Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Περὶ τῶν χερουβίμ

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Το περιγραπτό και η έννοια του τόπου στις άυλες και ένυλες ουσίες

Κατηγοριοποίηση των ειδών του περιγραπτού και ανάλυση της σχέσης του Θεού, των αγγέλων και των ένυλων σωμάτων με τον περιορισμό του τόπου και του χρόνου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 7 από 7

Ἀλλὰ μάθε δὴ ὅτι τὸ περιγραπτὸν ἢ τόπῳ ἢ χρόνῳ ἢ τῇ πρὸς ἡμῶν καταλήψει λεγόμενον ἐφευρίσκεται. Διττὴν δὲ καὶ τοῦτο τὴν σημασίαν ἠνέγκατο· ἄλλῳ γὰρ τρόπῳ τὸ περιοριζόμενον ταῖς αἰσθήσεσι περιγραπτὸν ὀνομάζεται, ἑτέρῳ δ’ αὖ πάλιν περιγραπτόν, ὅπερ τὴν τῆς νοήσεως κατάληψιν οὐκ ἐκπέφευγε.

Τεσσάρων οὖν τοῦ περιγραπτοῦ σημαινομένων ὄντων, δῆλον ὅτι καὶ τὸ ἀπερίγραπτον τοσαύτας ἔχον τὰς διαφορὰς εὑρεθήσεται· ὁσαχῶς γὰρ τὸ ἕτερον τῶν ἀντικειμένων, τοσαυταχῶς καὶ τὸ ἕτερον. Ἐπεὶ δὲ τῶν ὄντων τὰ μέν εἰσιν ἄϋλα, τὰ δὲ ἔνυλα, ὅσα μέν εἰσιν ἔνυλα, καὶ τόπῳ καὶ χρόνῳ περιγραπτά εἰσι, καὶ τῇ πρὸς ἡμῶν καταλήψει περιείληπται· τόπῳ μέν, ὅτι διαστάσει περιείληπται, χρόνῳ δέ, διὰ τὸ πάντα τὰ ἔνυλα ἐν χρόνῳ γεγενῆσθαι, καταλήψει δέ, τῇ κατὰ νοῦν, ὅτι οὐδέν ἐστιν ἐμποδὼν τῶν ἐνύλων ἕκαστον τῇ κατὰ νοῦν κινήσει τε καὶ ἐνεργείᾳ πολυπραγμονεῖσθαί τε καὶ περιγράφεσθαι· τῇ δέ γε κατ’ αἴσθησιν περιγραφῇ, σαφῶς ἐστιν ἕκαστον τῶν ἐνύλων περιγραφόμενον καὶ περιοριζόμενον ἰδεῖν· τῇ μὲν γὰρ ἁφῇ ὅσα ἁπτά, τῇ δὲ ὁράσει ὅσα ὁρατά. Δῆλον οὖν ὡς ἅπαν ἔνυλον σῶμα, πάντως καὶ περιγραπτόν.

Οὐδόλως δέ ἐστι περιγραπτὸν τὸ θεῖον· οὐδενὶ γὰρ τρόπῳ τοῦ περιγραπτοῦ ὑποβάλλεται, οὐ τόπῳ, οὐ χρόνῳ, οὔτε τοῖς λοιποῖς. Ὅσαι δὲ φύσεις ἄϋλοι μέν εἰσι, τῆς <δὲ> ὑπερουσίου θεότητος ὑποβεβήκασιν, αὗται δὴ οὖν, τοῦτο μέν εἰσι περιγραπταί, τοῦτο δὲ ἀπερίγραπτοι· χρόνῳ μὲν ὡς ὑπὸ χρόνον οὖσαι, καὶ τῇ κατὰ νοῦν καταλήψει, οἷα δὴ πεπερασμέναι τυγχάνουσαι καὶ ὁρισταί· ὃ γὰρ <τὸν> τοῦ πεπερασμένου καὶ ὁριστοῦ περιορισμὸν οὐκ ἐκπέφευγε, τοῦτο δὴ καὶ τῇ περιγραφῇ τοῦ κατὰ νοῦν καταληπτοῦ περιείληπται. Ἀπερίγραπτοι δ’ ἂν εἶεν τόπῳ καὶ τῇ καταλήψει τῇ κατ’ αἴσθησιν, διὰ τὸ ἀχρωμάτιστον καὶ ἀσχημάτιστον· τόπῳ δέ, ὅτι τὸ ἀδιάστατον καὶ ἀμέγεθες καὶ τὸ ἄογκον αὐταῖς ἐνυπάρχει. Εἰ γὰρ καὶ ἐν τόπῳ εἶναι λέγονται οἱ ἄγγελοι, ἀλλ’ οὐ δήπου τῷ τόπῳ λέγονται περιγράφεσθαι· τὸ δέ γ’ ἐν τόπῳ περιγράφεσθαι, οὐ δι’ αὐτοῦ ἐκείνου ἐστὶν ἐξ ἀνάγκης περιγράφεσθαι, ἀλλά γε καὶ δι’ ἑτέρου τινός. Ὥσπερ γὰρ ἕτερόν ἐστι σιδήρῳ δεδέσθαι καὶ ἐν σιδήρῳ δεδέσθαι—ἐνδέχεται γὰρ καὶ καλωδίῳ δεδέσθαι πρὸς τῷ ἐκ σιδήρου πασσάλῳ—, οὕτω καὶ οἱ ἄγγελοι ἐν τόπῳ μὲν εἰσίν, ἔτι μὴν καὶ ἡ ψυχὴ ἐν σώματι, ἀλλ’ οὔτε τῷ σώματι περιγράφοιτ’ ἂν ἡ ψυχή, οὔτε τῷ τόπῳ οἱ ἄγγελοι.

Ἡ μὲν γὰρ ψυχὴ λέγοιτ’ ἂν ἐν σώματι εἶναι, διὰ τὸ μὴ δύνασθαι αὐτὴν εἶναι ἢ ἐνεργεῖν καθ’ αὑτὴν ἑτέρῳ σώματι, ἀλλ’ ἢ μόνῳ ἐν ᾧ ᾖ, οἱ δὲ ἄγγελοι διὰ τὸ μὴ εἶναι αὐτοὺς μήτε ἐνεργεῖν κατ’ αὐτὴν τὴν ἀκαριαίαν ῥοπὴν ἐν διαφόροις τόποις· τοῦτο γὰρ θεοῦ μόνου. Τούτους δὲ ἐν τόπῳ λέγοντες εἶναι, οὐδ’ αὐτοὺς φαμὲν κυρίως, ἀλλ’ ἢ διά γε τὸ ἐν ὡρισμένῳ τόπῳ καὶ οὐχ ἁπανταχοῦ τὰς ἐνεργείας αὐτῶν ἐνεργεῖν, ἐπεὶ ὅτι οὐκ ἐνδέχεται τὰς ἀσωμάτους οὐσίας τόπῳ περιγράφεσθαι, δῆλον.

Ὁ γὰρ τόπος ἀεὶ σώματα περιέχει μεσιτευούσης τῆς ἐπιφανείας. Τόπος γάρ ἐστι πέρας τοῦ περιέχοντος, καθὸ περιέχει τὰ περιεχόμενα. Ἡ δὲ τῶν ἀγγέλων φύσις, ἀσώματος· καὶ [εἰ] σώματος μὴ ὄντος, οὐκ ἔστιν ἐπιφάνεια· ταύτης δὲ μὴ οὔσης, οὐδὲ τόπος· ἑνὸς γὰρ τούτων τῇ ὑπάρξει, καὶ ἡ τῶν λοιπῶν ὕπαρξις συνακολουθεῖ.