Ἔργον
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Περὶ τῶν χερουβίμ
Η κατασκευή των Χερουβίμ και η θεολογία των συμβόλων
Εξέταση της φύσης των Χερουβίμ ως αισθητών κατασκευασμάτων του Μωυσή και ανάλυση του τρόπου απεικόνισης των ασώματων ουσιών.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η κατασκευή των Χερουβίμ και η θεολογία των συμβόλων
Εξέταση της φύσης των Χερουβίμ ως αισθητών κατασκευασμάτων του Μωυσή και ανάλυση του τρόπου απεικόνισης των ασώματων ουσιών.
Τοῦ αὐτοῦ, περὶ τῆς ποιήσεως τῶν χερουβίμ Ἡ τῶν χερουβὶμ φύσις ἢ μία ἐστίν, ἢ τὸ ἓν διαφυγοῦσα, εἰς πλῆθος ἐσκέδασται, καὶ ἅπαν χερουβὶμ ὀνομαζόμενον, ἢ νοητόν ἐστιν ἢ αἰσθητόν. Ἀλλ’ εἰ μὲν περὶ τῶν νοητῶν εἴρηκεν ὁ θεὸς τῷ Μωϋσεῖ ποιῆσαι, ἔστιν ἀσωμάτων ποιητὴς Μωϋσῆς. Τὸ δὲ τῇ αἰσθήσει καταληπτόν, διχῶς· τὸ μὲν γὰρ τεχνητόν, τὸ δὲ κρεῖττον ἢ κατὰ τέχνης ἐπίδειξιν. Ἀλλ’ εἰ μὲν οὐ τεχνητόν, τοῦτο δή ἐστιν ὃ καὶ τοῖς προφήταις ὁρᾶται, καὶ συμβολικὸν κυρίως ῥηθήσεται.
Τὸ δὲ τεχνητόν, οὐχ ἕν τι δοκεῖ· ἔστι γὰρ αὐτοῦ τὸ μέν, ἑτέρου τεχνητοῦ εἰκών, ὡς εἰκὼν εἰκόνος, καὶ τύπος τύπου, τὸ δέ, φυσικοῦ τινος πράγματος, ὡς εἰκὼν ἀμέσως γινομένη πρὸς τὸ πρωτότυπον. Κατὰ ποῖον οὖν τρόπον τὰ ῥηθέντα τῷ Μωϋσεῖ χερουβὶμ ἐπεποίητο; Δηλονότι κατὰ τὰ τῇ αἰσθήσει ληπτά. Τί οὖν τούτων—πότερον τὸ τεχνητόν, ἢ τὸ μὴ τεχνητόν, συμβολικὸν δέ; —ὁ λόγος διωρίσατο; Οὐδὲ γὰρ οὗτος ὁ λόγος, ἁπλοῦς ὑπάρχει καὶ ἀποίκιλος. Ἦ τὸ μὲν λέγειν κατὰ τὸ συμβολικόν, οὐδεὶς ἂν αἱροῖτο· οὐ γὰρ γέγραπται «ὅρασις ἣν εἶδε Μωϋσῆς», ἀλλ’ «ἐποίησε Μωϋσῆς κατὰ τὸν τύπον». Εἰ δὲ μὴ κατὰ τοῦτον, δῆλον ἐστὶν ὡς κατὰ τὸν κυρίως λεγόμενον τεχνητόν. Εἰ δὲ οὐδὲ αὐτῶν ἐκείνων τῶν ὑπὸ θεοῦ πρωτουργηθέντων ἡ θεία γραφὴ τὸν Μωϋσῆν εἰσάγει θεατήν— οὐδὲ γὰρ εἶπεν· «ὅρα κατὰ τὰ χερουβὶμ καὶ ποιήσεις», ἀλλὰ «κατὰ τὸν τύπον τὸν δειχθέντα σοι»—, λείπεται ἄρα ὅτι κατὰ τὸν τρόπον, ὃς τὴν τοῦ τεχνητοῦ πρὸς τὸ τεχνητὸν σχέσιν παρείληφε, τὰ χερουβὶμ ὁ Μωϋσῆς πεποίηκεν, ὥστε τὰ παρὰ Μωσέως γενονότα, εἰκόνες εἰκόνων ἐτύγχανον· τοῦ γὰρ ἀγγέλου σκιαγραφοῦντος, ὁ χερουβικὸς τύπος αὐτῷ παρεδηλοῦτο.
Ἐπεὶ οὖν δέδεικται παρὰ Μωσέως χερουβὶμ τεχνητά, ἅπαν δὲ τεχνητόν, τινὶ ὅμοιον—κλίνη γὰρ κλίνῃ ἑτέρᾳ ὁμοία, εἴτε κατὰ νοῦν εἴτε κατ’ αἴσθησιν—, καὶ τὰ χερουβὶμ ἄρα τινὶ ὅμοια γίνεται. Καὶ πάλιν· τὰ χερουβὶμ ἢ νοητά, ἢ αἰσθητά εἰσιν. Ἀλλὰ μὴν περὶ τῶν νοητῶν οὐκ εἶπεν ὁ θεὸς ποιῆσαι τῷ Μωϋσεῖ· λείπεται τοίνυν περὶ τῶν αἰσθητῶν καὶ τεχνητῶν.
Καὶ πάλιν· τὰ χερουβὶμ ὁμοιώματα ἢ συμβολικῶς ἢ αἰσθητῶς καθυπάρχει. Ἀλλ’ εἰ μὲν συμβολικῶς οὐχ ὑπάρχει, λείπεται ἄρα αἰσθητῶς. Τὸ τῶν χερουβὶμ ὄνομα, ἢ οὐσιωδῶς λέγεται, ἢ ἐπουσιωδῶς. Ἀλλὰ μὴν τὰ οὐσιωδῶς ὄντα Μωϋσῆς οὐκ ἐπετέτραπτο ποιῆσαι· λείπεται ἄρα τὰ ἐπουσιωδῶς.
Πάντα τὰ κατὰ τύπον ἑτέρου γινόμενα τύπου, ἢ σώματά εἰσιν, ἢ ἀσώματα. Ἀλλὰ μὴν ἀσώματα οὐκ εἰσί· σώματα ἄρα. Μωϋσῆς τὰ χερουβὶμ ἐργασάμενος, ἢ τὰ νοητά, ἢ τὰ αἰσθητὰ εἰργάσατο. Ἀλλὰ μὴν ἀδύνατον τὸ τῇ αἰσθήσει εἰργασμένον, νοητὸν εἶναι· αἰσθητὰ ἄρα τὰ ὑπὸ Μωϋσέως γεγενημένα.
Σύμβολα δέ ἐστιν, ἅπερ ἀνομοίως δι’ αἰνιγμάτων τὴν ἀναγωγὴν ἡμῖν ἐμποιεῖ πρὸς ἐκεῖνα ὧν ἐστὶ σύμβολα—ἰδίωμα γὰρ ἄν τις τοῦτο κατίδοι συμβόλου—, καὶ διὰ τὸ μὴ ἑνιαίως καὶ μονοτρόπως αὐτὰ δεδηλῶσθαι ὑπὸ θεοῦ οἷς παραδεδήλωται—καὶ γὰρ τοῦτο ἰδίωμα συμβόλου—, οἷον, τὸν θεὸν ὁ μὲν ἐν θρόνῳ, ὁ δὲ ἐξ ἠλέκτρου κατεῖδεν.
Εἰκόνες δὲ λέγονται, ὅτι μετὰ τῆς ὡς οἷόν τε ὁμοιότητος, καὶ τὴν ὀνομασίαν τῶν πρωτοτύπων ἐδέξαντο, ὅπερ ταῖς εἰκόσιν ἔστιν εὑρεῖν παρεπόμενον. Αἱρετικός· Εἰ εἰκόνας χρὴ καὶ ὁμοιώματα καλεῖν τὰ κατὰ τὴν τῶν χερουβὶμ εἰδέαν ἡμῖν ἐκτυπούμενα; Ἐπειδὴ πᾶσα εἰκὼν τῷ πρωτοτύπῳ ἔοικε, δηλονότι καὶ τὰ παρὰ τοῦ δημιουργοῦ τῶν ὅλων δημιουργηθέντα χερουβὶμ τὸ αὐτὸ σχῆμα καὶ μορφὴν ἐκείνοις ἕξει, ὧν πρωτότυπα εἶναι ὀνομάζεται· εἰ γὰρ ἐκείνοις ταῦτα ἔοικεν, οὐδ’ ἐκείνων ταῦτα μορφαῖς τε καὶ σχήμασι διενήνοχεν.
Εἰ δὲ μὴ ἔοικεν, οὐκ ἔχουσι τὰ σχήματα εἰκόνας. Ὀρθόδοξος· Ἀλλὰ τῶν ὄντων, τὰ μὲν φύσει καὶ καθ’ αὑτὸ σχηματίζεται, τὰ δὲ θέσει καὶ κατὰ συμβεβηκός· φύσει μὲν καὶ καθ’ αὑτό, ὧν καὶ ἡ ὅρασις ἐπιτηδεία πρὸς ἀντίληψιν, θέσει δὲ καὶ κατὰ συμβεβηκός, ὡς τῶν οὐσιῶν αἱ ἀσώματοι. Καὶ τοῖς μὲν ἐξ ἀνάγκης αἱ εἰκόνες ἕπονται, σώμασιν οὖσι καὶ σκιὰν παρυφισταμένην ἔχουσι. Τῶν ἀσωμάτων δέ, οὐκ ἀνάγκη μὲν ὑπάρχειν εἰκόνας, ὥσπερ οὐδὲ ἀδύνατον, ἐνδέχεσθαι δὲ δίδωσιν ὁ λόγος· τῷ γὰρ Μωσεῖ οὐκ ἄν τις εἴποι ἀδύνατον τὸν θεὸν διατάττειν, *** οὐκ αὐτὰ δὲ ἅπερ ὁ θεὸς προϋπέστησεν, ἀλλὰ τὰ τούτων ὁμοιώματα. Ἔστι γὰρ καὶ δι’ ἀνομοίων συμβόλων ὁμοιοῦσθαι τὰ ἀσώματα, κατὰ τὸν μέγαν Διονύσιον τὸ πυρῶδες, τὸ ἠλεκτρῶδες εἰς σύμβολα νοητῶν δυνάμεων καὶ ἐνεργειῶν ἀνάγοντα.
Ἡ εἰκὼν γάρ, ἢ μόνου σχήματος, ἢ σχήματος καὶ μορφῆς, ἢ ἐνεργείας μόνης, ἢ καὶ τῶν τριῶν εἰς ταυτὸ συνελθόντων· ἀλλὰ μόνου μὲν σχήματος, οἷον λίθου ἢ ξύλου εἰκών, μορφῆς δὲ καὶ σχήματος, ὡς ἄνθρωπον μηδὲν παράπαν ἐνεργοῦντα ἐξεικονίσαι, ἐνεργείας δὲ μόνης, ὡς τὰ τῶν ἀσωμάτων οὐσιῶν ἐξεικονίσματα, οἷον, τὸν Γαβριὴλ τὸ χαῖρε τῇ παρθένῳ κομίζοντα, τῶν τριῶν δέ, ὡς Δαυῒδ ἄν τις ἐξεικονίσοι πρὸ τῆς κιβωτοῦ ἐξαλλόμενον. Ὥστε τὰ τῶν ἀσωμάτων εἰκονίσματα, σχήματος μὲν καὶ μορφῆς εἶεν ἂν κατὰ συμβεβηκός, ἐνεργείας δὲ καὶ πράξεως, κυρίως καὶ καθ’ αὑτό. Μωϋσῆς τοίνυν, εἰ μὲν οὐκ ἐποίησε χερουβίμ, ψευδεῖς αἱ γραφαί· εἰ δὲ ἐποίησεν, ὄντα πάντως ὑπῆρχον—οὐ γὰρ τὸ μὴ ὂν πεποίηται—, ταῦτα δὲ οὐ τὰ πρωτουργὰ οὐδὲ τὰ συμβολικά· λείπεται ἄρα τὰ σχήμασι καὶ ὕλαις διαγραφόμενα ποιῆσαι· ὥστε τὰ παρὰ Μωσέως χερουβὶμ καὶ ἐποιήθη καὶ ὑπῆρξε, καὶ ὁμοιώματα καλεῖται καὶ εἰκόνες δοξάζονται.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.