Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Ἔλεγχος (Νόθος)

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Έλεγχος της νοθείας του αποδιδόμενου στον Επιφάνιο Κύπρου συγγράμματος

Παράθεση επιχειρημάτων που αποδεικνύουν ότι η εικονομαχική διαθήκη δεν ανήκει στον άγιο Επιφάνιο, αλλά στον αιρετικό Επιφανίδη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 2 από 11

Προτείνουσι δ’ οὖν ὅμως διαθήκην πρὸς τοὺς πολίτας διατεταγμένην, [ᾗ] μὴ ἀναφέρειν εἰκόνας ἐπ’ ἐκκλησίας ἢ ἐν κοιμητηρίοις παρεγγυᾷ. Αʹ. Ἀλλ’ ὅτι οὐκ ἔστιν Ἐπιφανίου, δῆλον· καὶ πρῶτον μὲν ἀφ’ ὧν ἀκόλουθα Εὐσεβίῳ ὁ γράψας ἀρειανίζων δοξάζει· ὁ δὲ Ἐπιφάνιος ὡς μὲν κατὰ πασῶν αἱρέσεων, πολλῷ δὲ πλέον κατὰ τῆς Ἀρείου μανίας ἔστη, οὐδένα ἂν οἶμαι τῶν λόγου μετεχόντων λανθάνειν.

Βʹ. Δεύτερον δὲ, ὅτι Ἐπιφάνιος, ὡς τὰ κατὰ τὸν βίον αὐτοῦ συγγεγραμμένα διασημαίνει, ἐκ Βύζαντος ἐπὶ τὴν ἑαυτοῦ καταίρων, ἐτελεύτα τὸν βίον. Τηνικαῦτα γοῦν πλοϊζόμενος, τοῖς μαθηταῖς ἐπέσκηπτε τὰ τῆς ἀρίστης αὐτοῖς πολιτείας ὑποτιθέμενος· ἐν οἷς οὐδὲν πρὸς τοὺς πολίτας αὐτοῦ ἢ ἕτερόν τι τῶν ἀπηγορευμένων τῇ Ἐκκλησίᾳ διατιθέμενος δείκνυται. Εἰ μὲν οὖν ὡμολόγηται, ὥσπερ οὖν καὶ ὡμολόγηται καὶ πεπίστευται παρ’ ἡμῖν, ἐξαίρετον τοῖς ἁγίοις εἶναι παρὰ Θεοῦ δεδωρημένον χάρισμα τοῦ βίου τὸ τέρμα προείδεσθαι, ταῦτα ἡμῖν ἔσται δεκτέα. Εἰ δὲ ἄλλοτε διετίθετο, διημάρτηκε τοῦ χαρίσματος, ὅπερ καὶ λέγειν ἄτοπον, εἴγε θεοφόρος ἀνὴρ διὰ βίου καθαρότητα, καὶ σημείων ἐνέργειαν ἀναδέδεικται.

Γʹ. Ἔπειτα, ὅτι οὐδαμοῦ ἐν τοῖς ἀληθῶς παραδεδομένοις ἐν τῇ Ἐκκλησίᾳ γνησίοις αὐτοῦ λόγοις τοιοῦτό τι παραθέμενος φαίνεται, καίτοι περί τε εἰκόνων καὶ εἰδώλων τῶν παλαιῶν, καὶ ἐν ἔθνεσιν ὅπως τὸ ἐξ ἀρχῆς εὕρηνται, οὐκ ὀλίγα γεγραφώς· ὡς εἴπερ οὕτως εἶχε φρονήματος, ἑώρα δὲ κατά τι γοῦν περὶ τὸ θεῖον σέβας τὴν Χριστοῦ Ἐκκλησίαν ἀποσφαλλομένην ἐπὶ τῷ τῶν θείων ὁμοιωμάτων σεβάσματι, σπουδὴν ἂν ὡς πλείστην καὶ πρό γε τῶν ἄλλων ἐν ἐκείνοις, ὡς ἂν ἐπανορθωθείη, γράφειν ἔθετο, καὶ μυρίους τοιούτους συντέταχε λόγους. Κάκιστον γὰρ καὶ δυσσεβέστατον καὶ πασῶν αἱρέσεων εἰς κακίαν τὸ ἔσχατον· ἀλλ’ οὔτε, ὡς ὁ ἀληθὴς πρεσβεύει λόγος, τὰ τῆς καθολικῆς καὶ ἀποστολικῆς Ἐκκλησίας διέσφαλται, οὐδὲ τῷ τῶν εἰδώλων μύσει προσέσχε ποτέ. Καὶ αὐτὸς ᾔδει πάντων μᾶλλον σαφέστερον, ὡς οὐκ ἐνῆν ψευδοεπῆσαι τὸ Πνεῦμα τὸ ἅγιον, ὃ διὰ τῶν προφητῶν καὶ πάσης σχεδὸν τῆς θεοπνεύστου Γραφῆς ἐπήγγελται, τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ τοῖς ἐπὶ γῆς διὰ σαρκὸς ἐπιφανέντος, μηκέτι προσκύνησιν εἰδώλων ἔσεσθαι, ἀλλὰ καὶ τὰ ὀνόματα τῶν εἰδώλων αὐτῶν ἀπὸ τῆς γῆς ἐξαλειφθήσεσθαι, ὡς οἱ τῶν φωνῶν τῶν προφητικῶν εἰς πεῖραν ἀχθέντες ἴσασι.

Δʹ. Μάλιστα δὲ τοιαῦτα ἔδει γράφειν Ἐπιφάνιον, ἡνίκα κατὰ τῆς τῶν Καρποκρατητῶν διελάμβανεν αἱρέσεως, ἣ ἐν ἀρχαῖς τοῦ θείου κηρύγματος χειρίστη ἔφυ αἵρεσις, ἐν οἷς γράφει· ÷ Ὅτι ἐπίκλην ἑαυτοῖς ἔθεντο χριστιανούς· τοῦτο τοῦ Σατανᾶ παρασκευάσαντος πρὸς τὸ σκανδαλίζεσθαι τὰ ἔθνη καὶ ἀποστρέφεσθαι τὴν τῆς ἁγίας τοῦ Θεοῦ Ἐκκλησίας ὠφέλειαν καὶ τὸ ἀληθινὸν κήρυγμα διὰ τῆς ἐκείνων ἀθεμιστουργίας· ὅθεν ÷ (πιστούμενοι δῆθεν τὸ προσποιηθὲν αὐτοῖς χριστιανῶν ὄνομα) ÷ εἰκόνας Χριστοῦ ἔχουσιν ἐκ διαφόρων ὑλῶν, ἃς φασὶν εἶναι τοῦ Ἰησοῦ, καὶ ὑπὸ Ποντίου Πιλάτου γεγενημένας, ὅτε ἐπεδήμει τῷ τῶν ἀνθρώπων γένει, εἶτα καὶ φιλοσόφων Πυθαγόρου καὶ Πλάτωνος καὶ Ἀριστοτέλους καὶ ἑτέρων. Ἃς δὴ καὶ ἱδρυσάμενοι προσκυνοῦσι· καὶ τὰ ἐθνῶν ἐπιτελοῦσι μυστήρια. ÷ Ἀλλ’ οὐδὲν οὐδὲ ἐν ἐκείνῳ τῷ γράμματι ἔφη, ὧν νῦν προχειρίζονται, Ἐπιφάνιος· οὐδὲ τῶν θείων οἴκων τὰς ἱερὰς εἰκόνας ἐκβάλλεσθαι ἐδογμάτισεν, ἢ αὐτοὺς οἴκους καὶ τὰ θεῖα θυσιαστήρια διορύττεσθαι.

Ἀλλ’ ἐκ τοῦ ἐναντίου, εἴ τις ἐνταῦθα ἐπιστήσειεν, ἴδοι σαφῶς ὡς οὐ μόνον οὐδὲν πρὸς ἀναίρεσιν τοῦ χριστιανικοῦ λόγου ἐγχειρεῖ, ἀλλὰ καὶ συνίστησι μᾶλλον· ἐπίκλην γὰρ ἑαυτοῖς χριστιανῶν θέσθαι εἰπὼν, συνηγορεῖ χριστιανῶν εἶναι τὴν τῶν σεπτῶν γραφῶν τούτων ἀναστήλωσιν· ὥσπερ κἀκεῖνοι, ἐπειδὴ χριστιανῶν ἴδιον καὶ τῆς χριστιανῶν θρησκείας ᾔδεσαν σύμβολα, διὰ τούτων πιστοῦσθαι τοὺς πολλοὺς ἑαυτοὺς δεικνύειν χριστιανίζοντας ἐπειρῶντο· ὅθεν γνώριμον καὶ πᾶσιν ἐμφανὲς καθίσταται μὴ τὰ προκείμενα λόγια τοῦ θείου εἶναι Ἐπιφανίου, ἀλλά τινος τῶν τὴν θείαν σάρκωσιν ἀθετούντων, καὶ δοκήσει ταύτην γεγενῆσθαι ἀνοήτως δοξαζόντων. Οὐδὲ γὰρ ὁρᾶται τὴν τῶν ὁμοιωμάτων ἐν οἷς εἶπεν ἀποπεμπόμενος ποίησιν, μᾶλλον δὲ καὶ διττὴν οἶδεν οὖσαν τὴν τῆς εἰκόνος σχέσιν· τὴν μὲν φύσει, τὴν δὲ διὰ χρωμάτων ἀπεικαζομένην, καὶ διὰ τοῦτο ἀποδέχεται ἔν τισι τὰ πρὸς ἀπεικασμοὺς καὶ ἀπεικόνισμα κατὰ μίμησιν θεωρίας ἐκτυπούμενα.

Εʹ. Ἕτερον δὲ ὅτι οὐδαμοῦ μέχρι καὶ σήμερον ἐν τῇ κατ’ Ἐπιφάνιον παροικίᾳ τὰ τῆς ἀνοσίας ἐκείνης διαθήκης ἐμφανίζεται, οὔτε ὁ τοιοῦτος παραδέδεκται λόγος. Ϛʹ. Ὃ δὲ μάλιστα εἰς βεβαίωσιν πάντων τυγχάνει, ὅτι ἐκ τῶν ἀνέκαθεν χρόνων, καὶ αὐτοῦ ἔτι κατὰ τὸν τῇδε περιόντος βίον Ἐπιφανίου, καὶ μέχρι τοῦ δεῦρο, πάντες οἱ τῷ Θεῷ ἱερωμένοι οἶκοι τῷ κόσμῳ τῆς ἱερογραφίας λαμπρύνονται περιφανέστατα. Οὔτε οὖν ἱερέων, οὔτε ὁστισοῦν ἀνθρώπων τὸ τοιοῦτον ἐκεῖσε λεχθὲν ἐπίσταται κήρυγμα.

Ζʹ. Εἰ δὲ δὴ ἐκ τῶν ὁμολογουμένων τὰ ἀμφιβαλλόμενα κρίνεται, ἐπισκεψώμεθα οἷα περὶ τῆς τοῦ Σωτῆρος οἰκονομίας ὁ ἱερὸς διέξεισιν Ἐπιφάνιος, ἐν τῷ Ἀγκυρωτῷ αὐτοῦ καλουμένῳ βιβλίῳ, ὃ δὴ παρὰ πᾶσι συμπεφώνηται οἰκεῖον αὐτῷ καὶ τῶν γνησίων ὑπάρχον λόγων.

Φησὶ τοίνυν ἐνταῦθα· ÷ Ὅσα γὰρ ἐν ἀνθρώπῳ, καὶ οἷα ἄνθρωπος, καὶ εἴ τι ἐστὶν ἄνθρωπος, ταῦτα ἦλθε καὶ ἔλαβεν ὁ Μονογενὴς, ἵνα ἐν τῷ τελείῳ ἀνθρώπῳ, τελείως τὸ πᾶν τῆς σωτηρίας Θεὸς ὢν ἀπεργάσηται, μηδὲν ἀπολείψας τοῦ ἀνθρώπου, ἵνα μὴ τὸ ἀπολειφθὲν μέρος εἰς μέρος πάλιν γένηται βρώματος διαβόλου. ÷ Εἰ οὖν οὐδὲν μέρος ἀνθρώπου ἀπολέλειπται, μέρος δὲ ἀνθρώπου τὸ σῶμα, τῷ δὲ σώματι ἐκ παντὸς ἕπεται τὸ γράφεσθαι καὶ εἰκονίζεσθαι (εἰ γὰρ μὴ γράφεται, οὐδὲ σῶμα), ὁ Χριστὸς ἄρα σῶμα φέρων τὸ ἡμέτερον, ἀνάγκη πᾶσα, καὶ γραφήσεται κατὰ τὸ σῶμα καὶ εἰκονισθήσεται [καὶ] κατὰ τοῦτον τὸν θεοφόρον διδάσκαλον.

Καὶ εἰ ταῦτα Ἐπιφανίου ὡμολόγηται, ἐκεῖνα πάντως ὡς ἐναντία τούτοις ἀλλότρια ἔσται· ἐπεὶ οὐδὲ σῶμα ἀληθῶς ὁ τοῦ συγγράμματος ἐκείνου πατὴρ τὸν Χριστὸν ἀνειληφέναι τίθεται, σχήματι δὲ καὶ δοκήσει μόνον φαίνεσθαι· ἐμφατικώτερον δὲ ταῦτα διὰ τῶν λόγων αὐτῶν προϊόντες δείξομεν. Ἐν οἷς γοῦν τὰ τοῦ χαρακτῆρος εἴ που κατὰ τὴν συγγραφὴν ὡμοίωται, οὐ προσέχειν τῇ φράσει δεῖ· πολλῷ γὰρ διήλλακται τῷ δόγματι.

Ὁποῖον δὲ πρὸς τούτοις καὶ ἕτερον πρὸς τὴν τῶν εἰρημένων πληροφορίαν (ὃ καὶ ταῖς ἁπάντων ἀκοαῖς παραθέσθαι, οὐκ ἄκομψον εἶναί μοι δοκεῖ, καὶ ταῖς μετέπειτα γενεαῖς παραπέμψαι) λέξων εἶμι. Ἀνήρ τις τῶν καθ’ ἡμᾶς ἱερέων οὐκ ἄσημος, οὐδὲ ἀσήμου πόλεως ἀρχιερεὺς, ὃς μέχρι τοῦδε περιλείπεται τῷ βίῳ, εἰς γῆράς τε βαθὺ εὖ ἥκων, καὶ πολιὰν αἰδέσιμος, οἶμαι θείας οἰκονομίας ἔργον, τῶν ἀσεβῶν στηλιτευούσης τὴν κακοήθειαν· τὸν Σίδης δὲ τῆς μητροπόλεως ἰθύνειν ἔλαχε θρόνον, ἤδη τοῦ καπνοῦ προανίσχοντος καὶ τῆσδε τῆς καθ’ ἡμῶν ἐπιλαβούσης τυραννίδος προανακρουομένου τὸ πῦρ. Ἐπειδὴ πολλάκις ἡμῖν κατὰ συνόδους συνήδρευεν, ἐξαναστάς ποτε τῆς καθέδρας, ἔστη ἐν μέσῳ τῷ ἱερῷ συνεδρίῳ, καὶ ἔλεξε τοιάδε· «Ὡς δὴ κατὰ τὴν Νακόλειαν, τὸ Φρυγίας πολίχνιον, ἔνθα πάλαι ἡ πικρὰ τῆς ἀποστασίας παραφυεῖσα ἄκανθα εἰς μέγα κακίας καὶ πονηρίας τὴν βλάστην ἐπηύξησεν, τὰς διατριβὰς ἐκ μειρακίου ποιούμενος, μαθημάτων τε ἱερῶν καὶ πολιτείας πνευματικῆς ἕνεκεν, ἐπὶ τὸ κυριακόν ποτε κατὰ σχολὴν εὐξόμενος ἄπειμι· τὸ δὲ ἦν ἐκκλησία ἡ καθολικὴ τοῦ πολίσματος, καὶ αὐτοῦ δὴ βίβλῳ ἀνειμένῃ περιτυγχάνω κατὰ τὸ τέμενος, ἐν ᾗ τὰ βλάσφημα ἀναγνοὺς δόγματα, μικροῦ τῇ ἀσεβείᾳ ὑπάγομαι· ἐντεῦθεν δρομαῖος ἐπὶ τὸν καθηγεμόνα χωρῶ.

Δαῦκος δὲ οὗτος ἐπεκέκλητο. Καὶ εἶτα οἷά μοι τῶν ἀναγνωσθέντων ἀπήγγελλον· ὁ δὲ ὡς ἂν μὴ τὸν νοῦν ἀποσυληθεὶς, ἅτε τὸ ἀκμαῖον τῆς ὥρας ἐπαγόμενος, καὶ τὸ βεβηκὸς οὐκ ἔχων πρὸς τὴν τῶν λυσιτελούντων ἐπίκρισιν, τοῦ ὀρθοῦ ἐκπέσοιμι λόγου, ἐκέλευεν ὅτι τάχιστα πρὸς τὸν ναὸν καὶ εἰσαῦθις ἀφῖχθαι, καὶ σπουδῇ τὴν ἐπιγραφὴν τῆς βίβλου ἀνερευνήσασθαι.

Ἐγὼ δὲ μελλήσας οὐδὲν, ἀπῄειν αὐτίκα ἐκεῖσε, καὶ λαβὼν μετὰ χεῖρας τὴν βίβλον, καὶ εἰς τὸ ἀσφαλὲς διερευνώμενος, ὁποῖον τὸ ἐν τῇ ἐπιγραφῇ κακούργημα, εὐθὺς ἐπαισθάνομαι· εἶδον γὰρ οὐ μάλα εἰς τὸ ἀκριβὲς διεξεσμένον τὸν τόπον καθ’ ὃν ἐγέγραπτο τοὔνομα, καὶ ἤδη τοὺς πρώτους τῆς γραφῆς ὑποφαίνοντας χαρακτῆρας τεθέαμαι, καὶ σαφῶς μοι τὸ πανοῦργον τοῦ δράσαντος διαγορεύοντας· ἔτι γὰρ ἡ Ἐπιφανίδου προσηγορία ἐν τῇ ἐπιγραφῇ παρεδείκνυτο ἀναγινωσκομένη σαφέστατα.» Ταῦτα οὐχ ἅπαξ μόνον, ἤδη δὲ καὶ ἐπὶ δυσὶ καὶ τρισὶν ἐντεύξεσιν, ὡς ὑπὸ Θεῷ μάρτυρι, εἰς ὑπήκοον τῶν συνειλεγμένων ἱερῶν ἀνδρῶν παραστὰς ὁ ἀρχιερεὺς, πληροφορίας τῆς Ἐκκλησίας χάριν, ἀνεπαισχύντῳ περιήγγειλεν συνειδότι· ὃς ἡμῖν ἀπό τε τῆς πολιᾶς, ἀπό τε τῆς ἱερωσύνης, καὶ τοῦ κατὰ τὸν βίον ἀνεπιλήπτου, τὸ ἀξιόπιστον ἐπιφερόμενος, μάρτυς τῶν ζητουμένων εἰσενήνεκται ἀπαράγραπτος.