Ἔργον
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Ὀνειροκριτικόν
Ονειροκριτικόν: Γράμματα Λ έως Ω
Ολοκλήρωση του κύριου ονειροκριτικού καταλόγου με τις ερμηνείες των ονειρικών συμβόλων από το Λάμδα έως το Ωμέγα.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ονειροκριτικόν: Γράμματα Λ έως Ω
Ολοκλήρωση του κύριου ονειροκριτικού καταλόγου με τις ερμηνείες των ονειρικών συμβόλων από το Λάμδα έως το Ωμέγα.
Λ Λέοντας ἰδεῖν δυσμενῶν δηλοῖ στίφη. Λευκαὶ τρίχες δηλοῦσι πράξεις εὐθέτους. Λευκὰς ὁρῶν τὰς σάρκας εὔθετον λίαν. Λύκος κεχηνὼς φληνάφους δηλοῖ τρόπους.
Μ Μαργαρῖται δηλοῦσι δακρύων ῥόον. Μάχην μάχαιρα ζωγραφεῖ κρατουμένη. Μέλαν πρόσωπον εἰς μακρὰς λύπας φέρει. Μέλας φανείς τις ἄγγελος πέλει νόσου. Μῆλα κρατῶν ἔρωτι συνεῖναι δόκει. Μητρὶ πλακεὶς κάλλιστον εἰς ὄναρ νόει.
Μορφὰς ἁγνὰς ἰδών τις εὐμενὲς νόει. Μύκητας ἔσθειν φαρμάκων δηλοῖ δόσιν. Μῦς ἀναφανεὶς δῆλον ἐμποιεῖ τρόπον.
Ν Νεκροὺς ὁρῶν νέκρωσιν ἕξεις πραγμάτων.
Ξ Ξηροὶ δρύες φανέντες· οὐ χρηστὸν τόδε. Ξηρῶν φανέντων δένδρων ⎧ἐν κενοῖς πόνοι. Ξηρῶν φανέντων δένδρων ⎩κενοὶ οἱ κόποι. Ξίφος κατασχὼν † ὅπλον εὑρεῖν † προσδόκα. Ξύλον κρατήσας ἀτρεκὲς νόει τόδε.
Ο Ὀδόντας ἐκριφέντας οὐ καλὸν βλέπειν. Οἶκον θεωρεῖν πυρπολούμενον καλόν. Οἶνος ῥυπώδης ἐκτρανοῖ πολλὰς λύπας. Οἶνος χυθεὶς ἔπαυσεν ⎧ἀγγέλων λύπας. Οἶνος χυθεὶς ἔπαυσεν ⎩ὀργίλους μάχας. Οἴνου μετασχὼν ⎧σχεῖν θορύβου προσδόκα.
Οἴνου μετασχὼν ⎩προσδόκα δεινὰς μάχας. Ὀλὸν καθαίρειν φροντίδων δηλοῖ λύσιν. Ὄναρ ⎧ὀνείροις νητρεκὲς πέλει λέγειν. Ὄναρ ⎩καθ’ ὕπνους νητρεκὲς λαλεῖν τόδε. Ὄνῳ καθῆσθαι δυσπραγεῖς δηλοῖ τρόπους. Ὄρει ⎧βατεῖν πράγμασι σημαίνει βίαν.
Ὄρει ⎩προσέρπειν πραγμάτων δηλοῖ βίαν. Ὁρῶν ἔλαιον ἐκφύγῃς πᾶσαν βλάβην. Ὄφεις πατῶν τὰ κέντρα τῶν ἐχθρῶν λύσεις. Ὀχλούμενος νόμιζε καλὸν διάγειν. Ὀχλουμένοις συνεῖναι δυσχερὲς τόδε.
Π Πέδαις κρατεῖσθαι δυσχερὲς λίαν πέλει. Πέδας βαστάζειν κινδύνους ἐλθεῖν δόκα. Περιστερὰν βλέπων τις ⎧χαρὰν μηνύει. Περιστερὰν βλέπων τις ⎩προξενεῖ βλάβην. Πέτρᾳ καθεσθεὶς ἐλπίδας χρηστὰς ἔχε. Πόδας καθαίρειν εὐμαρῆ δηλοῖ τρίβον.
Πόδες πλατεῖς δηλοῦσι λύπας ἀθρόας. Ποδῶν κοπέντων μηδόλως ἄρχου τρίβου. Πύργος πεσὼν δείκνυσι ἀρχόντων μόρον. Πῶλον βλέπειν θέοντα μυστικὸν ⎧νόει. Πῶλον βλέπειν θέοντα μυστικὸν ⎩τόδε.
Ρ Ῥάφη πρὸς οἶκον φαρμάκων δηλοῖ δόσιν. Ῥύσις ποταμῶν δυσμενῶν δηλοῖ κάραν.
Σ Σηπίαν ἔσθειν εἰς μακρὰν νόσον φέρει. Σκώληκες ἱστοροῦσιν ἐχθρικὴν βλάβην. Στολὴν φορεῖν μέλαιναν οὐ καλὴ θέα, στολὴν δ’ ἀλουργὸν εἰς μακρὰν νόσον φέρει. στολὴν δὲ λευκὴν ⎧εἰς καλὸν πέρας φέρει. στολὴν δὲ λευκὴν ⎩κάλλιστον ἐν ὕπνῳ φέρειν.
Στολὴν φορῶν ἄνακτος ἐλπίδος λύσις. Στρουθοὺς κρατῶν φεύγοντας ἐκδέχου βλάβην. Στῦλον κρατῶν πᾶς ἐκδέχου θείαν χάριν. Σῦκα βιβρώσκειν φληνάφων δηλοῖ ψόγους. Συνθλᾶν μάχαιραν δυσμενῶν δηλοῖ θλίψιν.
Σφῆκες φανεῖσαι δυσμενῶν εἰσι βλάβαι.
Τ Τείχει καθεσθεὶς ⎧εὐθαλὴς ἔσῃ τάχα. Τείχει καθεσθεὶς ⎩εὐσταλὴς πέλειν δόκει. Τρίχας καρῆναι ⎧δυσφορωτάτη θέα. Τρίχας καρῆναι ⎩πραγμάτων δηλοῖ βλάβην. Τριχῶν πεσουσῶν κίνδυνον μέγαν νόει. Τυφλὸν φέρεσθαι ⎧πάγκακον τοὖναρ νόει.
Τυφλὸν φέρεσθαι ⎩πάγκαλον πέλει λίαν.
Υ Ὕδωρ βρύον κάτωθεν ἐχθροὺς μηνύει. Ὕδωρ διαυγὲς εἰ πίῃς χαρὰν δέχου.
Φ Φανεὶς λαγωὸς δυστυχεῖς ⎧δηλοῖ τρόπους. Φανεὶς λαγωὸς δυστυχεῖς ⎩ποιεῖ τρίβους. Φθεῖρας φέρειν συνοῦσι δηλοῖ τὸν δόλον. Φιλεῖν ἐγείρει ⎧δαιμόνων μακρὰς πάλας. Φιλεῖν ἐγείρει ⎩δυσμενῶν μακρὰς μάχας.
Φίλῳ συνέσθειν εἰς καλὴν πρᾶξιν φέρει. Φλοῖσβος θαλάσσης πραγμάτων δηλοῖ κλόνον. Φυγὴ θαλάσσης οὐ καλὸν πᾶσι πέλει. Φωνῆς ἀκούων πιστὸν ὑπάρχει τοὖναρ. Φωστῆρας ἰδεῖν πραγμάτων δηλοῖ φάος.
Χ Χεῖρας καθαίρειν φροντίδων δηλοῖ λύσιν. Χιτὼν μέλας δείκνυσιν αἰσχύνης τρόπον. Χιτὼν ῥαγεὶς ἔρρηξε φροντίδων βάρος. Χιὼν φανεῖσα δυσμενῶν ἔχθρας φέρει.
Ω Ὠιὰ κρατεῖν ἕψειν τε σημαίνει λύπας.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.