Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Ἔλεγχος (Νόθος)

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Η θεολογική διάκριση της προσκυνήσεως

Διάκριση μεταξύ λατρείας και τιμητικής προσκύνησης, με παράθεση βιβλικών παραδειγμάτων και εξήγηση της στάσης των αγγέλων και των αποστόλων έναντι της απόδοσης τιμών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 5 από 11

Τὰ δὲ ἐπὶ τούτοις ληρήματα τίνα; ÷ Λέγω δὲ ὅτι οὐδὲ αὐτοὶ θέλουσι προσκυνεῖσθαι. ÷ Οὐκοῦν ἐκ τοῦ ἐναντίου ὑβρίζεσθαι θέλουσιν; καὶ διὰ ταῦτα τοσαύτην ὕβριν αὐτῶν καταχέει ὁ ἀνόσιος, ἅμα νομοθετῶν μὴ δεῖν αὐτοὺς προσκυνεῖσθαι, ἀπὸ τοῦ δόξαι κακῶς καὶ ἀνοήτως εἰς τὴν περὶ αὐτῶν διακεῖσθαι δόξαν; Ἆρ’ οὖν οὐκ ἐμφανῆ ἑαυτὸν καθίστησι καὶ τὰς πρεσβείας αὐτῶν ἀπαναινόμενος; τίς γὰρ οὐ τιμᾷν σπεύδει καὶ προσκυνεῖν, οἷς προσάγει τὰς ἱκετείας καὶ δι’ ὧν αἰτεῖ ἐπικουρίας καὶ ὠφελείας παρὰ Θεοῦ τυγχάνειν τῆς κρείττονος; Διὰ τοῦτο τῶν εἰς τὰς ἱερὰς τῶν ἁγίων εἰκόνας ὕβρεων, ἃς αὐτὸς ληρωδῶν ὁ τῶν ἁγίων ἐχθρὸς συντέθεικεν, μόλις κόρον λαβὼν, ἀεὶ δὲ χείρων ἑαυτοῦ ταῖς βλασφημίαις ἀγωνιζόμενος γίνεσθαι, τοῖς ἀρχετύποις ἐναλλόμενος ἐπιμαίνεται, κατ’ αὐτῶν ἐκείνων τὴν παροινίαν ἐμφέρων. Καὶ ἃ δοκεῖ πρὸς συνηγορίαν τῆς ἀσεβείας ἐπάγεσθαι παρὰ τῆς τοῦ θείου Ἰωάννου Ἀποκαλύψεως, παρατίθεται προσκυνοῦντα τὸν ἀπόστολον τῷ μυσταγωγοῦντι ἀγγέλῳ ἀκούειν· ÷ Ὅρα μή· σύνδουλος γάρ σου εἰμὶ καὶ τῶν ἀδελφῶν σου τῶν ἐχόντων τὴν μαρτυρίαν Ἰησοῦ. Τῷ Θεῷ, φησὶν, προσκύνησον, ÷ καὶ τὰ ἐπὶ τούτοις. Ἀλλ’ οὐδὲ οἱ ἀπόστολοι ἠθέλησαν προσκυνεῖσθαι. Καὶ γὰρ ὅτε εὐαγγελίζεσθαι ἀπεστάλησαν, ἑαυτοὺς προσκυνεῖσθαι οὐκ ἤθελον, ἀλλὰ τὸν αὐτοὺς ἀποστείλαντα Χριστόν.

Ὁ γὰρ ἐξουσίαν παρ’ αὐτοῦ λαβὼν δεσμεύειν καὶ λύειν ἐπὶ γῆς καὶ οὐρανοῦ, ἔλεγε Κορνηλίῳ ὅτι, Ὁμοιοπαθής εἰμι κατὰ σὲ ἄνθρωπος, καὶ ἐδίδασκε μὴ ἑαυτὸν προσκυνεῖσθαι, ἀλλὰ τὸν Σωτῆρα Χριστόν. ÷ Τί οὖν πρὸς ταῦτα φαμέν; ὅπερ ἡμᾶς ἔδει ποιεῖν καὶ τὴν ἐκείνου στηλιτεύειν παράνοιαν, αὐτὸς ὑποφθὰς ἀσύνετον ἑαυτὸν πάντη καὶ ἀμαθῆ καὶ τοῖς ἀγροικοτέροις φανερῶς παρεστήσατο, ἀμύητόν τε τῆς καθ’ ἡμᾶς θεοσοφίας παντάπασι, καὶ τῶν παρ’ ἡμῖν μυστηρίων ὁλοτρόπως ἠγνοηκότα τὴν δύναμιν· οὐ μὴν δὲ ἀλλὰ καὶ ταῖς κοιναῖς καὶ παρὰ πᾶσι τὸ συγκεχωρηκὸς ἐχούσαις ἀπαιδεύτως καὶ ἀνοήτως ἀντεπεξάγοντα ἐννοίαις. Ὡς γὰρ ὅτι ἀρχέτυπον εἰκόνος διήνεγκεν οὐκ ἠπίστατο, οὐδὲ ἀναμέσον καθαροῦ καὶ ἀκαθάρτου διαστεῖλαι διέγνωκεν, οὕτως οὐδὲ ὅσον τὸ διηλλαγμένον μεμύηται περὶ τὴν προσκύνησιν· μίαν γὰρ καὶ τὴν αὐτὴν ἐπί τε Θεοῦ ἐπί τε θείων ἀγγέλων καὶ ἁγίων ἀνδρῶν εἶναι ᾤετο.

Καὶ τοῦτο σαφὲς ἀφ’ ὧν αὐτὸς ἐπήγαγεν, οὐδενὸς τῶν ἔξωθεν τοῦ κατηγορήσοντος προσδεόμενος, ὧδέ πως λέγων· ÷ Περὶ δὲ τῶν ἀγγέλων οἱ πατέρες οἱ ἐν Λαοδικείᾳ συνελθόντες, πάντως γὰρ ὅτι διὰ τοιαύτην ὑπόθεσιν συνήχθησαν, λέγουσιν· «Εἴ τις ἐγκαταλείπει τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, καὶ ἀγγέλους ὀνομάζει, ἀνάθεμα ἔστω· ὅτι ἐγκατέλιπε τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, καὶ εἰδωλολατρείᾳ προσελήλυθε». ÷ Δῆλός ἐστι διὰ τῶν εἰρημένων προσκυνήσεως διαφορὰν μηδ’ ὅπως τι οὖν ἐπιστάμενος, οὐκ εἰδὼς οὔτε ἃ λέγει, οὔτε περὶ τίνων διαβεβαιοῦται· χριστιανοὶ γὰρ τὴν εὐκλεᾶ καὶ ἀκίβδηλον πίστιν καθάπαξ δεδιδαγμένοι, καταλιπεῖν ταύτην καὶ εἰδωλολατρείᾳ προσθέσθαι, οὐδὲ εἰς νοῦν ὅσον βαλέσθαι ἁλοῖεν ἄν ποτε· θείᾳ γὰρ μεμύηνται χάριτι, καὶ πεπιστεύκασιν ὀρθῶς τε καὶ ἀψευδῶς προσκυνεῖν τε καὶ δουλεύειν Θεῷ ζῶντι καὶ ἀληθινῷ, καὶ αὐτῷ μόνῳ προσφέρειν τὸ κατὰ λατρείαν σέβας, ἀγγέλοις δὲ θείοις καὶ τοῖς ἐν σώμασιν ἁγίοις, ὡς Θεοῦ δούλοις καὶ θεράπουσι, τὴν κατ’ ἀξίαν νέμουσι τιμὴν, δι’ αὐτῶν δὲ καὶ εἰς αὐτὸν ἀναγομένην.

Ἡ γὰρ τῶν ὁμοδούλων τιμὴ, φασὶν οἱ καθ’ ἡμᾶς ἱερομύσται, τὴν πρὸς τὸν κοινὸν δεσπότην ἐνδείκνυται εὔνοιαν, ὅπερ οὐ μεμάθηκεν ὁ ἐξάγιστος. Εἰ δὲ χρὴ μὴ ἀπὸ τῶν προσκυνουμένων μόνον, ἀλλὰ κἀκ τῆς τῶν προσκυνούντων γνώμης τὸν τρόπον ἐξετάζειν τῆς προσκυνήσεως, πῶς οὐκ ἀθεμίτων ἐργάτης ὁ θεολόγος ὁ μέγας λελόγιστο παρ’ αὐτῷ, εἴ γε τὸ ἀπαράλλακτον, ὡς δοκεῖ, καὶ ἀδιάφορον ἐπὶ πάσης θεωρεῖται προσκυνήσεως, προσκυνῶν τῷ συνδούλῳ; ἵνα καὶ εἰδωλολατρείας γραφὴν ὁ τοσοῦτος τὰ θεῖα καὶ τηλικοῦτος ἀποίσηται.

Κουφότερον δ’ ἂν ἐν ὀφθαλμοῖς ὑπῆρξε τοῦ ἄφρονος, ἐπὶ τοὺς χρόνους ἀναδραμόντα τοὺς παριππεύσαντας, μείζοσί τινας τῶν ἀρχαιοτέρων καὶ ἀτοπωτέραις περιβάλλειν αἰτίαις. Πῶς γὰρ εἰδωλολατρείας οὐκ ἂν ἐγράψατο τὸν τὴν Μωσέως δημαγωγίαν διαδεξάμενον, τὸν Ναυΐτην λέγω τὸν Ἰησοῦν, πρηνέα κατὰ γῆς πεσόντα καὶ τὸν στρατιάρχην τῶν θείων προσκυνοῦντα δυνάμεων, ἢ αὐτὸν τυραννίδος, ὡς δὴ ἐθελοντὴν προσκυνούμενον, καὶ τὸ σέβας ὃ μόνῳ πρέπει Θεῷ σφετεριζόμενον; Ἢ πῶς τὸν Γεδεῶν καὶ τὸν Μανωὲ τῆς ἐπὶ τούτῳ κατηγορίας ἀφῆκε καὶ μέμψεως, ἢ τοὺς ἐπιφανέντας αὐτοῖς θείους ἀγγέλους, ὅτι ἐκεῖνοι μὲν προσεκύνησαν, οἱ δὲ οὐκ ἀποπέμπονται; ἀλλ’ ὁ μὲν τούτων καὶ τὴν προσαγομένην θυσίαν διεκόσμει τε καὶ διέταττε, καὶ ἐπ’ ἄκρῳ τῆς ῥάβδου τῶν κρεῶν καὶ τῶν ἀζύμων ἐφάπτεται, ὁπότε καὶ τὸ ἀνημμένον παρὰ τῆς πέτρας τὰ τῆς θυσίας πῦρ κατεδήδοκεν, ὁ δὲ καίτοι προσβιαζόμενος, ὅμως ὅποι, κατὰ τὸ νενομισμένον καὶ εἰθισμένον, τὸ ποιηθησόμενον ὁλοκαύτωμα προσέταττεν ἀνοισθήσεται.

Συγγινωσκέσθω νῦν ἡ Μωσέως Σεπφώρα διὰ τὸ τῆς φύσεως εὐχερὲς καὶ εὐάλωτον, καὶ Βαλαὰμ ἡγείσθω ἀλλότριος· ἡ μὲν πρὸ ποδῶν τοῦ συνηντηκότος, καὶ ἀναιρήσειν ἀπειλοῦντος, ὁπηνίκα καὶ τὸν υἱὸν περιέτεμε, προσπίπτουσα· ὁ δὲ κατὰ τὴν ὁδὸν ἀνθεστηκότα καὶ ξιφηφοροῦντα φαινόμενον προσκυνῶν, ὑφ’ οὗ καὶ παίων ἀνηλεῶς ἐγκαλεῖται τὴν ὄνον.

Τί οὖν ὁ τοῦ ἀνοσίου περί γε τῶν ἁγίων ἀγγέλων λόγος ἐρεῖ; Ἆρ’ οὖν κατηγορίας ἐξοίσειεν, ἢ οὐχὶ τραχηλιάσαντας καὶ αὐτοὺς, κατὰ τὸν πάλαι ἀποστατήσαντα πονηρὸν ἄγγελον, κατὰ τοῦ κτίστου καὶ δεσπότου ἡμῖν εἰσηγήσεται, ὡς δὴ τῇ θείᾳ ἐπιπηδῶντας δόξῃ, καὶ ἤδη προσιεμένους, οὐκ ἀποσειομένους αὐτῶν τὴν προσκύνησιν; ὃ καὶ λέγειν σφαλερὸν καὶ φευκτότατον.

Τὸν Θεσβίτην, ἐκεῖνον δὴ τὸν θεσπέσιον, πόῤῥω που πάντως τοῦ τῶν ἁγίων χοροῦ ἀποῤῥίψειεν, προσηκάμενον γονυπετοῦντα τῶν πεντηκοντάρχων τὸν ὕστατον, σκηπτῶν τε τῶν ἄνωθεν αὐτόν τε καὶ τὴν ὑπὸ χεῖρα πεντηκοντάδα ἐξαιρούμενον, τῶν πρὶν ἡκόντων οὐρανίου πυρὸς ὑπ’ αὐθαδείας τοῖς ἑπομένοις ἅμα γενομένων ὑπέκκαυμα. Κατὰ τὸν ἴσον δήπου τρόπον, καὶ τὸν ἐκείνου φοιτητὴν ἑτοίμως ἐπεκερτόμησε, κἂν διπλασίονα τὰ ἐπὶ τῷ διδασκάλῳ τοῦ πνεύματος κατακληροῦται χαρίσματα, ἐπὶ τὸ ἐκ Σωμὰν γύναιον προσκυνοῦν μὴ δυσχεραίνοντά τε καὶ ὀργιζόμενον· ὁπότε ἤδη ἀπεψύχωτο, τὸν παῖδα ζωπυρῶν, μητρῴαις ἀγκάλαις ἀπεδίδου ψυχούμενον.

Τί δ’ ἂν αὐτῷ ὑπείληπτο εἵνεκεν τῶν κατὰ τὴν Χαλδαίων τελουμένων ποτέ; ἆρ’ οὐχὶ καὶ τὸν μέγαν ἐν προφήταις Δανιὴλ ἐν ὁμοίοις θείη τοῖς αἰτιάμασιν; ὡς οἷα μὴ χαλεπήναντα, ἀλλὰ στέργοντα προσκυνοῦντα τὸν Βαβυλώνιον, ἡνίκα αὐτῷ τὰς ὄψεις τὰς φανείσας διετράνου σαφέστερον, ἐφ’ οἷς καταπλαγέντα τὸν τύραννον σπένδειν τε τῷ προφήτῃ, καὶ λιβανωτῷ καὶ τοῖς ἄλλοις τιμᾷν δώροις ἐπείγεσθαι, καὶ ὅ γε τὰ προσενηνεγμένα ἐδέδεκτο καὶ ἄρχων σατραπιῶν ἐπὶ πάσης Βαβυλωνίας καὶ τῶν σοφῶν αὐτῶν ἀνεδέδεικτο. Οὕτως ἁγιότητος ἀποκηρύξει τοῦ εὐαγγελίου τὸν κήρυκα, ὃς οὐ μόνον [οὐ] διωθεῖται προσκυνοῦντα τὸν δεσμοφύλακα, ἀλλὰ καὶ ἀντιδεσμεῖ τῷ θείῳ κηρύγματι καὶ τοῖς γεγενημένοις παραδόξοις κατὰ τὸ δεσμωτήριον, καὶ λουτρῶν θείων καὶ καθαρσίων ἀξιοῖ καὶ τὸν οἶκον πάντα, πνευματικῶς πανηγυρίζοντας.

Καὶ ὁ μὲν Θεὸς παρὰ τῶν θεραπόντων ἐδέχετο τὰ πρασσόμενα· αὐτὸς γὰρ ἦν ὁ δι’ αὐτῶν ἐνεργῶν τὰ γινόμενα· ὁ δυσσεβὴς δὲ, ἐπεὶ τοῦ Θεοῦ ἠλλοτρίωτο καὶ τῶν ἁγίων ὑπῆρχεν ὁ ἔχθιστος, δυσχεραίνει ταῦτα καὶ ἀποπέμπεται· θριαμβεύεται δὲ αὐτοῦ διὰ τούτων, καὶ οὐκ ἂν λάθοι τῶν νοῦν ἐχόντων τινὰ τὸ ἀπόπληκτον· ÷ Οὐ θέλουσι, φησὶ, προσκυνεῖσθαι οἱ ἅγιοι. ÷ Συγκεχωρήσθω. Τί οὖν; οὐδὲ ἡμεῖς προσκυνεῖν θελήσομεν; ἢ προσκυνοῦντες τυραννήσομεν, καὶ τοῖς κατὰ γνώμην αὐτῶν ἀντιστησόμεθα;

Πολλῶν ταῦτα γέμει τῶν ληρημάτων· τίς γὰρ ἔτι πεισθείη Παύλῳ· «Ἀπόδοτε πᾶσι, νομοθετοῦντι, τὰς ὀφειλάς;» Τί δ’ ἄλλο γε ἡμεῖς πλὴν τιμῆς τοῖς ἁγίοις ὀφείλομεν; Εἶτα· «Καὶ τῇ τιμῇ ἀλλήλοις προηγούμενοι·» ὃ διὰ τῆς προσκυνήσεως τῆς προσηκούσης δείκνυται, καθὰ ἐκπάλαι καὶ εἰς δεῦρο νόμος κεκράτηκεν ἔνδικος, καὶ τοῦτο μάλιστα πρὸς τοὺς ἐν ἀρετῇ προὔχοντας, καὶ βίου κοσμουμένους λαμπρότητι, καὶ ἁγιωσύνῃ ἐμπρέποντας. Καὶ πᾶσαν μὲν ψυχὴν ἐξουσίαις ὑπερεχούσαις προστέτακται ὑποτάττεσθαι, καὶ ταῦτα περικοσμίοις· τοὺς δὲ Θεῷ προσκειμένους καὶ οἰκειωθέντας δι’ ἀρετῆς, οὐ δοκεῖ τιμᾶσθαι τῷ ἄφρονι· ἀλλὰ βούλεται διὰ τῶν προκεχειρισμένων αὐτῷ λόγων κατασκευάζειν συναναιρεῖσθαι τῇ τῶν ἱερῶν ὁμοιωμάτων τιμῇ καὶ τῶν ἁγίων αὐτῶν τέλεον τὴν προσκύνησιν· ὡς εἰ μὴ θέλοιεν προσκυνεῖσθαι οἱ ἅγιοι, πολλῷ ἂν εἴη δικαιότερον τὴν ἐπὶ ταῖς εἰκόσιν αὐτῶν παραιτεῖσθαι τιμὴν, ὥστε εἰ μὴ αἱ εἰκόνες, οὐδὲ ἀρχέτυπα τιμητέα, ἀντιστρεφούσης ἐπ’ αὐτοῖς προδήλως τῆς τοῦ λόγου σχέσεώς τε καὶ θέσεως· καὶ τεκμηριοῖ τὸν λόγον τὸ δι’ ἑκατέρου ἀνῃρῆσθαι καὶ θάτερον, καὶ δι’ ἀλλήλων τὴν ἐπ’ ἀλλήλοις περιεῶσθαι προσκύνησιν. Τί οὖν παρὰ τοὺς λόγους ἀναφανεῖται τοῦ ματαιόφρονος;

ὅτι ἐπειδὴ ἡ εἰκὼν τοῦ Χριστοῦ οὐ τιμητέα, ἀκόλουθον ἂν εἴη μηδὲ Χριστὸν αὐτὸν τιμηθήσεσθαι· εἰς τοῦτο γὰρ ἀσεβείας τῷ χριστομάχῳ τὰ τῶν λόγων ἐκβήσεται. Ὃ δὲ εἰς βλασφημίαν οὐκ ἔλαττον ὑπῆρξεν αὐτῷ, ὅτι ἐπειδὴ Χριστὸς παρὰ τοῦ νεανίου τοῦ πλουσίου διδάσκαλος ἀγαθὸς ἤκουεν, ἀνεδύετο δὲ ὡς πλὴν Θεοῦ μηδένα ἀγαθὸν εἶναι, ἀνθρωπινώτερον τέως διαλεγόμενος καὶ τὸ τῆς θεότητος μεγαλεῖον ἀποκρυπτόμενος, μὴ δεῖν Χριστὸν ἀγαθὸν ὁμολογεῖν, ἅπαξ παρῃτημένον τὴν φωνήν. Καὶ τί τούτων ἀθεώτερον;

Τὰ μὲν οὖν ἄτοπα τῆς θεομάχου φρενὸς τοιαῦτα, καὶ τούτων ἔτι πλείονα, εἴπερ τις ἐθέλοι περιεργότερον τὰ τῶν βλασφήμων διερευνήσασθαι δυσσεβήματα· ἡμεῖς δὲ πρὸς τὸν τῆς ἀληθείας ἀπευθυνόμενοι σκοπὸν, λέγομεν πρῶτον μὲν ὅτι εἰ καί τισι τῶν ἁγίων προσκυνεῖσθαι ἀπείρητο, οὐ παρὰ τοῦτο οὐ προσκυνητέον ἡμῖν αὐτοῖς, ἀλλ’ ἐπειδὴ μάλιστα προσῆκον ὅ τι καὶ δίκαιον, οἷα δὴ γνησίους Θεοῦ θεράποντας, διὰ τοῦτο μάλιστα τιμητέον. Ἔπειτα δ’ ὅτι οὐδὲ νόμος μὴ τιμᾶσθαι ἁγίους τῇ Ἐκκλησίᾳ παραδέδοται, ἀλλὰ τοὐναντίον ἅπαν τὰ νενομισμένα ἔχει. Ἀλλ’ ἐπιτηρεῖν χρὴ τοὺς τρόπους, καθ’ οὕς τινες παρῄτηντο τὴν προσκύνησιν, καὶ θαυμάζειν αὐτῶν τὸ μέτριον καὶ σοφὸν καὶ εὐεπήβολον· ὡς οἱ μὲν πρὸς τὸ αἰδέσιμον τῶν προσιόντων εὐλαβῶς διετίθεντο.

Ὁ μὲν γὰρ ἱερὸς ἀπόστολος τὸ πρόσφορον τῷ θείῳ ἀγγέλῳ σέβας ἐξένειμε, καὶ δι’ ἃ μάλιστα διηκόνει παράδοξα· ὁ δὲ ἄγγελος ἅτε ὁμότιμον κρίνων τὸν Θεολόγον (ἠγαπημένον γὰρ ᾔδει τῷ τῶν ἀγγέλων δεσπότῃ καὶ οἰκειότατον, καὶ, ὃ δὴ θειότερον, ἐπὶ τὸ στῆθος ἀναπεσόντα τῆς Σοφίας καὶ κρείττονα ἢ κατὰ ἀγγέλους ἐκεῖθεν μυούμενον, καὶ θειωδῶς τὰ θεῖα βροντήσαντα) δεδυσώπητο τὴν προσκύνησιν, καὶ σύνδουλον, ὥσπερ φιλοφρονούμενος, ἀπεκάλει, καὶ τῶν ἀδελφῶν τῶν ἐχόντων τὴν μαρτυρίαν Ἰησοῦ· ἄλλως τε δὲ, ἵνα μὴ διὰ τὸ τῶν διακονουμένων λόγων ὑπερφερὲς δόξῃ πρὸς τὸ ἑαυτῷ κεχαρισμένον ἁρπάζειν τὴν τιμὴν, ὧδέ τε χρῆναι ᾤετο φάσκειν· Οὐκ ἐμοὶ οἱ ἐκκαλυπτόμενοι λόγοι, οὐδὲ τῆς ἐμῆς δυνάμεως τὰ προφητευόμενα· τοῦ Ἰησοῦ ἐστιν ἡ μαρτυρία, ἤτοι ἡ χάρις, καὶ τῶν ἀγγελλομένων ἡ πνευματικὴ δωρεά.

Ἐγὼ δὲ τὴν τούτων λειτουργίαν μόνον ὡς οἰκέτης πεπίστευμαι, καὶ μεσίτης παρὰ τοῦ κοινοῦ δεσπότου πεμπόμενος, καὶ ἥκω τῶν ἐγκεχειρισμένων σε συνετίσων τὴν ἔκφανσιν. Ὅρα οὖν, μὴ ἐμοὶ προσκύνει, μηδὲ ἐμοὶ τὰ ὑπὲρ ἐμὲ λογίζου· τῷ Θεῶ, φησὶν, προσκύνησον· τῷ ἐγκεχειρηκότι ἀνατίθει τῶν μυσταγωγουμένων τὴν χάριν. Οὐκοῦν αἰδοῖ τε τῇ πρὸς τὸν Θεολόγον καὶ πρὸς τὴν τῶν διαπορθμευομένων καὶ χρησμῳδουμένων λόγων εὐλάβειαν ἀνεβάλλετο τὴν προσκύνησιν· ἀλλ’ ἡμεῖς γε οὐ διὰ τοῦτο τὴν ἐπὶ τοῖς ἁγίοις ἀπαναινόμεθα σεβασμιότητα, τῷ μεγάλῳ Ἰωάννῃ κἀν τούτῳ μαθητευόμενοι καὶ πειθόμενοι.

Ἄλλοι δὲ τὸ ἀσθενὲς τῆς φύσεως ἐπαισθανόμενοι, ἀπ’ αὐτῆς διωθοῦνται τὴν τιμὴν, τὸ οἰκεῖον ὡς τὰ πολλὰ ὑπερορῶντες ἀξίωμα, καὶ ἥκιστα τοῖς χαρίσμασι τοῦ Πνεύματος κεκτημένοι τὴν γνώμην μετέωρον, τῶν ἀνθρωπείων πραγμάτων τὸ ἐπισφαλὲς καὶ τὸ πρὸς τὸ χεῖρον τῆς διανοίας ἐπιῤῥεπὲς εὖ ἐξεπιστάμενοι· κατὰ τὸ φάσκον λόγιον, ὅτι «ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος.» Καὶ, «Ὁ δοκῶν ἑστάναι βλεπέτω μὴ πέσῃ,» καὶ ἅμα ἔκδηλον τοῦ τέλους τὸ ἄδηλον ἔχοντες. Τοιγάρτοι τὸ ὁμοιοπαθὲς ἐπὶ Κορνηλίῳ ὁ Κορυφαῖος, οἷα τὴν αὐτὴν λαχὼν φύσιν, προϊσχόμενος, ἀνίστη πρὸ ποδῶν πεσόντα τὸν ἱκέτην. Πλὴν οὐδὲ οἷόν τε μέχρι πολλοῦ καταλελεῖφθαι τὸν κείμενον· τῷ ὄντι γὰρ ἂν ὑπωπτεύετο ὁ ἀπόστολος τῷ φιλοτίμῳ χαίρων, καὶ τὴν ἐκ τοῦ παρέλκειν ἐπὶ τῇ προσκυνήσει τὸν κεκληκότα δόξαν θηρώμενος· ὅπερ τοῖς ἁγίοις ἀπώμοτον.

Ταύτῃ καὶ τοῖς συνιοῦσιν ἐπὶ τῇ θεραπείᾳ τοῦ ἐκ γενετῆς χωλοῦ ἐπέπληττεν, ὡς δὴ μὴ χρῆναι τοῖς τὸ σημεῖον εἰργασμένοις ἐνατενίζειν, ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσιν· ἀλλ’ ἐπὶ τῇ τοῦ ἐνεργήσαντος ὀνόματος πίστει ἀνατιθέναι τὸ θαῦμα· ÷ Ἀλλ’ ἐδίδασκε Πέτρος, φησὶ, μὴ ἑαυτὸν προσκυνεῖσθαι, ἀλλὰ τὸν Σωτῆρα Χριστόν. ÷ Ἀλλὰ διὰ τοῦτο μάλιστα τιμητέος, διὰ τοῦτο πολλοῦ τοῦ σεβάσματος ἄξιος· ἐπεὶ πῶς σωθείη τό· «Τοὺς δοξάζοντάς με δοξάσω;» Τοῦτο αὐτοῖς εἰς εὐδοξίαν μέγιστον, τὸ προηγεῖσθαι πάντων καὶ προτετιμῆσθαι τὴν εἰς τὸν ἀποστείλαντα προσκύνησιν.

Ἕτεροι ἐκ τῆς τῶν προσιόντων γνώμης τε καὶ ἐντεύξεως τὴν τιμὴν ἀπεπέμποντο, ὁπόταν παρὰ τῶν ἀθέων, ὡς ἄν τις εἴποι, ἀγνοίᾳ τοῦ κρείττονος ἀθεεὶ ἑωρᾶτο πραττόμενον· ὁποῖον δή τι κατὰ Λυκαόνων δρώμενον, κἀν ταῖς ἱεραῖς τῶν ἀποστόλων Πράξεσιν ἱστορούμενον ἔγνωμεν, ὁπηνίκα οἱ θεῖοι κήρυκες τὸ τῆς θεογνωσίας αὐτοῖς ἐνήστραπτον φῶς καὶ τῶν σημείων τὸ μεγαλουργὸν ἐξειργάζοντο, ἐφ’ οἷς ὑπερεκπλαγέντας ὡς τὸ εἰκὸς τῶν τεθεαμένων τὸ πλῆθος ἐπιβοᾷν τῇ φωνῇ τῇ πατρίῳ· «Οἱ θεοὶ ὁμοιωθέντες ἀνθρώποις κατέβησαν πρὸς ἡμᾶς,» καὶ δὴ καὶ τὰς προσηγορίας αὐτῶν τοῖς περὶ Παῦλον καὶ Βαρνάβαν ἐπικληροῦν· αὐτῶν τε τὸν ἀρχιερέα ταύρους καὶ στέμματα φέροντα θύειν τοῖς ὄχλοις ἅμα ἐπιχειρεῖν· ἀχθομένους δὲ σφόδρα ἐπὶ τοῖς γινομένοις τοὺς κήρυκας, περιῤῥηγνύναι μὲν τὰ ἱμάτια, τῆς ἀλόγου δὲ καὶ ἀτοπωτάτης τοὺς πεπλανημένους ἐξείργειν ὁρμῆς, ἀνθρώπους τε ὁμοιοπαθεῖς αὐτοῖς εἶναι ὁμολογεῖν, τὸν σωτήριον δὲ λόγον εὐαγγελίζεσθαι καὶ τὴν ἐκ τῶν ματαίων ἐκδιδάσκειν ἐπιστροφήν· τὴν δὴ τοιαύτην τιμὴν καὶ προσκύνησιν διωθεῖσθαί τε καὶ ἐκτρέπεσθαι ἄμεινον.

Οὕτω γοῦν καὶ ἄλλοι τῶν ἁγίων, ἴσμεν, οἷα κανόνι τῇ μετριότητι χρώμενοι, πρὸς μὲν τὴν παροῦσαν εὐδοξίαν οὐκ ἐπεστρέφοντο, πρὸς τὴν μέλλουσαν ἐπειγόμενοι, ταύτης δὲ διαπεπράχασιν ἄξια, τῆς ἐπὶ τῷ πεπραχέναι καταφρονήσαντες δόξης. Ἐπ’ ἀρετῇ δ’ οὖν ἀγωνιζόμενοι, τὰ μὲν κατορθούμενα πολλάκις εἰώθασιν ἀποκρύπτεσθαι, δημοσιεύειν δὲ τὰ ἐλαττώματα.

Διὰ τοῦτο πικρὸς ἑαυτοῦ ὁ Παῦλος κατήγορος γίνεται, τῶν πρώην εἰργασμένων οὐ σιωπῶν τὰ παράλογα· καὶ Ματθαῖος ἑαυτὸν κατευτελίζει ἀπὸ τοῦ προλαβόντος ἐπιτηδεύματος· καὶ ἄλλοι ἄλλως τὸ ταπεινὸν ἐνδείκνυνται φρόνημα, τὴν ὑποδεδειγμένην ἀρίστην ὁδὸν παρὰ τοῦ ταπεινοῦ καὶ πράου τὴν καρδίαν αὐτῶν διδασκάλου καλῶς ἐξανύοντες. Οἷοι δὲ καὶ ὅσοι τῶν ἀποῤῥήτων τῆς θείας οἰκονομίας οἱ τρόποι, ἴσασιν οἱ τῶν τοῦ Θεοῦ μυστηρίων ἐπόπται καὶ μυσταγωγοί. Εἰ δὲ Χριστὸς ἐλθὼν οὐ διακονηθῆναι ἠθέλησεν, ἀλλὰ διακονῆσαι, οὐ δεῖ Χριστῷ διακονεῖν, ὅσον κατὰ τὸν λόγον τοῦ δυσσεβοῦς, καὶ μάτην αὐχεῖ Παῦλος, ὡς Χριστοῦ διάκονος, καὶ εἰκῆ τῆς διακονίας ἑαυτῷ τὸν κλῆρον ἐπικηρύσσει.