Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Ἔλεγχος (Νόθος)

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Η θεολογία της εικόνας, η σχέση με το αρχέτυπο και η τιμή των αγίων

Θεολογική ανάλυση της αναγωγής της τιμής από την εικόνα στο πρωτότυπο, αναίρεση των περί νεκρών ειδώλων κατηγοριών και υπεράσπιση της απεικόνισης αγγέλων και αγίων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 4 από 11

Τίς οὖν ἐπὶ τοσοῦτον σκαιότητος καὶ παρανοίας ἴοι, ὡς Ἐπιφανίου τοῦ θεοφόρου τὴν φλυαρίαν εἶναι ταύτην ὑποτοπῆσαι; Ἀλλὰ τά γε πλεῖστα τῶν μυθολογουμένων, καὶ ὥσπερ ἐν ἀγορᾷ μεθυόντων, ἀσεβῶς ἅμα καὶ ἀνούστατα ματαιολογουμένων παρέντες, τὰ ἐπὶ ποσὸν ἐλέγχων δεόμενα καὶ δὴ διασκεψώμεθα. Φησὶ γοῦν ἐκ προσώπου τῶν εὐσεβούντων τὸν λόγον προάγων· ÷ Ὅτι δὴ, φασὶ, τὰς εἰκόνας τῶν ἁγίων ποιοῦμεν εἰς μνημόσυνον καὶ τιμὴν αὐτῶν. ÷ Εἶτα οὐκ ἔδει τιμὴν καὶ μνημόσυνον ἀκούσαντα κατηρεμεῖν τὸν παράφρονα; οὐδὲ γὰρ παρ’ ἑνὸς ἢ δύο ἢ πέντε ἢ δέκα ταῦτα ἀκήκοε, παρὰ δὲ τῆς καθολικῆς Ἐκκλησίας, τῆς ἀπὸ περάτων γῆς διηκούσης εἰς πέρατα. Καὶ εἰ ὅπου εἰσὶ δύο ἢ τρεῖς ἐν τῷ ὀνόματι Χριστοῦ συνηγμένοι, ἐν μέσῳ αὐτῶν εἶναι ἐπήγγελται, πόσῳ μᾶλλον οἱ τὸν Χριστὸν ἐνδεδυμένοι καὶ πᾶσα ἡ Ἐκκλησία ἐν αὐτῷ συμφωνοῦσα καὶ εὐσεβοῦσα ἐν μέσῳ αὐτὸν ἕξει;

Ψευδωνύμους δὲ ἐκάλει ἐνταῦθα τὰς ἱερὰς εἰκόνας, ἀναιρεῖν διὰ τούτου τῶν ἀρχετύπων τὸν λόγον πειρώμενος. Εἰ γὰρ ψευδῶς, ὡς ᾤετο, ὠνομάσθησαν, οὐκ ἔστι παράδειγμα πρὸς ὅπερ τις ταῖς ἀληθείαις αὐτὰς συμβάλοι, ἵνα τοῖς προσέχουσι τῶν εἰδώλων τῇ ματαιότητι τὰ χριστιανῶν παρατιθεὶς φασματώδη καὶ ἀνύπαρκτα, ὡσαύτως ἐκείνοις τό γε ἐπ’ αὐτὸν τὰ καθ’ ἡμᾶς ἀποφήνῃ μυστήρια· ὥστε καὶ τοὺς τῆς σαρκώσεως τοῦ Σωτῆρος λόγους καὶ τοὺς τῶν μαρτύρων ἀγῶνας κενοὺς καὶ εἰκῆ τῷ βίῳ προσᾳδομένους καταδεῖξαι. Πόθεν δὲ αὐτῷ ἐπὶ τῆς τοῦ ἀρχαγγέλου γραφῆς ὀστέα καὶ νεῦρα ἐνηρμοσμένα κατάδηλα ἐγένετο, τῆς ἐκείνου ἦν λέγειν συνέσεως. Ἐκ τούτων δὲ μανθάνομεν, ὡς οἱ ἐκείνου νῦν ἀναφαινόμενοι φοιτηταὶ, ἐκ τῆς αὐτῆς ὁρμώμενοι σκαιότητος, «Ἀνασκαφῇ τὰ ὀστέα τῶν εἰκόνων» σὺν ἀταξίᾳ καὶ οὐδενὶ κόσμῳ ἀναφωνοῦσιν· οὕτω γὰρ αὐτοῖς ἐπὶ λέξεως ἔχει τὰ προφερόμενα.

Εἰ δέ τις μὴ γράφεσθαι ἀγγέλους τῷ εἶναι ἀσωμάτους καὶ ἀθεάτους ἀξιοῖ, καὶ πρὶν μὲν ἐπὶ πλέον εἴρηται· ὅμως δ’ οὖν ἔν γε τῷ παρόντι βραχέα λεγόντων ἀκούσεται· ὅτι καθ’ ὃ τοῖς ἀξίοις, οἰκονομοῦντος τοῦτο τοῦ ἀποστέλλοντος Θεοῦ, ὤφθησαν, κατὰ τὰς παρούσας ἐπιστασίας τε καὶ διακονίας, τὰς μορφὰς ἐκδεικνύοντες, οὕτως καὶ ἐγράφησαν, ἵνα μὴ τῷ ὄντι ἐξίτηλα τῷ χρόνῳ τὰ φανέντα γένηται, ὡσαύτως δὲ τῇ ἐν βίβλοις γραφῇ καὶ διὰ τῆς ἱστορίας ταύτης οὐδὲν ἧττον δεικνύηται.

Εἶτα οὐκ ἔχων ὅθεν τοῖς ἁγίοις προσρίψει τὸ ἄγραφον, ὅπερ ἑτέρωθι τῇ τοῦ θείου Λόγου σαρκώσει προσένειμεν, ἐν φάσματι καὶ δοκήσει ταύτην γεγενῆσθαι ἐξαπατώμενος, ἐπ’ ἀσυνέτους καὶ ἀνουστάτους ἐννοίας ἵεται καὶ φησίν· ÷ Ὅτι οἱ νομίζοντες ἐν τούτῳ τιμᾷν τοὺς ἀποστόλους, μαθέτωσαν ὅτι ἀντὶ τοῦ τιμᾷν, πλέον αὐτοὺς ἀτιμάζουσιν. Παῦλος γὰρ τὸν ψευδώνυμον ἱερέα ἐνυβρίσας τοῖχον κεκονιαμένον ἀπεφήνατο. ÷ Ὡς λίαν θαυμαστὴ καὶ πάσης ἐμμελείας γέμουσα ἡ τοῦ λόγου συνθήκη καὶ τῶν νοουμένων ἡ δύναμις, ἐξ ὧν ἀνασκευάζειν πειρᾶται τῆς καθολικῆς Ἐκκλησίας τὴν ἀρχαιοτάτην παράδοσιν· εἰς παράστασιν γὰρ τῶν παρ’ αὐτῷ δογματιζομένων ἡ κατὰ τὸν ἱερέα ὕβρις ἐπινενόηται.

Ταῦτα οὐδ’ ἂν ἐν Ἐκκλησίᾳ παίδων πρὸς ἡδονὴν καὶ παρηγορίαν τῆς νηπιώδους φρενὸς ἀθύρματα καὶ ψελλίσματα ἀκούσειέ τις παραφωνούμενα. Τί τῆς μανίας καὶ ἀσυνεσίας τοῦ εἰκαιόφρονος τούτων εἰς ἔνδειξιν γνωριμώτερον;

Ὃς οὐδὲ προείδετο οἷα ἐντεῦθεν αὐτῷ παράλογα καὶ ἄτοπα ἀναφανήσεται. Εἰπὼν γὰρ ἐν τοῖς ἐπάνω· ÷ Ὅτι τὸν τοῖχον κονιάσαντες χρώμασι διηλλαγμένοις τὰς εἰκόνας ἀνετύπωσαν, ÷ παρήγαγε τὴν εἰς τὸν ἱερέα παρὰ τοῦ Ἀποστόλου ὕβριν, ἵνα ἐκ τοῦ τοιούτου λόγου συνεξυβρισμένας καὶ ταύτας, ἐκφήνειεν· ἀλλὰ τί τῆς ἀβελτερίας ταύτης αἰσχρότερον; τί γὰρ ἐντεῦθεν εἰς ὕβρεως λόγον ταῖς ἱερογραφίαις ἐφαρμοσθήσεται; ἄλλο γὰρ εἰκὼν καὶ ἄλλο τοῖχος κεκονιαμένος· οὐ γὰρ ἐν τοίχῳ μόνον εἰκὼν, ἀλλὰ καὶ ἐν πίναξιν καὶ ἐν ἑτέραις ὕλαις γινομένη θεωρεῖται. Ἔδει οὖν μᾶλλον, εἴπερ ἐξῆν αὐτῷ τὰ ἀνόσια καὶ ἄκοσμα φθέγγεσθαι, τοῖχον τὸν κατὰ τοὺς ἱεροὺς ναοὺς, ἐπεὶ πάντες σχεδόν εἰσι κεκονιαμένοι, τὴν καθαίρεσιν ἐκ τοῦ λόγου νομίζειν προκαταγγέλλεσθαι.

Οὐ γὰρ εἶπεν αὐτὸν ὁ Ἀπόστολος τοῖχον ἐζωγραφημένον, ἀλλὰ κεκονιαμένον· ὡς εἰ καὶ οὕτως ἁπλῶς εἴρητο, οὐδὲ ταύτῃ τῶν οἴκων αἱρήσει τῶν ἱερῶν τὸν διάκοσμον, εἰ μὴ προσέκειτο ὁποιωνοῦν καὶ τίνων; Τί οὖν πρὸς ταῦτα ῥητέον; Ἐπειδὴ ὁ Χριστὸς ταλανίζων τοὺς Φαρισαίους τάφοις κεκονιαμένοις ἀφομοιοῖ, διὰ τοῦτο τοὺς τῶν ἁγίων τάφους ἅπαντας ἀνορύξομεν; ἢ ὅτι τυφλοὺς εἴρηκε τοὺς αὐτοὺς καὶ ὁδηγοὺς τύφλων, εἴπου εὕροιμεν τυφλὸν, διαφθείρομεν; ἢ ἐπειδὴ ἀσεβῶν τινων κατηγορεῖ Παῦλος σεβασθέντων καὶ λελατρευκότων τῇ κτίσει παρὰ τὸν κτίσαντα, ἤδη καὶ πάσης κατεξανίστασθαι κτίσεως δεῖ; ἀλλ’ οὐκ, ἐπειδὴ κακῶς τινες εἰς τὰ τῆς κτίσεως ἀπεχρήσαντο, ἀντὶ Θεοῦ τὰ ποιήματα σέβοντες, καὶ ἡμῖν κατηγορεῖν ἐξὸν τῆς κτίσεως, ὡς εἰς τὸν κτίσαντα πάλιν τὸ ἄτοπον περιίστασθαι, καὶ οὐδὲν τῆς ἐκείνων ἀθεΐας διαφέρειν τὸ σύνολον. Εἰ δὲ καὶ τὰ τῶν ἐθνῶν σεβάσματα καὶ βδελύγματα λίθους καὶ ξύλα κατονομάζομεν καθυβρίζοντες, ἆρα καὶ πάντα λίθον καταβαλοῦμεν καὶ ξύλον;

Καὶ ποῦ ἡμῖν οἶκος Θεοῦ στήσεται, ἢ θεῖος νεὼς προσκυνηθήσεται, ἢ τὸ σεβάσμιον τοῦ ζωοποιοῦ σταυροῦ ξύλον τιμηθήσεται, εἴπερ ὁ ἐκείνου κρατοίη μάταιος λόγος; Ἆρ’ οὖν διὰ τοῦτο καθυβριστέον τὰ ἅγια, καὶ εἰδωλικῷ θεσμῷ, κατὰ τὴν ἐκείνου ἀφροσύνην, εἰς ἀφομοίωσιν τῶν εἰδώλων χρώμενοι νομισθείημεν;

Φεῦ τῆς ἀνοσίας γλώσσης! φεῦ τῆς κατὰ τῶν ἁγίων ὕβρεως! Οὔτε γὰρ ἃ λέγει, οὔτε περὶ τίνων διαβεβαιοῦται ἐπίσταται. Τοιαῦτα μὲν τὰ ἐκ τῶν λόγων ἐκείνου προσαπαντῶντα ἄθεσμα καὶ ἀνόσια, καὶ τούτων ἔτι πλείω, εἴ τις βούλοιτο διερευνᾶσθαι ἰσχνότερον.

Ἀλλ’ οὕτω κενολογήσας καὶ φλυαρήσας ἐπάγει· ÷ Οἴδαμεν γὰρ, φησὶν Ἰωάννης, ὅτι ὅταν φανερωθῇ, ὅμοιοι αὐτῷ ἐσόμεθα. Καὶ Παῦλος τοὺς ἁγίους συμμόρφους τοῦ Υἱοῦ τοῦ Θεοῦ ἐκήρυξεν. Πῶς οὖν τοὺς ἐν δόξῃ μέλλοντας φαιδρύνεσθαι ἁγίους ἐν ἀδόξῳ καὶ νεκρῷ καὶ ἀλάλῳ θέλεις ὁρᾷν, τοῦ Κυρίου λέγοντος περὶ αὐτῶν· «Ἔσονται γὰρ, φησὶν, ὡς ἄγγελοι Θεοῦ;» ÷ Σύνηθες τοῖς αἱρετίζουσιν, ἐπειδὰν βούλωνται τὴν ἑαυτῶν κατασκευάζειν ἀσέβειαν, πεπλασμένοις τισὶν καὶ εὐφήμοις ῥήμασι χρῆσθαι, καὶ φωναῖς γραφικαῖς πιθανεύεσθαι, ἐξ ὧν πειρῶνται κατακρύπτειν μὲν τὴν οἰκείαν πικρῶς μοχθηρίαν, καταγοητεύειν δὲ δολερῶς τῶν ἀκροωμένων τὰ ἤθη. Τοιοῦτον δή τι καὶ οὗτος ποιῶν ἐν τῷ παρόντι δείκνυται. Ἣν γὰρ πρὸς τοὺς ἁγίους ἀπέχθειαν κέκτηται ταμιευόμενος, σκιαγραφεῖ μὲν καὶ προτυποῖ τὴν ἐσομένην αὐτοῖς δόξαν, διὰ τῶν ἐκ τῶν ἱερῶν λογίων ῥήσεων τὸ πιθανὸν ἐπαγόμενος· ἐκ δὲ τῆς τῶν μελλόντων λαμπρότητος τὸ αἰσχρὸν αὐτοῖς ἐν τῷ παρόντι ἐπινέμει καὶ ἄδοξον. Εἰ μὲν γὰρ οὐ προσῆν αὐτῷ τὸ κατὰ τῶν ἁγίων μῖσος, ἐδείκνυ ἂν ἐκ τῆς τῶν ὁμοιωμάτων αὐτῶν τιμῆς τὴν πρὸς αὐτοὺς εὔνοιαν· ἐπεὶ δὲ ἄδοξα καὶ ἄλαλα ταῦτα, καὶ ὃ δὴ δυσφημότερον, εἰδωλικοὺς αὐτοῖς θεσμοὺς ἐπεισκρίνει, δῆλον ἑαυτὸν καθίστησι τὴν πρὸς αὐτοὺς ἀνελόμενον ἔχθραν.

Διὸ, ÷ Παῦλος, ἔφη, τοὺς ἁγίους συμμόρφους τοῦ Υἱοῦ τοῦ Θεοῦ ἐκήρυξεν. ÷ Ἀλλὰ κἀνταῦθα ὁ τῆς ἀληθείας παραχαράκτης καὶ τοῦ ἀποστολικοῦ γράμματος ἱερόσυλος, ὅμοιος ἑαυτῷ φαίνεται καὶ τὸν ἦχον αὐτὸν τοῦ ὀνόματος, ὡς ἀντικείμενον καὶ πολέμιον, ἀποτρεπόμενος· οὐ γὰρ οὕτως ὁ Παῦλος ἔφη, ἀλλ’ ὅτι «οὓς προέγνω προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ.» Καίτοι οὐδὲν συντεῖνον πρὸς τὰ χειρόκμητα, ὅμως ὡς ἐναντίαν αὐτῷ τὴν φωνὴν τῆς εἰκόνος ἀπεσύλησεν. Ἀλλ’ εἰ ἐδόκει αὐτῷ τὰ τῷ Ἀποστόλῳ εἰρημένα περὶ τῆς μελλούσης εἶναι καταστάσεως, πόῤῥω τῆς ἀποστολικῆς διανοίας κἀνταῦθα ἐκπέπτωκεν. Ὅτι γὰρ πρὸς τὸν παρόντα βίον ὁ λόγος αὐτῷ ἐστι, μηδὲ ἐξ ἄλλων, ἀλλ’ ἐξ ὧν μάρτυρας ὁ Μαμωνᾶς συγκέκληκε, ῥᾳδίως πάλιν καταθρήσομεν, καὶ πάλιν ψευστὴν αὐτὸν καὶ ἀλαζόνα καὶ πάσης ἐκκλησιαστικῆς ἐπιστήμης ἀμαθῆ καὶ ἀλλότριον δείξομεν. Ἰωάννης γὰρ ὁ μέγας τῆς Ἐκκλησίας διδάσκαλος, ἐξηγούμενος τοῦτο δὴ τὸ ῥησείδιον, τοιάδε φησὶν ἐπὶ λέξεως· ÷ Ὅπερ ὁ Μονογενὴς ἦν φύσει, τοῦτο καὶ αὐτοὶ γεγόνασι κατὰ χάριν, ὅ ἐστι σύμμορφοι καὶ συγγενεῖς ἀπεδείχθησαν ὡς ἀδελφοὶ τοῦ πρωτοτόκου· ταῦτα δὲ πάντα περὶ τῆς οἰκονομίας εἴρηται· καθ’ ὃ γὰρ Θεὸς, μονογενής.

Οὐ μόνον δὲ ἐκ τούτων τὴν κηδεμονίαν γινώσκομεν, ἀλλὰ καὶ τῷ ἄνωθεν ταῦτα προτετυπῶσθαι οὕτως ÷ (καὶ πρὸ τοῦ δῶμεν ἑαυτῶν πεῖραν, δι’ ἧς) ÷ οἱ ἄνθρωποι πεῖραν λαμβάνουσι τῆς γνώμης ἀπὸ τῶν πραγμάτων. Τούτους δὲ ἐδικαίωσε διὰ τοῦ λουτροῦ· ἐνδόξασε δὲ διὰ τῶν χαρισμάτων καὶ τῆς υἱοθεσίας. ÷ Ταῦτα μὲν ὁ διδάσκαλος.

Ἔτι δὲ καὶ ὁ ἀοίδιμος Κύριλλος συνῳδὰ τούτοις φησίν· ÷ Οὗτοι τετίμηνται καὶ μεμενήκασιν οἳ καὶ προεγνώσθησαν ὡς ἔσονται σύμμορφοι τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ. Ὅσοι οὖν τῶν σαρκικῶν ὑπεράνω γεγόνασιν, ἔχοντες ἐν οὐρανῷ τὸ πολίτευμα, οὗτοι τὴν εἰκόνα μεμίμηνται τοῦ Χριστοῦ, τουτέστι τὴν ἐν ἁγιασμῷ ζωὴν, τὴν ἀμώμητον εἰς ἅπαντα πολιτείαν. Ὅσοι οὖν προεγνώσθησαν μιμηταὶ τῆς Χριστοῦ πολιτείας κατὰ τὸ ἐγχωροῦν τῇ ἀνθρώπου φύσει, οὗτοι κέκληνται, καὶ ἐδικαιώθησαν καὶ ἐδοξάσθησαν, καὶ ἐκλήθησαν εἰς υἱοθεσίαν, καίτοι μήπω γεγονότες· καὶ ἐν τέκνοις κατελογίσθησαν, καὶ καυχῶνται ὡς ἐπὶ πρωτοτόκῳ Χριστῷ τῷ δι’ ἡμᾶς καθ’ ἡμᾶς, ἵνα χρηματίσωσιν ἀδελφοὶ, καίτοι δοῦλοι ὄντες, τοῦ πάντα ποιήσαντος Ἰησοῦ ὡς Θεοῦ, κατὰ πρόγνωσιν δὲ τοῦ πάντα εἰδότος ὡς παρόντα, καὶ ἐνεστηκότα βλέποντος τὰ ἐσόμενα, καίτοι μήπω γεγονότα· λέγομεν [οὖν] εἰς υἱοθεσίαν κεκλῆσθαι καὶ τοὺς μήπω γεγονότας. ÷ Τοιαῦτα τὰ τῶν πατέρων.

Περὶ δέ γε τῆς κατὰ τὸν μέλλοντα αἰῶνα τῶν ἁγίων λαμπρότητος ἑτέρωθί που ὁ Ἀπόστολος διαλέγεται· ὧδε γάρ πως Φιλιππησίοις γράφει: «Ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ἐστιν· ἐξ οὗ καὶ Σωτῆρα ἀπεκδεχόμεθα Ἰησοῦν τὸν Χριστὸν, ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν, σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ.» Ἐπειδὴ γὰρ τὸ σῶμα Χριστοῦ καίτοι πάθεσι τοῖς καθ’ ἡμᾶς ὑποκείμενον, διά τε τοῦ πάθους καὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως δεδόξασται (πεπάτηκε γὰρ τὸν θάνατον, καὶ τὴν φθορὰν καθεῖλε, καὶ κατήργηκε τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου διάβολον. «Τὸν γὰρ βραχύ τι παρ’ ἀγγέλους ἠλαττωμένον,» φησὶ, βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου «δόξῃ καὶ τιμῇ ἐστεφανωμένον.» Ἀπαρχὴ δὲ τοῦ ἡμετέρου φυράματος κεχρημάτικεν)· οὕτως ἄρα καὶ τὰ τῶν ἁγίων σώματα ἀλγηδόσι καὶ τομαῖς φθορᾷ τε καὶ μυρίοις ὑπεύθυνα δεινοῖς, σύμμορφα ἐκείνῳ γενήσονται, ἐκ φθορᾶς εἰς ἀφθαρσίαν μετασχηματιζόμενα καὶ συμμορφούμενα τῷ ἐκ δεξιῶν τῆς πατρικῆς δόξης καθεζομένῳ καὶ ἐπάνω πάσης ἀρχῆς καὶ ἐξουσίας, καὶ ὑπὸ πάσης προσκυνουμένῳ δυνάμεως, ὅταν ἐξ οὐρανῶν προσδοκώμενος ἥξῃ· τότε γὰρ καὶ σύμμορφοι οἱ ἅγιοι ἔσονται Χριστῷ, συνεκλάμποντες αὐτῷ, ἐκ τῆς νῦν ταπεινώσεως ἐπὶ τὰ ὑψηλὰ καὶ ἀνῳκισμένα μετατιθέμενοι καὶ ἐν οὐρανοῖς κτώμενοι τὸ πολίτευμα.

Λίαν οὖν ἀποσφάλλεται καὶ ἐν τούτοις ὁ τῶν ψευδῶν διδάσκαλος πάντοθεν τῆς τῶν πνευματικῶν θεωρίας ἐκπίπτων. ÷ Πῶς οὖν, φησὶ, τοὺς ἐν δόξῃ μέλλοντας φαιδρύνεσθαι ἁγίους ἐν ἀδόξῳ καὶ νεκρῷ καὶ ἀλάλῳ θέλεις ὁρᾷν, τοῦ Κυρίου λέγοντος περὶ αὐτῶν· ἔσονται γὰρ, φησὶν, ὡς ἄγγελοι Θεοῦ; ÷ Πρὸς δὴ ταῦτα τί ἐροῦμεν ἡμεῖς, καὶ τὴν ἐκείνου στηλιτεύοντες ματαιότητα καὶ τὴν τῶν εὐσεβούντων εὐθύτητα παριστάνοντες; ὅτι ὡς αὐτὴ ἡ ἀλήθεια καὶ τῶν πραγμάτων ἡ ἐνάργεια τὸ ἀσφαλὲς καὶ πιστὸν ἡμῖν ἐγκατατίθησι, καὶ τῶν πατέρων οἱ λόγοι· ÷ Διὰ τῆς εἰκόνος ἡμῖν ἡ γνῶσις τοῦ ἀρχετύπου ἐγγίνεται.

Καί· Αἱ εἰκόνες ὡς τὰ ἀρχέτυπα. Καί· Εἰκόνι πρὸς τὸ ἀκριβὲς ἰσότυπον, ἰσοτύπῳ δὲ αὖ πρὸς ἐμφερεστάτην εἰκόνα τὸ διαλλάττον οὐδὲν, κατά γε, φημὶ, τὸ ἐν ὁμοιώσει τε καὶ ὡς ἐν εἴδει ταὐτόν. Καί· Ὡς ἂν εἴποι ἡ τοῦ βασιλέως γραφή· Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν βασιλέα, καὶ ἐγὼ καὶ βασιλεὺς ἕν ἐσμεν. Καί· Ὡς ὁ γραφεὺς τὸν γραφόμενον διπλασιάζει, καὶ δεικνύει τὸ ἀληθὲς ἐν τῷ ὁμοιώματι, τὸ ἀρχέτυπον ἐν τῇ εἰκόνι, τὸ ἑκάτερον ἐν ἑκατέρῳ, παρὰ τὸ τῆς οὐσίας διάφορον. Ἔπειτα ὅτι καὶ κλήσεως τῆς αὐτῆς καὶ ὁμωνυμίας τῆς πρὸς τοὺς ἁγίους κεκοινωνήκασιν· ἔτι ὅτι καὶ εἰς μνήμην αὐτῶν τοὺς ὁρῶντας ἐνάγουσιν, τούς τε ἄθλους καὶ τὴν οὐράνιον αὐτῶν πολιτείαν δημοσιεύουσι, καὶ ὅτι ἐν ἁγίοις τόποις ὡς ἐπίπαν καθίδρυνται. ÷ Ἤκουε δὲ καὶ αὐτὸς παρὰ χριστιανῶν, ὡς πρὸ μικροῦ ἔφησεν, ὡς εἰς τιμὴν καὶ ἀνάμνησιν τῶν ἁγίων τὰς εἰκόνας αὐτῶν ποιοῦμεν. Ἄρα οὖν διὰ τούτων ἁπάντων φανερὸν καὶ ἔκδηλον, ὅτι ὁρῶνται διὰ τῶν ὁμοιωμάτων αὐτῶν οἱ ἅγιοι, ἐπεὶ καὶ αὐτὰ ἅγια· τίς γὰρ οὕτως ἀναίσθητος καὶ ἠλίθιος, ὅστις ἐνορῶν ὁμοίωμα μὴ πρὸς τὸν ὁμοιούμενον εὐθὺς ἀποδραμεῖται τὸν νοῦν, καὶ ὡς παρόντα τὸν ἀπόντα λογιεῖται;

Ἐπεὶ οὖν ταῦτα οὕτως ἔχει, καὶ ὁρῶμεν ἐν αὐτοῖς τοὺς ἁγίους, οὔκουν διὰ τοῦτο καὶ δεδοξασμένα ἔσται; Εἰ δὲ μὴ ταῦτα οὕτως ὁ τῶν ἁγίων δυσμενὴς ἐξισχυρίζεται ἔχειν, καὶ τὰ ἐν οἷς οἱ ἅγιοι καθορῶνται, καὶ δι’ ὧν ἡ μνήμη αὐτῶν τοῖς ὁρῶσιν ἐγγίνεται, ἄδοξα εἶναι κηρύσσει καὶ ὑβρισμένα, κινδυνεύσαιεν ἂν οἱ ἅγιοι τῷ μεγίστῳ εἰς ὕβριν καὶ ἀδοξίαν περιΐστασθαι.

Εἰ μὲν γὰρ ἡ τῶν ἁγίων δόξα οὐχ ἱκανὴ καὶ τὰ ἐν οἷς αὐτοὶ θεωροῦνται συνδοξάσαι, ἀπορήσειαν ἂν δόξης, ὡς οὐδ’ αὐτοὶ μεταλαχεῖν ἤδη ποτὲ νομισθήσονται, κἂν εἰς τὸ μέλλον αὐτῶν ἀναβάλληται τὴν δόξαν καὶ τὴν λαμπρότητα. Ἀλλὰ δῆλον ὡς τιμίων τίμια, καθ’ ἃ καὶ τὰ τῶν ἀτίμων ἄτιμα. Εἰ δὲ μὴ, ἔστωσαν ἐκ παντὸς παρ’ αὐτῷ τῶν ἀτίμων καὶ ἀδόξων τετιμημένα καὶ δεδοξασμένα· τοῦτο γὰρ τῆς ἐκείνου παραφροσύνης εἰπεῖν ἐστιν.

Πῶς οὖν ὁ ἐναγὴς νεκρὰ προσαγορεύει τὰ τῶν ἁγίων ὁμοιώματα, ἔτι καὶ ἄλαλα καὶ ἄδοξα; ὅτι τοῖς τῶν παρ’ Ἕλλησι τιμωμένων ὡσαύτως τίθεται, ἵνα μηδὲν χριστιανισμοῦ καὶ ἑλληνισμοῦ τὸ διηλλαγμένον δοίη. «Τὰ γὰρ τῶν ἐθνῶν εἴδωλα στόμα ἔχουσιν καὶ οὐ λαλήσουσιν, ὀφθαλμοὺς ἔχουσιν καὶ οὐκ ὄψονται,» καὶ τἄλλα ἅπερ αὐτῶν ὁ μέγας καταψάλλει Δαυίδ· οὐχ οὕτω δὲ τοῖς εὐσεβοῦσι δοκεῖ. Ὥσπερ γὰρ, κατὰ τοὺς διδασκάλους τῆς Ἐκκλησίας εἰπεῖν, οἱ λογογράφοι τὰς ἀνδραγαθίας τῶν ἀρίστων ἀνδρῶν λόγῳ κοσμοῦντες ταῖς ψυχαῖς τῶν ἀκροωμένων διὰ τῆς ἀκοῆς ἐνσημαίνονται· οὕτω καὶ ζωγράφοι τοῖς πίναξιν ἐγχαράττοντες, μιμήσει τῶν πραγμάτων οὐδὲν ἧττον διὰ τῆς ὄψεως ἐνδείκνυνται, τὴν αὐτὴν ἑκάτεροι διὰ τῆς οἰκείας τέχνης ὑπόθεσιν προβαλλόμενοι· ὡσαύτως γὰρ εἰς προτροπὴν καὶ παράκλησιν τούς τε ἀκούοντας τούς τε ὁρῶντας διεγείρουσιν.

Ὡς οὖν τὰ τῶν λόγων οὐκ ἄλογα, οὐδὲ τὰ τῶν τύπων ἄλαλα· λόγοι γάρ εἰσι τῶν ἐν οἷς καθίδρυνται τόπων, ὥσπερ ἔμπαλιν τὸ εἰρημένον ἱερῷ ἀνδρὶ ἔχειν· ÷ Ναοῦ λόγος οὐδεὶς, ὃν οὐ στέφει ἄγαλμα, ÷ οὐ παρὰ τὸ λογικὰ εἶναι ταῦτα, ἀλλὰ τῷ τὴν ἐκείνων θέαν τὸ νοερὸν καὶ λογικὸν ἡμῶν κινεῖν καὶ διεγείρειν, νοερῶν γε καὶ λογικῶν ὄντων πρὸς τὰ ἐκεῖθεν ἡμῖν τῷ νῷ ἐντυπούμενα καὶ τῷ λόγῳ ἐξαγγελλόμενα.

Οὐκ ἄλαλα οὖν, εἰ καὶ καθ’ ἑαυτὰ οὕτως ἔχει, ἐπεὶ οὕτω γε καὶ οἱ λόγοι ἄλαλοι, ἀλλὰ σιωπῶντές εἰσι κήρυκες, καὶ λόγοι γίνονται, ὧν τὴν μνήμην καὶ τὸν λόγον ἐν τῷ κρυφίῳ καὶ ἀποῤῥήτῳ τῆς ψυχῆς ταμιείῳ ἐναποτίθενται. Καὶ τίμιά γε καὶ ἔνδοξα διὰ τὰ ἀπ’ αὐτῶν τίμια καὶ ἔνδοξα σημαινόμενά τε καὶ θεωρούμενα. Ἀλλ’, ὡς ἔοικε, διὰ πάντων κατὰ τῶν ἁγίων τὴν γλῶσσαν κινεῖν οὐ τέθηπεν ὁ ἀλιτήριος· πάντως που καὶ οἱ παρ’ ἡμῖν τιμώμενοι τῶν ἁγίων ἱεροὶ οἶκοι, καὶ ἐπ’ ὀνόματι αὐτῶν δεδομημένοι, ἄδοξοι παρ’ αὐτῷ καὶ φευκτοὶ, ὅτι ἄλαλοι καὶ νεκροὶ κατ’ αὐτὸν, καὶ τοὺς ἐνορῶντας αὐτοὺς εἰς μνήμην αὐτῶν, ὥσπερ αἱ εἰκόνες τούτων, ἐνάγουσιν, ὅπερ ἐστὶν αὐτῷ τὸ βαρύτατον.

Τί δὲ καὶ αἱ ἱεραὶ αὐτῶν βίβλοι, αἳ τοὺς μέχρι θανάτου ἀγῶνας αὐτῶν, οὓς διὰ τὸν δόντα ἑαυτὸν ὑπὲρ πάντων ἡμῶν ἀντίλυτρον Σωτῆρα Χριστὸν διήνεγκαν, ἔτι καὶ τὴν ἀγγελικὴν αὐτῶν πολιτείαν φέρουσιν, ἆρ’ οὐ βδελυκτότεραι παρ’ αὐτῷ καὶ ἀδοξότεραι μᾶλλον, ἐπεὶ τῷ ὄντι ἐκ νεκρῶν καὶ ἀψύχων σωμάτων συνείρονται;

Ἐντεῦθεν τοῖς τοιαῦτα μαθητευθεῖσι καὶ τὰ τῶν ἁγίων ἱερὰ λείψανα καθυβρισμένα καὶ τῷ πυρὶ παραδιδόμενα, καὶ αἱ μνῆμαι αὐτῶν παντάπασι καὶ ἡ τῶν πρεσβειῶν αἴτησις οἴχεται, καὶ τὰ παρὰ Θεῷ ἐπηγγελμένα πάντα ἠτίμωται καὶ διέπτυσται. ÷ Πῶς οὖν ἐν ἀδόξῳ καὶ ἀλάλῳ καὶ νεκρῷ; ÷ φησί.

Νεκρὰ καὶ ἐνταῦθα καὶ πολλαχοῦ τὰ ἱερὰ ἐκτυπώματα τῶν ἁγίων κατονομάζειν οὐκ ἐρυθριᾷ. Ἴδωμεν δὲ κἀν τούτοις εἰ τοῦ ἱεροῦ Ἐπιφανίου τὰ εἰρημένα ἐστὶ, παρατιθέμενοι τὰ ἐν τοῖς ὁμολογουμένοις παρὰ πᾶσι καὶ γνησίοις αὐτοῦ λόγοις, εἰ σύμφωνα εὑρίσκεται. Φησὶ γοῦν ὁ ἱερὸς Ἐπιφάνιος ἐν τοῖς κατὰ αἱρέσεων αὐτοῦ συντάγμασιν, ἐν οἷς κατὰ Κολλυριτῶν διαλαμβάνει εἰδώλων ἕνεκεν, τὸν λόγον ποιούμενος· ÷ Πόθεν οὐκ εἰδωλοποιὸν τὸ ἐπιτήδευμα καὶ τὸ ἐγχείρημα διαβολικόν; προφάσει γὰρ διαβόλων ἀεὶ ὑπεισδύνων τὴν διάνοιαν ὁ διάβολος τῶν ἀνθρώπων, τὴν θνητὴν φύσιν θεοποιῶν, εἰς ὀφθαλμοὺς ἀνθρώπων ἀνδροείκελα ἀγάλματα διὰ ποικιλίας τεχνῶν διέγραψε.

Καὶ τεθνήκασι μὲν οἱ προσκυνούμενοι, τὰ δὲ τούτων ἀγάλματα μηδέποτε ζήσαντα (οὔτε γὰρ νεκρὰ δύνανται λέγεσθαι τὰ μηδέποτε ζήσαντα) προσκυνητὰ παρεισάγουσι, καὶ μοιχευσάσης διανοίας ἀπὸ τοῦ ἑνὸς καὶ μόνου Θεοῦ. ÷ Ὁ δὲ λόγος, ἐπεὶ γυναῖκές τινες κατὰ τὴν Ἀραβίαν, ἀφελότητι τρόπων, ἄρτον προσέφερον ἐπ’ ὀνόματι τῆς Θεοτόκου, καὶ ἐξ αὐτοῦ μετελάμβανον.

Πῶς οὖν ταῦτα ἐκείνοις συνηχήσει, τοῦ ἱεροῦ Ἐπιφανίου μὴ ἀξιοῦντος νεκρὰ τὰ εἴδωλα ὠνομάσθαι, τῷ μηδὲ ζῆσαι ἤδη ποτέ; Εἰ γὰρ κἀκεῖνα Ἐπιφανίου δοίη τις εἶναι, ἀναγκασθήσεται εἰς ἀντίφασιν περιαγαγεῖν τὸν θεοφόρον καὶ τἀναντία ἑαυτῷ ἀποφαινόμενον· τοῦτο δὲ λέγειν ἄτοπον. Δῆλον οὖν ὡς ἐν ἐκείνοις οὐκ ἔστιν ὁ φθεγγόμενος ὁ ἀληθὴς Ἐπιφάνιος, ἀλλ’ ὁ πεπλασμένος καὶ ψευδώνυμος.

Παρασημαντέον δὲ ὡς τῇ δόξῃ τῶν παλαιῶν ἑπόμενος ὁ ἱερὸς Ἐπιφάνιος ὑπάρξαι ποτὲ δοξάζει τῷ ὄντι ἀνθρώπους πάλαι τεθνηκότας, ὧν τὰ ἀγάλματα χρόνοις ὕστερον ἀθέσμως προσεκυνήθησαν· καὶ τὸ ἐντεῦθεν ἀναφαινόμενον ἀτοπώτερον σκοπεῖν ἔξεστιν. Εἰ γὰρ ἦν ἐν τοῖς προκειμένοις ἡμῖν Ἐπιφάνιος ὁ διαλεγόμενος, ἐν ἴσῳ δὲ εἰδώλοις τὴν Χριστοῦ εἰκόνα τίθησι, τεθνήκασι δὲ οἱ προσκυνούμενοι, ἐκβιασθήσεται ὅσον γε ἐπὶ τοῖς λόγοις τούτοις ἐν τοῖς τεθνηκόσι καὶ νεκροῖς οὖσιν ἔτι συγκαταριθμεῖν τὸν Χριστὸν, ἔτι μὴν καὶ τοὺς θείους ἀγγέλους, καὶ μήποτε ζῇν ἀποφαινόμενος· εἴπερ εἷς ἦν καὶ ὁ αὐτὸς ὁ ταῦτα κἀκεῖνα λέγων. Τοῦτο δὲ οὐδ’ ἂν αὐτοὶ οἱ ἀλιτήριοι φθέγξασθαι τολμήσειαν δαίμονες. Ἐπισκεπτέον δὲ ὅτι καὶ ὁ ἀληθὴς Ἐπιφάνιος τὴν ἐν τοῖς ἀγάλμασι προσκύνησιν ἐπὶ τοὺς ὧν εἰσιν ἀγάλματα ἀναφέρει· ἐμφανίζει γὰρ καὶ αὐτὸς, ὅπερ πᾶσιν ὡς ἀληθῶς ὡμολόγηται, ὅτι ἡ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον διαβαίνει.

Παρίσταται οὖν διὰ πάντων τῶν προσώπων τὸ διηλλαγμένον. Οὐ γὰρ οὕτω δοξάζει ὁ ἀληθὴς Ἐπιφάνιος· Εὐσέβιος γὰρ μᾶλλον ἄλλος περὶ τὴν τῶν νεκρῶν δόξαν δείκνυται. Οὕτω γὰρ καὶ ἐν ἑτέροις σύμφωνοι φαίνονται· ὥσπερ γὰρ μὴ σεσῶσθαι τὸ τοῦ Χριστοῦ σῶμα, μεταβεβλῆσθαι δὲ ὅλον δι’ ὅλου εἰς τὴν θεότητα δοξάζει Εὐσέβιος, ἐξ οὗ τὸ μὴ δεῖν εἰκονίζεσθαι αὐτὸν δογματίζει· οὕτω δὴ καὶ ὁ Ἐπιφανίδης οὗτος, τὴν μέλλουσαν τῶν ἁγίων φαιδρότητα σοφιζόμενος, τὸ ἄδοξον νῦν αὐτοῖς ἐπιφημίζει, καὶ διὰ τοῦτο μὴ χρῆναι εἰκονίζεσθαι, καὶ πολλαῖς αὐτοὺς ὕβρεσι βάλλων οὐκ ἐγκαλύπτεται. Οἷς γὰρ οἱ εὐσεβοῦντες λογισμῷ τῷ καθήκοντι ἐνορῶντες προσβάλλουσι, πρὸς τὴν ἐσομένην τοῖς ἁγίοις ἀπ’ αὐτῶν ποδηγούμενοι δόξαν, καθάπερ καὶ παρὰ τῶν ἱερῶν βίβλων, αἳ τὰς ἀριστείας αὐτῶν καὶ τοὺς ὑπὲρ λόγον ἀγῶνας φέρουσιν, τούτοις ὁ κακῶς προσβλέπων τὰ μέγιστα διὰ τὴν ἀπιστίαν καὶ ἀφροσύνην αὐτοῦ καταβλάπτεται· οὐδὲν γὰρ καθαροῦ καὶ ἀκαθάρτου μέσον ἐπίσταται ὁ ἀκάθαρτος. Πρὸς τούτοις κακίζει καὶ τὴν ὕλην καὶ τὴν τέχνην, ἐπὶ τὸν Θεὸν καὶ ποιητὴν ἀνάγων τὴν ὕβριν· τῆς μὲν γάρ ἐστι παραγωγεὺς, ὡς δημιουργὸς, τῆς δὲ παροχεὺς ὡς σοφὸς καὶ τοῦ παντὸς Προμηθεύς.

Τὸ δὲ καὶ τῷ τὰ ὑποστάντα καὶ ὑπηργμένα πραγματευομένῳ ἐκ τῆς τῶν μελλόντων συμβάσεως ἐπίκλημα φέρειν, ποίας οὐκ ἂν εἴη ἀλογίας καὶ ἀμαθίας; Ἐλέγχεται γὰρ ὁ τοιοῦτος καὶ τὸν χειμῶνος ὥρᾳ ἐπιτωθάζων ψυχόμενον, ἐπειδὴ μέλλει θέρος ἔσεσθαι καθ’ ὃ ἀφιγμένος πάντως θαλφθήσεται· ἢ τὸν γεωργὸν καταχλευάζων ἐν τῷ καιρῷ τοῦ καταβάλλειν τὸν σπόρον, εἰ τοῖς οἰκείοις ὀργάνοις τῷ καιρῷ τῆς γεωργίας χρήσοιτο, ὑφ’ ὧν τέμοι τὴν ἄρουραν, ἀλλὰ μὴ τοῖς πρὸς ἀμητὸν ἐπιτηδείοις, ἐπειδὴ μέλλει πρὸς ἀμητὸν ἐπιδιδόναι τὰ σπέρματα. Πῶς οὖν οὐκ ἀπόπληκτον κομιδῇ διὰ τὴν τῶν ἁγίων μέλλουσαν λαμπρότητα, τοὺς τὰ κατὰ τὸν τῇδε βίον διηγωνισμένα καὶ πεπραγμένα αὐτοῖς ἀναστηλοῦντας μεγάλα ἡλίκα καὶ ἐξαίσια, ἐν τοσαύτῃ κατηγορίᾳ τίθεσθαι; Οὕτω γὰρ καὶ ἅπερ ἐν ταῖς βίβλοις αὐτῶν ἀνατέτακται διαγράψεται, ὅτι οὐκ ἐκ τῶν μελλόντων αὐτοῖς λαμπρῶν ἀνεγράφησαν, ἀλλ’ ἐκ τῶν παρῳχηκότων ἐπιπόνων καὶ σκυθρωπῶν· ἐν οἷς διὰ πάσης αἰκίας καὶ ἀτιμίας καὶ μυρίων καὶ ξένων θανάτων ἠγμένοι τὰ παρόντα κατέλυσαν, ἐξ ὧν καὶ ἡ μέλλουσα φαιδρότης καὶ τὰ ἀνέκφραστα ἀγαθὰ παρὰ τῷ ἀθλοθέτῃ Θεῷ αὐτοῖς περιγενήσεται.

Ταύτῃ τοι ὡς ἀτιμίας πλήρη καὶ ὕβρεως τὰ τῶν ἁγίων πάθη ἀφορμὴ τῷ ἄφρονι γίνεται ψευδῶς αὐτοῖς τὸ λαμπρὸν ἐπιγράφειν ἐσόμενον. Ἐπεὶ οὖν τῶν παρόντων καὶ φαινομένων αἱ γραφαί, οὐ γὰρ τῶν μελλόντων εἰς ὕστερον ἀναφανεῖσθαι τὰ ἱστορούμενα, διὰ τοῦτο ἐκ τῆς ὑπαρξάσης αὐτοῖς μορφῆς καὶ τῶν πεπραγμένων αὐτοῖς γενναίων καὶ ὑπερφυῶν στηλογραφοῦμεν· οὐ γὰρ ὁποῖός τις ἔσεσθαι μέλλοι, ἀλλ’ ὁποῖος ἦν ἢ νῦν ἐστιν, εἰκονίζεται.

Τὰ δὲ ἑξῆς τοῦ εἰκαιόφρονος οἷα κατίδωμεν· λέγει γοῦν· ÷ Πῶς δὲ καὶ ἀγγέλους πνεύματα ὑπάρχοντας καὶ ἀεὶ ζῶντας ἐν νεκροῖς γράφων προσκυνεῖς, τοῦ προφήτου λέγοντος· «Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πῦρ φλέγον;» ÷ Ἐκ δὴ τούτων τίς οὐκ ἂν συνήσοι καὶ γνοίη, μὴ τοῦ ἱεροῦ Ἐπιφανίου εἶναι τοὺς λόγους, ἄνπερ μὴ λίαν ἐριστικὸς ᾖ καὶ φιλόνεικος; διὸ τούτου διεγνωσμένου ἐχρῆν πᾶσαν ἀντιλογίαν ἐνταῦθα ἵστασθαι καὶ ἀποπαύεσθαι· οὐδὲ γὰρ ἠγνόει Ἐπιφάνιος ἃ παρὰ Θεοῦ τῷ Μωσῇ περὶ τῶν Χερουβὶμ ἐντέταλται, οὐδὲ τὰ ἅγια τῶν ἁγίων καλούμενα, καίτοι ἐξ ὕλης ἀψύχου κατεσκευασμένα, κἂν τῆς τιμιωτέρας, διωθεῖτο καὶ ἀπεπέμπετο· ἀλλὰ καὶ μάλα διηπίστατο καὶ περιέπων ἂν καὶ τιμῶν διετέλει, ἅτε δὴ μάλιστα ἐξ Ἰουδαίων τὸ γένος ὑπάρχων, καὶ ἄνωθεν τὴν κλῆσιν καὶ αὐτὸς ἐσχηκὼς ἐπὶ τὰ χριστιανῶν μεταφοιτήσας, εἴπερ ψευδοεπεῖν οὐχ ὑποληπτέον τὸν τὰ βεβιωμένα αὐτῷ συγγεγραφότα.

Οὗτος δὲ ὁ γεννάδας δοκεῖ μὲν τὸν προφήτην ἐν τοῖς περὶ τῶν ἀγγέλων αὐτῷ λεγομένοις ἀποδέχεσθαι· κατηγορεῖ δὲ Θεοῦ, κατηγορεῖ δὲ Μωσέως· τοῦ μὲν, ὡς μάτην νομοθετοῦντος ἃ νομοθετεῖν οὐκ ᾤετο θεμιτὸν εἶναι, τοῦ δὲ ὡς εἰκῆ ὑπηρετησαμένου, καὶ εἰς κενὸν πονήσαντος ἐπί τε τῇ ποιήσει τῶν Χερουβὶμ καὶ τῶν ἄλλων ὅσα προστέταχε Θεός. Πολλοῦ δ’ ἂν ἦν ἄξιος εἰ τῷ γράμματι γοῦν καὶ τοῖς πάλαι νενομισμένοις ἐπεπολίτευτο· ὅδε γὰρ καὶ Ἰουδαίων αὐτῶν ἀπειθέστερός τε καὶ δυσγνωμονέστερος, συνιδεῖν οὐκ ἐθελήσας ὅτι ὁ ποιῶν τοὺς ἀγγέλους αὑτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὑτοῦ πῦρ φλέγον, αὐτὸς καὶ τὴν τῶν Χερουβὶμ ποίησιν ἐκ καθαροῦ χρυσίου τῷ νομοθέτῃ προστέταχεν. Τί οὖν; ἔῤῥιπτο καὶ ἠτίμωτο; Ἀλλ’ οὐκ ἀνέξεται Παῦλος Ἅγια ἁγίων ταῦτα καλῶν καὶ Χερουβὶμ δόξης, ἤτοι δεδοξασμένα· καὶ γὰρ πολλῆς ἠξίωτο δόξης τοῖς συνοῦσιν ὁμοῦ κατὰ τὴν σκηνὴν σκεύεσι· περὶ ὧν ἀλλαχόθι μακρότερον διειλήφαμεν.