐκβοᾷ τὰ πράγματα, πεπίστευται καὶ ὡμολόγηται, ὅτι Ἕλληνες ἐκ τῆς δεισιδαίμονος πλάνης ἐπὶ τὴν θείαν γνῶσιν μετετάξαντο, καὶ ταῖς κατειθισμέναις αὐτοῖς θυσίαις ἐπὶ ταῖς πνευματικαῖς εὖ μεταβαλόμενοι ἀπεχρήσαντο· οὕτως ὅμοια ταῦτα ἐφ’ ὁμοίοις, οὐχ ὁμοίως τελούμενα. Περὶ δὲ τῶν ἰουδαϊκῶν θυσιῶν τί χρή γε λέγειν, ὡς πνευματικῶς θεωρούμεναι ἡμέτεραι γίνονται, τῶν τύπων μετειλημμένων πρὸς τὴν ἀλήθειαν, κἂν πλεῖστον διὰ τὸ γράμμα διεστήκασιν;

Ὅτι οἱ φοιτηταὶ Εὐσεβίου φάσκουσιν ὅτι μετενόησεν, καὶ προσετέθη τῇ ὀρθῇ πίστει, ὅπερ ἐστὶν ψευδές. Ἐλήλεγκται οὖν Εὐσέβιος μάτην τὸ θερμὸν τῆς πίστεως τῆς τεθεραπευμένης ἐπὶ τῇ στάσει τοῦ ἀνδριάντος, ὡς ἐθνικῇ συνηθείᾳ πραξάσης, καταιτιώμενος· ὁποτέρωθεν γὰρ αὐτῆς τὸ πιστὸν ἐξεταζόμενον, ἐγκώμια μέγιστα οἴσει. Οὐ γὰρ μῶμον αὐτῇ ἐπικλώσειε, καὶ πεσεῖται ὑπὸ τῶν συνηγόρων βαλλόμενος· πεσεῖται δὲ οὐδὲν ἧττον καὶ Μαμωνᾶς, τοὺς συγκεκλημένους αὐτῷ εἰς συνηγορίαν κατηγόρους προαγόμενος. Οἱ δὲ τούτων νῦν προασπισταὶ τὴν ψυχὴν πεπωρωμένοι, καὶ ἀσυνετοῦντες περὶ τὸ καλὸν καὶ συμφέρον, οὐδὲ τοὺς οἰκείους, εὖ οἶδα, δέξονται μάρτυρας· ἵνα τῇ ἑαυτῶν δόξῃ συστήσωνται, τῆς Εὐσεβίου κακοδοξίας πάντοθεν ἀντεχόμενοι. Οὗ καὶ ὑπεραπολογούμενοι φασὶν, ὡς ἤδη γνωσιμαχήσας καὶ τῇ Ἀρείου αἱρέσει χαίρειν εἰπὼν, τῷ ὀρθῷ λόγῳ προσέθετο, καὶ τοῖς τῆς Ἐκκλησίας ἔστιν ἐναρίθμιος. Καὶ οὐ συνίασιν οἱ ἀναίσθητοι, ὅτι ἔνθα τὸ τῆς ἀρειανικῆς μανίας συγκεκρότηκεν ἐργαστήριον, ἐνταῦθα καὶ τὸ τῆς φαντασιώδους δοκήσεως μηχάνημα ἐτεκτήνατο, ὁμοῦ καὶ κατὰ ταυτὸν περί τε τὴν θεολογίαν, περί τε τὴν οἰκονομίαν ἐξαρτύων τὸ βλάσφημον.

Εἴποι δ’ ἄν τις ὅτι εἰ παρὰ τῆς Ἐκκλησίας ἐδέδοκτο, κατήργητο ἂν αὐτοῦ καὶ τὰ δόγματα, καὶ διαῤῥυέντα ἠφάνισται. Εἰ μὴ γὰρ πρότερον ταῦτα ἠθέτησεν, οὐκ ἂν τῷ ὀρθοδόξῳ μέρει ποτὲ κεκοινωνήκει· καὶ μάτην ὑμεῖς τοῖς συγγράμμασιν αὐτοῦ ἐπιθρασύνεσθε.

Ἔδει λοιπὸν καὶ ὑμᾶς ταῦτα διαπτύσαντας, αὐτομολῆσαι πρὸς τὴν εὐσέβειαν. Καὶ οὕτω μὲν τὰ κατ’ Εὐσέβιον πεφωράσθω. Καὶ ἡμᾶς γε ἔδει τῇ μαχαίρᾳ τοῦ Λόγου, καὶ τῇ δυνάμει τοῦ Πνεύματος, τοῦ πικροῦ θηρίου τὴν κεφαλὴν ἐκτεμόντας, κἂν μικρά που καὶ ἀδρανῆ παρασκαίρῃ τὸ οὔραιον, αὐτοῦ που λοιπὸν ἀπερεῖσαι τὸν λόγον. Ἀλλ’ ἵνα μὴ συνελισσόμενον καὶ εἰς ἑαυτὸ συστρεφόμενον, δόξειεν ἔμπνουν πως εἶναι, καὶ πράγματα παρέξῃ τοῖς τοῦ ὀρθοῦ λόγου προεστηκόσι, βραχέα τινὰ τῶν ἀπολειφθέντων ἀνοσίων καὶ ἀλλοκότων συνταγμάτων ἀναλεξάμενοι, τὸ ἐν αὐτοῖς δυσσεβὲς καὶ μάταιον θριαμβεύσομεν.

Παράγουσι γὰρ καὶ ἑτέρας χρήσεις παραπλασάμενοι· οὐ γὰρ ἐνίων αἱ βίβλοι αἱ ὁλόκληροι καὶ γνήσιοι μέχρι τοῦ δεῦρο εὕρηνται πώποτε, καίτοι πολλὰ διηρευνησαμένων τῶν προεστηκότων τῆς πλάνης· τὰ γοῦν ἡμέτερα, καὶ ταῦτα καταπιμπράμενα παρὰ τῶν διωκόντων καὶ διαφθειρόμενα, ὅμως οὐδαμῶς ἐκλέλοιπε. Χαρίζεται γὰρ αὐτοῖς τὸ σώζεσθαι ἡ ἀλήθεια.