Ἔργον
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Ἔλεγχος (Νόθος)
Έλεγχος παρερμηνειών και πλαστογραφιών πατερικών συγγραμμάτων
Αναλυτική αντίκρουση των παραποιήσεων κειμένων αγίων Πατέρων και ανακεφαλαίωση της τακτικής των εικονομάχων.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Έλεγχος παρερμηνειών και πλαστογραφιών πατερικών συγγραμμάτων
Αναλυτική αντίκρουση των παραποιήσεων κειμένων αγίων Πατέρων και ανακεφαλαίωση της τακτικής των εικονομάχων.
Ἡμεῖς δὲ τῶν μετὰ ταῦτα καὶ δὴ ἀκολούθως ἁπτώμεθα. Μικρὰ οὖν τινα ἐν τῷ μεταξὺ βαττολογήσας καὶ φλυαρήσας, εἶτα ὑποτίθεται τῷ βασιλεῖ· ÷ Ὅπως τὰ βῆλα τὰ ἔχοντα τοιαύτην γραφὴν συλλεγέντα εἰς ταφὴν τῶν πτωχῶν προχωρήσειεν, τὰ δὲ ἐν τοίχοις διὰ χρωμάτων λευκανθῆναι. ÷ Εἶτα τὸ ἑαυτοῦ πάλιν φρενοβλαβὲς στηλιτεύων φησίν· ÷ Τὰ δὲ ἐν μουσαρίῳ προληφθέντα γραφῆναι, ἐπειδὴ δυσχερές ἐστι τὸ τοιοῦτον ἀνασκεύασμα, εἰ μὲν δυνατὸν ἀνασκευασθῆναι, καλόν· εἰ δὲ ἀδύνατον, ἀρκεσθῆναι τοῖς προγεγονόσι, καὶ μηκέτι τινὰ ζωγραφεῖν οὕτως. ÷ Τί οὖν πρὸς ταῦτα φήσει τις; ἢ ὅτι σοφία μωροῦ ἀδιεξέταστοι λόγοι; καθ’ ἃ γέγραπται· «Καὶ ὁ μωρὸς μωρὰ λαλήσει, καὶ ἡ καρδία αὐτοῦ μάταια νοήσει τοῦ λαλεῖν πρὸς Κύριον πλάνησιν.» Πῶς οὐχὶ σκαιότητος καὶ παραφροσύνης ἐσχάτης; τοσαῦτά τοι περὶ τὴν τῶν ἱερογραφιῶν σπουδάσαι καθαίρεσιν, καὶ τὰ μὲν ἄλλα πάντα ἐκποδὼν γενέσθαι, τὰ μεμουσουργημένα δὲ μόνα διὰ μικρὰν δυσχέρειαν ἐπὶ σχήματος ἵστασθαι συγχωρεῖν· καίτοι ταῦτα μᾶλλον λέγειν ἔδει περιαιρεῖσθαι, ὡς τὸ ἐπαγωγὸν καὶ ἔφολκον μᾶλλον ἤπερ τὰ δι’ ἑτέρας ὕλης γεγραμμένα ἔχοντα· καὶ γὰρ καὶ ἐν θυσιαστηρίοις τὸ πλέον ὡς εἰπεῖν καθίδρυται, ἔνθα ἡ θυσία ἐπιτελεῖται ἡ ἀναίμακτος, ἐξ οὗ καὶ βεβηλοῦται, ὡς δοκεῖ τοῖς βεβήλοις, τὸ ἅγιον.
Πῶς οὖν διὰ μικρὰν δυσχέρειαν τὸ πᾶν τοῦ πόνου ἀπώλεσε; πολλὰ γὰρ καμὼν, τοὺς εἰδωλικοὺς θεσμοὺς καὶ τοὺς ζωγραφητοὺς, ὡς ἐληρώδει, θεοὺς ἐν τῷ θυσιαστηρίῳ καταλέλοιπεν. Ἄξιά γε ὡς ἀληθῶς τῆς ἑαυτοῦ καὶ πίστεως καὶ συνέσεως τὰ ὑποτιθέμενα· οὐ γὰρ πίστεως ὀρθῆς καὶ ἀκριβοῦς ταῦτά γε· οὐχ οὕτως ἡ τῶν χριστιανῶν ἔχει θεοσέβεια, τινῶν μὲν τῶν εἰς πίστιν ἡκόντων καταφρονεῖν, τινῶν δὲ ἀντέχεσθαι· ὁ καθ’ ἓν γὰρ μέρος διασφαλεὶς πάντων γέγονεν ἔνοχος, καὶ τοῦ παντὸς ἐκεῖθεν ἐκπέπτωκεν. Χωλεύων οὖν οὗτος περὶ τὴν ἑαυτοῦ πίστιν, περὶ τὴν καθ’ ἡμᾶς οὐδ’ ὅλως ὀρθοτομεῖ εὐσέβειαν, ἐπεὶ οὐχ οὕτω διάκειται τὰ ἡμέτερα· μέχρι γὰρ καὶ μνήμης αὐτῆς τὰ τῶν εἰδώλων παρὰ τῇ Ἐκκλησίᾳ ἠφάνισται.
Τοιαῦτα τὰ τῆς χρήσεως φασματώδη καὶ ἄτοπα. Ἴδωμεν δὲ εἰ τῷ ὄντι πρὸς Θεοδόσιον γέγραπται, καὶ εἰ κατήκοος τῶν τοῦ μεγάλου τούτου διδασκάλου λόγων γέγονεν. Ἀλλ’ ὅτι μὲν οὐδὲ ὄναρ Θεοδοσίῳ πέπλασται, οἱ τὰ ἐκείνου συγγεγραφότες μαρτυρείτωσαν· ὅτι δὲ ἐκ τῶν ἀπ’ ἐκείνου χρόνων μᾶλλον ηὔξηται καὶ εἰς μέγα τῶν ἱεροτυπιῶν ἐπιδίδωσιν ἡ εὐπρέπεια, αὐτὰ κεκράξεται τὰ πράγματα περιηχοῦντα τοῦ ἀνδρὸς τὴν εὐσέβειαν, ὅσα τε ἐν θείοις σηκοῖς καὶ ἱεροῖς σκεύεσιν, ἀνατολή τε καὶ δύσις προβάλλει φιλοτεχνούμενα.
Τίς δὲ τῶν ἐχεφρόνων πεισθείη Θεοδοσίῳ προσῆχθαί ποτε τοὺς περὶ τῶν ἱερῶν δόμων καθαιρέσεως λόγους; ὅς γε οὐδὲ τὴν κατὰ τῶν οἰκείων ἀνδριάντων ἤνεγκεν ὕβριν, τεκμήριον δὲ μικροῦ τὴν Ἀντιόχου πυρὸς ἀπέφαινε παρανάλωμα, εἰ μὴ ὁ τῆς πόλεως ἱεράρχης, καὶ γὰρ τἄλλα, ἁγιωσύνης καὶ ἀρετῆς εὖ ἥκων, καὶ τῆς ἐγκεχειρισμένης ποίμνης προκινδυνεύειν ὡς προθυμότατος, τὴν βασιλέως ὁρμὴν ἔστησεν. Αἰδοῖ γὰρ τοῦ ἀνδρὸς καὶ σεβάσματι, καὶ γὰρ μετῆν αὐτῷ πρὸς τοὺς ἱερωμένους Θεῷ εὐλαβείας τε καὶ μετριότητος, τῆς ὀργῆς καθυφίησι, τὴν πρεσβείαν τε καὶ τὸν ἱκέσιον οὐκ ἀποσεισάμενος λόγον. Εἰ δὲ ὁ ταῖς εἰκόσι τῶν ἐπὶ γῆς βασιλέων προσκρούων ὑπάγεται νόμῳ, καὶ ταῖς τῶν κατακρίτων ὑπενήνεκται ψήφοις, καὶ κίνδυνος ἐπῆρται οὐ μικρὸς αὐτῷ ὡς αὐτὸν ἐνυβρικότι τὸν βασιλέα, ποίας οὐκ ἀξιωθήσεται τιμωρίας ὁ τοῦ βασιλέως τῶν βασιλευόντων καὶ τῶν ἐπουρανίων καὶ ἐπιγείων δεσπόζοντος καθυβρίζων καὶ καθαιρῶν τὸ εἰκόνισμα;
Εἰ γὰρ μὴ παρὰ πόδας διὰ τὴν θείαν μακροθυμίαν ἡ ἀντίδοσις, ὅμως ὀψὲ γοῦν τῆς οἰκείας παρανομίας τἀπίχειρα δρέψεται. Εἰ δὴ οὖν ἔτι τῇ ἀναισχύντῳ ἐπιμένοιεν γνώμῃ τῆς ἐπιστολῆς ταύτης ἀντεχόμενοι, ἐκβιασθήσονται καὶ τοῖς ἄλλοις οἷς περιέχει ἀτόποις ἐξακολουθεῖν, ὡς ἐξεῖναι αὐτοῖς καὶ τοῖς σάββασιν οὐ τῆς τεσσαρακοστῆς μόνον, ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις καιροῖς ἄχρις ἐνάτης ὥρας τὴν νηστείαν παραφυλάττειν, ὅπερ ἀλλότριον τῆς καθολικῆς Ἐκκλησίας καθίσταται.
Γνωρίζεται δὲ κἀνταῦθα οὐκ Ἐπιφάνιος, ἀλλὰ Μαρκίων ὁ μιαρὸς ἄντικρυς φθεγγόμενος, ὃν ἐν τῇ κατ’ αὐτὸν αἱρέσει μετὰ τῶν ἄλλων βλασφημιῶν καὶ τοῦτο ληρωδοῦντα Ἐπιφάνιος στηλιτεύει λέγων· «Τὸ δὲ σάββατον νηστεύειν διὰ τοιαύτας αἰτίας φάσκει, ἐπειδὴ φησί· Τοῦ Θεοῦ τῶν Ἰουδαίων ἐστὶν ἀνάπαυσις τοῦ πεποιηκότος τὸν κόσμον καὶ ἐν τῇ ἑβδόμῃ ἡμέρᾳ ἀναπαυσαμένου ἀπὸ τῶν ἔργων· ἡμεῖς νηστεύομεν ταύτην, ἵνα μὴ τὸ βούλημα τοῦ Θεοῦ τῶν Ἰουδαίων ἐργασώμεθα.» Ὥστε καὶ ἐντεῦθεν φανερὸν ὅτι ἀλλότρια πάντα τοῦ ἀοιδίμου Ἐπιφανίου εὑρίσκεται, ὅσα κατὰ τῆς Χριστοῦ Ἐκκλησίας ὁ ἀνόσιος ἐκεῖνος πεφλυάρηκεν· ὅπου γε ὁρῶμεν καὶ ἕτερα τοιαῦτα μυσαρώτατα καὶ ἀλλότρια δόγματα τοῖς τοῦ Ἐπιφανίου λόγοις ἐγκαταμιγνύμενα, ὡς τὸ ÷ μηδαμῶς δύνασθαι ἄνθρωπον ἁμαρτωλὸν διὰ μετανοίας γενέσθαι δίκαιον· καὶ ὅτι ἡ ἁγία Θεοτόκος διὰ ῥομφαίας ἀνῄρηται, κατὰ τὴν φωνὴν τοῦ ἱερέως Συμεών, ÷ καὶ τοιαῦτα ἄλλα.
Διὰ γὰρ τὸ ἁπλοϊκὸν τοῦ ἤθους τοῦ ἀνδρὸς καὶ τῆς φράσεως τὸ ἀπερίεργον καὶ τῶν συγγεγραμμένων τὸ πλῆθος, εὐεπιχείρητα καταλαβόντες αὐτοῦ τὰ συντάγματα τοὺς τοιούτους ἐξειργάσαντο δόλους. Διὰ τοῦτο ἐπιτηρεῖν χρὴ, ὡς εἴ τι εὐσεβείας καὶ ὀρθότητος δογμάτων ἐχόμενον εὕρηται ἐν τοῖς προηγουμένοις ἢ ἑπομένοις τῶν ἀναληφθεισῶν ἐκ τῆς ἐπιστολῆς χρήσεων, πρῶτον μὲν τὸ ἀσυνάρτητον καὶ ἀσύμφωνον ἐν τοῖς δόγμασι λογίζεσθαι, ἔπειτα ἐννοεῖν ὅτι ὁ ταῦτα δραματουργήσας τῶν δοκητῶν τις ὑπάρχων, τὸ πρόσωπον ὑποδὺς Ἐπιφανίου καὶ τῶν ἐκείνου τινὰς ἀναλεξάμενος λόγους, τοῖς ἰδίοις ἐπῳκοδόμησε πονηροῖς δόγμασιν (ὥσπερ οἱ τοῖς δηλητηρίοις ἐγκαταμιγνύντες τὸ τοῦ μέλιτος γλύκασμα), ἵνα τῆς φαντασίας τὴν κακουργίαν ἀποκρυψάμενος, πολλοῖς τῶν ἀστηρίκτων καὶ ἀμαθῶν τὸ ψυχοφθόρον ἐγκεράσηται φάρμακον. Εἰ γοῦν ὡς οἰκεῖα Ἐπιφανίου δέχοιντο, ὥρα αὐτοῖς καὶ τὰ ἐκ διαμέτρου ἀντικαθιστάμενα ὡς Ἐπιφανίου δέχεσθαι προθυμότερον. Καὶ γὰρ ἀνθρωπολατρείαν ἀνθρώπου θεοφόρου οἱ ἀπὸ τοῦ ἀνοήτου Ἀπολλιναρίου εἰσηγεῖσθαι αὐτὸν διακηρύσσουσιν, ἔτι καὶ τὴν εἰς Θεὸν ἐλπίδα παραχαράττειν.
Καὶ ταῦτα μὲν τὸ δυσσεβὲς τοῦ γεγραφότος μηνύει καὶ τὴν ἀπόνοιαν· τἄλλα δὲ τῆς ἐπιστολῆς πολὺ τὸ ἀπίθανον ἐνδείκνυται, εἰ πρὸς βασιλέα τοιαῦτα γέγραπται ἐκδιδάσκοντα, οἷα δεῖ τὸν ἄρτι κατηχημένον παιδεύεσθαι, καὶ τῇ τοῦ καθ’ ἡμᾶς μυστηρίου μυήσει προσερχόμενον· πρὸς ἰδιώτην γὰρ καὶ ἰδιωτῶν τὸν ἔσχατον, καὶ βαναύσων τὸν ἀγροικότερον, μόλις ἂν γράφεσθαι ἄξια· τοιαῦτα ἡ θαυμαστὴ ἐκείνη καὶ παμφωροτάτη ἐπιστολὴ, καθ’ ἣν ὁ Βοιώτιος κῆρυξ ἀδολέσχων ἀμουσότατα παραφθέγγεται, πέρας τῆς λέσχης καὶ τοῦ ταυτοεπεῖν οὐκ εἰδὼς καὶ τῶν ἀκροωμένων ἀποκναίων τὰς ἀκοάς· ἀκοαῖς γὰρ ἀδολεσχία πολέμιον.
Πῶς οὖν ταῦτα Ἐπιφανίῳ ἀναθετέον; ὁρῶμεν γὰρ αὐτὸν κατὰ τῶν αἱρέσεων ἱστάμενον τοιαῦτα λέγοντα· «Ὅτι μία μετὰ τὰς ὀγδοήκοντα αἱρέσεις ἡ τῆς ἀληθείας βάσις ἅμα καὶ διδασκαλία καὶ σωτήριος πραγματεία καὶ Χριστοῦ νύμφη ἁγία Ἐκκλησία, οὖσα μὲν ἀπ’ αἰῶνος, διὰ δὲ τῆς ἐνσάρκου Χριστοῦ παρουσίας, κατὰ τὴν διαδοχὴν τοῦ χρόνου, μέσον τῶν προειρημένων αἱρέσεων, ἀποκαλυφθεῖσα.» Ἄλλα τε μυρία τούτοις ἐν τοῖς ἑαυτοῦ συγγράμμασιν ἐφάμιλλα, τῆς Ἐκκλησίας τὸ ἀσφαλὲς καὶ ἀνεπίληπτον δοξάζοντα, κατίδοι τις ἐναργῶς. Ποῦ ἐνταῦθα εἰδωλολατρείας δευτέρας ἐπὶ τῆς Ἐκκλησίας Χριστοῦ παρ’ Ἐπιφανίῳ μνήμη ἢ λόγος ὁπωσοῦν φαινόμενος; πῶς δὲ οὐχὶ πάντα πρὸς συνηγορίαν τῆς καθ’ ἡμᾶς εὐσεβείας πρόκειται;
Οὕτω μὲν δὴ ταῦτα· παράγουσι δὲ καὶ τοῦ μεγάλου Γρηγορίου τοῦ θεολόγου ῥῆσιν ἐκ τῶν ἐπῶν ἔχουσαν ὧδε· ÷ Ὕβρις πίστιν ἔχειν ἐν χρώμασιν. ÷ Οὐκ οἶδα δὲ ὅ τι παθόντες εἰς τοῦτο ἀβουλίας καὶ ἀμαθίας ἐξώκειλαν, κατὰ τῶν ἱερῶν ἀπεικασμάτων ἀνοήτως ταῦτα ἐξειληφότες. Οὐ γὰρ τῶν ἐν χρώμασιν εἰκόνων χάριν ἐξείρηται τῷ θεοφόρῳ πατρὶ, ἀλλὰ τῆς μὴ ἐν καρδίᾳ καθιδρυμένης, στόματι δὲ μόνον ὁμολογουμένης πρὸς Θεὸν πίστεως· καθ’ ἃ καὶ τῷ πρώτῳ τῶν ἐπῶν λόγῳ ἐπιστήσας τις ἴδοι, ἐν οἷς φάσκει·
Τοῖς δ’ ἄλλοισιν ἔοιμι γέλως, ἐμὰ κήδεα βάζων, Ὧν πίστις κραδίην ἄκρην ἐχάραξεν ἐλαφρὴ, Οὐδὲ διὰ σπλάγχνων ἦλθ’ ἵμερος ὀξὺς ἄνακτος, Ζῶσιν δ’ ἐνθάδε μοῦνον ἐφημέρια φρονέοντες. Δῆλον δὲ, ἐπειδὴ καθ’ οὓς χρόνους ὁ μέγας οὗτος λαμπτὴρ τῇ Ἐκκλησίᾳ διηύγαζεν, ἡ τῶν Ἀρειομανιτῶν ἐπεκράτει λύσσα, καὶ τὸ πλέον τοῦ λαοῦ τῶν τε ἱερέων καὶ τῶν ἐν κοσμικοῖς ἀξιώμασι περὶ τὴν εὐσέβειαν ἔσκαζε, καὶ τοῦτο αὐτὸς σαφέστερον ποιεῖ. Ἐξ ὧν καὶ ἐν ἑτέροις λόγοις αὐτοῦ διδασκαλικῶς διαλέγεται· ἐν μὲν γὰρ τῷ εἰς τὰ ἐγκαίνια λόγῳ φησί· «Χθὲς πίστιν εἶχες τὴν τῶν καιρῶν· σήμερον τὴν τοῦ Θεοῦ γνώρισον.» Ἐν δὲ τῷ εἰς τὸ βάπτισμα αὐτῇ λέξει κέχρηται καὶ διανοίᾳ λέγων· «Δεῖ δὲ μὴ σοφισθῆναι τὸν καθαρμὸν, ἀλλ’ ἐνσημανθῆναι· λαμπρυνθῆναι τελείως, ἀλλὰ μὴ χρωσθῆναι· μηδὲ ἐπικάλυψιν τῶν ἁμαρτιῶν, ἀλλ’ ἀπαλλαγὴν ἔχειν τὸ χάρισμα.» Ἐν ᾧ πάλιν παρεγγυᾷ· «Φύλασσέ μοι τὰ γεγραμμένα, ἐν καιροῖς τρεπτοῖς ἄτρεπτος μένων περὶ ἀτρέπτου πράγματος.» Ὡς οὖν ἐνταῦθα ἀπὸ τοῦ τρεπτοῦ τῶν καιρῶν τοὺς ἀστηρίκτους καὶ ἀπαγεῖς πρὸς εὐσέβειαν, εὐπαρακόμιστον δὲ τὴν γνώμην ἐφ’ οἷς ἡ τῶν καιρῶν βραβεύει ῥοπὴ, κεκτημένους καταιδεῖ· οὕτω καὶ ἐν τῷ προκειμένῳ νῦν ῥησειδίῳ, ἀπὸ τοῦ ἀλλοιωτοῦ τῶν χρωμάτων αὖθις κατονειδίζει, τὸ τῆς ὕβρεως αἶσχος ἐπιγράφων αὐτοῖς.
Τί οὖν φησὶν, ἐπίμωμον καὶ ἐφύβριστον καὶ τοῦ κράτους τῆς καθ’ ἡμᾶς εὐσεβείας ἀλλότριον;
Ὥσπερ τὰ χρώματα, εὐαπόβλητά γε ὄντα καὶ εὐαλλοίωτα, ῥᾳδίως ἐκπλύνεται καὶ ἐκκρούεται τοῖς βουλομένοις περιαιρεῖσθαι· οὕτω καὶ ἡμᾶς εὐχερῶς πρὸς τοὺς καιροὺς περὶ τὴν πίστιν μετασχηματίζεσθαι, καὶ οἷον μεταχρώννυσθαι καὶ περιτρέπεσθαι· προσῆκον ἀεὶ ἐγκαθιδρύσθαι καὶ βεβηκέναι ὡς ἀσφαλέστατα, καὶ κατὰ τὰ ἀποστολικῶς εἰρημένα ἐγγεγραμμένην ἔχειν «οὐ μέλανι, ἀλλὰ πνεύματι Θεοῦ ζῶντος, οὐκ ἐν πλαξὶ λιθίναις, ἀλλ’ ἐν πλαξὶ καρδίας σαρκικαῖς. Καρδίᾳ μὲν γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν.» Ἀλλ’ οὐκ ἤγαγεν εἰς ἔννοιαν τοὺς παχεῖς τὴν διάνοιαν τὸ εὐθὺς ἐπαγόμενον, ὅτι οὐ περὶ χρωμάτων οἵων αὐτοὶ ᾔδεσαν ὁ λόγος τῷ πατρί· ἐπιφέρει γάρ· «Βένθος ἐμοὶ φίλον,» ὅπερ αὐτοὶ ἔφασαν· ἡ ἐν βάθει τοῦ νοὸς, ἐκείνη μοι προσφιλὴς, ὃ πρὸς ἀντιδιαστολὴν ἐκείνης, τῆς οἷον ἐξ ἐπιπολῆς κεχρωσμένης καὶ ταχέως διαῤῥεούσης λέγεται· καθάπερ τὰ χρώματα τοῦ ὑποκειμένου μόνον περιχρώζει τὴν ἐπιφάνειαν. Ἀνόητον οὖν ἐκεῖνα καὶ ἀνάξιον περὶ τῆς θεολογικῆς οἴεσθαι ῥήσεως. Οὗτοι δὲ ἤτοι ταῖς ἁπλαῖς τῶν πατρικῶν λόγων ἐπιβολαῖς τῷ προφανεῖ καταπιστεύοντες τῆς αἰσθήσεως, διαμαρτάνουσι περὶ τὰ ἐκ τῆς διανοίας δηλούμενα· ἢ τὰ εὖ καὶ ὀρθῶς εἰρημένα παραχαράσσοντες, ἐπεὶ τοῦτο αὐτῶν τοῦ τρόπου τὸ ἰδιαίτατον, πρὸς τὸ οἰκεῖον περιέλκουσιν βούλημα.
Εἰ δὲ δὴ καὶ περὶ χρωμάτων ταῦτα εἰρῆσθαι δοίη τις, τῇ ἀνοίᾳ ἐκείνων συγκαθιστάμενος, τίς ὀφθείη ποτὲ χριστιανῶν πίστιν εἰς χρώματα θέμενος, ἢ τὴν ἐλπίδα εἰς ὕλην φαινομένην κτησάμενος;
Οὐχ ὕβρις οὖν ἐντεῦθεν χριστιανοῖς προσφύεται· ἡ παράνοια δὲ τῶν κατηγορούντων καὶ τὸ ἀβέλτερον περιφανῶς διαδείκνυται. Τὴν δέ γε Νείλου τοῦ ἱεροῦ ἐπιστολὴν τὴν πρὸς τὸν ἔπαρχον γεγραμμένην Ὀλυμπιόδωρον, ὡς παραπεποίηται καὶ νενόθευται, τίς οὐκ ἂν ἐκπλαγείη; τίς οὐ θαυμάσεται γνοὺς, οὐκ ἔχων πότερον κωμῳδήσει τοῦ νενοθευκότος τὴν ἄνοιαν, ἢ ἐκτραγῳδήσειε τὴν ἀσέβειαν; ὅπως τοῦ μὲν Ὀλυμπιοδώρου τὸ φρόνημα προὔθετο, τοῦ Νείλου δὲ τὴν διδασκαλίαν δολερῶς ὑπετέμετο. Ὡς γὰρ ἐν συντόμῳ εἰπεῖν, Ὀλυμπιοδώρου πυθομένου, εἰ ἐπιτρέποι καθ’ ὃν μέλλει κατασκευάζειν σηκὸν, ἐν τῷ ἱερατείῳ εἰκόνας ἀναθεῖναι, θῆράς τε ζώων παντοίας τοὺς τοίχους πλῆσαι· τοῦτ’ ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων ὥστε βλέπεσθαι, κατὰ μὲν τὴν χέρσον ἐκτεινόμενα λίνα καὶ λαγωοὺς καὶ δορκάδας καὶ τὰ ἑξῆς φεύγοντα ζῶα, τοὺς δὲ θηρᾶσαι σπεύδοντας μετὰ τῶν κυνιδίων διώκειν, κατὰ δὲ τὴν θάλασσαν χαλώμενα δίκτυα καὶ πᾶν γένος ἰχθύων ἁλιευόμενον καὶ εἰς τὴν ξηρὰν ἐξαγόμενον· καὶ προσέτι γυψοπλασίας πᾶν εἶδος ἐμφᾶναι δεικνύμενον πρὸς ἡδονὴν ὀφθαλμῶν.
Ὁ Νεῖλος ταῦτα διαγελάσας ἀντεπέστειλεν ὀνειδίζων· ÷ Ὅτι νηπιῶδες ἂν εἴη καὶ βρεφοπρεπὲς τὸ τοῖς λεχθεῖσι περιπλανῆσαι τὸν ὀφθαλμὸν τῶν πιστῶν· στεῤῥοῦ δὲ καὶ ἀνδρώδους φρονήματος οἰκεῖον, τὸ ἐν τῷ ἱερατείῳ μὲν κατ’ ἀνατολὰς τυπῶσαι σταυρὸν, ἱστοριῶν δὲ παλαιᾶς καὶ νέας Διαθήκης πληρῶσαι ἔνθεν καὶ ἔνθεν, χειρὶ καλλίστου ζωγράφου τὸν ναὸν τῶν ἁγίων, ὅπως ἂν οἱ μὴ εἰδότες γράμματα, μηδὲ δυνάμενοι τὰς θείας ἀναγινώσκειν γραφὰς, τῇ θεωρίᾳ τῆς ζωγραφίας μνήμην λαμβάνωσι τῆς τῶν γνησίως τῷ Θεῷ δεδουλευκότων ἀνδραγαθίας, καὶ πρὸς ἅμιλλαν διεγείροιντο τῶν εὐκλεῶν καὶ ἀοιδίμων ἀριστευμάτων· ÷ καὶ ἃ τούτοις ἔφη παραπλήσια.
Οὗτος τοίνυν τὰ μὲν ἐρωτηθέντα παρὰ τοῦ Ὀλυμπιοδώρου, ὡς τοῦ Νείλου φωνὰς κακούργως παρέθετο, αὐτὴν δὲ τὴν γνώμην τοῦ Νείλου ἀπεκρύψατο. Ὅστις οὖν τῇ ὁλοκλήρῳ ἐντύχῃ ἐπιστολῇ, ἐναργέστερον τὸ ἀναίσχυντον καὶ δύστροπον αὐτοῦ κατόψεται.
Οὕτω γοῦν ἐπ’ ὀνόματι τοῦ ἐκ Σελευκείας Βασιλείου χρῆσιν ἀπατηλὴν προάγουσι, περιέχουσαν ÷ μὴ δεῖν τοὺς ἁγίους διὰ τῆς χρωματουργικῆς ἐπιστήμης τιμᾷν, τῷ εἶναι, φησὶ, μυθοποιΐας ἑλληνικῆς ἀνάπλασμα, ἀλλὰ διὰ τῆς γραφικῆς θεωρίας εἰς ἀνάμνησιν ἕλκειν· μηδὲ γὰρ γίνεσθαι εὐεργεσίαν ἐκεῖθεν, γραφικὴν δὲ θεωρίαν. ÷ Ὁ ταῦτα δραματουργήσας ὑποκρίνεται, ἵνα περιφανέστερον τοὺς ἁγίους διὰ τῆς τῶν ὁμοιωμάτων αὐτῶν ἀτιμίας καθυβρίσῃ. Ἀλλ’ εὔκαιρον οἵαν δόξαν περί γε τούτων ὁ ἀνὴρ ἐκέκτητο προθέσθαι, ὡς ἂν καὶ ἐντεῦθεν τῶν φαύλων στηλιτεύοιτο τὸ κακούργημα. Γράφει γὰρ πρὸς τὸν βασιλέα Λέοντα περὶ τῆς ἁγίας πρωτομάρτυρος Θέκλας, ὡς ταύτην τῷ τῆς ἑλληνικῆς ἀπάτης ἱερεῖ, ἐφ’ ἵππῳ ὄντι ποτὲ πρὸς τῷ Μυρσινῶνι, ἐπιφανεῖσαν, καθελεῖν τε αὐτὸν τοῦ ἵππου, καὶ αὐτοῦ ἡμιθνῆτα ἀπολιπεῖν· εἶτα ἀνανήψαντα καὶ ἑαυτοῦ γενόμενον μετακαλέσασθαί τε ζωγράφον καὶ παρεγγυῆσαι ἀναγράψαι αὐτῆς τὴν εἰκόνα, καὶ δὴ αὐτίκα τοῦτο γεγονέναι συνεργίᾳ τοῦ Κρείττονος· καὶ ἰδόντα τὸν ἱερέα ἐπεγνωκέναι καὶ ἀναῤῥωσθέντα περιπτύξασθαι τὴν εἰκόνα, καὶ τῷ οἴκῳ ἑαυτοῦ ἀποθησαυρίσαι καὶ πιστεῦσαι τῷ κηρύγματι τῆς ἀποστόλου, εἰς δεῦρο δὲ πεφυλάχθαι, καὶ ἀπ’ αὐτῆς εἰς τὸ ἔπειτα πάσας μεταγεγράφθαι τῆς πρωτάθλου τὰς εἰκόνας.
Ἔτι προκομίζουσιν ἀνοσίους καὶ μυθώδεις φωνὰς, εἰς Λεόντιόν τινα ταύτας ἀναφέροντες τῆς τῶν ἐξαγίστων Δοκητῶν μοίρας τυγχάνοντα, ὡς ἐκ τῶν λόγων αὐτοῦ συνιδεῖν ἔστιν· ὃς πρός τε ἑαυτὸν διαστασιάζει καὶ τὴν εὐσέβειαν.
Τούτου δὲ πρὸς τὸ βλάσφημον, ἔτι καὶ τὸ παράλογον καὶ ἀλλόκοτον ἐν ἑτέροις θριαμβεύεται. Καὶ τοίνυν κατασκιάζειν πειρώμενος τὴν ἀληθῆ τοῦ Σωτῆρος ἐνσωμάτωσιν, φησίν· ÷ Καλῶς οἱ ζωγράφοι μίαν εἰκόνα τοῦ Κυρίου γράφειν οὐ μεμαθήκασι. ÷ Καὶ βούλεται τοῦτο πιστοῦσθαι ἀπό τε τοῦ προσευχόμενον τὸν Χριστὸν γεγονέναι τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, καὶ ἀπὸ τοῦ βαπτίσματος τῷ ἰδόντα αὐτὸν φρίξαι τὸν Ἰορδάνην· πρὸς δέ γε καὶ ἀπὸ τῆς μεταμορφώσεως τῷ μὴ ἐνέγκαι κατανοῆσαι τοὺς ἀποστόλους· καὶ ἕτερα ἄττα προσθεὶς ἐφάμιλλα.
Ἀλλὰ καὶ αὖθις τῇ προαγούσῃ τάξει χρώμενοι, τὸν ἀληθῆ Λεόντιον, τὸν τῆς Νεαπολιτῶν ἐκκλησίας τῆς κατὰ τὴν Κυπρίων νῆσον προεδρεύσαντα, πρὸς Ἰουδαίους τὸν λόγον ὑπὲρ τῆς χριστιανῶν θρησκείας ποιούμενον, ἐνταῦθα καιρίως ἀντιπαραθησόμεθα, ὀλίγα τινὰ ἐκ τοῦ ὁλοκλήρου λόγου ἀναλεξάμενοι.
Τοῖς προλεχθεῖσι γὰρ αὐτῷ πρὸς τὸν προσδιαλεγόμενον Ἰουδαῖον, ἐπάγων φάσκει τοιαῦτα· «Διὰ τοῦτο Χριστὸν καὶ τὰ Χριστοῦ πάθη ἐν ἐκκλησίαις καὶ οἴκοις καὶ ἀγοραῖς καὶ ἐν εἰκόσι καὶ ἐν σινδόσι καὶ ἱματίοις καὶ ἐν παντὶ τόπῳ ἐκτυποῦμεν καὶ διαζωγραφοῦμεν, ἵνα διηνεκῶς ὁρῶντες ταῦτα ὑπομιμνησκώμεθα καὶ μὴ ἐπιλανθανώμεθα, ὡς σὺ ἐπελάθου Κυρίου τοῦ Θεοῦ σου. Καὶ ὥσπερ σὺ προσκυνῶν τὸ βιβλίον τοῦ νόμου, οὐ τὴν φύσιν τῶν ἐν αὐτῷ δερμάτων καὶ τοῦ μέλανος προσκυνεῖς, ἀλλὰ τοὺς λόγους τοῦ Θεοῦ τοὺς ἐν αὐτῷ κειμένους· οὕτω κἀγὼ τὴν εἰκόνα τοῦ Χριστοῦ προσκυνῶν, οὐ τὴν φύσιν τοῦ ξύλου καὶ τῶν χρωμάτων προσκυνῶ· μὴ γένοιτο! ἀλλὰ τὸν ἄψυχον χαρακτῆρα Χριστοῦ κρατῶν, δι’ αὐτοῦ Χριστὸν κρατεῖν δοκῶ καὶ προσκυνεῖν. Καὶ ὥσπερ ὁ Ἰακὼβ οὐ τὸ ἱμάτιον τοῦ υἱοῦ ἀγαπῶν ἢ τιμῶν, ἀλλὰ δι’ αὐτοῦ νομίζων τὸν υἱὸν Ἰωσὴφ καταφιλεῖν καὶ ἐν χερσὶ κατέχειν· οὕτω καὶ οἱ χριστιανοὶ πάντες εἰκόνα Χριστοῦ ἢ ἀποστόλου ἢ μάρτυρος κρατοῦντες καὶ ἀσπαζόμενοι, τὸν Χριστὸν νομίζομεν ἢ τὸν μάρτυρα κατέχειν.» Καὶ μετά τινα· «Καὶ σὺ μὲν τὴν σὴν σύμβιον ἴσως καὶ ἄσεμνον ἀσπαζόμενος, οὐ κατάγνωστος εἶ, καίπερ οὐδαμοῦ σοι τοῦ Θεοῦ σωματικὸν ἀσπασμὸν γυναικὸς ἐντειλαμένου.
Ἐμὲ δὲ ἐπὰν ἴδῃς εἰκόνα Χριστοῦ, ἢ τῆς παναμώμου αὐτοῦ μητρὸς, ἢ ἄλλου τινὸς δικαίου ἀσπαζόμενον, ἀγανακτεῖς εὐθέως, βλασφημεῖς, ἀποπηδᾷς, εἰδωλολάτρας ἡμᾶς ἀποκαλεῖς. Εἶτα οὐκ αἰσχύνῃ, εἰπέ μοι, οὐ φρίσσεις, οὐκ ἐρυθριᾷς ὁρῶν με καθ’ ἡμέραν ἐν πάσῃ τῇ οἰκουμένῃ ναοὺς εἰδώλων καταλύοντα, καὶ ναοὺς μαρτύρων οἰκοδομοῦντα;» Καὶ μετ’ ὀλίγα· «Ἀληθῶς πολλὴ τῶν Ἰουδαίων ἡ τύφλωσις, πολλὴ ἡ ἀναίδεια καὶ ἀσέβεια· ἐκ λειψάνων μαρτύρων καὶ εἰκόνων πολλάκις ἐλαύνονται δαίμονες, καὶ ταῦτα ἐνυβρίζοντες ἄνθρωποι μιαροὶ διαστρέφουσι καὶ διακλῶσιν. Πόσαι, εἰπέ μοι, ἐπισκιάσεις, πόσαι ἀναβλύσεις, πολλάκις δὲ καὶ αἱμάτων ῥύσεις ἐξ εἰκόνων καὶ λειψάνων μαρτύρων γεγόνασι;» Τούτων δὲ καὶ ἕτερα ὅμοια πάμπολλα καὶ προηγεῖται καὶ ἕπεται, ἃ δὴ καὶ πρὸς τοὺς νῦν Ἰουδαίους εἰκότως ἐφαρμοσθήσεται.
Ἀμφιλοχίου δὲ, τοῦ τὴν Ἰκονιατῶν ἀρχιερωσύνην ἐπιτροπεύσαντος, εἴ που παραγάγοιεν οἱ τῶν ἁγίων ὑβρισταὶ λόγους ἐκ τοῦ πεποιημένου αὐτῷ εἰς τὸν μέγαν Βασίλειον ἐγκωμίου κατὰ τῶν ὁμοιωμάτων τῶν ἁγίων, ὡς οἴονται, προβεβλημένους, ἢ τοῦ ἐκ Γαλατίας Θεοδότου, μηδ’ ὅλως ἀπ’ αὐτῶν τῆς εὐσεβείας καταθρασυνέσθωσαν, ἀλλ’ εὖ ἴστωσαν, ὡς οὐδὲν ἐντεῦθεν τῆς πρὸς τοὺς ἁγίους ὕβρεως ἀπόνασθαι ἔχοιεν· κατὰ χώραν γὰρ τῶν τοιούτων ἐξεταζομένων λόγων ἰσχνότερον, ὁποῖος ὁ σκοπὸς τῶν εἰρημένων προσώπων παρίσταται. Ἤδη δὲ καὶ ἐν τῷ παρόντι συντάγματι ὁποῖον αὐτῶν τὸ φρόνημα τῇ ὀρθῇ δόξῃ συναγορεῦον, ἐκ τῶν γνησίων αὐτῶν ἀναλεγὲν βιβλίων, μετὰ τῶν ἄλλων ἱερῶν πατέρων προαναγέγραπται. Τεκμήριον δέ· ἐπειδὴ περιγραπτὸν τὸν Χριστὸν κατὰ τὸ ἀνθρώπειον εἶδος καὶ αὐτοὶ εὐσεβῶς δοξάζουσιν, οἱ δι’ ἐναντίας δὲ τὸ περιγραπτὸν ταυτὸν τῷ εἰκονίζεσθαι εἶναι κηρύσσουσι, ἔδει καὶ αὐτοὺς εἰκονιζόμενον τὸν Χριστὸν παραδέχεσθαι· καὶ ἐπεὶ νόμος αὐτοῖς, ὡς εἰ τὰ τοῦ Χριστοῦ διαπέσοιεν, καὶ τὰ τῶν ἁγίων συνοιχήσεται, ἀκόλουθον ἂν εἴη ἐκ τοῦ ἐναντίου, ἐπειδὴ παρ’ ἐκείνοις τὰ τοῦ Χριστοῦ τιμᾶται καὶ στέργεται, ἐκ παντὸς συνομολογεῖν καὶ παρ’ αὐτοῖς τὰ τῶν ἁγίων μορφώματα τιμᾶσθαι λοιπὸν καὶ στέργεσθαι.
Πῶς οὖν ἐκείνους ἀπαγορεύειν ἀναστηλοῦσθαι ταῦτα νομιστέον, ἢ καλεῖν τὰ ἱερὰ ἐπ’ ὀνόματι εἰδώλου; ὃ καὶ ἐννοεῖν πάντη ἀθέμιτον. Καὶ πεπαύσθω ἡ κατ’ αὐτῶν φλυαρία· οἱ δυσσεβεῖς γὰρ ἐπ’ ἀναιρέσει τῆς τοῦ Λόγου σαρκώσεως μέθοδον τῆς πλάνης τὸ ἀπερίγραφον ἐφεῦρον, ἵνα ἀλλότριον Χριστοῦ τὸ φαινόμενον ἀπεικόνισμα θέμενοι, εἰδωλολατρείαν χριστιανῶν καταγορεύσωσιν· ὅπερ οἱ προτεταγμένοι ἄνδρες οὐδ’ ὅλως φρονήσαντες εὕρηνται, ὅσον ἐκ τῶν συγγεγραμμένων αὐτοῖς λόγων εἰδέναι. Οὐ δεῖ δὲ ἐπὶ τῇ κακουργίᾳ θαυμάζειν τῶν ἐναντίων, ὅπου γε καὶ ἑτέρας τῶν πατέρων χρήσεις ἀνοηταίνοντες φέρουσιν· ὧν τινες οὐ μόνον εἰς οὐδὲν αὐτοῖς συνᾴδουσιν, ἀλλὰ καὶ συνηγοροῦσι τῷ ὀρθῷ δόγματι, περὶ ὧν συγγράφειν καὶ ἀντεπεξάγειν, μακρὸν ἂν εἴη καὶ ἄπειρον.
Καὶ ταῦτα μὲν οὕτως εἰρήσθω, καὶ πέρας τῶν πονηρῶν καὶ φευκτῶν τεχνασμάτων εἰλήφθω. Περιτέτραπται γὰρ ἅπαντα καὶ κατέῤῥιπται τῇ σφενδόνῃ τῆς ἀληθείας βαλλόμενα, τό τε αἶσχος καὶ ἡ φαυλότης καὶ κεκρυμμένη τῶν δραματουργηθέντων ἀπάτη καὶ ἡ ἐκμεμηχανημένη μέθοδος τῆς πλάνης σαφῶς ἀνακεκάλυπται.
Πολὺν δ’ οὖν κάματον ἀνατλάντες οἱ δύστηνοι, καὶ εἰκῆ τοὺς πόνους ἐξαναλώσαντες, καὶ οὐδὲν ὁτιοῦν εἰς τὴν ἑαυτῶν δυσσέβειαν συνεργοῦν ἐκ τῶν ἐν πνεύματι καὶ ἀληθείᾳ γεγραμμένων καταλαβόντες, ἐπὶ δόλους καὶ κακουργίας ἐχώρησαν, τῶν μὲν ἱερογράφων λογίων τὸν νοῦν στρεβλοῦντες καὶ τὴν δύναμιν πρὸς τὴν ἰδίαν κακόνοιαν· τῶν δὲ πατέρων καὶ διδασκάλων τῆς Ἐκκλησίας παραχαράσσοντες τὰ ὀρθὰ δόγματα καὶ διδάγματα, ἃ μὲν παρανοοῦντες καὶ κακῶς παρεξηγούμενοι, ὧν δὲ τὰς ἐπιγραφὰς τῶν βίβλων ἐναμείβοντες, ὧν δὲ λέξεών τι μέρος ὑποσπώμενοι, ἢ λόγους ὑφαιρούμενοι ἢ προστιθέντες, ἤ τινα τούτων ὑφαρπάζοντες, τοῖς οἰκείοις προσοικοδομοῦσι καὶ συνείρουσι φάσμασιν, ἄλλα τε ἄλλως κατὰ τὸ δοκοῦν ἐκ περιέργου γνώμης διαφθείρουσιν· οἷς τὰ γνήσια καὶ οἰκεῖα τῶν πατέρων δόγματα καθ’ ἕκαστον ἀντιπαραθέμενοι, ἢ καὶ τὰ κακῶς νοηθέντα διευκρινησάμενοι, τὴν τῶν ἐπιβουλευσάντων ἐναντιότητα καὶ τὸν δόλον, καθ’ ἃ δὴ καὶ πρώην ἡμῖν ἐῤῥήθη, παρεστήσαμεν.
Τί χρὴ λέγειν ὅσοις ἐκ τῆς ἀρειανικῆς μανίας ἡρμόσαντο, ἢ ὅσα ἐκ τῆς φαντασιώδους μοίρας ἐρανισάμενοι, τὸ πᾶν τῆς τῶν δογματιζομένων παρ’ αὐτοῖς ἰσχύος προσεκτήσαντο; ὧν τὸν γνησιώτατον εἰς ἀσέβειαν Ἐπιφανίδην καλούμενον, Ἐπιφάνιον τὸν ἱερὸν τῆς Κυπρίων ἀρχιερέα χρήσαντες, ὡς ἐπ’ ἐξουσίας αὐτοῖς κειμένου διδάσκαλον καὶ εἰσηγητὴν τῆς κακίας προκεχειρίκασιν· ἐξ οὗ τὰ πλεῖστα κατὰ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐνανθρωπήσεως δύσφημα ἀναλεξάμενοι δογματίζουσιν, καὶ ἐν οἷς μάλιστα ἐπιθαρσοῦντες ἀκλεῶς ἐγκαλλωπίζονται οἱ ἀνόσιοι. Ἃ δὴ ἐν τοῖς φθάσασιν ἐθριαμβεύσαμεν, οὐκ ἄκαιρον δὲ ἡγησάμεθα κἀνταῦθα συγκεφαλαιωσάμενοι παραθέσθαι, ἃ ἐδείχθη ἀλλότρια τῆς τοῦ θεοφόρου Ἐπιφανίου καὶ γνώμης ὄντα καὶ πίστεως.
Πρῶτον μὲν ἀπὸ τῆς γενεαλογίας, ἐξ ἧς τὸ ἑτεροῖον τῶν προσώπων παρίσταται· ἔπειτα δὲ τοῦ διαφόρου τῶν διαθηκῶν, ἀπὸ τοῦ μηδένα τῶν κατὰ τὴν Κύπρον οἰκούντων, παλαιῶν καὶ νέων, τὰ τῆς ψευδοῦς διαθήκης εἰδέναι, ὥσπερ οὐδὲ τὰ λοιπὰ ἀνόσια συγγράμματα, ἅπερ εἰς πρόσωπον Ἐπιφανίου ψευδῶς ἀνατιθέασιν· ἀπὸ τῆς νοθευθείσης ἐπιγραφῆς τῆς παλαιᾶς βίβλου· ἀπὸ τοῦ μηδὲν μηδαμοῦ ἐμφέρεσθαι ἐν τοῖς κατὰ αἱρέσεων λόγοις Ἐπιφανίου εἰδωλικοὺς θεσμοὺς δεδέχθαι τὴν Ἐκκλησίαν ποτέ· ἀπὸ τοῦ μηδαμοῦ νεκρὰ καλεῖν τὰ εἴδωλα, τῶν ἐναντίων νεκρὰ πανταχοῦ λεγόντων· ἀπὸ τῆς γραφείσης ἀληθοῦς ἐπιστολῆς πρὸς Θεοδόσιον τὸν βασιλέα, ἐν ᾗ οὐδὲν περὶ εἰδώλων ἐμφέρεται· ἀπὸ τῆς κατὰ τὸ σάββατον νηστείας· ἀπὸ τῶν τύπων τῶν Ναζωραίων καὶ τῆς Χριστοῦ κόμης· ἀπὸ τῆς τῶν Δοκητῶν αἱρέσεως, ἧς πλεῖστα κατηγορεῖ Ἐπιφάνιος, ὁ δι’ ἐναντίας δὲ συμφθέγγεται· ἔτι καὶ ἀπὸ τοῦ τὰ ἱερὰ εἰκονίσματα ἐν ταῖς κατὰ Κύπρον ἐκκλησίαις τὸ ἐξ ἀρχῆς καὶ ἀνέκαθεν ἐμπρέπειν.
Ἀλλὰ δὴ καὶ ἕτερα πλείονα, εἴ τις ἐπιμελέστερον τοῖς Ἐπιφανίου λόγοις ἐπιστήσειε, ταῦτα παριστῶντα εὑρήσει· οὕτως ὁ συναγηγερκὼς τὰς χρήσεις διὰ πάντων ἐλήλεγκται, ὡς οὐ μόνον οὐδὲν ἀπ’ αὐτῶν ἀπώνατο, ἤδη δὲ καὶ τὸ ἠλίθιον καὶ ἀσύφηλον τῆς γνώμης δεδημοσίευται.
Καθάπερ γὰρ οἱ τὰς ἀκοὰς ὑπὸ μεγίστων ψόφων βλαπτόμενοι, οὕτω καὶ αὐτὸς ὑπὸ μανίας καὶ δυσβουλίας ὥσπερ τις πληγεὶς τὴν διάνοιαν, καὶ τὸ τῆς ψυχῆς ὀπτικὸν πεπηρωμένος, τῶν συνειλεγμένων αὐτῷ μαρτύρων τὴν κατ’ ἀλλήλων στάσιν καὶ ἀντιπαράταξιν οὐ συνεώρακεν. Οἶμαι γὰρ αὐτὸν τοιοῦτόν τι πεπονθέναι, οἷον εἴ τις στρατόπεδα πρὸς συμμαχίαν καλέσοι, ἔπειτα τὸν κατ’ ἀλλήλων ἀκόσμως καὶ ἀβουλότατα παρασκευάσοι ἄρασθαι πόλεμον, ὧν τῆς ἐπικουρίας ἀφαμαρτὼν, περιφανεστέραν ἑαυτῷ τὴν ἧτταν εἰργάσατο, εὐχείρωτος τοῖς πολεμίοις γενόμενος ἐκ τῶν οἰκείων ὅπλων, ἐξαρκοῦσαν οὐκ ἔχων πρὸς παράταξιν τὴν ἰσχύν.
Οὕτω γὰρ καὶ ὁ Μαμωνᾶς ὑπ’ ἀνοίας καὶ ἀμαθίας παρὰ τῆς ἀληθείας βαλλόμενος, παρὰ δὲ τῶν ἐπικουρεῖν δοκούντων οὐδαμῶς συμμαχούμενος, λαμπρὰν καὶ περιφανῆ τὴν πτῶσιν ἠνέγκατο. Ἡ γὰρ ἐκείνων ἀσυμφωνία τούτῳ γέγονεν τἀληθοῦς ἀτευξία.
Εἴ τις οὖν τῆς ἑαυτοῦ κήδεται σωτηρίας, τοῖς τοῦ δυσσεβοῦς καὶ ἀπατεῶνος λόγοις οἰμώζειν εἰπὼν, τῇ ὑγιαινούσῃ προσκείσθω διδασκαλίᾳ καὶ πίστει· περιφανῶς τε τοῖς προκειμένοις λόγοις τῆς ἀποστασίας τὴν ῥίζαν τοῖς κλάδοις ἅμα τῷ τομωτέρῳ μαχαίρας τῆς ἀληθείας λόγῳ ἐκτετμημένην καταλαβὼν, εἴ που καὶ ἄλλαις τῆς πικρᾶς ταύτης βλάστης περιτεύξεται παραφυάσι, τοῖς νόθοις λέγω καὶ παρεγγράπτοις τῶν ἐναντίων λόγοις, τὴν ἀξίνην ἤδη πρὸς τῇ ῥίζῃ κειμένην ὁρῶν, τούτους οἷα ζιζάνια καὶ τῷ καθαρῷ τῆς Ἐκκλησίας σίτῳ παρανατέλλοντας συναποτέμοι, καὶ τῷ πυρὶ παραδιδοὺς τῶν ὀρθῶν δογμάτων καταναλώσει, ἀκλόνητός τε ἐν τῇ πέτρᾳ τῆς πίστεως ἑστὼς, πρὸς Θεὸν τὰς ἐλπίδας ἀπερειδέτω· τὰς παραδόσεις φυλάττων, ὅσας ἐγγράφους τε καὶ ἀγράφους ἡ τοῦ Χριστοῦ ποίμνη παρά τε τῶν ἁγίων ἀποστόλων καὶ τῶν ὁσίων πατέρων ἡμῶν παρείληφε, πᾶσαν καινοτομίαν βέβηλον καὶ ἀκάθαρτον περιϊστάμενος, καὶ ἀλλοτρίαις διδαχαῖς μὴ ὑποφερόμενος· ἵνα καὶ κατὰ τὸν τῇδε βίον ὁσίως καὶ εὐσεβῶς ζήσῃ, τῇ πίστει φρουρούμενος, καὶ κατὰ τὴν μέλλουσαν βιοτὴν τὸ μακάριον ἀπενέγκηται, συγκληρονόμος τοῖς ἀπ’ αἰῶνος δοξάζουσι τὸν Κύριον ἁγίοις ἀναδεικνύμενος.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.