Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Ἔλεγχος (Νόθος)

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Απόδειξη της νοθείας της επιστολής προς τον Θεοδόσιο και η γνήσια διδασκαλία του Επιφανίου

Ιστορικός και θεολογικός έλεγχος της πλαστής επιστολής που αποδίδεται στον Επιφάνιο και παρουσίαση της αυθεντικής του διδασκαλίας περί της Εκκλησίας και της σαρκώσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 7 από 11

Τὰ μὲν οὖν ἄλλα τὰ κατὰ τήνδε τὴν κρίσιν ἐῤῥέτωσαν νῦν ἡμῖν· φρενὸς γὰρ ἀλλοκότου καὶ παράπληγός ἐστι κυήματα, ἐφ’ οἷς σιωπᾷν μᾶλλον ἢ ἀντικαθίστασθαι ἄμεινον· ἤδη δὲ ἐφ’ ἕτερα βαδιούμεθα. Εἰ γοῦν καὶ πάντα παρορᾷν διὰ τὴν ἐγκειμένην αὐτοῖς ἀφροσύνην ἑλοίμεθα, ὅμως τά γε ἐν τῇ πρὸς Θεοδόσιον τὸν βασιλέα ἐπιγεγραμμένῃ ἢ πεπλασμένῃ δηλούμενα ἐπιστολῇ οὐκ ἂν ἑκόντες ὑπερβησόμεθα, τὴν εἰς τὴν ἐναγῆ ἡμῶν θρησκείαν ὕβριν οὐ φέροντες.

Ἃ δὴ τοιαῦτά ἐστιν· ÷ Τὴν εἰδωλολατρείαν ἐν τῷ κόσμῳ τῇ ἑαυτοῦ κακοτεχνίᾳ ὁ διάβολος ἐμηχανήσατο· καὶ ἐν τῷ κόσμῳ ἔσπειρε τοῦτο καὶ ἐθεμελίωσε, καὶ τοὺς ἀνθρώπους ἀπὸ τοῦ Θεοῦ ἀπέστρεψε· νῦν δὲ πάλιν μετὰ τὰς αἱρέσεις καὶ τὰ εἴδωλα, εἰς ἀρχαίαν εἰδωλολατρείαν τοὺς πιστοὺς καθείλκυσε καὶ ἠπάτησε. ÷ Ταύτας τὰς ἐξαγίστους καὶ χριστομάχους φωνὰς οὐδεὶς, οἶμαι, τῶν συνέσεως καὶ ὑγιοῦς φρενὸς μεταλαχόντων, τοῦ θεοφόρου Ἐπιφανίου εἶναι ὑπολήψεται. Καὶ ὅπως διασκοπεῖσθαι πάρεστι, πρῶτα μὲν ἐκ τῶν κατὰ τὸν βίον αὐτοῦ συντεταγμένων. Ἱστόρηται γὰρ ὡς γράμμασι χρησάμενος Ἐπιφάνιος τὸν βασιλέα ᾔτησε Θεοδόσιον τὰς φυείσας κατὰ τὴν Κυπρίων νῆσον ἀθεωτάτας αἱρέσεις βασιλικοῖς τυπώσαντα διατάγμασιν, ἐκεῖθεν ἐλαύνειν ὡς τάχιστα.

Σιμωνιανῶν δὲ ἦσαν καὶ Βαλεντίνων, Σαβελλιανῶν, Νικολαϊτῶν τε καὶ Ὀφιτῶν καὶ πρός γε Βασιλειδιανῶν καὶ Καρποκρατιτῶν· ἃς ἀπαριθμησάμενος ὁ συγγραφεὺς, οὐδεμιᾶς ἑτέρας ἐμνήσθη αἱρέσεως· οἷς δὴ εἴξας Θεοδόσιος, αὐτίκα ἐπλήρου τὰ αἰτηθέντα. Πῶς οὖν οὐχ οἷα ἡ ἀνοσία περιέχει ἐπιστολὴ, τοῖς αἰτηθεῖσιν ἐνσημαίνεται; Καίτοι γε ἐχρῆν πολὺ μᾶλλον καὶ πρὸ τῶν ἄλλων ἐντετάχθαι, εἴπερ εἰδωλολατρεία ἐδόκει Ἐπιφανίῳ. Τί γὰρ ταύτης ἀτοπώτερον ἢ βδελυκτότερον; καὶ τίνι λόγῳ τῶν ἡττόνων κακῶν κατανδριζόμενος, τῶν μειζόνων κατωλιγώρησεν;

Ἔπειτα δ’ ὁρῶμεν ὅτι πᾶσαν αἵρεσιν Ἐπιφάνιος ἐστηλίτευσε, τῶν τε καταρξάντων αἱρεσιωτῶν τὰς προσηγορίας τιθέμενος, καὶ τόπους καθ’ οὓς κεχώρηκεν ἡ αἵρεσις, ἔτι μὴν καὶ τοὺς παραδεδεγμένους τὸ βλάβος. Εἰ οὖν τὴν εἰς τὰ ἅγια τιμὴν εἰδωλολατρείαν ἔκρινε, πῶς ταύτην καίπερ χείρονα πασῶν οὖσαν ἀμνημόνευτον εἴασεν, ὅθεν τε ἤρξατο καὶ ὅποι παραδέδεκται οὐκ ἐνσημηνάμενος; Εἰ γάρ τι τοιοῦτον ὑπείληφε, βίβλοι ἂν ἄπειροι αὐτῷ συνεγράφοντο καὶ λόγοι προῄεσαν ἀριθμὸν ὑπερβαίνοντες.

Τοιγαροῦν ἐκ τῶν γνησίων Ἐπιφανίου συγγραμμάτων καὶ αὖθις ἀντεξανίστασθαι πρὸς ταῦτα καιρός· πολὺν γὰρ καὶ ἄπειρον, ὡς ἔφημεν, κατὰ πασῶν αἱρέσεων διαπεράνας λόγον, καὶ πάσας αὐτὰς ἱκανῶς στηλιτεύσας, τελευτῶν τὸ σύγγραμμα, οὐ πρὸς εἰδωλολατρείας λόγον ἐτράπετο, οὐδὲ πιστοῖς τοῦτο ἐπέγραψεν, ἀλλὰ πρὸς ἐγκώμια μεγάλα καὶ θαυμαστὰ τῆς Ἐκκλησίας ἔρχεται· καὶ δηλώσει αὐτὴ τοῦ λόγου ἐπιγραφὴ ἔχουσα οὕτως· ÷ Σύντομος καὶ ἀληθὴς λόγος περὶ τῆς πίστεως τῆς καθολικῆς καὶ ἀποστολικῆς Ἐκκλησίας. ÷ Καὶ κατάρχει τοῦ λόγου, «Τὰ μὲν πολυειδῆ καὶ πολύτροπα,» καί τινα μετὰ ταῦτα διεξιὼν ὅτι, «Δυνάμει Θεοῦ τὰς βλασφημίας αὐτῶν διηλέγξαμεν, καὶ τὸν κλύδωνα διανηξάμενοι, τοῖς τῆς ἀληθείας γαληνίοις ἐπλησιάσαμεν χωρίοις, τὸν τῆς εἰρήνης λιμένα θεώμενοι.» Καὶ ἔτι τούτοις προσόμοια ὑπειπὼν, ἐπάγει, ὅτι ÷ Ὁμοῦ τε πόλιν ὁρῶντες, ἐπ’ αὐτὴν σπεύσωμεν, τὴν ἁγίαν Ἱερουσαλὴμ, καὶ τὴν παρθένον Χριστοῦ καὶ νύμφην, ἀσφαλῆ τε βάσιν καὶ πέτραν, σεμνήν τε μητέρα ἡμῶν, Χριστοῦ νύμφην, εὐκαιρότατα καὶ αὐτοὶ λέγοντες· «Δεῦτε, ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ Κυρίου, εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼβ, καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ», καὶ τὰ ἑξῆς.

Ἄγε τοίνυν οἱ Χριστοῦ παῖδες, υἱοί τε τῆς ἁγίας τοῦ Θεοῦ Ἐκκλησίας, οἱ τόδε τὸ σύνταγμα τῶν ὀγδοήκοντα αἱρέσεων, ἢ μέρους αὐτῶν συνερχόμενοι, καὶ σὺν ἐμοὶ τὸν τοιοῦτον ὄγκον τῶν προειρημένων μοχθηρῶν διδασκαλιῶν διανηξάμενοι, διαπεζεύσαντές τε τὴν τοσαύτην ἔρημον. ÷ Ἐφ’ οἷς μετά τινα φάσκει: ÷ Τάχιον ἐπικαλεσώμεθα συνῳδὰ τῷ νυμφίῳ, ὡς δοῦλοι, καὶ αὐτοὶ πρὸς τὴν νύμφην λέγοντες· «Δεῦρο ἀπὸ Λιβάνου, νύμφη· δεῦρο ἀπὸ Λιβάνου, ὅτι καλὴ εἶ, καὶ μῶμος οὐκ ἔστιν ἐν σοί·» ὁ παράδεισος τοῦ μεγάλου τεχνίτου, ἡ πόλις τοῦ βασιλέως, ἡ νύμφη τοῦ ἀσπίλου Χριστοῦ; ἡ παρθένος ἡ ἁγνὴ, μόνῳ ἑνὶ ἀνδρὶ ἐν πίστει μεμνηστευμένη, «ἡ διαφανὴς καὶ ἐκκύπτουσα ὡσεὶ ὄρθρος, καλὴ ὡς σελήνη, ἐκλεκτὴ ὡς ἥλιος, θάμβος ὡς τεταγμέναι,» ἡ μακαριζομένη ὑπὸ τῶν βασιλέων, καὶ ἐξυμνουμένη ὑπὸ τῶν παλλακίδων, ἡ ὑπὸ τῶν θυγατέρων ἐπαινουμένη, «καὶ ἀπὸ τῆς ἐρήμου ἀνερχομένη λελευκανθισμένη, καὶ ἐπὶ τὸν ἀδελφιδοῦν αὐτῆς ἐπιστηριζομένη, ἡ μύρων πνέουσα, ἀπὸ τῆς ἐρήμου ἀνερχομένη» ὡς στελέχη καπνοῦ τεθυμιαμένη, σμύρναν καὶ λίβανον ἀπὸ κονιορτῶν μυρεψοῦ, τοῦ δεδωκότος ἑαυτοῦ τὴν εὐωδίαν.

Ὃν προορῶσα ἔλεγε· «Μύρον ἐκκενωθὲν ὄνομά σοι· διὰ τοῦτο νεάνιδες ἠγάπησάν σε,» ἡ ἑστηκυῖα ἐκ δεξιῶν τοῦ βασιλέως, ἐνδεδυμένη κροσσωτὰ, διαχρύσοις πεποικιλμένη, ἡ μηδὲν σκοτεινὸν ἔχουσα, «ποτὲ δὲ μεμελανωμένη, νυνὶ δὲ καλὴ καὶ λελευκανθισμένη,» ἵνα ἐν σοὶ γενόμενοι λωφήσωμεν τῶν προδιελθόντων ἡμᾶς στυγερῶν τῶν αἱρέσεων πραγμάτων. ÷ Καὶ μετὰ βραχέα πάλιν φησίν· ÷ Ἀλλ’ ἄρξομαι περὶ ταύτης τῆς ἁγίας πόλεως τοῦ Θεοῦ τὰ θαυμαστὰ διηγεῖσθαι· ἃ γὰρ δεδοξασμένα ἐλαλήθη περὶ αὐτῆς, ὡς φησὶν ὁ προφήτης· «Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ·» ἀνθρώποις μὲν πᾶσιν ἀνέφικτα, ἀπίστοις δὲ ἀλλότρια, πιστοῖς δὲ ἀνθρώποις καὶ ἀληθινοῖς ἐν μέρει κτητά· ἐν ὑποσχέσει δὲ τελειώσεως ὡς παρὰ τοῦ αὐτῶν δεσπότου παρασχεθησόμενα, ἐν τῇ τῶν οὐρανῶν βασιλείᾳ, ὅπου αὕτη ἡ ἁγία παρθένος καὶ κληρονόμος σὺν τῷ ἰδίῳ νυμφίῳ ἐν οὐρανῷ ἔσχε τὸν κλῆρον καὶ τὴν κληρονομίαν.

Καὶ πρῶτον μὲν, ὅτι Θεὸς, ὁ ἐπὶ πάντων ἡμῖν Θεὸς ὑπάρχει, τοῖς ἐκ τῆς ἁγίας ταύτης Ἐκκλησίας γεννηθεῖσιν· ἀπόδειξις γὰρ αὕτη πρώτη περὶ ἀληθείας καὶ ἑδραίωμα πίστεως τῆς μόνης ταύτης παρθένου καὶ ἁγίας περιστερᾶς καὶ ἀκάκου· περὶ ἧς ὁ Κύριος ἐν Πνεύματι τῷ Σαλομῶντι ἀπεκάλυπτεν ἐν ᾌσματι τῶν ᾀσμάτων, καὶ ἔλεγεν· «Ἑξήκοντα εἰσὶ βασίλισσαι, καὶ ὀγδοήκοντα παλλακαὶ, καὶ νεάνιδες ὧν οὐκ ἔστιν ἀριθμός· μία ἐστὶ περιστερά μου, τελεία μοι,» μετὰ προσθήκης τοῦ μοῦ καὶ μοί· καὶ ἅπερ ἑξῆς ἐκεῖσε ὕμνηται. ÷ Πῶς οὖν καὶ πόθεν ἐκεῖνα κατὰ χριστιανῶν καὶ τῆς Ἐκκλησίας Χριστοῦ ἐξευρημένα βλάσφημα τοῖς παροῦσι λόγοις ἐφαρμοσθήσεται καὶ παραζευχθήσεται;

ὁπότε ἁγίαν Ἱερουσαλὴμ τὴν Ἐκκλησίαν Χριστοῦ καλεῖ Ἐπιφάνιος, καὶ παρθένον, καὶ νύμφην Χριστοῦ, καλήν τε καὶ μῶμον οὐκ ἔχουσαν, νυμφίον τὸν Χριστὸν ἔχουσαν, καὶ ἑνὶ μόνῳ ἀνδρὶ μεμνηστευμένην, καὶ ὄρος Κυρίου, καὶ οἶκον Θεοῦ, καὶ Χριστοῦ παῖδας τοὺς ἐν αὐτῷ ἀνιόντας, παράδεισόν τε καὶ πόλιν Θεοῦ, καλήν τε ὡς σελήνην, καὶ ἐκλεκτὴν ὡς ἥλιον, καὶ ὑπὸ βασιλέων ἐξυμνουμένην, καὶ δὴ καὶ λελευκανθισμένην, καὶ ἐπὶ τὸν ἀδελφιδοῦν αὐτῆς ἐπιστηριζομένην, κροσσωτὰ δὲ διάχρυσα ἐνδεδυμένην, καὶ δεδοξασμένα περὶ αὐτῆς, παρὰ τῶν προφητῶν λελαλημένα, καὶ συγκληρονομοῦσαν ἅμα τῷ νυμφίῳ οὐρανῶν βασιλείαν· καὶ ἃ τούτοις ἐμφέρεται παραπλήσια, ἃ παντάπασιν ἐκείνοις ἀντίκειται. Ποῦ γὰρ ἐνταῦθα παρ’ Ἐπιφανίῳ ἐν τῇ Χριστοῦ Ἐκκλησίᾳ εἰδωλολατρείας δευτέρας μνήμη;

Μάλιστα δὲ οὐκ ὂν Ἐπιφανίου τὸ προενηνεγμένον θεοστυγὲς φρόνημα, ἐνδηλότερον ἐκ τῆς γενεαλογίας κρινόμενον τὸ τῶν προσώπων παραστήσει διάφορον. Ὁ μὲν γὰρ εἰσφέρει ἑαυτὸν, ἐν τῇ ἐπιστολῇ, τῇ πίστει τῶν ἐν Νικαίᾳ πατέρων ἐκ νέας ἡλικίας ἠκολουθηκέναι· καὶ ὡς οἱ γονεῖς αὐτοῦ ἐν ταύτῃ γεγέννηνται, καὶ τὴν αὐτὴν κατεῖχον ὁμολογίαν. Ὁ δὲ ἱερὸς Ἐπιφάνιος, ὡς ἴσμεν, Ἑβραῖος ἐξ Ἑβραίων ἔφυ. Καὶ τούτου οἱ γεννήτορες ἐν τῇ θρησκείᾳ τῶν Ἑβραίων τελευτῶσιν· αὐτός τε ἑκκαιδέκατον χρόνον τῆς ἡλικίας ἄγων, μυεῖται τὴν χριστιανῶν πίστιν καὶ τὸ θεῖον λουτρὸν δέχεται. Εἰ δὲ δεῖ τὸ τοῦ λόγου εἰπεῖν· Ὁ βαλὼν καὶ ἰάσεται, ἄξιον δὲ κἀκεῖνο ἐπειπεῖν· Ὅτι ὁ γράψας ἀπήλειψεν.

Ὅστις γάρ ποτε ἦν οὗτος ὁμολογεῖ· πρῶτα μὲν ὡς χλεύη τοῖς πολλοῖς ἐπὶ τοῖς ληρωδουμένοις αὐτῷ προὔκειτο· ἔπειτα δὲ ὅτι καὶ τοῖς συνεπισκόποις καὶ συλλειτουργοῖς συμβουλεύσας ταῦτα περιαιρεθῆναι, οὐκ ἠκούσθη· οὕτω λοιπὸν ἑαυτὸν καταβεβληκὼς φροντίδων ἡμᾶς ἀπαλλάξειεν. Οὐκοῦν πάντοθεν τῶν πλαστογραφούντων καὶ Ἐπιφανίῳ ταῦτα ἀνατιθέντων ἡ κενοφωνία καὶ τὸ κακούργημα στηλιτεύεται.

Ὧν οὐκ ἄν τις τοσοῦτον ἐκπλαγείη τὸ ἀνόσιον, ἢ ὅσον γε τοῦ ἀναλεξαμένου καὶ εἰς συνηγορίαν παραγαγόντος τὸ ἀναίσθητον· ἦ γὰρ οὐδ’ ὅτι ὑπῆρξέ πω Θεοδόσιος ἔγνω, ἢ ὁποῖος τῆς εὐσεβείας θερμὸς ἐραστὴς, κατά τε τὴν ἑῴαν καὶ ἑσπερίαν μοῖραν, καὶ πανταχοῦ γῆς καὶ θαλάσσης ᾄδεται, οὐδαμῶς ἀκήκοε πώποτε. Πῶς οὖν Θεοδοσίου εἰς μνήμην ἦκται ὁ τῆς Θεοδοσίου γνώμης καὶ πίστεως ὑπάρχων ἀντίπαλος καὶ πολέμιος; πῶς δὲ μᾶλλον οὐκ ἀπεφαύλιζεν ἐναντίον ἐκείνῳ κεκτημένος τὸ φρόνημα; ὃν ἔδει, εἰ μή τι ἄλλο, τὰ γοῦν τοῦ ἀνδρὸς δυσωπηθῆναι, οἷα διὰ τῆς πίστεως ἤνυσε κατορθώματα, καὶ ὅσα περὶ τοὺς θείους ναοὺς αὐτῷ διεσπούδασται, ἐν οἷς ἡ τῆς εὐαγγελικῆς ἱστορίας διαπρέπει παράδοσις. Ἀλλὰ τοιοῦτον ἡ τυραννὶς ἀμαθίᾳ καὶ δυσσεβείᾳ συνενεχθεῖσα, τυφλώττειν τοὺς ἁλόντας, μηδ’ ὅ τι λέγειν ἢ πράττειν εἰδέναι παρασκευάζουσα· ἐξ ὧν δηλοῦται καὶ τοῦ λογογραφοῦντος ἡ πλάνη, καὶ τοῦ κεχρημένου τὸ σκαιὸν καὶ ἀπαίδευτον, ὅπως αὐτῷ τὸ πρὸς τοὺς συνηγόρους ἀσύμβατον συνιδεῖν οὐδαμῶς ἐξεγένετο.

Ἐπεὶ οὖν ἀλλότρια ταῦτα Ἐπιφανίου δέδεικται, φέρε λέγωμεν τίνων τε καὶ ὅθεν τὴν ἀρχὴν καὶ γένεσιν ἔσχεν. Πρῶτος, ὡς ἴσμεν, ἐπ’ ἀνατροπῇ τῆς τοῦ Θεοῦ Λόγου σαρκώσεως, τὴν δόκησιν καὶ φαντασίαν ὁ θεομισὴς εἰσηγήσατο Βαλεντῖνος· ὃς περὶ ὀλίγας τοῦ Ἀποστόλου κακουργήσας ῥήσεις, τὸ οἰκεῖον δυσσεβὲς κατεσκεύασε δόγμα, ÷ μορφὴν δούλου ἀνειληφέναι τὸν Κύριον λέγων, οὐκ αὐτὸν τὸν δοῦλον, καὶ ἐν σχήματι εὑρῆσθαι ἀνθρώπου, οὐκ αὐτὸν προσειλῆφθαι τὸν ἄνθρωπον, καὶ ἐν ὁμοιώματι σαρκὸς, ÷ οὐ «σαρκὸς ἁμαρτίας» προστιθείς. Καὶ ὃ τούτων χαλεπώτερον, παθητὴν ᾤετο τὴν θεότητα, καὶ ἐπ’ αὐτὴν τὰ πάθη ἀνέφερεν. Ἐξ οὗ εἰς τοὺς περὶ τοὺς ἀθέους Μαρκίωνά τε καὶ Μάνεντα καὶ τὸν δυσσεβέστατον Ἄρειον, ὥσπερ τι ψυχοφθόρον, τὸ ἄθεσμον τοῦτο ἐγκατέσκηψε πάθος. Ἐκ δὴ τούτων τῶν φασματωδῶν ἐμπεφορημένοι, τὸ μὴ δεῖν εἰκονίζεσθαι τὸν Σωτῆρα ὠνειροπόλουν, ἐπεὶ μηδὲ σεσῶσθαι ἐν αὐτῷ τέλεον τὸ ἀνθρώπειον ᾔδεσαν εἶδος. Ταύτης δὴ τῆς λύμης οἱ τὰ προκείμενα συγγεγραφότες μετειληχότες, τὰ παραπλήσια ἐδόξασαν. Ὅθεν τὸ ὁρώμενον αὐτοῖς τοῦ Χριστοῦ κατὰ τὴν ἀνθρωπείαν μορφὴν ἀπεικόνισμα οὐδενὶ τρόπῳ τὸ ἐοικὸς καὶ ἐμφερὲς πρὸς αὐτὸν ἔχειν οἰόμενοι, οὐδὲ τὴν ὁποιανοῦν ἀναφορὰν ἢ σχέσιν διασῶζον καὶ πάντη ἀλλότριον τυγχάνον αὐτοῦ, εἴδωλον καλεῖν κατὰ τὴν παρ’ Ἕλλησι δόξαν ἀθέως τετολμήκασιν.

Ἐκεῖθεν λοιπὸν τὸ τῶν εἰδώλων ὄνομα ἐν τῇ Χριστοῦ εἰσεφθάρη Ἐκκλησίᾳ· τούτοις γὰρ διδασκάλοις χρώμενοι, καὶ οἱ κατὰ τοὺς καθ’ ἡμᾶς χρόνους ἀναφανέντες δογματισταὶ τὸ ἴδιον συνιστάνειν διαγωνίζονται κήρυγμα. Ὅπως δὲ Ἐπιφάνιος τῇ ἀμφὶ Βαλεντῖνον, Μαρκίωνά τε καὶ Μάνεντα δυσσεβείᾳ ἀπηχθάνετο, δηλώσει μὲν πλατύτερον, ἃ κατὰ τῆς θεομάχου ταύτης αἱρέσεως ἐν τοῖς βιβλίοις τοῖς καλουμένοις Παναρίοις συντέθεικεν, ἐπ’ ἄπειρον τὸν λόγον ἐκφέρων· καὶ ταύταις ἐντυγχάνων τις ἐναργέστερον εἴσεται. Ἀλλὰ μὴν καὶ οἷα ἐν τῷ κατὰ Διμοιριτῶν διέξεισι λόγῳ, τούτων γε χάριν ἀκούειν πάρεστι· γράφει γὰρ ὧδε· ÷ Ἄλλοι δὲ εἰς ἡμῶν ὦτα εἰρήκασιν, ὅτι οὐ ταύτην τὴν ἡμετέραν σάρκα, οὐδὲ ὁμοίαν ἡμῶν ἐλθὼν ἔλαβεν ὁ Κύριος, ἀλλὰ ἄλλην παρὰ τὴν ἡμῶν· καὶ εἴθε κατὰ δοξολογίαν ἔλεγον καὶ κατὰ ἔπαινον. Καὶ αὐτοὶ γὰρ φαμὲν ἅγιον εἶναι τὸ σῶμα καὶ ἄχραντον· «ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ,» καὶ τῷ παντὶ δῆλόν ἐστι τοῦτο τῷ εὐσεβῶς περὶ Χριστὸν ἔχοντι καὶ νοοῦντι· ἡμεῖς δὲ, εἰ καὶ αὐτὸ τὸ σῶμα λέγομεν, ὅπερ καὶ αὐτὸ τὸ ἡμῶν εἴληφε, παρ’ αὐτῷ ἄχραντον τὸ αὐτοῦ σῶμα· ἐν ἡμῖν δὲ τοῖς πεπλημμεληκόσιν, οὐ διὰ τὸ ἀλλότριον εἶναι τὸ σῶμα καὶ ἀλλόκοτον τὸ ὑποδεὲς καὶ ἠλαττωμένον, ἀλλὰ διὰ τὰ ἡμῶν ἁμαρτήματα καὶ παραπτώματα τούτου ἕνεκα.

Οὐ γὰρ ἄλλο σῶμα ὁ Κύριος ἔλαβε, καὶ ἄλλο ἡμεῖς ἔχομεν· ἀλλ’ αὐτὸ τὸ σῶμα πεφυλαγμένον καὶ ἄχραντον διατετηρημένον. Ἄλλοι δὲ ἐξ αὐτῶν καὶ ἄχρι τῆς δεῦρο, φιλονεικίᾳ τινὶ φερόμενοι, ὑπονοίαις ἀλλοτρίαις προαχθέντες, οὐ κατὰ τὴν διδαχὴν τῶν πατέρων, οὐδὲ κατέχοντες τὴν κεφαλὴν τῆς πίστεως, ἐξ οὗ πᾶν τὸ σῶμα διὰ τῶν ἁφῶν καὶ συνδέσμων ἐπιχορηγούμενον καὶ συμβιβαζόμενον αὔξει τὴν αὔξησιν τοῦ Θεοῦ, ὡς ὁ Ἀπόστολος λέγει· ἀλλὰ τάχα ὑπὸ ἀλλοτρίων τινῶν θολωθέντες τὰς ἀκοὰς, πλησιαιτέρως Βαλεντίνῳ καὶ Μαρκίωνι καὶ Μανιχαίῳ, καίτοι δῆθεν εἰς τιμὴν Χριστοῦ, φαντάζονται μᾶλλον, ἤπερ ἀληθεύουσιν. Ἐπὰν ἀκούσωσι παρ’ ἡμῶν ὅτι ἔσχεν ὁ Χριστὸς σῶμα τὸ ἡμέτερον, εὐθὺς εἰς τοὺς μύθους τρέπονται τοὺς ἰδίους τῆς φιλονεικίας, λέγοντες ὄνυχας αὐτὸν ἐσχηκέναι καὶ σάρκα καὶ τρίχας καὶ εἴ τι ἕτερον, οὐ τοιούτους δὲ ὁποίους ἡμεῖς ἔχομεν· ἀλλὰ ἄλλους ὄνυχας ἐσχηκέναι καὶ σάρκας ἄλλας, καὶ τἄλλα πάντα οὐχ ὁποῖα ἡμεῖς ἔχομεν, ἀλλὰ ἀλλοῖα, παρὰ τὰ ἡμέτερα δῆθεν, πάλιν βουλόμενοι σοφιστικῶς τῷ Χριστῷ χαρίσασθαι, κατὰ τὸν Βαλεντῖνον καὶ τὰς εἰρημένας αἱρέσεις, τοὺς ματαίους λόγους. ÷ Εἰ οὖν ταῦτα Ἐπιφανίου ὡμολόγηται, ὥσπερ δὴ καὶ ὡμολόγηται, πῶς ἐκεῖνα ἐναντία γε ὄντα πάντη καὶ ἀσύμφωνα Ἐπιφανίου λεχθείη;

Ἐπὶ τούτοις πάλιν καὶ τὰ κατὰ τὸν βίον αὐτοῦ συγγεγραμμένα διδάξει. Ἱστόρηται γὰρ ὡς συμβαλόντι ποτὲ αὐτῷ ἐκ τῆς Βαλεντίνου αἱρέσεώς τινι ἐπισκόπῳ, καὶ τοῖς ὀρθοῖς τῆς ἀληθείας ἀντεπεξάγοντι δόγμασιν (Ἀέτιος δ’ ἦν αὐτῷ ὄνομα), ἐπιτετιμηκὼς θανάτῳ πικρῷ κατεδίκασε. Δεσμοῖς γὰρ τοῖς παρὰ τοῦ ὁσίου τὴν γλῶσσαν πεδηθεὶς καὶ ἀφθεγξίᾳ ἐφ’ ὅλαις ἓξ ἡμέραις συσχεθεὶς ἑβδομαῖος κακῶς τέθνηκεν.

Ἴδωμεν δὲ τί περί γε τῆς τοῦ σωτηρίου ἐνανθρωπήσεως Ἐπιφανίῳ δοκεῖ. Ἀλλ’ εἰ μὲν βούλοιτό τις ἐκ τῶν συντεταγμένων αὐτῷ μυριολέκτων βίβλων ἀναλέξασθαι, πολλὰ ἂν κάμοι, πλῆθος ἑαυτῷ συλλέγων ἄπειρον, ἐν οἷς τέλεον τὸ δόγμα καὶ φρόνημα τῆς καθολικῆς καὶ ἀποστολικῆς Ἐκκλησίας ἡμῖν ἐμφανίζεται· ἡμεῖς δὲ ὀλίγα ἐκ πολλῶν ἀναλαβόντες, ὡς ἐν βραχέσι λέξεσι τὸ πᾶν παριστῶντα, καὶ ἀποχρώντως ἔχοντα πρὸς δήλωσιν τῆς προσληφθείσης τῷ Θεῷ Λόγῳ καθ’ ἡμᾶς φύσεως, ἀρκεσθησόμεθα. Φησὶ γοῦν ἐν τῇ καλουμένῃ αὐτοῦ βίβλῳ Ἀγκυρωτῷ ἐπὶ λέξεως ὡδί· ÷ Ὅσα γὰρ ἐν ἀνθρώπῳ καὶ οἷα ἄνθρωπος, ταῦτα ἦλθε καὶ ἔλαβεν ὁ Μονογενής· ἵνα ἐν τῷ τελείῳ ἀνθρώπῳ τελείως τὸ πᾶν τῆς σωτηρίας Θεὸς ὢν ἀπεργάσηται, μηδὲν ἀπολείψας τοῦ ἀνθρώπου, ἵνα μὴ τὸ ἀπολειφθὲν μέρος εἰς μέρος πάλιν γένηται βρώματος διαβόλου. ÷ Εἰ οὖν οὐδὲν ἀπολελειμμένον οἶδεν ἐκ τοῦ ἀνθρώπου, ἀλλὰ πάντα προσειλῆφθαι τῷ Μονογενεῖ, ὁ δὲ ἄνθρωπος ὅτι εἰκονίζεται (οὐδὲ οἱ τὸν λογισμὸν παρενηνεγμένοι διαμφιβάλοιεν), οἶδεν ἄρα καὶ Χριστὸν ὡς ἀληθῶς κατὰ τὸ ἀνθρώπινον εἰκονιζόμενον Ἐπιφάνιος. Ταῦτα οὖν ὡμολόγηται καὶ συμπεφώνηται παρὰ πᾶσι τῶν οἰκείων καὶ γνησίων Ἐπιφανίου λόγων εἶναι. Ἆρ’ οὖν ἐοίκασι τοῖς προεκτεθεῖσιν, ἢ πάντη ἀλλήλων ἀπονοσφίζονται καὶ ἀπᾴδουσι;

τίς τῶν νοῦν ἐχόντων οὐκ ἂν συνειπεῖν ἕλοιτο, ὡς οὐδενὶ τρόπῳ ἀλλήλοις κεκοινωνήκασι, τὴν τῶν δογματιζομένων αὐτόθεν ἀσφαλῶς ἐνορῶν πρὸς ἄλληλα ἐναντιότητά τε καὶ μάχην; ὥστε οὐ γεννήτωρ τοῦ γράμματος Ἐπιφάνιος, λικμήτωρ δὲ τοῦ δόγματος γενναιότατος. Οὐ γὰρ ἂν περιπεπτωκέναι αὐτὸν ἑαυτῷ δοίη τις, δύσφημον γάρ. Λείπεται λοιπὸν ἕτερον εἶναι πάντως τὸν ἐκεῖνα τὰ ἄτοπα φθεγγόμενον καὶ ἀνόσια, καὶ ὃν Ἐπιφανίδην καλοῦσιν, τῆς Βαλεντίνου καὶ Μαρκίωνος καὶ Μάνεντος βδελυρίας καὶ συμμορίας τυγχάνοντα.

Ἀλλὰ φησὶν, οὐκ Ἐπιφάνιος, ἀλλ’ ὁ τῆς τοῦ Θεοῦ Λόγου καταγορεύων πρὸς ἀνθρώπους γεγενημένης Ἐπιφανείας· ÷ Ὅτι μετὰ τὰ εἴδωλα καὶ τὰς αἱρέσεις εἰς εἰδωλολατρείαν τοὺς ἀνθρώπους ὁ Σατανᾶς καθείλκυσε. ÷ Καὶ τί δήποτε τοῦτο σεσίγηται; καὶ πῶς οὐ πᾶσα ἱστορία καὶ συγγραφὴ φέρει τὸ οὕτως ἄτοπόν τε καὶ ἄθεον; πῶς οὐ πανταχοῦ γῆς καὶ θαλάσσης περιβομβεῖται; Πανταχοῦ γὰρ καὶ ἔστι καὶ προσκυνεῖται παρὰ χριστιανοῖς τὰ σεπτὰ ταῦτα μορφώματα. Τί πεπονθὼς οὑτοσὶ ὁ γεννάδας, ἑαυτὸν ἐκλαθόμενος, καὶ ἃ τοῖς εἰδώλοις ἀφώρισται ἐν τοῖς ἑαυτοῦ λόγοις οὐ προστέθεικε, τελετάς τε καὶ σπονδὰς καὶ θυσίας, τάς τε κνίσας καὶ τὰ ἐπιβώμια λύθρα, καὶ τἄλλα ἐν οἷς θεραπεύειν δαίμονας οἱ τοῖς εἰδώλοις προσκείμενοι εἰώθεσαν, καὶ τῆς ἐκείνου λέγειν ἐμβροντησίας ἄξια; Ἀλλὰ σεσίγηται, καὶ οὐδαμοῦ τὸ τῶν εἰδώλων ἄγος εἰς μνήμην ἦκται, καὶ οὔτε ἤκουσται, οὐδὲ τεθέαται πώποτε.

Οὐκοῦν πλάνη πάντα καὶ φάσματα καὶ διαβολικῆς μεθοδείας εὑρήματα. Τί γὰρ ταύτης τῆς ἀθεΐας ἀτοπώτερον καὶ πρὸς ὕβριν τῆς τοῦ Μονογενοῦς συγκαταβάσεως ἀνομώτερον; Ποῖος ᾅδης ταῦτα ἐφθέγξατο; ποῖος τάφος ἠρεύξατο; Χριστοῦ μνήμη καὶ ὄνομα, ὃ καὶ δαιμόνια φρίσσουσιν, καὶ δυσφημία εἰδώλων ἀντιπαραλαμβάνεται. Τίνων ταῦτα; τῶν τῆς ἁπασῶν κακίστης αἱρέσεως ὑπασπιστῶν, οἳ ταῖς ἀληθείαις εἰς τὸ τοῦ Διαβόλου κατασυρέντες βάραθρον, Χριστοῦ μὲν ἀσθένειαν καταψηφίζεσθαι οὐ κατερυθριῶσιν, καὶ ἀφῃρῆσθαι τὴν ἑαυτοῦ κληρονομίαν ἡρπασμένην ὑπὸ τοῦ Διαβόλου, αὐτῇ δὲ τῇ καθολικῇ Ἐκκλησίᾳ δευτέραν ἐπιπλέκειν εἰδωλολατρείαν, ἤδη τῷ τιμίῳ καὶ ἀμώμῳ αἵματι Χριστοῦ εἰδώλων λελυτρωμένῃ διὰ τῆς χάριτος.

Καὶ ὅθεν αὐτοῖς τὸ πονηρὸν ἐπαύξεται, ἐπειδὴ γὰρ ἐναντία τῇ δοκήσει ἡ ἐνέργεια, ἣ τὸ ἀψευδὲς τῆς τοῦ Λόγου σαρκώσεως διὰ τῶν ἱερῶν τύπων παρίστησιν, ὡς ἂν οὖν τὸ πρὸς αὐτὴν ἔχθος, οἷα φευκτέαν ἡγούμενοι, ἀποπληρώσωσι, καὶ ἅμα τὸ βλάσφημον ἐκκλίνειν δόξωσι, τῇ μεταθέσει τῆς προσηγορίας καθυβρίζουσιν, καὶ τῷ τῶν εἰδώλων μύσει τὰς ἐναγεστάτας γλώσσας μαινόμενοι καταχραίνουσιν· εἰς τοῦτο αὐτοὺς ἀσεβείας τοῦ ἀπεριγράφου τὸ πρόσρημα κατολισθῆσαι παρεσκεύασε, καὶ ταύτῃ πείθειν τοὺς τῇ ἐκείνων ὑπαγομένους ἀθεότητι ἀγῶνα τίθενται, ὅπως τὸν φωτισμὸν καὶ τὴν λαμπηδόνα τοῦ καθ’ ἡμᾶς κηρύγματος ἐξαμαυρώσωσι, καὶ τὸ σκότος τῆς φαντασίας παῤῥησιάσωνται.

Οὐδὲν οὖν θαυμαστὸν τοὺς οὕτως ἀνοσίως διακειμένους, τοιαῦτα καὶ διδάσκειν καὶ γράφειν· ἀλλ’ ἀκούσεται πρὸς ἡμῶν ὁ ἔμπληκτος καὶ τῆς κακίας ταύτης ὑπέρμαχος, ὅτι ἐσκοτίσθη τοῖς διαλογισμοῖς διὰ τὴν ἀπιστίαν αὐτοῦ, καὶ ἀναμέσον ἁγίου καὶ βεβήλου, καὶ καθαροῦ τε καὶ ἀκαθάρτου διαστεῖλαι οὐκ ἠβουλήθη· τετύφλωται γὰρ ὑπὸ τοῦ Θεοῦ τοῦ αἰῶνος τούτου τὰ νοήματα, ὥστε μὴ ἐναυγασθῆναι τὸν φωτισμὸν τοῦ εὐαγγελίου· τῷ ὄντι γὰρ ἐξεστηκὼς καὶ τὰ τῆς καρδίας ἀποκωφωθεὶς ὦτα, ἐπαΐειν τῶν τοῦ πνεύματος λογίων οὐ προῄρηται· τοῦ μὲν τῶν θείων προφητῶν προανακεκραγότος «ὅτι ἐξαλείψω τὰ ὀνόματα τὰ τῶν εἰδώλων ἀπὸ τῆς γῆς, καὶ οὐκέτι ἔσται αὐτῶν μνεία,» τοῦ δὲ «ὅτι πάντες εἰδήσουσί με, ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν·» τοῦ τε κήρυκος τοῦ εὐαγγελίου βοῶντος, ὡς «ἄμωμον καὶ ἄσπιλον τὴν Ἐκκλησίαν Χριστὸς ἑαυτῷ παρεστήσατο·» καὶ ἄλλων ὡσαύτως κηρυσσόντων τὰ παραπλήσια, αὐτοῦ τε τοῦ Σωτῆρος «πύλας ᾅδου μήποτε κατισχύσειν αὐτῆς» ἐπαγγελλομένου. Ἀλλὰ τούτων ἁπάντων ὑπερόπτης γενόμενος, τῶν ἐκ τοῦ πονηροῦ λαλούντων πνεύματος ὑπῆρξε κατήκοος, τῆς τε ὀρθῆς ἡμῶν δόξης κατήγορος, καὶ τῆς θείας καὶ σωτηρίου ὑβριστὴς χάριτος. Καὶ ταῦτα μὲν τὴν ἐκείνου στηλιτευέτω ἀπιστίαν καὶ φλυαρίαν.

Ἐπειδὴ δὲ πρὸς Θεοδόσιον, τὸν κατὰ τὴν βασίλειον ἀρχὴν αὐτοκράτορα, φασὶ τὸ γράμμα εἶναι, ἐπ’ αὐτὸν καὶ δὴ τῷ λόγῳ τρεψώμεθα. Σαφὲς ἤδη ὡς πιστός τε ἦν καὶ ἐπ’ εὐσεβείᾳ γνώριμος ὁ ἀνὴρ, σπουδὴν τιθέμενος περί τε τὴν τῶν σεπτῶν ναῶν οἰκοδομίαν καὶ τὸν ἱερὸν καταρτίζειν τοῦ εὐαγγελίου διάκοσμον, ἐν αὐτοῖς τε καὶ τοῖς ἄλλοις ἱεροῖς ἀναθήμασι. Πῶς οὖν ταῦτα εἰργασμένον ἀναθεωρῶν ὁ παρ’ αὐτοῖς λεγόμενος Ἐπιφάνιος, καὶ οὕτως ἀναστρεφόμενον ἤνεγκε, καὶ οὐχὶ δὴ μᾶλλον αὐτῷ εἰδωλολατρείας ἐπίκλημα ἐπέγραψεν, οὐδὲ θρασύτερον ἐστηλίτευσεν; ἀλλὰ διὰ παντὸς τοῦ γράμματος ἐγκωμίοις ἐξαίρει, καὶ τὰ εἰς Θεὸν εὐσεβοῦντα παισὶν ὁμοῦ ἐκ νεαρᾶς ἡλικίας, καὶ τῷ βασιλείῳ οἴκῳ παντὶ ἐν ἐπαίνοις ποιεῖται, καὶ εὐφημίαις κατακροτεῖ, ἔτι τε καὶ τὴν εἰδωλολατρείαν ὡς ἱκανῶς ἐξαφανίζοντα ὑπεραγάμενος.

Καὶ τοῦ μὲν ὑπηκόου ἐπὶ τὰ εἴδωλα πλανωμένου, ἐν ἀγωνίᾳ καθίσταται, καὶ δι’ ὄχλου Θεοδοσίῳ γίνεται, καὶ πρὸς ζῆλον θεοσεβείας διανίστησιν· αὐτὸν δὲ ἐκεῖνον καίτοι ὡς εὐσεβοῦντα ἀποδεχόμενος, ὥσπερ τῇ πλάνῃ κατεσχημένον τῇ αὐτῇ, ἀθεράπευτον παρῆκε· καὶ ἵνα μὲν σφαλέντας ἄλλους διορθοῖτο, πλεῖστα παρῄνεσεν, αὐτὸν δὲ ἐπὶ τοῦ πτώματος κείμενον παρεώρακεν· ὃ καὶ λέγειν καὶ ἀκούειν παράδοξον. Πῶς γὰρ ἄλλον ἐπανορθοῦν ἴσχυσε, μένων αὐτὸς ἀδιόρθωτος;

Εἶτα Ἐπιφανίῳ μόνῳ τῆς τῶν ἀπολλυμένων ἐμέλησε σωτηρίας. Καὶ ποῦ τῶν ἄλλων ἀρχιερέων καὶ τῆς Ἐκκλησίας διδασκάλων ἡ πληθὺς, οἳ κατὰ τοὺς χρόνους τοὺς αὐτοὺς συνήκμασαν, πλεῖστοί τε ὅσοι καὶ μέγιστοι καὶ τῶν πατέρων οἱ κορυφαῖοι καὶ ἔκκριτοι; ἆρα οἰστὸν καὶ κοῦφον ἐν ὀφθαλμοῖς αὐτῶν ἐνομίσθη τὸ τοιοῦτον ἄγος πραττόμενον; Καὶ ποίαν αὐτοῖς οὐκ οἴσει κατηγορίαν; Ἐπιφάνιον μὲν, καὶ ταῦτα πόῤῥωθεν τυγχάνοντα, βασιλεῖς παροτρύνειν, ἐν ἀγωνίᾳ καθίστασθαι· αὐτοὺς δὲ ὡς ἐγγυτάτω ὄντας ἐφησυχάζειν, τηλικούτου κακοῦ τῇ οἰκουμένῃ ἐγκατασκήψαντος. Τί δὴ οὖν οὗτοι διὰ πάσης ἠθικῆς καὶ δογματικῆς διδασκαλίας τὸν λαὸν ποδηγοῦντες καὶ διϊθύνοντες διετέλουν; παρ’ οἷς οὐδὲ ἀμπελὼν χήρας ἡρπασμένος εὐκαταφρόνητος, καὶ ἄλλων μὲν αἱρέσεων φυομένων θερμῶς ἀπεδύοντο, καὶ πρὸς ἀγῶνας ἐχώρουν καὶ κατὰ συνόδους ἠθροίζοντο, ὥστε κρατύνεσθαι τὴν εὐσέβειαν καὶ ἐκ μέσου τὰς αἱρέσεις γίνεσθαι, καὶ τὴν ἀρειανικὴν καὶ μακεδονιανὴν δυσσέβειαν, ὡς κτισματολατρείαν λογιζόμενοι γενναίως ἀπήλαυνον· αὐτὴν δὲ τὴν κυρίως εἰδωλολατρείαν ἀνεξέταστον καὶ ἀδιόρθωτον ἀπολιπόντες, οὐδ’ ὅσον εἰς μνήμην αὐτῆς ἵκοντο πώποτε, οἷς ἔδει καὶ πλειόνων συνόδων καὶ πόνων καὶ τοσούτων, ὅσον καὶ τὸ κακὸν χεῖρον καὶ βλαβερώτερον.

Πόθεν οὖν αὐτοῖς πατέρας καὶ διδασκάλους καλεῖσθαι λοιπὸν περιστήσεται; Ταῦτα οὐδὲ Θεοδόσιον εὐθυνῶν ἔξω τίθησιν, οὕτω κατημεληκότα τοῦ ὑπηκόου, καὶ ψυχὰς ἀθλίας ἐπ’ ἀπωλείᾳ καταπροέμενον, καὶ θεραπείας δαιμονικῆς ἀνεχόμενον, καὶ ὕβριν τοσαύτην εἰς Θεὸν ἰοῦσαν ἀναλγήτως φέροντα.

Ἀλλὰ τί χρὴ πρὸς τὰ κενολογούμενα καὶ δυσφήμως πεφλυαρημένα μάτην ἐνδιατρίβειν, ἃ ὡς γραοπρεπεῖς μύθους καὶ ξένα τῆς ἡμετέρας θεοσοφίας ὁρῶντες διαπτύομεν καὶ ἀποπεμπόμεθα; τοσοῦτο γὰρ ἀπεῖχον εἰδωλολατρείας χριστιανοὶ, ὅτι οὐ μόνον τοιαύτης διδασκαλίας καὶ διορθώσεως οὐκ ἐδεήθησαν, ἀλλὰ καὶ αὐτοὶ οἱ ἱεροκήρυκες διδάσκαλοι τὰ ἱερὰ ταῦτα διέποντες ἐτίμων, εὐσεβεῖν ὡς ἀληθῶς καὶ ἐν τούτῳ εἰδότες τῷ μέρει τὰ μέγιστα.